The Greek Library Author

Anonymous

Physica

Authority group
Arius Didymus Doxogr. (catalogue association; authorship remains anonymous)
Edition reference
Physica (fragmenta), ed. H. Diels, Doxographi Graeci, Berlin: Reimer, 1879 (repr. Berlin: De Gruyter, 1965): 447–472.
CTS identifier
urn:cts:greekLit:tlg0529.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

t

{ΕΚ ΤΩΝ ΑΡΕΙΟΥ ΔΙΔΥΜΟΥ ΕΠΙΤΟΜΗΣ ΦΥΣΙΚΩΝ}

1, col. 1

Euseb. P. E. XI 23 3—6. Stob. ecl.

eth. I 12 p. 330 H.

Περὶ δὲ τῶν ἰδεῶν ὡδὶ διεξήρχετο,

τῶν κατὰ φύσιν αἰσθητῶν κατὰ γένος

ὡρισμένα τινὰ παραδείγματα φάμενος

εἶναι τὰς ἰδέας, ὧν τὰς ἐπιστήμας γί-

γνεσθαι καὶ τοὺς ὅρους· παρὰ πάντας

γὰρ ἀνθρώπους ἄνθρωπόν τινα νοεῖσθαι

καὶ παρὰ πάντας ἵππους ἵππον καὶ

κοινῶς παρὰ πάντα ζῷα ζῷον ἀγένητον

καὶ ἄφθαρτον· ὃν τρόπον δὲ σφραγῖδος

μιᾶς ἐκμαγεῖα γίνεσθαι πολλὰ καὶ συ-

χνὰς εἰκόνας ἑνὸς ἀνδρός, οὕτως καὶ

μιᾶς ἑκάστης ἰδέας αἰσθητῶν σωμάτων

φύσεις παμπληθεῖς, τῆς μὲν ἀνθρώπων

ἀνθρώπους ἅπαντας, 〈τῆς δὲ ἵππων

ἵππους ἅπαντας,〉 καὶ κατὰ τὸν αὐτὸν

λόγον ἐπὶ τῶν ἄλλων τῶν κατὰ φύσιν.

εἶναι δὲ τὴν ἰδέαν ἀίδιον οὐσίαν, αἰτίαν

καὶ ἀρχὴν τοῦ ἕκαστον εἶναι τοιοῦτον,

οἵα ἐστὶν αὐτή. καθάπερ οὖν τὰ κατὰ

μέρος ὥσπερ ἀρχέτυπα τῶν αἰσθητῶν

προηγεῖσθαι σωμάτων, οὕτως τὴν πάσας

ἐν ἑαυτῇ περιέχουσαν καλλίστην καὶ

τελειοτάτην οὐσίαν ὑπάρχειν τοῦδε πα-

ράδειγμα τοῦ κόσμου· πρὸς γὰρ ταύτην

ἀφομοιωθέντα ὑπὸ τοῦ δημιουργήσαντος

αὐτὸν ἀπειργάσθαι θεοῦ κατὰ πρόνοιαν

ἐκ τῆς πάσης οὐσίας.

1, col. 2

Alcinoi epit. Plut. dogm. c. 12.

Ἐπεὶ γὰρ τῶν κατὰ φύσιν αἰσθητῶν

καὶ κατὰ μέρος ὡρισμένα τινὰ δεῖ παρα-

δείγματα εἶναι τὰς ἰδέας, ὧν καὶ τὰς

ἐπιστήμας γίνεσθαι καὶ τοὺς ὅρους (παρὰ

πάντας γὰρ ἀνθρώπους ἄνθρωπόν τινα

νοεῖσθαι καὶ παρὰ πάντας ἵππους ἵππον

καὶ κοινῶς παρὰ τὰ ζῷα ζῷον ἀγένητον

καὶ ἄφθαρτον· ὃν τρόπον σφραγῖδος μιᾶς

ἐκμαγεῖα γίνεται πολλὰ καὶ ἑνὸς ἀνδρὸς

εἰκόνες μυρίαι ἐπὶ μυρίαις τῆς ἰδέας οὔσης

αἰτίας ἀρχὴν τοῦ εἶναι ἕκαστον τοιοῦτον

οἷον αὐτὴ ὑπάρχει), ἀναγκαῖον καὶ τὸ

κάλλιστον κατασκεύασμα τὸν κόσμον ὑπὸ

τοῦ θεοῦ δεδημιουργῆσθαι πρός τινα

ἰδέαν κόσμου ἀποβλέποντος παράδειγμα

ὑπάρχουσαν τοῦδε τοῦ κόσμου ὡς ἂν

ἀπεικονισμένου ἀπ' ἐκείνης πρὸς ἣν

ἀφομοιωθέντα ὑπὸ τοῦ δημιουργοῦ αὐτὸν

ἀπειργάσθαι κατὰ θαυμαστοτάτην πρό-

νοιαν καὶ δίαιταν ἐλθόντος ἐπὶ τὸ δη-

μιουργεῖν τὸν κόσμον διότι ἀγαθὸς

ἦν. ἐκ τῆς πάσης οὖν ὕλης αὐτὸν ἐδη-

μιούργει.

2

Stob. Ecl. I 11 4 p. 320 sq. H.

<Ἀριστοτέλους.> Ἐπειδὴ δ' ἡ μὲν φύσις κατ' ἐπίνοιαν ἀρχή τίς ἐστι

κινήσεως καὶ στάσεως, οὔτε δὴ κινούμενον ἡ ὕλη κατὰ τὸν ἴδιον λόγον οὔτε

τὸ εἶδος. ἡ μὲν γὰρ ἀνείδεος, τὸ δὲ εἶδος ἀεί, καὶ ἡ μὲν οὐ σῶμα, σωματικὴ

δέ, τὸ δὲ καθάπαξ ἀσώματον. οὐ σῶμα δὲ τὴν ὕλην φασίν, [οὐχ] οὐ μόνον ὅτι

ἐστερῆσθαι δοκεῖ τῶν περὶ σῶμα διαστάσεων, ἀλλ' ὅτι καὶ πολλῶν ἄλλων ἀπο-

λείπεται κατὰ τὸν ἴδιον λόγον, ἃ τοῖς σώμασιν ὑπάρχει, σχήματος χρώματος

βαρύτητος κουφότητος, ὅλως πάσης ποιότητος καὶ ποσότητος. εἰ γὰρ τούτων

μετεῖχε, τῶν ποιῶν 〈ἂν〉 ἦν καὶ ποσῶν· οὐ μετειληφυῖα δὲ, κατὰ λόγον σῶμα

μὲν οὐκ ἂν εἴη, σωματικὴ δὲ διὰ τὸ πάσαις ὥσπερ ἐκμαγεῖον ὑποκεῖσθαι ταῖς

ποιότησιν· ὃν τρόπον γὰρ τὸ εἶδος τῆς ὕλης ἀφαιρεθὲν ἀσώματον εἶναι τυγχάνει,

οὕτως καὶ τὴν ὕλην τοῦ εἴδους χωρισθέντος οὐ σῶμα. δεῖν γὰρ ἀμφοῖν τῆς συ-

νόδου πρὸς τὴν τοῦ σώματος ὑπόστασιν.

3

Stob. Ecl. I 12 p. 328sq. H.

Ταύτας δὲ τὰς ἀρχὰς ποτὲ μὲν εἶναί φησιν <Ἀριστοτέλης> δύο, τήν τε

ὕλην καὶ τὸ εἶδος, ὃ καὶ μορφὴν καλεῖ καὶ ἐντελέχειαν καὶ τὸ τί ἦν εἶναι καὶ

οὐσίαν τὴν κατὰ τὸν λόγον, καὶ ἐνέργειαν· οὕτως αὐτῷ πλούσιόν τε καὶ πολυώ-

νυμόν ἐστι τὸ εἶδος. τοσοῦτον μὲν οὖν διαφέρειν τὸ εἶδος τῆς μορφῆς, ὅτι τὸ μέν

ἐστι διῆκον διὰ βάθους, ἡ δ' ἐπιπολαῖος· καὶ ἡ μὲν παραπλήσιος λευκότητι 〈τῇ〉 κατὰ

τὴν ζῳγραφίαν, τὸ δ' εἰδοποιεῖ τὴν τοῦ γάλακτος οὐσίαν· ταὐτὸν δ' εἶδος λέγεται

καθ' ὅσον τὸ μὲν εἰδοποιεῖ τὸ δὲ διαμορφοῖ τὴν ὕλην. ἐντελέχειαν 〈δ'〉 αὐτὸ

προσεῖπεν ἤτοι διὰ τὸ ἐνδελεχῶς ὑπάρχειν ἢ ὅτι τῶν μετεχόντων αὐτοῦ ἕκαστον

παρέχεται τέλειον· ὁ γὰρ χαλκὸς ἀνδριὰς οὐδέπω πλὴν ὅτι μὴ δυνάμει, διαπλασθεὶς

δὲ καὶ τὴν πρόσφορον λαβὼν μορφὴν ἐντελεχείᾳ λέγεται· τότε γὰρ ἀπείληφε τὸ

τέλος. τὸ δὲ τί ἦν εἶναι προσηγόρευσε παρὰ τὸ τῶν ὄντων ἐπιφέρειν ἑκάστῳ

τὴν τοῦ εἶναι δύναμιν. οὐσίαν δὲ τὴν κατὰ τὸν λόγον ὅτι διαλλάττει τῆς κατὰ

τὴν ὕλην, ὡς ἀνδριὰς χαλκοῦ καὶ Θηρίκλειον ἀργυροῦ καὶ τῶν ἀγαλμάτων ὁτιοῦν

λίθου· τὸ γὰρ ᾧ περιττεύει ταῦτα τῆς ὕλης, ἐξ ἧς δεδημιούργηται, τοῦτ' ἔστιν ἡ

κατὰ τὸν λόγον οὐσία. ἐνέργειαν δὲ ἐκάλεσεν ὅτι τῶν ὄντων οὐθὲν ἂν ἐνεργεῖν

ἐδύνατο μὴ πρότερον εἰδοποιηθέν.

4

Stob. ecl. I 17 p. 368. 370 H.

<Ἀριστοτέλους> καὶ <τῶν ἀπ' αὐτοῦ>. Τὰ μὲν σώματα φασὶ θρυπτόμενα

κατὰ μικρὰ μόρια παρατίθεσθαι ἀλλήλοις, † τοὺς δ' ἀσωμάτους <λόγους>, εἴ τινές

εἰσι λόγοι, συγκρίνασθαι.

5

Stob. ecl. I 14 1 p. 342. 344 H.

<(Ἀριστοτέλους)> Τῶν δὲ ἁπλῶν σωμάτων εἶναι τὰς ποιότητας ἁπλᾶς, δι-

αιρεῖσθαι δὲ εἰς ἄπειρον τὰ μεγέθη καὶ τὰ μέγεθος ἔχοντα. ταῦτα δὲ καὶ συνεχῆ

καλεῖσθαι· μεγέθη δὲ εἶναι μῆκος πλάτος βάθος, τὰ δ' ἔχοντα μέγεθος ἓξ ὑπάρ-

χειν σῶμα τόπον ἐπιφάνειαν γραμμὴν κίνησιν χρόνον· ἐπιφάνειαν δ' εἶναι σώ-

ματος πέρας δυσὶν ὁριζομένην διαστάσεσι· γραμμὴν δὲ τὸ τῆς ἐπιφανείας πέρας

κατὰ μίαν διάστασιν· σῶμα δὴ τοίνυν ἐστὶ 〈τὸ〉 τὰς τρεῖς ἔχον διαστάσεις. ἐπεὶ δὲ

καὶ περὶ τὸν τόπον εἰσὶν αὗται, προσθετέον τό τε μετ' ἀντερείσεως καὶ τὸ μὴ

δεχόμενον ἕτερον εἰς τὸν αὐτὸν τόπον σῶμα· πληρωτικὸν γὰρ εἶναι τοῦ τόπου

τὸ σῶμα, καθάπερ καὶ τὸν τόπον τοῦ σώματος δεκτικόν. ποιεῖν δὲ καὶ πάσχειν

τὰ σώματα ταῖς ἀσωμάτοις δυνάμεσι· κατὰ γὰρ τὰς ἐν ταύταις διαφορὰς ἀποτε-

λεῖσθαι τάς τε τῶν δραστικῶν καὶ τὰς τῶν παθητικῶν φύσεις.

6

Stob. ecl. I 8 40 p. 252 H.

<Ἀριστοτέλους>. Τὸν δὲ χρόνον ἀριθμὸν εἶναι κινήσεως κατὰ τὸ πρότερον

καὶ τὸ ὕστερον, οὔτ' ἀρχὴν ἔχοντα οὔτε τελευτήν, ἀλλ' ἀεὶ ὄντα καὶ ἀεὶ γιγνό-

μενον, εἶναι δὲ συνεχῆ καὶ διαιρετόν· λαμβάνεσθαι γὰρ αὐτοῦ τὸ μὲν πρότερον

τὸ δ' ὕστερον, ὅρον δ' ὑπάρχειν ἑκατέρων τὸ νῦν· τοῦτο γὰρ νοεῖσθαι τοῦ μὲν

προτέρου πέρας, τοῦ δὲ μέλλοντος ἀρχήν.

7

Stob. ecl. I 8 40 p. 252. 254H.

<Οἱ Ἀριστοτελικοὶ> τὸν χρόνον ἀριθμὸν τῶν κατὰ τὸ νῦν ἀφοριζομένων

κινήσεων, τὸ δὲ νῦν εἶναι μονάδα στάσεως ἐν κινήσει, κίνησιν δ' οὐκ εἶναι τὸν

χρόνον, οὐ μὴν 〈ἄνευ〉 κινήσεως· λέγεσθαι γὰρ κίνησιν βραδεῖαν καὶ ταχεῖαν, οὐκ

ἔτι δὲ χρόνον, ἀλλὰ πολὺν καὶ ὀλίγον. ἔτι τὸ μὲν πλεῖον καὶ τοὔλαττον ἀριθμῷ

κρίνεσθαι, χρόνῳ δὲ τὴν πλείω καὶ ἐλάττω κίνησιν. οὐκ ἄρα κίνησις ὁ χρόνος,

οὐ μὴν κινήσεως κεχωρισμένος· ἀριθμὸν γὰρ εἶναι κινήσεως συνεχῆ κατὰ τὸ

πρότερον καὶ ὕστερον.

8

Stob. ecl. I 24 p. 512H.

<(Ἀριστοτέλους)> Πάντα δὲ κινεῖσθαι, τὰ μὲν πρὸς ἡμῶν καλούμενα πλα-

νήτας ὑπὸ τὸν ζῳδιακὸν κύκλον λοξὸν ὄντα καὶ τῶν τροπικῶν ἐφαπτόμενον, τὰ

δὲ ἀπλανῆ ἀπὸ τοῦ αἰεὶ φανεροῦ παρήκοντα μέχρι τοῦ ἀφανοῦς· οὐκ ὀλίγα δὲ

αὐτῶν τῆς γῆς εἶναι μείζονα.

9

Stob. ecl. I 22 1 p. 486H.

<(Ἀριστοτέλους)> Περιέχεσθαι δὲ ταῦτα ὑπὸ τοῦ αἰθέρος, ἔνθα τὰ θεῖα

διανενεμημένα κατὰ σφαίρας ἵδρυται τῶν λεγομένων ἀπλανῶν τε καὶ πλανωμένων

ἀστέρων. ὅσας δὲ εἶναι τὰς σφαίρας, τοσούτους ὑπάρχειν καὶ τοὺς κινοῦντας θεοὺς

ταύτας, ὧν μέγιστον τὸν πάσας περιέχοντα, ζῷον ὄντα λογικὸν καὶ μακάριον,

συνεκτικὸν καὶ προνοητικὸν τῶν οὐρανίων. συνεστάναι δὲ τὰ ἄστρα καὶ τὸν

οὐρανὸν ἐκ τοῦ αἰθέρος, τοῦτον δὲ οὔτε βαρὺν οὔτε κοῦφον, οὔτε γενητὸν οὔτε

φθαρτόν, οὔτε αὐξόμενον οὔτε μειούμενον ἐς ἀεὶ διαμένειν ἄτρεπτον καὶ ἀναλ-

λοίωτον πεπερασμένον καὶ σφαιροειδῆ καὶ ἔμψυχον κινούμενον περὶ τὸ μέσον

ἐγκυκλίως.

10

Stob. ecl. I 25 3 p. 534—538H.

<Ἀριστοτέλης> ἐκ πέμπτης οὐσίας τὸν ἥλιον. πυροῦσθαι δὲ τὸν ἀέρα καὶ

σφόδρα γίνεσθαι θερμὸν ἀνίσχοντός τε τοῦ ἡλίου καὶ πλησιάζοντος ἡμῖν οὐ διὰ

τὸ πύρινον εἶναι τὴν οὐσίαν, ἀλλὰ διὰ τὴν ὀξύτητα τῆς κινήσεως αὐτοῦ καὶ τὴν

πρὸς τὸν ἀέρα παράτριψιν, ὑποβεβλημένον αὐτοῦ τῇ φορᾷ καὶ περικείμενον· οὔτε

δὲ τὸν ἥλιον οὔτε τῶν ἄλλων ἄστρων ὁτιοῦν πῦρ εἶναι· σφαιροειδῆ μὲν γὰρ

τούτων τὰ σχήματα, πυρὸς δὲ ἐκτός· οὔτε γὰρ τὴν περὶ τὸ μέσον οἰκείαν εἶναι

κίνησιν πυρός, ἀλλὰ τὴν ἀπὸ τοῦ μέσου, οὔτε τὴν τῆς αὐξήσεως τῶν ζῴων καὶ

φυτῶν δύναμιν, ἀλλὰ τὴν τῆς φθορᾶς· οὐδὲ τὴν καθ' ἑαυτὸ διαμονήν, τὸ γὰρ

πῦρ ἀχώριστον εἶναι τῆς ὕλης. ἐκ πέμπτης ἄρα τινὸς καὶ διαφερούσης τοῦ πυρὸς

οὐσίας τόν τε οὐρανὸν ὑπάρχειν καὶ τὰ ἐν αὐτῷ πάντα. καὶ τὸν μὲν ἥλιον ἡμέραν

ἀπεργάζεσθαι ὑπὲρ γῆν ἰόντα, νύκτα δὲ χωρήσαντα ὑπὸ γῆν. καὶ τοῦ μὲν ἑτέρου

τῶν τροπικῶν ἐφαψάμενον βραχυτάτην ποιεῖν τὴν ἡμέραν, μακροτάτην δὲ τὴν

νύκτα· θατέρου δὲ ἀνάπαλιν· τοῦ δ' ἰσημερινοῦ ἰόντα τε καὶ ἀπιόντα· διαθεῖν δὲ

τὸν ἴδιον 〈ἐν〉 ἐνιαυτῷ κύκλον. ἔκλειψιν δὲ τοῦ ἡλίου φαίνεσθαι σελήνης ὑποδραμούσης

ὑπὸ τὸν αὐτοῦ κύκλον καὶ ταῖς ἡμετέραις ὄψεσιν ἀντιφραττούσης, προσγειοτάτην

γὰρ εἶναι τῶν ἄλλων ἄστρων· ὁπότ' οὖν κατὰ διάμετρον ὑπ' αὐτὸν γένοιτο, ταῖς

προσπιπτούσαις ἀπ' αὐτοῦ πρὸς τὴν γῆν ἀκτῖσιν ἐπιπροσθεῖν, ὥστε τοσοῦτον

τόπον ἀφώτιστον ἀπεργάζεσθαι τῆς γῆς, ὁπόσον ἂν αὐτῆς ἐπίσχῃ τὸ σκίασμα·

παρ' ὃ καὶ μήτε κατὰ πᾶν κλίμα τῆς γῆς μήτε κατὰ τὴν αὐτὴν ὥραν μήτε

ἐπὶ πολὺν ἄγαν τόπον διατείνειν τὸ τῆς ἡλιακῆς ἐκλείψεως πάθος.

11

Stob. ecl. I 31 [servavit I. Dam. N 6 p. 152, 7—153, 28 Mein.]

<(Ἀριστοτέλους)> Ἐκ δὲ τῆς ὑγρᾶς καὶ ἀτμώδους ὑετούς τε καὶ δρόσους

καὶ πάχνας ὁμίχλας τε καὶ νέφη καὶ χιόνας καὶ χαλάζας· ὑετοὺς μὲν γίνεσθαι

τῆς ἀναδιδομένης ἀπὸ τῆς γῆς ἀτμίδος τοῖς ἄνω τόποις συνισταμένης κατὰ

πύκνωσιν καὶ τρεπομένης εἰς ὕδωρ, εἶτα φερομένης ἀθρόως ἐπὶ γῆν διὰ τὴν ἀπό-

λειψιν τοῦ ἀναγαγόντος αὐτὴν θερμοῦ, σκεδασθείσης δ' εἰς μικρὰ μόρια καλεῖσθαι

ψεκάδας, πρὸ τοῦ δὲ μετεωρισθῆναι σφόδρα κατενεχθείσης διὰ τὴν τοῦ ἀναγα-

γόντος αὐτὴν πυρὸς ὀλιγότητα προσονομάζεσθαι δρόσον καὶ πάχνην· πάχνην μὲν

ὅταν παγῇ πρὶν εἰς ὕδωρ συγκριθῆναι (γίνεσθαι δὲ χειμῶνος καὶ ἐν τόποις μᾶλλον

χειμερινοῖς), δρόσον δ' ὅταν τὸ συνιστάμενον ὑγρὸν νύκτωρ ψυχθὲν ἅμα τοῖς

ὄρθροις ἐπὶ γῆν ἐπιφέρηται. διὸ καὶ πλείστην πίπτειν δρόσον καὶ πάχνην περὶ

τὰ ἕλη καὶ τὰς λίμνας καὶ τοὺς ποταμοὺς καὶ μάλιστα περὶ τοὺς ἐναύλους καὶ

κοίλους τῶν τόπων· ἀνάγεσθαί τε γὰρ πλεῖστον ὑγρὸν ἀπὸ τῶν τοιούτων χωρίων

καὶ καταψύχεσθαι μᾶλλον.

Τὴν δ' ἀθρόαν ἀνάδοσιν λέγεσθαι τῆς ἀτμίδος ἐπὶ μικρὸν μὲν παχυνθεῖσαν

ὁμίχλην οἷον ἀραιὰν καὶ ἄγονον ὕδατος νεφέλην, ὡς ἂν προσυνισταμένην ταύτης

καὶ προδιαλυομένην καὶ σημεῖον οὖσαν εὐδίας, τὴν δὲ μετεωρισθεῖσαν ἐπὶ πλεῖον

καὶ συγκριθεῖσαν νεφέλην. πάντα δὲ περὶ γῆν ταῦτα γίνεσθαι διὰ τὸ μὴ πόρρω

τὴν ἀτμίδα μετεωρίζεσθαι κατισχύειν. ἐν γοῦν τοῖς ὑψηλοτάτοις ὄρεσιν οὐδὲν

γίνεσθαι τούτων. αἴτιον 〈δ'〉 ὅτι μάλιστα ἐκ τῶν κοίλων ἀνάγεται καὶ ἐφύδρων ἡ

ἀτμὶς τόπων· ὥστε καθάπερ φορτίον πλεῖον φέρουσαν ἢ καθ' ἑαυτὴν τὴν ἀνά-

γουσαν θερμότητα μὴ δύνασθαι μετεωρίζειν ἐπὶ πολὺν ἄγαν τόπον, ἀλλ' ἐγγὺς

οὖσαν ἔτι τῆς γῆς μεθιέναι πάλιν ἐπ' αὐτήν.

Ἐκ δὲ τοῦ περὶ τὰ νέφη τόπου τρία φοιτᾶν σώματα πρὸς ἡμᾶς, ὕδωρ καὶ

χιόνα καὶ χάλαζαν. ὧν δύο μὲν ἀναλογίας ἔχειν πρὸς ἄλληλα παρὰ τὸ διὰ τὰς

αὐτὰς αἰτίας γίνεσθαι τοῖς κάτω διαφέροντα τῷ μᾶλλον καὶ ἧττον καὶ πλήθει

καὶ ὀλιγότητι. χιόνα γὰρ καὶ πάχνην εἶναι ταὐτὸν καὶ ὑετὸν καὶ δρόσον, ἀλλὰ

τὸ μὲν πολύ, τὸ δ' ὀλίγον· τὸν μὲν γὰρ ὑετὸν ἐκ πολλῆς ἀτμίδος γίνεσθαι ψυχο-

μένης, τὴν δὲ δρόσον ἐξ ὀλίγης, ἐφήμερον γὰρ αὐτῆς ὑπάρχειν τὴν σύστασιν.

ὁμοίως χιόνα καὶ πάχνην· χιόνα μὲν γὰρ εἶναι πῆξιν νέφους, ἀτμίδος δὲ τὴν

πάχνην. διὸ ἢ χώρας ἢ ὥρας ψυχρᾶς σημεῖον γίνεσθαι τὴν χιόνα· χαλάζας δὲ

κατὰ τοὐναντίον ἐν ταῖς εὐδιεινοτέραις συμβαίνειν χώραις ἢ ὥραις. θέρους γοῦν

μάλιστα καὶ μετοπώρου γίνεσθαι, χειμῶνος δὲ ὀλιγάκις καὶ ὅταν ἧττον ᾖ ψῦχος.

εἶναι δὲ τὴν χάλαζαν τοῦ καταφερομένου πῆξιν ἐκ τῶν νεφῶν ὕδατος. ἐκ δὲ τῆς

ξηρᾶς καὶ καπνώδους πόρρω διατεινούσης καὶ μετεωριζομένης, ὡς καὶ διὰ τοῦτο

πολλάκις διὰ τῆς ἐπιφορᾶς τῶν οὐρανίων ἐμπίπρασθαι, τῶν πρότερον εἰρημένων

ἕκαστον ἀποτελεῖσθαι.

12

Stob. ecl. I 29 1 p. 598—602H.

<Ἀριστοτέλης>. Τυφῶνας δ' ὅταν ἐκνεφίας δινούμενος καταφέρηται. τὸ

γὰρ πνεῦμα κωλυόμενον μὲν εἰς ὀρθὸν ἰέναι παρ' ἀντίπνοιαν ἢ ψῦχος ἢ πάχος

ἤ τινα ἄλλην αἰτίαν, ἐλαυνόμενον δ' ὑπὸ τοῦ κατόπιν ἐπεισιόντος ἀναστρέφειν

εἱλούμενον ἐν τῷ νέφει κύκλῳ καὶ συγκατάγειν ἐπὶ γῆν ἑαυτῷ τὸ νέφος· εἶθ'

ὅτῳ ἂν ἐντύχῃ φερόμενον σφοδρῶς ἀναρπάζειν καὶ πάλιν ἀπορρίπτειν, τοῦτο γὰρ

εἶναι τὸ πάθος οἷον ἐκνεφίαν ἄπεπτον. πρηστῆρας δ', ὅταν βιαίως κατιὸν ἐκπυ-

ρωθῇ τὸ πνεῦμα κατὰ τὴν φοράν, συνεμπίπρασθαι γὰρ τὸν ἀέρα πυρώσει χρω-

ματιζόμενον, διὸ καὶ νυκτὸς ἐκλάμπειν· ἀναρπάζειν δὲ καὶ περιτρέπειν ὁμοίως

καὶ τούτους, ὥσπερ πυρώδεις ὄντας τυφῶνας. κεραυνὸν δ', ὅταν πολὺ καὶ λεπτὸν

περιληφθὲν ἐν τοῖς νέφεσι πνεῦμα πυρωθὲν ἐκθλιφθῇ καὶ μετ' ἰσχυρᾶς ἐπὶ γῆν

κατασκήψῃ φορᾶς, ἐὰν μὲν ᾖ πάνυ λεπτὸν καὶ διὰ τοῦτ' οὐκ ἐπικαῖον, ἀργῆτα

λέγεσθαι κατὰ τοὺς ποιητάς, ἐὰν δ' ἧττον ἐπικαῖον, ψολόεντα. τὸν μὲν γὰρ διὰ

τὴν λεπτότητα καὶ πρὶν ἐκπυρῶσαι φερόμενον οἴχεσθαι διὰ τάχους, ὡς μηδ'

ἐπιμελᾶναί τι τῶν ὑποκειμένων· τὸν δὲ οἷον καὶ βραδύτερον ἐπιχρῶσαι μὲν ὥσπερ

ἀπ' αἰθάλου, παρενεχθῆναι δὲ μηδὲν ἀφανίσαντα. διὸ καὶ τὰ μὲν ἀντιτυπήσαντα

φλέγεσθαι, τὰ δ' εἰς τὰς ἑαυτῶν ἀραιότητας ὑποδεξάμενα μηδὲν πάσχειν. ἤδη

γοῦν ἀσπίδος πληγείσης τακῆναι μὲν τὸ χάλκωμα, τὸ δὲ ξύλον μηδὲν παθεῖν,

φθάσαντος τοῦ πνεύματος διὰ τὴν τῆς ὕλης μανότητα πρὸ τῆς καύσεως διεκδρα-

μεῖν· καὶ δι' ἱματίων ὁμοίως διελθὸν οὐ κατέκαυσεν, ἀλλ' οἷον τρῦχος ἐποίησε.

περὶ μὲν οὖν τούτων διετάττετο οὕτως.

13

Stob. ecl. I 36 [33] p. 628—634H.

<Ἀριστοτέλης> φησὶ σεισμοὺς γίνεσθαι καὶ μυκήματα καὶ χάσματα τῆς ξηρᾶς

ἀναθυμιάσεως εἰς τὰς ἀραιότητας κατὰ τῆς γῆς ῥυείσης καὶ κατὰ τὰς ἀθρόας

ἐμπτώσεις τρόμους καὶ βρασμοὺς περὶ αὐτὴν ἀπεργαζομένης. ὡς γὰρ ὁρμήσασαν

ἔξω τὴν ἀναθυμίασιν ἄνεμον ποιεῖν σφοδρόν, οὕτως εἴσω καθειρχθεῖσαν τῇ ῥύμῃ

τῆς φορᾶς διακραδαίνειν τοὺς τόπους, ἐν οἷς ἂν ἀποληφθῇ. συνέχεσθαι 〈δὲ〉 τὴν

δύναμιν ταύτην ἐν τῇ γῇ διά τε πύκνωσιν τῆς ἐπιφανείας καὶ διὰ κατάψυξιν καὶ

διὰ ξηρασίαν. ὅθεν καὶ νηνεμίας οὔσης ὡς ἐπὶ τὸ πολὺ γίνεσθαι τοὺς σεισμοὺς

τῆς τῶν ἀνέμων ὁρμῆς εἴσω τραπείσης· καὶ νυκτὸς μᾶλλον διὰ τὴν ψῦξιν καὶ

περὶ τὸν ὄρθρον· τοὺς γὰρ ἀνέμους τότε τῆς πνοῆς ἄρχεσθαι, καὶ πρὸς τὴν γῆν

ἀποστρέφειν 〈τὸ〉 κατὰ τὴν ἀναθυμίασιν ἄνιον πνεῦμα· καὶ τῆς ἡμέρας ἔστιν ὅτε

περὶ μεσημβρίαν. τὸν γὰρ ἥλιον τῆς ἀναθυμιάσεως ἐπικρατοῦντα κατακλείειν αὐτὴν

εἰς τὴν γῆν· καὶ ἔαρος καὶ μετοπώρου μᾶλλον, ἀνωμάλους γὰρ ταύτας εἶναι τὰς

ὥρας· τὸ γὰρ θέρος καὶ τὸν χειμῶνα, τὸ μὲν διὰ τὸν πάγον, τὸ δὲ διὰ τὴν ἀλέαν

ἀκίνητον ποιεῖν τὸν ἀέρα διὰ τὸ τὸ μὲν ἄγαν εἶναι ξηρόν, τὸν δὲ ἄγαν ψυχρόν·

καὶ ἐν τοῖς αὐχμοῖς, ὅτε μάλιστα πνευματώδης ὁ ἀήρ· τοῦτο γὰρ εἶναι τὸν

αὐχμόν, ξηρᾶς πλῆθος ἀναθυμιάσεως. ἀπελαυνομένης οὖν τῆς ἀτμίδος εἰς τὴν

γῆν καὶ καθειργνυμένης σφυγμὸν γίνεσθαι περὶ αὐτὴν καὶ τρόμον καὶ ἐν ταῖς

ἐπομβρίαις ἐπιφραττομένης ὑπὸ τῶν ὑγρῶν καὶ τοῦ ψυχροῦ τῆς γῆς καὶ τῆς

ἐντὸς ἀναθυμιάσεως αὐξομένης ὑπὸ τῶν ὑετῶν καὶ πυκνουμένης, ὥστε κατὰ τὴν

πρόσπτωσιν ἰσχυρῶς κινεῖν καὶ σείειν, καὶ ἐν τοῖς ὑπάντρους καὶ σομφοὺς ἔχουσι

τοὺς κάτω τόπους ἢ καὶ παρακειμένην ῥοώδη θάλατταν διὰ τὸ θύραθεν πλεῖον

ὑποδέχεσθαι πνεῦμα καὶ διὰ τὸ τὴν θάλατταν προσπίπτουσαν ἀπωθεῖν εἰς τὴν

γῆν τὸ πεφυκὸς ἀπ' αὐτῆς ἀποπνεῖν πνεῦμα καὶ σκεδάννυσθαι. περὶ γοῦν τὴν

Πελοπόννησον καὶ τὴν Ἀχαιίαν καὶ τῆς Εὐβοίας τὰς κοιλάδας πολλοὺς καὶ μεγά-

λους γίνεσθαι σεισμούς. ὡς γὰρ ὑφ' ἡμῶν πολλάκις τὸ διαπνεόμενον ἔξω πνεῦμα,

παλινδρομῆσαν εἴσω, παλμὸν παρέχει καὶ σφυγμὸν ἐν τοῖς σώμασιν, οὕτω τὸ

περιληφθὲν ἐν τῇ γῇ κατὰ τὴν κίνησιν κλονούμενον περὶ τοὺς πόρους καὶ διεγ-

κοπτόμενον σπασμοὺς καὶ σεισμοὺς ἀποτελεῖν. συμβαίνειν δὲ καὶ τὰ μυκήματα

ποτὲ μὲν μετὰ σεισμῶν, ποτὲ δὲ καὶ χωρίς, τοῦ πνεύματος ἠχοῦντος, ὥστ' ἐξα-

κούεσθαι ψόφον τινὰ καὶ βόμβον ἐπὶ μήκιστον, ὁπότε διὰ τῶν σηράγγων διαυλο-

δρομεῖ παρατριβόμενον μηδ' ἐξιόν. τὰ δὲ χάσματα μετὰ σεισμῶν· ἤδη γοῦν τινας

σεισμοὺς μὴ πρότερον λῆξαι πρὶν ἢ διαρραγῆναι τοὺς τόπους, ἐν οἷς ἐγένοντο,

βιασαμένου τοῦ περιληφθέντος πνεύματος περὶ τὴν ἔξοδον ὥσπερ ἐκνεφίου τινὸς

ἀνέμου, καθάπερ καὶ τὸν περὶ τὴν Ποντικὴν Ἡράκλειαν καὶ τὸν ἔτι πρότερον

γενόμενον περὶ τὴν Ἱερὰν καλουμένην Αἰόλου νῆσον. ἐν ταύταις γὰρ ὑπὸ σεισμῶν

οἰδήματα τῆς γῆς γενέσθαι μεγάλα, καὶ ταῦτα διαρραγέντα πολὺν ἄνεμον ἐκπε-

φυσηκέναι καὶ φέψαλον, ὥστε κατατεφρῶσαι πλησίον οὖσαν τὴν τῶν Λιπαραίων

πόλιν. τὰς δὲ ποντίους λεγομένας νήσους ἧττον σείεσθαι τῶν προσγείων διὰ τὸ

καταψύχεσθαι τῷ πλήθει τῆς θαλάττης τὴν ἀπὸ τῆς γῆς ἀναθυμίασιν. τεκμήριον

δ' εἶναι τοῦ ῥεῖν ὑπὸ τὴν γῆν τὸ πνεῦμα πρῶτον μὲν † ἀπὸ τοῦ ἐν οἷς γίνεται

προσημαίνειν ἠχοῦντος, εἶτα τὸ περὶ τὸν ἥλιον πάθος· ἀμαυρότερον γὰρ καὶ

ἀχλυώδη φαίνεσθαι χωρὶς νέφους, ὑπονοστεῖν ἀρχομένου τοῦ πνεύματος εἰς τὴν

γῆν τοῦ λεπτύνοντος τὸν ἀέρα καὶ διακρίνοντος. πρός τε τούτοις τὸ πρὸ τῶν

ὀρθρίων σεισμῶν νηνεμίαν γίνεσθαι καὶ ψῦχος· τὴν μὲν γὰρ ξυμβαίνειν διὰ τὴν

εἴσω τῶν ἀνέμων μετάρροιαν, τὸ δὲ διὰ τὴν τῆς θερμῆς ἀναθυμιάσεως ἀπου-

σίαν. καὶ περὶ μὲν σεισμῶν καὶ τῶν ἄλλων τῶν περὶ τὴν γῆν παθημάτων ἐπὶ

τοσοῦτον.

14

Stob. ecl. I 30 2 p. 616—622H.

<Ἀριστοτέλους>. Ἅλω δὲ καὶ ἴριδας καὶ παρήλιον καὶ ῥάβδους καὶ τἄλλα

τὰ κατὰ τὰς ἐμφάσεις ὑπὸ μὲν τῆς αὐτῆς αἰτίας γίνεσθαι (πάντα γὰρ εἶναι ταῦτα

τῆς ὄψεως ἀνάκλασιν), διαφέρειν δὲ τοῖς τόποις καὶ ἀφ' ὧν καὶ ὡς ἔχει συμ-

βαίνειν τὴν ἀνάκλασιν. ἅλω μὲν οὖν καὶ περὶ ἥλιον φαίνεσθαι καὶ περὶ σελήνην

καὶ καθόλου περὶ τὰ λαμπρὰ τῶν ἄστρων καὶ οὐθὲν ἧττον ἡμέρας ἢ νυκτὸς καὶ

περὶ μεσημβρίαν ἢ δείλην· ἕωθεν δ' ἐλαττονάκις καὶ περὶ δύσιν. συμβαίνειν δ',

ὅταν διὰ τοῦ πέριξ ἀέρος ἀχλυώδους ὄντος ἐπιλάμπηται τὸ φῶς αὐτῶν, ὥσθ'

ὅλον ὁρᾶσθαι τὸν κύκλον· περιφανῆ γὰρ εἶναι καὶ σφαιρικὴν κατὰ τὴν ἔμφασιν

τὴν ἅλω. ταύτης δὲ τὴν μὲν ἐπιμένουσαν ὑετὸν σημαίνειν, τὴν δὲ διασπασθεῖσαν

πνεῦμα, τὴν δὲ μαραινομένην εὐδίαν. ἶριν δὲ περὶ μόνον ἥλιον καὶ σελήνην συ-

νίστασθαι, γίνεσθαι δὲ καὶ νύκτωρ, ὀλιγάκις δὲ καὶ πάνυ διὰ πολλοῦ. κύκλον δὲ

μηδέποτε φαίνεσθαι τῆς ἴριδος μηδὲ μεῖζον ἡμικυκλίου τμῆμα. ποικίλην δ' ἔχειν

τὴν ἔμφασιν διὰ τὸ κατὰ τὴν τῆς ὄψεως ἀνάκλασιν φοινικοῦν καὶ πράσινον καὶ

ἁλουργὸν προσπίπτειν ἀπ' αὐτῆς χρῶμα. φοινικοῦν μὲν, ὅτι τὸ λαμπρὸν ἐν μέλανι

καὶ διὰ μέλανος ὁρώμενον τοιαύτην ἀποτελεῖ χρόαν. τοῖς γοῦν θεωμένοις τὸν ἥλιον

δι' <ὁμίχλης> ἢ διὰ καπνοῦ δοκεῖν ἐρυθρὸν εἶναι· καὶ τὴν ἀπὸ τῶν χλωρῶν ξύλων

φλόγα πεφοινιγμένην διὰ τὸ πολὺν αὐτῇ καταμεμῖχθαι καπνόν. κατὰ τοῦτο δὴ

καὶ τὴν ἐξωτάτω καὶ μείζονα περιφέρειαν τῆς ἴριδος ἐμφαίνειν τὸ φοινικοῦν· διὰ

γὰρ μέλανος τοῦ νέφους ἀνακλωμένην τὴν ὄψιν πρὸς λαμπρότατον ὄντα τὸν ἥλιον

ἀντιλαμβάνεσθαι τοιοῦδε χρώματος. τὴν δὲ δευτέραν καὶ τρίτην περιφέρειαν διὰ

τὴν τῆς ὄψεως ἀσθένειαν τό τε πράσινον καὶ τὸ ἁλουργὲς ἐμφαίνειν. τὸ δ' ὅλον

εἶναι τὴν ἶριν ἔμφασιν ἡλίου τμήματος ἢ σελήνης ἐν νέφει κοίλῳ καὶ δεδροσι-

σμένῳ κατὰ κύκλου περιφέρειαν ὁρωμένην. γίνεσθαι δ' ἔστιν ὅτε διπλῆν, ὡς τὴν

ἑτέραν ἀμαυροτέραν φαίνεσθαι καὶ διὰ παντὸς ἐξ ἐναντίας ἱσταμένην τῇ προτέρᾳ

καὶ τῇ θέσει τῶν χρωμάτων ἀντεστραμμένην. παρηλίους δὲ καὶ ῥάβδους γίνεσθαι

μὲν ἀπὸ τῆς αὐτῆς αἰτίας, οὐδὲ μὴν ὁμοίως ἔχοντος τοῦ νέφους. ὅταν γὰρ ἀχλυ-

ῶδες ᾖ καὶ ὁμαλές, πρὸς δὲ τούτοις ὑδατῶδες καὶ πυκνόν, ὡς ἀπὸ χαλκοῦ [κατό-

πτρου] λείου κλωμένην πρὸς τὸν ἥλιον τὴν ὄψιν λευκοῦ ποιεῖν φαντασίαν. παρα-

πλήσιον γὰρ ἡλίῳ κατά τε τὴν χρόαν καὶ τὸ σχῆμα φαίνεσθαι τὸν παρήλιον.

τὴν μὲν γὰρ ὁμαλότητα τοῦ νέφους αἰτίαν εἶναι τοῦ χρώματος, τὴν δ' ἀνάκλασιν

τῆς ὄψεως τῆς τοῦ ἡλίου, διὰ τῆς ἀχλυώδους ἐμφάσεως προσπίπτουσαν ἀθρόως

πρὸς πεπυκνωμένον ὥσπερ ἔνοπτρον οὐδέπω μὲν ὂν ὕδωρ, ἐγγὺς δ' ὑπάρχον τῆς

πρὸς ὕδωρ μεταβολῆς· διὸ καὶ σημεῖον ὕδατος εἶναι τὸν παρήλιον· καὶ μᾶλλόν

γε τὸν νότιον τοῦ βορείου παρὰ τὸ μᾶλλον μεταβάλλειν εἰς ὕδωρ τὸν νότιον ἀέρα

τοῦ πρὸς ἄρκτον. γίνεσθαι δὲ περί τε [τὰς] ἀνατολὰς τοῦ ἡλίου καὶ περὶ δύσεις

οὐκ ἄνωθεν, ἀλλ' ἐκ τῶν πλαγίων, καθάπερ καὶ τὰς ῥάβδους. εἶναι δὲ [διὰ] τὰς

καλουμένας ῥάβδους ἰριοειδεῖς εὐθείας ἐμφάσεις περὶ τὸν ἀέρα συνισταμένας δι'

ἀνωμαλίαν τῶν ἐνοπτριζόντων νεφῶν.

15

Stob. ecl. I 51 [43] 1 p. 1108H. [I. Dam. A 28 p. 237, 16—21 M.]

<Ἀριστοτέλους>. Τὸ δὲ αἰσθητικόν, ὃ δὴ κοινῶς ἁπάντων τῶν ζῴων ἴδιον

(αἰσθήσει γὰρ διαφέρειν τὸ ζῷον τοῦ φυτοῦ), πενταπλοῦν ἐοικέναι. τοῦτο γὰρ τὸ

μὲν ὅρασιν τὸ δ' ἀκοὴν τὸ δ' ὄσφρησιν τὸ δὲ γεῦσιν τὸ δ' ἁφήν. ὑπάρχειν δέ

τινα καὶ σύνθετον αἴσθησιν, ἐν ᾗ τό τε φανταστικὸν πᾶν γίνεσθαι καὶ 〈τὸ〉 μνη-

μονευτικὸν καὶ τὸ δοξαστικόν, ὅπερ οὖν οὐδ' ἄμοιρον τοῦ νοῦ τυγχάνει. αἰσθά-

νεσθαι δ' ἡμᾶς παθούσης τι τῆς αἰσθήσεως.

16

Stob. ecl. I 58 [47] p. 1114H.

<Ἀριστοτέλης>. Φαντασίαν δ' εἶναι πάθος τι καὶ κίνησιν τῆς κατ' ἐνέρ-

γειαν αἰσθήσεως, ὠνομάσθαι δ' ἀπὸ μιᾶς τῶν αἰσθήσεων, τῆς ὁράσεως· τὸ 〈γὰρ〉

φαίνεσθαι παρὰ τὸ φάος ἔχειν τὴν ἐπίρρησιν· τοῦτο δ' οἰκεῖον εἶναι τῆς ὄψεως.

διατείνειν δὲ 〈εἰς〉 πάσας τὰς αἰσθήσεις καὶ τὰς διανοητικὰς κινήσεις, καὶ γὰρ

ταύτας ὁμωνύμως λέγεσθαι φαντασίας. κριτήρια δ' εἶναι τῆς τούτων γνώσεως

τόν τε νοῦν καὶ τὴν αἴσθησιν, τὸν μὲν τῶν νοητῶν, τὴν δὲ τῶν αἰσθητῶν. οὔτε

γὰρ τὸ καθόλου δύναιτ' ἂν αἴσθησις ἐπικρίνειν οὔτε τὸ καθ' ἕκαστον νοῦς, πάντα

δ' ἐκ τούτων συνεστάναι καὶ διὰ τούτων.

17

Stob. ecl. I 52 [44] 1 p. 1110H. [I. Dam. O 14 p. 173, 19 M.]

<Ἀριστοτέλης> ὁρᾶν ἡμᾶς κατὰ κίνησιν τοῦ κατ' ἐνέργειαν διαφανοῦς. δια-

φανὲς δὲ οὐ μόνον εἶναι τὸν ἀέρα, ἀλλὰ καὶ τὸ ὕδωρ καί τινα τῶν συνισταμένων

ποθέν, οἷον ὕαλον καὶ κρύσταλλον καί τινας τῶν λαμπρῶν λίθων. ἀκούειν δὲ κατ'

ἐνέργειαν τοῦ μεταξὺ διηχοῦς. διηχὲς δ' εἶναι καὶ τὸν ἀέρα καὶ τὸ πῦρ καὶ τὸ

ὕδωρ καί τινα τῶν συγκριμάτων.

I. Dam. O 16 (p. 176, 14 M.)

<Ἀριστοτέλης> ὀσφραίνεσθαι τοῦ μεταξὺ σώματος ἀναπιμπλαμένου τῶν

ὀσφραντῶν.

Stob. ecl. I 55 [45] 4 p. 1112H.

<Ἀριστοτέλης> γεύεσθαι διὰ τοῦ μεταξὺ τῶν γευστῶν ὑγρῶν.

Stob. ecl. I 55 [45] 7 p. 1112H.

<Ἀριστοτέλης>. ἅπτεσθαι δὲ διὰ τοῦ μεταξὺ σώματος τῆς σαρκὸς καὶ τοῦ

ἁπτοῦ. τὸ δὴ τοιοῦτον 〈ἢ τὸν〉 ἀέρα ἢ τὸ ὕδωρ ὑπάρχειν ἢ ἐκ τούτων τι κοινόν.

λανθάνειν δὲ ἐπί τε τῆς γεύσεως καὶ τῆς ἁφῆς διὰ τὸ μὴ διὰ μακροῦ γίνεσθαι

καθάπερ ἐπὶ τῶν ὁρατῶν καὶ ἀκουστῶν καὶ ὀσφραντῶν. τοῦ δὲ κινητικοῦ κατὰ

τόπον, ὃ δὴ προσείπομεν ὁρμητικόν, τὸ πρῶτον κινοῦν καὶ ἐν ἡμῖν καὶ ἐν τοῖς

ἄλλοις ζῴοις ἀκίνητον εἶναι.

18

Stob. ecl. I 13 1 p. 336. 338H. [I. Dam. A 29 p. 238, 6 M.]

Αἴτιον δ' ὁ <Ζήνων> φησὶν εἶναι δι' ὅ, οὗ δ' αἴτιον συμβεβηκός· καὶ τὸ

μὲν αἴτιον σῶμα, οὗ δ' αἴτιον κατηγόρημα· ἀδύνατον δ' εἶναι τὸ μὲν αἴτιον

παρεῖναι, οὗ δέ ἐστιν αἴτιον μὴ ὑπάρχειν. τὸ δὲ λεγόμενον τοιαύτην ἔχει δύναμιν·

αἴτιόν ἐστι δι' ὃ γίνεταί τι, οἷον διὰ τὴν φρόνησιν γίνεται τὸ φρονεῖν καὶ διὰ

τὴν ψυχὴν γίνεται τὸ ζῆν καὶ διὰ τὴν σωφροσύνην γίνεται τὸ σωφρονεῖν. ἀδύ-

νατον γὰρ εἶναι σωφροσύνης περί τινα οὔσης μὴ σωφρονεῖν ἢ ψυχῆς μὴ ζῆν ἢ

φρονήσεως μὴ φρονεῖν.

<Χρύσιππος> αἴτιον εἶναι λέγει δι' ὅ. καὶ τὸ μὲν αἴτιον ὂν καὶ σῶμα καὶ

[αἴτιον] ὅ τι· οὗ δὲ αἴτιον διά τι. αἰτίαν δ' εἶναι λόγον αἰτίου ἢ λόγον τὸν περὶ

τοῦ αἰτίου ὡς αἰτίου.

<Ποσειδώνιος> δὲ οὕτως· αἴτιον δ' ἐστί τινος, δι' ὃ ἐκεῖνο, ἢ τὸ πρῶτον

ποιοῦν ἢ τὸ ἀρχηγὸν ποιήσεως· καὶ τὸ μὲν αἴτιον ὂν καὶ σῶμα, οὗ δ' αἴτιον

οὔτε ὂν οὔτε σῶμα, ἀλλὰ συμβεβηκὸς καὶ κατηγόρημα.

19

Stob. ecl. I 14 1 p. 350. 352H.

Σῶμά ἐστι τὸ τριχῇ διαστατόν, πλάτει βάθει μήκει· ταῦτα δὲ πλεοναχῶς

λέγεσθαι, ὁτὲ μὲν γὰρ μῆκος εἶναι [λέγεσθαι] τὸ μέγιστον διάστημα τοῦ σώ-

ματος, ὁτὲ δὲ μόνον τὸ κάτωθεν ἄνω· καὶ πλάτος ὁτὲ 〈μὲν〉 τὸ δεύτερον διά-

στημα, ὁτὲ δὲ τὸ ἐκ δεξιᾶς καὶ ἐξ εὐωνύμου. καὶ βάθος ὁτὲ μὲν †καὶ εἰς ἑαυτὸ

διάστημα, ὁτὲ δὲ τὸ πρόσω καὶ ὀπίσω· κατὰ μὲν τὸν πρότερον λόγον οὔτε τῶν

σφαιρῶν οὔτε τῶν τετραγώνων καὶ τῶν ὁμοίων οὐδὲν τῶν διαστημάτων τούτων

ἐχόντων, κατὰ δὲ τὸν δεύτερον παντὸς σώματος τὰς τρεῖς ἔχοντος διαστάσεις διὰ

τὸ κατὰ πᾶσαν θέσιν ὑπὸ τὸν λόγον τοῦτον πίπτειν αὐτό.

20

Stob. ecl. I 11 5 p. 322. 324H

<Ζήνωνος>. Οὐσίαν δὲ εἶναι τὴν τῶν ὄντων πάντων πρώτην ὕλην, ταύτην

δὲ πᾶσαν ἀίδιον καὶ οὔτε πλείω γινομένην οὔτε ἐλάττω· τὰ δὲ μέρη ταύτης

οὐκ ἀεὶ ταὐτὰ διαμένειν, ἀλλὰ διαιρεῖσθαι καὶ συγχεῖσθαι. διὰ ταύτης δὲ διαθεῖν

τὸν τοῦ παντὸς λόγον, ὃν ἔνιοι εἱμαρμένην καλοῦσιν, οἷόν περ καὶ ἐν τῇ γονῇ

τὸ σπέρμα.

<Χρυσίππου Στωικοῦ>. Τῶν κατὰ ποιότητα ὑφισταμένων πρώτην ὕλην·

ταύτην δὲ ἀίδιον, οὔτε αὔξησιν οὔτε μείωσιν ὑπομένουσαν, διαίρεσιν δὲ καὶ

σύγχυσιν ἐπιδεχομένην κατὰ μέρη, ὥστε φθορὰς γίνεσθαι ἐκ τῶν μερῶν εἴς τινα,

οὐ κατὰ διαίρεσιν, ἀλλὰ κατ' ἀναλογίαν τῇ συγχύσει τινῶν γινομένων ἔκ τινος.

Ἔφησε δὲ ὁ <Ποσειδώνιος> τὴν τῶν ὅλων οὐσίαν καὶ ὕλην ἄποιον καὶ

ἄμορφον εἶναι, καθ' ὅσον οὐδὲν ἀποτεταγμένον ἴδιον ἔχει σχῆμα οὐδὲ ποιότητα

καθ' αὑτήν· ἀεὶ δ' ἔν τινι σχήματι καὶ ποιότητι εἶναι. διαφέρειν δὲ τὴν οὐσίαν

τῆς ὕλης τὴν οὖσαν κατὰ τὴν ὑπόστασιν ἐπινοίᾳ μόνον.

21

Stob. ecl. I 10 16 p. 312—316 H.

<Χρυσίππου>. Περὶ δὲ τῶν ἐκ τῆς οὐσίας στοιχείων τοιαῦτά τινα ἀπο-

φαίνεται τῷ τῆς αἱρέσεως ἡγεμόνι <Ζήνωνι> κατακολουθῶν, τέτταρα λέγων εἶναι

στοιχεῖα, .. καὶ φυτὰ καὶ τὸν ὅλον κόσμον καὶ τὰ ἐν αὐτῷ περιεχόμενα, καὶ

εἰς ταῦτα διαλύεσθαι. τὸ δὲ 〈πῦρ〉 κατ' ἐξοχὴν στοιχεῖον λέγεσθαι διὰ τὸ ἐξ αὐτοῦ

πρώτου τὰ λοιπὰ συνίστασθαι κατὰ μεταβολὴν καὶ εἰς αὐτὸ ἔσχατον πάντα χεό-

μενα διαλύεσθαι. τοῦτο δὲ μὴ ἐπιδέχεσθαι τὴν εἰς ἄλλο χύσιν ἢ ἀνάλυσιν. συν-

ίστασθαι δ' ἐξ αὐτοῦ τὰ λοιπὰ καὶ χεόμενα εἰς τοῦτο ἔσχατον τελευτᾶν· παρ' ὃ

καὶ στοιχεῖον λέγεσθαι, ὃ πρῶτον ἕστηκεν οὕτως, ὥστε σύστασιν διδόναι ἀφ'

αὑτοῦ καὶ ἀπὸ τῶν λοιπῶν χύσιν καὶ διάλυσιν δέχεσθαι εἰς αὑτό. κατὰ μὲν τὸν

λόγον τοῦτον αὐτοτελῶς λεγομένου τοῦ πυρὸς στοιχείου, οὐ μετ' ἄλλου γάρ· κατὰ

δὲ τὸν πρότερον καὶ μετ' ἄλλων συστατικὸν εἶναι, πρώτης μὲν γινομένης τῆς ἐκ

πυρὸς κατὰ σύστασιν εἰς ἀέρα μεταβολῆς, δευτέρας δ' ἀπὸ τούτου εἰς ὕδωρ,

τρίτης δ' ἔτι μᾶλλον κατὰ τὸ ἀνάλογον συνισταμένου τοῦ ὕδατος εἰς γῆν. πάλιν

δ' ἀπὸ ταύτης διαλυομένης καὶ διαχεομένης πρώτη μὲν γίνεται χύσις εἰς ὕδωρ,

δευτέρα δ' ἐξ ὕδατος εἰς ἀέρα, τρίτη δὲ καὶ ἐσχάτη εἰς πῦρ. λέγεσθαι 〈δὲ〉 πῦρ

τὸ πυρῶδες πᾶν καὶ ἀέρα τὸ ἀερῶδες καὶ ὁμοίως τὰ λοιπά. τριχῶς δὲ λεγο-

μένου κατὰ <Χρύσιππον> τοῦ στοιχείου, καθ' ἕνα μὲν τρόπον τοῦ πυρὸς διὰ

τὸ ἐξ αὐτοῦ τὰ λοιπὰ συνίστασθαι κατὰ μεταβολὴν καὶ εἰς αὐτὸ λαμβάνειν τὴν

ἀνάλυσιν· καθ' ἕτερον δέ, καθ' ὃ λέγεται τὰ τέτταρα στοιχεῖα πῦρ ἀὴρ ὕδωρ γῆ

(ἐπεὶ διὰ τούτων τινὸς ἢ τινῶν ἢ καὶ πάντων τὰ λοιπὰ συνέστηκε, διὰ μὲν τῶν

τεττάρων, ὡς τὰ ζῷα καὶ τὰ ἐπὶ γῆς πάντα συγκρίματα, διὰ δυοῖν δέ, ὡς ἡ

σελήνη διὰ πυρὸς καὶ ἀέρος συνέστηκε, δι' ἑνὸς δέ, ὡς ὁ ἥλιος· διὰ πυρὸς γὰρ

μόνου, ὁ γὰρ ἥλιος πῦρ ἐστιν εἱλικρινές)· κατὰ τρίτον λόγον λέγεται στοι-

χεῖον εἶναι ὃ πρῶτον συνέστηκεν οὕτως, ὥστε γένεσιν διδόναι ἀφ' αὑτοῦ ὁδῷ

μέχρι τέλους καὶ ἐξ ἐκείνου τὴν ἀνάλυσιν δέχεσθαι εἰς ἑαυτὸ τῇ ὁμοίᾳ ὁδῷ.

γεγονέναι δ' ἔφησε καὶ τοιαύτας ἀποδόσεις περὶ στοιχείου, ὡς ἔστι τό τε δι'

αὑτοῦ εὐκινητότατον καὶ ἡ ἀρχὴ 〈καὶ ὁ〉 λόγος καὶ ἡ ἀίδιος δύναμις φύσιν ἔχουσα

τοιαύτην, ὥστε † γῆν τε κινεῖν κάτω πρὸς γῆν τὴν τροφήν, καὶ ἀπὸ τῆς τροφῆς

ἄνω πάντῃ κύκλῳ, εἰς αὑτήν τε πάντα καταναλίσκουσα καὶ τὸ αὑτῆς πάλιν ἀπο-

καθιστᾶσα τεταγμένως καὶ ὁδῷ.

22

Stob. ecl. I 19 3 p. 404. 406 H.

<Χρυσίππου>. Κίνησιν δέ φησιν εἶναι ὁ Χρύσιππος μεταβολὴν κατὰ τόπον

ἢ ὅλῳ ἢ μέρει, ἢ μεταλλαγὴν ἐκ τόπου ἢ καθ' ὅλον ἢ κατὰ μέρος. καὶ ἄλλως·

κίνησιν 〈μὲν〉 μεταλλαγὴν κατὰ τόπον ἢ σχῆμα, φορὰν δὲ μετέωρον κίνησιν ὀξεῖαν,

μονὴν δὲ τὸ μὲν οἷον ἀκινησίαν σώματος, τὸ δ' οἷον σώματος σχέσιν κατὰ ταὐτὰ

καὶ ὡσαύτως νῦν τε καὶ πρότερον. πολλαχῶς δὲ λέγεσθαι τὴν κίνησιν καὶ τὴν

μονήν, διὸ καὶ πολλοὺς καθ' ἕκαστον σημαινόμενον ἀποδίδοσθαι ὅρους. τὰς δὲ

πρώτας κινήσεις εἶναι δύο, τήν τε εὐθεῖαν καὶ τὴν καμπύλην· διὰ τούτων δὲ πολ-

λαχῶς μιγνυμένων γίνεσθαι πολλὰς κινήσεις καὶ διαφερούσας.

23

Stob. ecl. I 19 4 p. 406. 408 H.

<Ζήνωνος>. Τῶν δ' ἐν τῷ κόσμῳ πάντων τῶν κατ' ἰδίαν ἕξιν συνεστώτων

τὰ μέρη τὴν φορὰν ἔχειν εἰς τὸ τοῦ ὅλου μέσον, ὁμοίως δὲ καὶ αὐτοῦ τοῦ κόσ-

μου, διόπερ ὀρθῶς λέγεσθαι πάντα τὰ μέρη τοῦ κόσμου ἐπὶ τὸ μέσον τοῦ κόσμου

τὴν φορὰν ἔχειν, μάλιστα δὲ τὰ βάρος ἔχοντα· ταὐτὸν δ' αἴτιον εἶναι καὶ τῆς

τοῦ κόσμου μονῆς ἐν ἀπείρῳ κενῷ καὶ τῆς γῆς παραπλησίως ἐν τῷ κόσμῳ περὶ

τὸ τούτου κέντρον καθιδρυμένης ἰσοκρατῶς. οὐ πάντως δὲ σῶμα βάρος ἔχειν,

ἀλλ' ἀβαρῆ εἶναι ἀέρα καὶ πῦρ· τείνεσθαι δὲ καὶ ταῦτά πως ἐπὶ τὸ τῆς ὅλης

σφαίρας τοῦ κόσμου μέσον, τὴν δὲ σύστασιν πρὸς τὴν περιφέρειαν αὐτοῦ ποιεῖσθαι.

φύσει γὰρ ἀνώφοιτα ταυτ' εἶναι διὰ τὸ μηδενὸς μετέχειν βάρους· παραπλησίως

δὲ τούτοις οὐδ' αὐτόν φασι τὸν κόσμον βάρος ἔχειν διὰ τὸ τὴν ὅλην αὐτοῦ σύ-

στασιν ἔκ τε τῶν βάρος ἐχόντων στοιχείων εἶναι καὶ ἐκ τῶν ἀβαρῶν, τὴν δ'

ὅλην γῆν καθ' ἑαυτὴν μὲν ἔχειν ἀρέσκει βάρος, παρὰ δὲ τὴν θέσιν διὰ τὸ τὴν

μέσην ἔχειν χώραν (πρὸς δὲ τὸ μέσον εἶναι τὴν φορὰν τοῖς τοιούτοις σώμασιν)

ἐπὶ τοῦ τόπου τούτου μένειν.

24

Stob. ecl. I 19 7 p. 408. 410H.

<Ἀπολλόδωρος> ἐν τῇ Φυσικῇ τέχνῃ κίνησιν εἶναι μεταβολὴν κατὰ τόπον

ἢ σχῆμα ἢ ὅλῳ ἢ [τοῖς] μέρεσι, σχέσιν δὲ συνοχὴν κατὰ τόπον ἢ σχῆμα καὶ τὸ

ἴσχεσθαι τοιοῦτο· γένη δὲ κινήσεως εἶναι πρῶτα δύο, τήν τε κατ' εὐθεῖαν καὶ

τὴν ἐγκύκλιον. τούτων δὲ εἴδη γίνεσθαι πλείονα. περὶ τὸ αὐτὸ δὲ κινήσεις γί-

νεσθαι πολλὰς καὶ ἐν τῷ αὐτῷ τόπῳ, οἷον περιπατεῖν καὶ τρέχειν μὴ ἐκβαίνοντα

τὸν ἀσώματον τόπον, καὶ ἅμα κινεῖσθαι τήν τε ἐπ' εὐθεῖαν καὶ τὴν εἰς τὰ

πλάγια καὶ τὴν ἔμπροσθεν καὶ τὴν ὄπισθεν καὶ τὴν εἰς δεξιὰν καὶ ἀριστερὰν καὶ

ἐγκύκλιον καὶ ταχέως ἅμα καὶ βραδέως, καθάπερ ἐπὶ τῶν πλεόντων καὶ τῶν

ὁμοίως τούτοις διακειμένων συντυγχάνειν. ὥσπερ δὲ παντὸς σώματος ἐλέγομεν

μέρος εἶναι σῶμα καὶ πάσης ἐπιφανείας ἐπιφάνειαν καὶ πάσης γραμμῆς γραμμὴν

καὶ παντὸς τόπου τόπον καὶ παντὸς χρόνου χρόνον, οὕτως καὶ πάσης κινήσεως κί-

νησιν εἶναι ῥητέον καὶ πάσης σχέσεως σχέσιν κατὰ τὴν αὐτὴν ἀναλογίαν.

25

Stob. ecl. I 18 4 p. 390—394H.

Τόπον δ' εἶναι ὁ <Χρύσιππος> ἀπεφαίνετο τὸ κατεχόμενον δι' ὅλου ὑπὸ

ὄντος ἢ τὸ οἷόν 〈τε〉 κατέχεσθαι ὑπὸ ὄντος καὶ δι' ὅλου κατεχόμενον εἴτε ὑπὸ

τινὸς 〈εἴτε〉 ὑπὸ τινῶν. ἐὰν δὲ τοῦ οἵου τε κατέχεσθαι ὑπὸ ὄντος τὶ μὲν κατέχηται,

τὶ δὲ μή, τὸ ὅλον 〈οὔτε〉 κενὸν ἔσεσθαι οὔτε τόπον, ἕτερον δέ τι οὐκ ὠνομασμένον·

τὸ μὲν γὰρ κενὸν τοῖς κενοῖς ἀγγείοις λέγεσθαι παραπλησίως, τὸν δὲ τόπον τοῖς

πλήρεσι· χώραν δὲ πότερον τὸ μεῖζον οἷόν τε κατέχεσθαι ὑπὸ ὄντος καὶ οἷον

μεῖζον ἀγγεῖον σώματος ἢ τὸ χωροῦν μεῖζον σῶμα; τὸ μὲν οὖν κενὸν ἄπειρον

εἶναι λέγεσθαι· τὸ γὰρ ἐκτὸς τοῦ κόσμου τοιοῦτ' εἶναι· τὸν δὲ τόπον πεπερασμένον

διὰ τὸ μηδὲν σῶμα ἄπειρον εἶναι. καθάπερ δὲ τὸ σωματικὸν πεπερασμένον εἶναι,

οὕτως τὸ ἀσώματον ἄπειρον· ὅ τε γὰρ χρόνος ἄπειρος καὶ τὸ κενόν. ὥσπερ γὰρ

τὸ μηδὲν οὐδέν ἐστι πέρας, οὕτως οὐδὲ τοῦ μηδενός, οἷόν ἐστι τὸ κενόν. κατὰ

γὰρ τὴν αὑτοῦ ὑπόστασιν ἄπειρόν ἐστι, περατοῦται δ' αὖ τοῦτο ἐκπληρούμενον·

τοῦ δὲ πληροῦντος ἀρθέντος οὐκ ἔστιν αὐτοῦ νοῆσαι πέρας.

26

Stob. ecl. I 8 40 42 p. 254. 256—262H.

<Ζήνων> ἔφησε χρόνον εἶναι κινήσεως διάστημα, τοῦτο δὲ καὶ μέτρον καὶ

κριτήριον τάχους τε καὶ βραδύτητος, ὅπως ἔχει *** κατὰ τοῦτον δὲ γίνεσθαι τὰ

γινόμενα καὶ τὰ περαινόμενα ἅπαντα καὶ τὰ ὄντα εἶναι.

<Ἀπολλόδωρος> δ' ἐν τῇ Φυσικῇ τέχνῃ οὕτως ὁρίζεται τὸν χρόνον· χρόνος

δ' ἐστὶ τῆς τοῦ κόσμου κινήσεως διάστημα, οὕτως δ' ἐστὶν ἄπειρος ὡς ὁ πᾶς

ἀριθμὸς ἄπειρος λέγεται εἶναι· τὸ μὲν γάρ ἐστιν αὐτοῦ παρεληλυθὸς τὸ δὲ ἐνε-

στηκὸς τὸ δὲ μέλλον. ἐνεστάναι δὲ τὸν πάντα χρόνον, ὡς τὸν ἐνιαυτὸν ἐνεστη-

κέναι λέγομεν, κατὰ μείζονα περιγραφήν, καὶ ὑπάρχειν ὁ πᾶς χρόνος λέγεται

οὐδενὸς αὐτοῦ τῶν μερῶν ὑπάρχοντος ἀπαρτιζόντως.

<Ποσειδώνιος>· τὰ μέν ἐστι κατὰ πᾶν ἄπειρα, ὡς ὁ σύμπας χρόνος· τὰ δὲ

κατὰ τὶ, ὡς ὁ παρεληλυθὼς χρόνος καὶ ὁ μέλλων· κατὰ γὰρ τὸν παρόντα μόνον

ἑκάτερος πεπέρανται. τὸν δὲ χρόνον οὕτως ὁρίζεται, διάστημα κινήσεως ἢ μέτρον

τάχους τε καὶ βραδύτητος, ὅπως ἔχει τὸ ἐπινοούμενον· 〈καὶ〉 κατὰ τὸ πότε τοῦ χρό-

νου τὸν μὲν εἶναι παρεληλυθότα, τὸν δὲ μέλλοντα, τὸν δὲ παρόντα, ὃς ἔκ τινος

μέρους τοῦ παρεληλυθότος καὶ τοῦ μέλλοντος περὶ τὸν διορισμὸν αὐτὸν συνέστηκε·

τὸν δὲ διορισμὸν σημειώδη εἶναι. τὸ δὲ νῦν καὶ τὰ ὅμοια ἐν πλάτει χρόνον

καὶ οὐχὶ κατ' ἀπαρτισμὸν νοεῖσθαι. λέγεσθαι δὲ τὸ νῦν καὶ κατὰ τὸν ἐλάχιστον

πρὸς αἴσθησιν χρόνον περὶ τὸν διορισμὸν τοῦ μέλλοντος καὶ παρεληλυθότος

συνιστάμενον.

Ὁ δὲ <Χρύσιππος> χρόνον εἶναι κινήσεως διάστημα, καθ' ὃ ποτὲ λέγεται

μέτρον τάχους τε καὶ βραδύτητος, ἢ τὸ παρακολουθοῦν διάστημα τῇ τοῦ κόσμου

κινήσει· καὶ κατὰ μὲν τὸν χρόνον κινεῖσθαί τε ἕκαστα καὶ εἶναι· εἰ μὴ ἄρα διττὸς

λέγεται ὁ χρόνος, καθάπερ ἥ τε γῆ καὶ ἢ θάλαττα καὶ τὸ κενὸν τά τε ὅλα καὶ

τὰ μέρη τὰ αὐτῶν. ὥσπερ δὲ τὸ κενὸν πᾶν ἄπειρον εἶναι πάντῃ, καὶ τὸν χρόνον

πάντα ἄπειρον εἶναι ἐφ' ἑκάτερα· καὶ γὰρ τὸν παρεληλυθότα καὶ τὸν μέλλοντα

ἄπειρον εἶναι. ἐκφανέστατα δὲ τοῦτο λέγει, ὅτι οὐθεὶς ὅλως ἐνίσταται χρόνος· ἐπεὶ

γὰρ εἰς ἄπειρον ἡ τομὴ τῶν συνεχόντων ἐστί, κατὰ τὴν διαίρεσιν ταύτην καὶ πᾶς

χρόνος εἰς ἄπειρον ἔχει τὴν τομήν· ὥστε μηθένα κατ' ἀπαρτισμὸν ἐνεστάναι

χρόνον, ἀλλὰ κατὰ πλάτος λέγεσθαι. μόνον δὲ ὑπάρχειν φησὶ τὸν ἐνεστῶτα, τὸν

δὲ παρῳχημένον καὶ τὸν μέλλοντα ὑφεστάναι μέν, ὑπάρχειν δὲ οὐδαμῶς, εἰ μὴ

ὡς καὶ κατηγορήματα ὑπάρχειν λέγεται μόνα τὰ συμβεβηκότα, οἷον τὸ περιπατεῖν

ὑπάρχει μοι ὅτε περιπατῶ, ὅτε δὲ κατακέκλιμαι ἢ κάθημαι οὐχ ὑπάρχει ...

..........................

Ἔαρ δὲ ἔτους ὥραν κεκραμένην ἐκ χειμῶνος ἀπολήγοντος καὶ θέρους ἀρ-

χομένου, ἢ τὴν μετὰ χειμῶνα ὥραν πρὸ θέρους. θέρος δὲ ὥραν ἔτους τὴν μά-

λιστ' ὑφ' ἡλίου διακεκαυμένην. μετόπωρον δὲ ὥραν ἔτους τὴν μετὰ θέρος μὲν

πρὸ χειμῶνος δέ, κεκραμένην. χειμῶνα δὲ ὥραν ἔτους τὴν μάλιστα κατεψυγμένην,

ἢ τὸν περὶ γῆν ἀέρα κατεψυγμένον. γίνεσθαι δὲ ἰσημερίας δύο καθ' ἕκαστον

ἐνιαυτὸν καὶ τροπὰς δύο· ἰσημερίας μὲν ὅταν ἡ νὺξ καὶ ἡ ἡμέρα ἴσαι ὦσι,

τούτων δὲ τὴν μὲν ἔαρι γίνεσθαι, τὴν δὲ μετοπώρῳ· τῶν δὲ τροπῶν τὰς μὲν θέ-

ρους, τὰς δὲ χειμῶνος.

27

Stob. ecl. I 17 et 20 7 p. 432—438H.

<Ποσειδώνιος> δὲ φθορὰς καὶ γενέσεις τέτταρας εἶναί φησιν ἐκ τῶν ὄντων

εἰς τὰ ὄντα γιγνομένας. τὴν μὲν γὰρ ἐκ τῶν οὐκ ὄντων καὶ τὴν εἰς 〈τὰ〉 οὐκ

ὄντα, καθάπερ εἴπομεν πρόσθεν, ἀπέγνωσαν ἀνύπαρκτον οὖσαν. τῶν δ' εἰς 〈τὰ〉 ὄντα

γινομένων μεταβολῶν τὴν μὲν εἶναι κατὰ διαίρεσιν, τὴν δὲ κατ' ἀλλοίωσιν, τὴν δὲ

κατὰ σύγχυσιν, τὴν δ' ἐξ ὅλων, λεγομένην δὲ κατ' ἀνάλυσιν. τούτων δὲ τὴν κατ'

ἀλλοίωσιν περὶ τὴν οὐσίαν γίγνεσθαι, τὰς δὲ ἄλλας τρεῖς περὶ τοὺς ποιοὺς λεγο-

μένους τοὺς ἐπὶ τῆς οὐσίας γιγνομένους. ἀκολούθως δὲ τούτοις καὶ τὰς γενέσεις

συμβαίνειν. τὴν γὰρ οὐσίαν οὔτ' αὔξεσθαι οὔτε μειοῦσθαι κατὰ πρόσθεσιν ἢ

ἀφαίρεσιν, ἀλλὰ μόνον ἀλλοιοῦσθαι, καθάπερ ἐπ' ἀριθμῶν καὶ μέτρων [καὶ] συμ-

βαίνειν. ἐπὶ 〈δὲ〉 τῶν ἰδίως ποιῶν οἶον Δίωνος καὶ Θέωνος καὶ αὐξήσεις καὶ

μειώσεις γίνεσθαι. διὸ καὶ παραμένειν τὴν ἑκάστου ποιότητα [τὰ] ἀπὸ τῆς γενέ-

σεως μέχρι τῆς ἀναιρέσεως, 〈ὡς〉 ἐπὶ τῶν ἀναίρεσιν ἐπιδεχομένων ζῴων καὶ

φυτῶν καὶ τῶν τούτοις παραπλησίων. ἐπὶ δὲ τῶν ἰδίως ποιῶν φασι δύο εἶναι τὰ

δεκτικὰ μόρια, τὸ μέν τι κατὰ τὴν τῆς οὐσίας ὑπόστασιν, τὸ δέ 〈τι〉 κατὰ τὴν

τοῦ ποιοῦ. τοῦτο γάρ, ὡς πολλάκις ἐλέγομεν, τὴν αὔξησιν καὶ τὴν μείωσιν ἐπι-

δέχεσθαι· μὴ εἶναι δὲ ταὐτὸν τό τε ποιὸν ἰδίως καὶ τὴν οὐσίαν [ὃ] ἐξ ἧς ἔστι

τοῦτο, μὴ μέντοι γε μηδ' ἕτερον, ἀλλὰ μόνον οὐ ταὐτὸν διὰ τὸ καὶ μέρος εἶναι

τῆς οὐσίας καὶ τὸν αὐτὸν ἐπέχειν τόπον, τὰ δ' ἕτερα τινῶν λεγόμενα δεῖν καὶ

τόπῳ κεχωρίσθαι καὶ μηδ' ἐν μέρει θεωρεῖσθαι.

Τὸ δὲ μὴ εἶναι ταὐτὸ τό τε κατὰ τὸ ἰδίως ποιὸν καὶ τὸ κατὰ τὴν οὐσίαν,

δῆλον εἶναί φησιν ὁ <Μνήσαρχος>· ἀναγκαῖον γὰρ τοῖς αὐτοῖς ταὐτὰ συμβεβηκέναι.

εἰ γάρ τις πλάσας ἵππον λόγου χάριν συνθλάσειεν, ἔπειτα κύνα ποιήσειεν, εὐλόγως

ἂν ἡμᾶς ἰδόντας εἰπεῖν, ὅτι τοῦτ' οὐκ ἦν πάλαι, νῦν δ' ἐστίν· ὥσθ' ἕτερον εἶναι

τὸ ἐπὶ τοῦ ποιοῦ λεγόμενον τό τε [καὶ] ἐπὶ τῆς οὐσίας. καθόλου νομίζειν τοὺς

αὐτοὺς ἡμᾶς εἶναι ταῖς οὐσίαις ἀπίθανον εἶναι φαίνεται· πολλάκις γὰρ συμβαίνει

τὴν μὲν οὐσίαν ὑπάρχειν πρὸ τῆς γενέσεως εἰ τύχοι τῆς Σωκράτους, τὸν δὲ Σω-

κράτην μηδέπω ὑπάρχειν, καὶ μετὰ τὴν τοῦ Σωκράτους ἀναίρεσιν ὑπομένειν μὲν

τὴν οὐσίαν, αὐτὸν δὲ μηκέτ' εἶναι.

28

Stob. ecl. I 17 p. 374—378H.

<Χρύσιππος> δὲ τοιοῦτόν τι διεβεβαιοῦτο· εἶναι τὸ ὂν πνεῦμα κινοῦν ἑαυτὸ

πρὸς ἑαυτὸ καὶ ἐξ αὑτοῦ, ἢ πνεῦμα ἑαυτὸ κινοῦν πρόσω καὶ ὀπίσω· πνεῦμα δὲ

εἴληπται διὰ τὸ λέγεσθαι αὐτὸ ἀέρα εἶναι κινούμενον· ἀνάλογον δὲ γίνεσθαι κἀπὶ

τοῦ αἰθέρος, ὥστε καὶ εἰς κοινὸν λόγον πεσεῖν αὐτά. ἡ…

μόνου…

The complete text is available when the reading interface loads.