Liber de philosophorum sectis (epitome ap. Stobaeum)
- Scientific editors
- Friedrich Wilhelm August Mullach
- Edition reference
- Fragmenta Philosophorum Graecorum · Paris · Firmin-Didot · 1881
- CTS identifier
urn:cts:greekLit:tlg0529.tlg002.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Paragraph 1
Τὴν δ’ εὐδαιμονίαν ἐκ τῶν καλῶν γίνεσθαι καὶ προηγουμένων πράξεων. Διὸκαὶ καὶ δι’ ὅλων εἶναι καλήν, καθάπερ καὶ τὴν ἐν τοῖς αὐλοῖς ἐνέργειαν δι’ ὅλων ἔντεχνον. Οὐ γὰρ ἐκβιβάζειν τὴν παράληψιν τῶν ὑλικῶν ἀρχῶν τῆς εἰλικρινείας τοῦ καλοῦ τὴν εὐδαιμονίαν, ὡς οὐδὲ τὴν τῆς ἰατρικῆς ἔντεχνον δι’ ὅλων ἐνέργειαν τὴν τῶν ὀργάνων χρῆσιν· πᾶσαν μὲν γὰρ πρᾶξιν γειαν τὴν τῶν ὀργάνων χρῆσιν· πᾶσαν μὲν γὰρ πρᾶξιν ἐνέργειαν εἶναί τινα ψυχῆς. Ἐπεὶ δ’ ὁ πράττων συγχρῆταί τισι πρὸς τὴν τελειότητα τῆς προθέσεως, μέρη ταῦτα οὐ χρὴ νομίζειν τῆς ἐνεργείας· καίτοι γε ἐπιζητούσης ἑκατέρας τῶν εἰρημένων τὸ τοιοῦτον, οὐ μὴν ὡς μέρος, ὡς δὲ ποιητικὸν τῆς τέχνης. Τὰ γὰρ ὧν ἄνευ πράττειν ὁτιοῦν ἀδύνατον, μέρη τῆς ἐνεργείας λέγειν, οὐκ ὀρθόν. Τὸ μὲν γὰρ μέρος ἐπινοεῖσθαι κατὰ τὸ συμπληρωτικὸν τοῦ ὅλου τὰ δ’ ὧν οὐκ ἄνευ κατὰ τὸ ποιητικόν, τῷ φέρειν καὶ συνεργεῖν εἰς τὸ τέλος.
Paragraph 1
Ξενοφάνους πρώτου λόγος ἦλθεν εἰς τοὺς Ἕλληνας, ἄξιος γραφῆς, ἅμα παιδιᾷ τάς γε τῶν ἄλλων τόλμας ἐπιπλήττοντος, καὶ τὴν αὐτοῦ παριστάντος εὐλάβειαν, ὡς ἄρα θεὸς μὲν οἶδε τὴν ἀλήθειαν, « δόκος δ’ ἐπὶ πᾶσι τέτυκται. » Ἡ μὲν γὰρ φιλοσοφία θήρα τῆς ἀληθείας ἐστὶ καὶ ὄρεξις καὶ τῶν συγχορευτριῶν καὶ τῆς πρὸς αὐτὰς συμφωνίας, φησίν. Εἰ δὲ ναύτην ἢ στρατιώτην θεωρεῖς, πότερον ὁ ἄνθρωπος αὐτὸς ἑαυτῷ πεποιῆσθαί σοι δοκεῖ, ἢ πρὸς κοινωνίαν; πρὸς κοινωνίαν. Ὑπὸ τίνος; Ὑπὸ τῆς φύσεως. Τίνος οὔσης καὶ πῶς; Διοικούσης τὰ ὅλα. Καὶ πότερον οὔσης ἢ μή; Ταῦτα οὐκ ἔτι ἀναγκαῖον πολυπραγμονεῖν.
Περὶ τοῦ ἠθικοῦ εἴδους τῆς φιλοσοφίας.
Paragraph 1
Ἠθική ἐστι δύναμις ψυχῆς, δι’ ἧς ἀσκηθείσης καλῶς ἡ πρακτικὴ κατασκευάζεται ἀρετή, ἢ λόγος καθ’ ὃν χρησόμεθα ἠθικῇ ἀρετῇ. Ἦθος δέ ἐστι ποιότης τοῦ ἀλόγου μέρους τῆς ψυχῆς ὑποτακτικῶς ἔχειν ἐθιζομένου τῷ λόγῳ.
Paragraph 2
Ἄλλως· ἄλογον μέρος τῆς ψυχῆς εἰθισμένον ὑπακούειν τῷ λόγῳ· ἢ πάθος, ἢ παθητικὸν μέρος τῆς ψυχῆς, εἰθισμένον ὑπακούειν τῷ λογικῷ.
Paragraph 3
Ἄλλως· πάθος ἢ τὸ ὀρεκτικὸν μέρος τῆς ψυχῆς, εἰθισμένον ὑπακούειν τοῦ λογικοῦ. Πάρεστι δὲ κἀκείνως ὁρίζεσθαι· ἀρχὴ ψυχῆς πρακτική· ἢ κίνησις τῆς ψυχῆς καθ’ ὁρμήν· ἢ ποιότης ἀλόγου μορίου ψυχῆς· ἢ ψυχῆς τοῦ ἀλόγου μέρους ποιότης, κατ’ ἐπιτακτικὸν λόγον δυναμένη τῷ λογικῷ ἐπακολουθεῖν. Οὕτω μὲν οὖν οἱ κατὰ Πλάτωνα φιλοσοφοῦντες ὁρίζονται· οἱ δὲ κατὰ Ζήνωνα τὸν Στωϊκόν, τροπικῶς· ἦθός ἐστι πηγὴ βίου, ἀφ’ ἧς αἱ κατὰ μέρος πράξεις ῥέουσι. Πάθος δ’ ἐστίν, ὡς μὲν Ἀριστοτέλης, ἄλογος ψυχῆς κίνησις πλεοναστική. Τὸ μὲν οὖν ἄλογον κατὰ τοῦ μὴ ἔχοντος τὸν ἀρχικὸν λόγον τάττει, τὸν γὰρ ὑποτακτικὸν ἔχει, καθ’ ὃν ὑπακούειν πέφυκε τῷ λογικῷ· τὸ δὲ πλεοναστικόν, κατὰ τοῦ πεφυκότος ἐπιδέχεσθαι πλεονασμόν, οὐ κατὰ τοῦ ἤδη πλεονάζοντος· ποτὲ μὲν γὰρ πλεονάζει, ποτὲ δ’ ἐλλείπει. Κἀκείνως δ’ ὁρίζεται· πάθος ἐστὶ κίνησις τοῦ ἀλόγου μέρους τῆς ψυχῆς πλεοναστική, κατὰ φαντασίαν ἡδέος ἢ λυπηροῦ. Ὁ μὲν οὖν Περιπατητικὸς οὕτως· ὡς δ’ ὁ Στωϊκὸς ὡρίσατο Ζήνων, πάθος ἐστὶν ὁρμὴ πλεονάζουσα. Οὐ λέγει πεφυκυῖα πλεονάζειν, ἀλλ’ ἤδη ἐν πλεονασμῷ οὖσα· οὐ γὰρ δυνάμει, μᾶλλον δ’ ἐνεργείᾳ. Ὡρίσατο δὲ κἀκείνως· πάθος ἐστὶ ποτὴ ψυχῆς, ἀπὸ τῆς τῶν πτηνῶν φορᾶς τὸ εὐκίνητον τοῦ παθητικοῦ παρεικάσας. Ἠθοποιΐα δ’ ἐστὶν ἤθους ἐμποίησις. Ἠθικὴ δ’ ἐστὶν ἀρετὴ μεσότης παθῶν, ἢ ἕξις ὁρίζουσα τοῦ πάθους τὴν ὑπερβολὴν καὶ τὴν ἔλλειψιν τῷ τῆς φρονήσεως λόγῳ· λἕξις προαιρετικὴ τοῦ καλοῦ περὶ ἡδονὰς καὶ λύπας. Ταῦτα μὲν οὖν αὐτάρκη περὶ τῶν ὅρων, πολλάκις γὰρ οἱ περὶ αὐτῶν λόγοι παρεμπεσοῦνται. Χωρητέον δὲ ἐπὶ τὴν διαίρεσιν τοῦ ἠθικοῦ τόπου, εὐθὺς ἀπ’ αὐτοῦ τοῦ κατὰ διαφορὰν ἐνδεικνυμένου. Διαίρεσις ἠθικοῦ τόπου κατὰ τοὺς Ἀκαδημικούς.
Paragraph 4
Φίλων ἐγένετο Λαρισσαῖος, φιλόσοφος Ἀκαδημικός, ἀκουστὴς Κλειτομάχου, τοῦ ἱκανὴν εἰσενεγκαμένου προκοπὴν ἐν τοῖς λόγοις. Οὗτος ὁ Φίλων τά τε ἄλλα πεπραγμάτευται δεξιῶς, καὶ διαίρεσιν τοῦ κατὰ φιλοσοφίαν λόγου, ἣν ἐγὼ προχειριοῦμαι, [ περὶ ἧς ὁ λόγος]: Ἐοικέναι δέ φησι τὸν φιλόσοφον ἰατρῷ. Καθάπερ οὖν ἔργον ἰατροῦ, πρῶτον μὲν πεῖσαι τὸν κάμνοντα παραδέξασθαι τὴν θεραπείαν, δεύτερον δὲ τοὺς τῶν ἀντισυμβουλευόντων λόγους ὑφελέσθαι, οὕτω καὶ τοῦ φιλοσόφου. Κεῖται τοίνυν ἑκάτερον τούτων ἐν τῷ προσαγορευομένῳ προτρεπτικῷ λόγῳ, ἔστι γὰρ ὁ προτρεπτικὸς ὁ παρορμῶν ἐπὶ τὴν ἀρετήν. Τούτου δ’ ὁ μὲν ἐνδείκνυται τὸ μεγαλωφελὲς αὐτῆς, ὁ δὲ τοὺς ἀνασκευάζοντας ἢ κατηγοροῦντας ἤ πως ἄλλως κακοηθιζομένους τὴν φιλοσοφίαν ἀπελέγχει. Δεύτερος δὲ μετὰ τοῦτον ὁ πρὸς τὴν ἰατρικὴν ἀναλογίας δευτέραν ἔχων τάξιν. Ὡς γὰρ ἰατροῦ μετὰ τὸ πεῖσαι παραδέξασται τὴν θεραπείαν τὸ προσάγειν ἐστὶ τὰ μὲν θεραπευτικά, τὰ μὲν τῷ προεκκομίσαι τὰ νοσοποιὰ τῶν αἰτιῶν, τὰ δὲ τῷ τὰ παρασκευαστικὰ τῆς ὑγιείας ἐνθεῖναι· οὕτως αὖ κἀπὶ τῆς ἐπιστήμης ἔχει. Μετὰ γὰρ τὰ προτρεπτικὰ πειρᾶται τὰ θεραπευτικὰ προσάγειν, ἐφ’ ἃ δὴ τοῖς παρορμητικοῖς κέχρηται διμερῶς· τὸ μὲν γὰρ ὑπεξαιρετικὸν τῶν ψευδῶς γεγενημένων δοξῶν, δι’ ἃς τὰ κριτήρια νοσοποιεῖται τῆς ψυχῆς· τὸ δὲ τῶν ὑγιῶς ἐχουσῶν ἐνθετικόν. Δεύτερος οὖν ὁ περὶ ἀγαθῶν καὶ κακῶν τόπος, ἐφ’ ὧν καὶ δι’ ἃ ἡ προτροπή. Τῷ δὲ τρίτῳ πάλιν ὁ τρίτος ἀναλογήσει. Καὶ γὰρ τῇ ἰατρικῇ σπουδὴ πᾶσα περὶ τὸ τέλος, τοῦτο δ’ ἦν ὑγίεια, καὶ τῇ φιλοσοφίᾳ περὶ τὴν εὐδαιμονίαν. Συνάπτεται δὲ τῷ περὶ τελῶν λόγῳ λόγος περὶ βίων. Ἐπὶ γάρ τε τῆς ἰατρικῆς οὐκ ἀρκεῖ τὴν ὑγίειαν ἐμποιῆσαι, χρεία δὲ καὶ τοῦ παρασχεῖν παραγγέλματα περὶ τῆς ὑγιείας, οἷς προσέχοντες τὸν νοῦν τὴν εὐεξίαν τοῦ σώματος διαφυλάξουσι· καὶ δὴ κἀπὶ τοῦ βίου θεωρημάτων τινῶν ἐστι χρεία, δι’ ὧν ἡ φυλακὴ γενήσεται τοῦ τέλους. Διττὸς δὲ καὶ ὁ περὶ βίων λόγος, ὁ μὲν ἴδιος, ὁ δὲ κοινός· ὧν τὸν μὲν ἴδιον ἐπισκοπεῖν δέον ἐστὶ τὰ πρὸς ἕκαστον, οἷον εἰ τῷ νοῦν ἔχοντι πολιτευτέον, ἢ τοῖς ἡγεμονικοῖς συμβιωτέον, ἢ γαμητέον τῷ σοφῷ· τὸν δὲ κοινὸν πρὸς ἅπαντας, οἷον τὸ τίς ἀρίστη πολιτεία; εἰ κοινὰς ποιητέον τὰς ἀρχὰς ἢ τιμητάς; Τοῦτον δὲ τὸν κοινὸν προσαγορευτέον μὲν πολιτικόν, τακτέον δὲ καθ’ αὑτόν, καίπερ ὄντα μέρος τοῦ περὶ βίων, διά τε τὸ μέγεθος καὶ τὴν κοινότητα. Εἰ μὲν οὖν ἐνεδέχετο πάντας εἶναι σοφούς, οὐκ ἂν ἐδέησε πλειόνων ἔτι τόπων· οἱ γὰρ κατὰ λεπτὸν διαιρούμενοι, παραφυάδες εἰσὶ τῶν προκειμένων· ἐπεὶ δὲ καὶ τῶν μέσως διακειμένων ἀνθρώπων πρόνοιαν ποιητέον, οὕστινας ἐκ τῶν παραινετικῶν λόγων ὠφελεῖσθαι συμβαίνει, μὴ δυναμένους προσευκαιρεῖν τοῖς διεξοδικοῖς πλάτεσιν, ἢ διὰ χρόνου στενοχωρίας, ἢ διά τινας ἀναγκαίας ἀσχολίας, ἐπεισενεκτέον τὸν ὑποθετικὸν λόγον, δι’ οὗ τὰς πρὸς τὴν ἀσφάλειαν καὶ τὴν ὀρθότητα τῆς ἑκάστου χρήσεως ὑποθήκας ἐν ἐπιτομαῖς ἕξουσιν.
Paragraph 5
Οὕτω μὲν οὖν ἡ Φίλωνος ἔχει διαίρεσις. Ἐγὼ δ’ εἰ μὲν ἀργοτέρως διεκείμην, ἀρκεσθεὶς ἂν αὐτῇ συνεῖρον ἤδη τὰ περὶ τῶν ἀρεσκόντων, τῇ τῆς ἑξαμερείας ἐπικουφιζόμενος περιγραφῇ· ἡγούμενος δ’ ἐμαυτῷ πρέπειν πρὸ παντὸς τὴν οὐσίαν δεῖν ἐπισκοπεῖν οὗ τις πραγματεύεται, κἄπειτα ποιότητα τὴν περὶ αὐτὴν καὶ ποσότητα, καὶ τούτοις ἐφεξῆς τὸ πρὸς τί, νομίζω προσεπιπονητέον τε εἶναι καὶ τὰ ἄλλων ἐπισκοπεῖν, καθάπερ οὐ πάντων, οὕτω τῶν περὶ ταῦτα διενεγκάντων.
Paragraph 6
Ἔστιν οὖν Εὐδώρου τοῦ Ἀλεξανδρέως, Ἀκαδημικοῦ φιλοσόφου, διαίρεσις τοῦ κατὰ φιλοσοφίαν λόγου, βιβλίον ἀξιόκτητον, ἐν ᾧ πᾶσαν ἐπεξελήλυθε προβληματικῶς τὴν ἐπιστήμην, ἧς ἐγὼ διαιρέσεως ἐκθήσομαι τὸ τῆς ἠθικῆς οἰκεῖον. Ἔχει δ’ οὕτως. Τριμεροῦς ὄντος τοῦ κατὰ φιλοσοφίαν λόγου, τὸ μέν ἐστιν αὐτοῦ ἠθικόν, τὸ δὲ φυσικόν, τὸ δὲ λογικόν. Τοῦ δὲ ἠθικοῦ τὸ μὲν περὶ τὴν θεωρίαν τῆς καθ’ ἕκαστον ἀξίας, τὸ δὲ περὶ τὴν ὁρμήν, τὸ δὲ περὶ τὴν πρᾶξιν. Ταῦτ’ ἐστὶ γὰρ τριμερῆ τῆς ἠθικῆς εἴδη, πρῶτον μέν, τὸ θεάσασθαι τὴν ἀξίαν τοῦ πράγματος ὅπερ αἱρεῖσθαι μέλλομεν, οὐδὲ γὰρ οἷόν τε γενέσθαι τὴν ὁρμὴν εὔλογον, εἰ μὴ μετὰ τὴν θεωρίαν· ἡ θεωρία δ’ ἐστὶ περίσκεψις τοῦ πράγματος καὶ οἷον ἐπίκρισις, κατὰ τὸν περὶ αὐτοῦ λογισμόν· δεύτερον δὲ τὸ τὴν ὁρμὴν τῷ περινοηθέντι καλῶς ἐπιβαλεῖν· τρίτον τὸ τὴν πρᾶξιν αὐτοῖς ἐπισυνάψαι. Ταῦτ’ ἐστὶ τὰ πρῶτα μέρη τοῦ ἠθικοῦ λόγου, θεωρητικόν, ὁρμητικόν, πρακτικόν· τούτων δ’ ἑκάστου ὑποδιαίρεσις. Τοῦ γὰρ περὶ τὴν θεωρίαν τῆς καθ’ ἕκαστον ἀξίας, τὸ μὲν περὶ τῶν σκοπῶν ἢ τῶν λεγομένων σκοπῶν τοῦ βίου· τὸ δὲ περὶ τῶν συμβαλλομένων εἰς τὴν τῶν τελῶν περιποίησιν, (τὸ μέν ἐστι περὶ τῶν ἀρετῶν καὶ τῶν κακῶν,) τὸ δὲ περὶ τῶν κατὰ τὰς ἀρετὰς ποιῶν, ὅπερ καὶ καλεῖται χαρακτηριστικόν· τὸ δὲ περὶ τεχνῶν· τὸ δὲ περὶ ἐπιτηδευμάτων. Τοῦ μὲν περὶ ἀρετῶν τὸ μὲν κοινόν, τὸ δ’ ἴδιον· κοινὸν μέν, οἷον περὶ δικαιοσύνης, περὶ ἀνδρείας, σωφροσύνης, φρονήσεως, τῶν ἄλλων· ἴδιον δὲ τὸ προτρεπτικόν, τοῦτο γὰρ εἰς τὸ μόνως ἐνδείξασθαι τὴν ἀρετὴν καὶ τὴν κακίαν. Καὶ ὁ μὲν περὶ τὴν θεωρίαν τῆς καθ’ ἕκαστον ἀξίας λόγος εἰς τοσούτους τόπους γενικοὺς τέμνεται· ὁ γὰρ περὶ ἀγαθῶν καὶ κακῶν πολλὰς περιέχει διαιρέσεις, αὐτίκα τὴν περὶ τῶν λεγομένων προηγουμένων, τὴν περὶ φιλίας καὶ ἡδονῆς καὶ δόξης καὶ εὐφυίας. Τῷ δὲ περὶ φιλίας κατὰ γειτνίασιν ὑπάγει τὸν περὶ ἔρωτος, τὸν περὶ συμποσίων. Οὐ μὴν ἀλλ’ ὅμως τοῦδε σύμπαντος εἰς τὸν περὶ ἀγαθῶν καὶ κακῶν ὡς γενικώτατον ὑπέταξε λόγον. Τοῦ δὲ περὶ τῆς ὁρμῆς λόγου ὁ μέν ἐστι περὶ τῆς ἰδικῆς ὁρμῆς, ὁ δὲ περὶ παθῶν. Ἤτοι γὰρ πᾶν πάθος ὁρμὴ πλεονάζουσα, ἢ τά γε πλεῖστα μεθ’ ὁρμῆς καὶ τὰ ἀῤῥωστήματα. Τοῦ δὲ περὶ τῆς πράξεως λόγου ὁ μέν ἐστι περὶ τῶν οἰκειούντων πρός τινας πράξεις, ὁ δὲ περὶ τῶν ἀλλοτριούντων ἀπό τινων πράξεων, ὁ δὲ τῶν αἰτιῶν ἀποδοτικὸς τῶν ἐπιτελούντων τινὰς σχέσεις ἢ κινήσεις, ὁ δὲ περὶ τῆς ἀσκήσεως, ὁ δὲ περὶ τῆς ἰδίως καὶ ὁμωνύμως τῷ γένει λεγομένης πράξεως. Καὶ ὁ μὲν περὶ τῶν οἰκειούντων πρός τινας πράξεις, διαιρεῖται εἴς τε τὸν ὑποθετικὸν καὶ τὸν προτρεπτικόν· ἔνιοι γὰρ καὶ τοῦτον ὑπὸ τήνδε τάττουσι. Ὁ δὲ περὶ τῶν ἀποτρεπόντων καλεῖται παραμυθητικός, ὃς καλούμενός ἐστι πρὸς ἐνίων παθολογικός· τοῦ δὲ περὶ τῆς ὁμωνύμως λεγομένης πράξεως καὶ δικῆς ὁ μέν ἐστι περὶ τῶν καθηκόντων, ὁ δὲ περὶ τῶν κατορθωμάτων. Ἐπεὶ δὲ τῶν καθηκόντων καὶ τῶν κατορθωμάτων τὰ μέν ἐστι καθ’ ἑαυτά, τὰ δὲ κατὰ τὴν πρὸς τοὺς πλησίον σχέσιν, συνέστη τόπος ὁ περὶ τῶν χαρίτων ἐκ τοῦ λόγου τοῦ κατὰ τὴν πρὸς τοὺς πλησίον σχέσιν ὑπάρχων. Πάλιν δ’ ἐπεὶ τῶν καθηκόντων καὶ τῶν κατορθωμάτων ἃ μὲν λέγεται σύνθετα, ἃ δὲ ἀσύνθετα, συνέστη κατὰ τὰ σύνθετα ὁ περὶ βίων λόγος οὗ μέρος ὢν ὁ περὶ γάμου κατ’ ἰδίαν ἐτάχθη, διὰ τὸ πλῆθος τῶν ἐν αὐτῇ ζητημάτων. Ὥστ’ εἶναι τοὺς πάντας τόπους κατὰ τὸν τῆς πράξεως τόπον, παραμυθητικόν, [ παθολογικόν ], περὶ ἀσκήσεως, περὶ καθηκόντων, περὶ κατορθωμάτων, περὶ χαρίτων, περὶ βίων, περὶ γάμου.
Paragraph 7
Ὁ μὲν οὖν ἠθικὸς λόγος εἰς ταῦτα καὶ τοσαῦτα τέμνοιτ’ ἄν· ἀρκτέον δὲ τῶν προβλημάτων, προτάττοντα τὰ γένη κατὰ τὴν ἐμοὶ φαινομένην διάταξιν, ἥντινα πείθομαι πρὸς τὸ σαφέστερον διῃρηχέναι.
Paragraph 8
Τέλος λέγεται πολλαχῶς· ὡς τὸ πέρας, ᾧ ἀντιδιαιρεῖται ἀρχὴ καὶ μέσον· καὶ ὡς τὸ τέλεσμα φορικόν· ὡς τὸ ἀνάλωμα, καθ’ ὃ λέγεται ἀτελής τις καὶ εὐτελής· ὡς ὁ γάμος παρὰ τοῖς Δωριεῦσιν, ἤτοι παρὰ τὸ συμπέρασμα τῆς νεότητος, ἢ διὰ τὸ τελειοῦν τὸν ἄνδρα τῇ πρὸς τὴν γυναῖκα συνόδῳ, καθ’ ὃ τὴν γαμήλιον Ἥραν συζυγίαν καὶ τελείαν ἐπονομάζουσι· τέλος δὲ καὶ γνώσεως καὶ πράξεως καὶ ποιήματος· τὸ καὶ ἀποβαῖνον, ὡς παρ’ Εὐριπίδη· Ἀχαλίνων στομάτων ἀνόμου τ’ ἀφροσύνας τὸ τέλος δυστυχία. Τέλη δὲ λέγονται καὶ αἱ τῶν πολιτειῶν ἀρχαί, τὰ τέλη Λακεδαιμονίων εἰ τύχοι. Παρὰ δ’ Ὁμήρῳ ἐν τῷ τῆς Ἰλιάδος δεκάτῳ· Αἶψα δ’ ἐπὶ Θρῃκῶν ἀνδρῶν τέλος ἷξον ἰόντες· τοῦτο δ’ ἐστὶν ἔναρχον τάγμα. Λέγεται δὲ ὑπὸ τῶν Στωϊκῶν ὁρικῶς, τέλος ἐστὶν οὗ ἕνεκα πάντα πράττεται καθηκόντως, αὐτὸ δὲ πράττεται οὐδενὸς ἕνεκα. Ὑπὸ Κράτητος, οὗ χάριν τἆλλα, αὐτὸ δ’ οὐδενὸς ἕνεκα. Καὶ πάλιν, ἐφ’ ὃ πάντα τὰ ἐν τῷ βίῳ πραττόμενα καθηκόντως τὴν ἀναφορὰν λαμβάνει, αὐτὸ δ’ ἐπ’ οὐδέν. Ὑπὸ δὲ τῶν νεωτέρων Περιπατητικῶν, τῶν ἀπὸ Κριτολάου, τὸ ἐκ πάντων τῶν ἀγαθῶν συμπεπληρωμένον. Τοῦτο δὲ ἦν τὸ ἐκ τῶν τριῶν γενῶν, οὐκ ὀρθῶς. Οὐ γὰρ πάντα τἀγαθὰ μέρη γίνεται τοῦ τέλους· οὔτε γὰρ σωματικά, οὔτε τὰ ἀπὸ τῶν ἐκτός, τὰ δὲ τῆς ψυχικῆς ἀρετῆς ἐνεργήματα μόνης. Κρεῖττον οὖν ἦν εἰπεῖν ἀντὶ τοῦ συμπληρούμενον, ἐνεργούμενον, ἵνα τὸ χρηστικὸν τῆς ἀρετῆς ἐμφαίνηται. Τοῦτο δ’ οἱ κατ’ Ἐπίκουρον φιλοσοφοῦντες οὐ προσδέχονται λέγειν ἐνεργούμενον, διὰ τὸ παθητικὸν ὑποτίθεσθαι τὸ τέλος, οὐ πρακτικόν· ἡδονὴ γάρ· ὅθεν καὶ τὴν ἔννοιαν ἀποδιδόασι τοῦ τέλους τὸ οἰκείως διατεθεῖσθαι ἐξ ἑαυτοῦ πρὸς αὑτὸν χωρὶς τῆς ἐπ’ ἄλλο τι ἀγούσης ἐπιβολῆς. Τὸ μὲν οὖν ὄνομα τοῦ τέλους εὑρίσκεται καὶ παρ’ Ὁμήρῳ « οὐ γὰρ ἔγωγέ τί φημι τέλος χαριέστερον εἶναι. » Ἀλλ’ οὗτος μὲν δημοτελὲς εἰσήγαγε τὸ τέλος, Πλάτων δὲ διέστιξε πρῶτος τὸ κατ’ ἄνδρα καὶ βίον ἰδιάζον, ἔν τε τῷ Τιμαίῳ καὶ τῷ Πρωταγόρᾳ, καί γε τὴν τοῦ σκοποῦ διαφορὰν πρὸς τὸ τέλος. Καὶ ἔστι σκοπὸς μέν, τὸ προκείμενον εἰς τὸ τυχεῖν, οἷον ἀσπὶς τοξόταις· τέλος δέ, τοῦ προκειμένου τεῦξις. Βούλονται γὰρ ἐνέργημα ἡμέτερον εἶναι πρὸς τὸ τέλος. Ὑποτελὲς δ’ ἐστὶ τὸ πρῶτον καὶ οἰκεῖον τοῦ ζῴου πάθος, ἀφ’ οὗ κατήρξατο συναισθάνεσθαι τὸ ζῷον τῆς συστάσεως αὐτοῦ, οὔπω λογικόν, ἀλλ’ ἄλογον, κατὰ τοὺς φυσικοὺς καὶ σπερματικοὺς λόγους, ὥσπερ τὸ θρεπτικὸν καὶ τὸ αἰσθητικὸν καὶ τῶν τοιούτων ἕκαστον ῥίζης τόπον ἐπέχον, οὐδέπω φυτοῦ. Γενόμενον γὰρ τὸ ζῷον ᾠκειώθη τινὶ πάντως εὐθὺς ἐξ ἀρχῆς, ὅπερ ἐστὶν ὑποτελές, κεῖται δ’ ἔν τινι τῶν τριῶν· ἢ γὰρ ἐν ἡδονῇ, ἢ ἐν ἀοχλησίᾳ, ἢ ἐν τοῖς πρώτοις κατὰ φύσιν. Πρῶτα δ’ ἐστὶ κατὰ φύσιν, περὶ μὲν τὸ σῶμα ἕξις, κίνησις, σχέσις, ἐνέργεια, δύναμις, ὄρεξις, ὑγίεια, ἰσχύς, εὐεξία, εὐαισθησία, κάλλος, τάχος, ἀρτιότης, αἱ τῆς ζωτικῆς ἁρμονίας ποιότητες· περὶ δὲ τὴν ψυχήν, εὐσυνεσία, εὐφυΐα, φιλοπονία, ἐπιμονή, μνήμη, τὰ τούτοις παραπλήσια, ὧν οὐδέπω τεχνοειδὲς οὐδέν, σύμφυτον δὲ μᾶλλον. Τὴν δ’ ὑποτελίδα τῶν ἀρχαίων οὐδεὶς ὠνόμασεν, καίτοι τὸ πρᾶγμα γιγνωσκόντων, τὴν δ’ εὐδαιμονίαν συνωνυμεῖν τῷ τέλει λέγουσιν. Εὐδαιμονία δ’ ἐστὶ τὸ ἄριστον ἐν τῷ βίῳ, ἢ τὸ μέγιστον τῶν ἀγαθῶν, ἢ τὸ κράτιστον. Ταῦτα γάρ ἐστι τῶν περὶ αὐτῆς ἐννοημάτων ἁπλούστερα. Κἂν λέγῃ δέ τις μακαριότητα καὶ τὸ μακαρίως ζῆν, εἰς τὸ αὐτὸ συνδραμεῖται τοῖς τελικοῖς. Προσδιαιρετέον οὖν. Τῶν περὶ τέλους διαλεχθέντων οἱ μὲν ψυχικὸν εἶναι διενοήθησαν, οἱ δὲ σωματικόν, οἱ δὲ μικτὸν ἐξ ἀμφοῖν. Φράσω δὲ παραδείγματος χάριν· ὁ μὲν τοίνυν ἀρετὴν λέγων, τοῦτ’ ἔστιν ἐν ἀρετῇ κείμενον, ψυχικὸν ὑπείληφεν· ὁ δ’ ἡδονήν, σωματικόν· ὁ δὲ τὸ καλῶς καὶ ἡδέως ζῆν, κοινόν. Εἴποι δ’ ἄν τις κἀκείνως, οἱ μὲν λογικόν, οἱ δ’ ἄλογον, οἱ μὲν διανοητικόν, οἱ δὲ παθητικόν. Πάντᾳ δὲ τὴν ἐν τούτοις ὀνόμασιν ἔχοντα διαφορὰν εἰς ταὐτὸ συντρέχει. Ἐκ γὰρ σώματος καὶ ψυχῆς τοῦ ἀνθρώπου συνεστῶτος, ἀνάγκη καὶ τὴν εὐζωΐαν αὐτοῦ περὶ ταῦτα καὶ διὰ τούτων συνίστασθαι. Λέγωμεν οὖν περὶ τῶν πρώτων εὐθὺς ὁποῖοι ἦσαν οἱ ἀπὸ τῶν ψυχικῶν ἀναγόμενοι. Ὅμηρος, δεδόσθω γὰρ τῇ ἀρχαιότητι προνομία, ψυχικὸν ἀπεφήνατο τὸ τῆς εὐδαιμονίας τέλος, καὶ ταῦτα διὰ τοῦ παρεισαγομένου προσώπου σοφωτάτου παρ’ αὐτῷ. Πεποίηται γὰρ Ὀδυσσεὺς ἀναφωνῶν· « οὐ γὰρ ἔγωγέ τί φημι τέλος χαριέστερον εἶναι, ἢ ὅταν εὐφροσύνη μὲν ἔχῃ κατὰ δῆμον ἅπαντα. » Ἡ δ’ εὐφροσύνη ψυχική τίς ἐστι διάθεσις, ἣν ἄν τις ἐξηγήσαιτο καλὴν φρόνησιν, τοῦτο δ’ ἂν ἐκδέξαιτο τὴν ἐπὶ τοῖς καλοῖς φρόνησιν. Ὁμήρῳ μὲν ἀρκέσει προμετρηθὲν τὸ τῆς τιμῆς διὰ τὴν ἀρχαιότητα, ἐπὶ δὲ τοὺς φιλοσόφους ἰτέον.
Paragraph 9
Σωκράτης, Πλάτων, ταὐτὰ τῷ Πυθαγόρᾳ, τέλος ὁμοίωσιν θεοῦ. Σαφέστερον δ’ αὐτὸ διήρθρωσε Πλάτων, προσθεὶς τὸ κατὰ τὸ δυνατόν, (φρονήσει δ’ ἦν μόνως δυνατόν,) τοῦτο δ’ ἦν τὸ κατ’ ἀρετήν. Ἐν μὲν γὰρ θεῷ τὸ κοσμοποιὸν καὶ κοσμοδιοικητικόν· ἐν δὲ τῷ σοφῷ βίου κατάστασις καὶ ζωῆς διαγωγή· ὅπερ αἰνίξασθαι μὲν Ὅμηρον εἰπόντα; « μετ’ ἴχνια βαῖνε θεοῖο. » Πυθαγόραν δὲ ἐπ’ αὐτοῦ εἰπεῖν· Ἕπου θεῷ· δῆλον ὡς οὐχ ὁρατῷ καὶ προηγουμένῳ, νοητῷ δὲ καὶ τῆς κοσμικῆς εὐταξίας ἁρμονικῷ. Εἴρηται δὲ παρὰ Πλάτωνος κατὰ τὸ τῆς φιλοσοφίας τριμερές, ἐν Τιμαίῳ μὲν φυσικῶς, προσθήσω δὲ καὶ Πυθαγορικῶς, σημαίνοντος ἀφθόνως τὴν ἐκείνου προελογικῶς· πίνοιαν· ἐν δὲ τῇ Πολιτείᾳ ἠθικῶς· ἐν δὲ τῷ Θεαιτήτῳ περιπέφρασται δὲ καὶ ἐν τῷ τετάρτῳ περὶ Νόμων ἐπὶ τῆς ἀκολουθίας τοῦ θεοῦ σαφῶς ἅμα καὶ πλουσίως. Τὸ δέ γε πολύφωνον τοῦ Πλάτωνος οὐ πολύδοξον. Εἴρηται δὲ καὶ τὰ περὶ τοῦ τέλους αὐτῷ πολλαχῶς. Καὶ τὴν μὲν ποικιλίαν τῆς φράσεως ἔχει διὰ τὸ λόγιον καὶ μεγαλήγορον, εἰς δὲ ταὐτὸ καὶ σύμφωνον τοῦ δόγματος συντελεῖ. Τοῦτο δ’ ἐστὶ τὸ κατ’ ἀρετὴν ζῆν. Τοῦτο δ’ αὖ κτῆσις ἅμα καὶ χρῆσις τῆς τελείας ἀρετῆς. Ὅτι δὲ τέλος αὐτὴν ἡγεῖται, τέταχεν ἐν Τιμαίῳ κατὰ τοὔνομα· φράσω δὲ καὶ τὸ ἀκροτελεύτιον τῆς περιοχῆς· ἔχει δ’ οὕτως· ὁμοιώσαντα δὲ τέλος ἔχειν τοῦ προτεθέντος ἀνθρώποις ὑπὸ θεῶν ἀρίστου βίου πρός τε τὸν παρόντα καὶ τὸν μέλλοντα χρόνον.
Paragraph 10
Ἀριστοτέλης χρῆσιν ἀρετῆς τελείας ἐν προηγουμένοις. Ἡ μὲν οὖν χρῆσίς ἐστι πλέον τῆς κτήσεως· ἐνέργειαν γὰρ εἶναι βούλεται τὴν εὐδαιμονίαν καὶ τὸ τέλος ἡμέτερον. Ἡ δ’ ἀρετὴ ἕξις ἡ βελτίστη ψυχῆς· τελεία δὲ τριχῶς, καὶ γὰρ σύνθετος ἐκ τῶν θεωρητικῶν καὶ πρακτικῶν καὶ ἠθικῶν· τρία γὰρ ὑποτίθεται γένη, ἃ ἂν εἴποις ἀρετῆς κατὰ σύνθεσιν, καὶ ἐκ τῶν οἰκείων δυνάμεων συμπεπληρωμένης, φύσεως, λόγου, ἔθους. Ταύτῃ κατ’ ἀριθμὸν ἐρεῖ τις, ἢ καὶ κατὰ συμφωνίαν τοῦ λογικοῦ μέρους πρὸς τἄλογον τῆς ψυχῆς, περὶ ὧν ὑποβὰς διαρθρώσω. Πολλαχῶς δ’ ἔξεστι τὴν εὐδαιμονίαν ὁρίζεσθαι. κατ’ αὐτόν, οἷον ἐνέργειαν κατ’ ἀρετὴν τελείαν, ἐν βίῳ τελείῳ προηγουμένην· καὶ βίος καλὸς καὶ τέλειος προηγούμενος, καὶ τὸ πάντων σαφέστατον, χρῆσις ἀρετῆς τελείας ἐν βίῳ τελείῳ προηγουμένη. Βίῳ δὲ τελείῳ λέγει πρὸς τὴν διάστασιν τῆς χρήσεως τῶν ἀγαθῶν· προηγουμένην δέ, χάριν τοῦ τὴν χρῆσιν ἐν ἀγαθοῖς γίγνεσθαι, μὴ ἐν κακοῖς. Τοῦτο μὲν οὖν τέλος· τὸ δ’ αὐτὸ συνωνύμως εὐδαιμονία παρὰ Πλάτωνος μετενηνεγμένον. Σκοποὺς δ’ ὑποτίθεται τῆς ἐφέσεως τῶν ἀνθρωπίνων ὀρέξεων τρεῖς, τὸν τοῦ καλοῦ, τοῦ συμφέροντος, τοῦ ἡδέος. Καλὸν μὲν οὖν ἐστιν ἀρετή, καὶ τὸ μέτοχον τῆς ἀρετῆς, ὥσπερ αὐτὸς ὁ σπουδαῖος, καὶ τὸ ἀπ’ ἀρετῆς ἔργον, ὥστε ἀγαθόν, τὸ καλόν· καὶ τὸ ἐπαινετόν, καὶ τὸ παρέχον ἐπαινετούς. Συμφέρον δέ, τὸ πρὸς τὸ ζῆν εὔχρηστον· συμπαρατείνοι δ’ ἂν ἡ ἔννοια καὶ πρὸς τὸ εὖ ζῆν. Ταῦτα δ’ ἐστὶ τὰ κατὰ φύσιν ψυχῆς καὶ σώματος, περὶ ὧν προείρηται. Ἡδὺ δ’ ἐστὶν οἰκεῖον ψυχῆς καὶ σώματος πάθος, εἰς τὸ κατὰ φύσιν ἐκ τοῦ παρὰ φύσιν ἀγωγόν, ὥσπερ ὁ Πλάτων ἐν τῷ Τιμαίῳ ὡρίσατο. Ἀριστοτέλης ἐν τῷ δεκάτῳ τῶν Νικομαχείων Εὔδοξον τὸν ἀστρολόγον οἴεται τέλος δογματίζειν τὴν ἡδονήν.
Paragraph 11
Δημόκριτος καὶ Πλάτων κοινῶς ἐν τῇ ψυχῇ τὴν εὐδαιμονίαν τίθενται. Γέγραφε δ’ ὁ μὲν οὕτως· Εὐδαιμονίη ψυχῆς καὶ κακοδαιμονίη οὐκ ἐν βοσκήμασι οἰκέει, οὐδ’ ἐν χρυσῷ, ψυχὴ δ’ οἰκητήριον δαίμονος· τὴν δὲ εὐθυμίην καὶ εὐεστὼ καὶ ἁρμονίην, ξυμμετρίην τε καὶ ἀταραξίην καλεῖ· συνίστασθαι δ’ αὐτὴν ἐκ τοῦ διορισμοῦ καὶ τῆς διακρίσεως τῶν ἡδονῶν· καὶ τοῦτ’ εἶναι τὸ κάλλιστον καὶ τὸ συμφορώτατον ἀνθρώποις. Ὁ δὲ Πλάτων τῷ Δημοκρίτῳ κατὰ ταὐτὸ συνᾴδων, γράφει περὶ τοῦ κυριωτάτου τοῦ ἐν ἡμῖν δεῖν ὑπολαβεῖν ὡς ἄρ’ αὐτὸ δαίμονα ἡμῖν δέδωκεν [ὁ θεός], ὅθεν καὶ ἐν αὐτῷ τὸ εὔδαιμον· λέγει δὲ τοῦτ’ ἐν τῷ ἡγεμονικῷ τῆς ψυχῆς ἕξιν τινὰ ποιὰν καὶ διάθεσιν· τούτου δὲ τἀγαθοῦ τὰ μὲν πάθη κατάρχειν, ὅρον δὲ καὶ πέρας εἶναι τὸν λογισμόν. Ἀκούειν γοῦν πάρεστι· δύο γὰρ αὗται φύσει πηγαὶ μεθεῖνται ῥεῖν, ἡδονὴ καὶ λύπη, ὧν ὁ μὲν ὅθεν τε δεῖ, καὶ ὅπη, καὶ ὅπως ἀρυτόμενος εὐδαιμονεῖ, ὁ δὲ μή, τοὐναντίον. Ἐν μὲν τοίνυν τῷ τὴν ἡδονὴν καὶ τὴν λύπην ὀνομάσαι, τὴν ἀπὸ τῶν παθῶν συνίστησι τῆς εὐδαιμονίας ἀρχήν· ἐν δὲ τῷ τὸν ἀρυτόμενον ὅθεν τε δεῖ, καὶ ὅπη, καὶ ὅπως, εὐδαιμονεῖν, τὸ τῷ λογικῷ διοριστικὸν εἴρηκε τῆς εὐδαιμονίας. Κατὰ τοῦτο μὲν οὖν ἀλλήλοις συμφέρονται· καθὰ δὲ Πλάτων μὲν ἐν τῇ εὐλογιστίᾳ τίθεται τὸ προηγούμενον ἀγαθόν, καὶ δι’ αὑτὸ αἱρετόν, ἐν δὲ τῇ ἡδονῇ τὸ ἐπιγεννηματικόν, ὅπερ οἴεται καὐτὸς εἶναι χαράν τε καὶ ἀταραξίαν συνωνύμως, ἐξ ἐπακολουθήματος διαφέρουσιν.
Paragraph 12
Ἀγαθόν ἐστιν ἀφ’ οὗ συμβαίνει τὸ ὠφελεῖσθαι· καὶ οὗ πάντ’ ἐφίεται τὰ λόγον ἔχοντα προηγουμένως· καὶ ὃ ἤτοι κατὰ φύσιν ἐστίν, ἢ ποιητικὸν τοῦ κατὰ φύσιν· καὶ τὸ ὀρεκτικὸν κατὰ φύσιν· καὶ τὸ κινητικὸν τῆς κατὰ φύσιν ἐχούσης ὀρέξεως, καὶ καθ’ ὃ ἕκαστον εὖ ἔχει ὅσον ἐπὶ τῇ ἐκείνου παρουσίᾳ, ἢ ποιητικόν ἐστι τοῦ τοιούτου· καὶ ὃ ἤτοι δι’ αὑτό ἐστιν αἱρετόν, ἢ ποιητικὸν τοῦ αἱρετοῦ· καὶ ὃ ἤτοι εὐδαιμονία ἐστίν, ἢ συμβαλλόμενον πρὸς εὐδαιμονίαν· καὶ καθάπερ Στράτων, τὸ τελειοῦν τὴν δύναμιν, δι’ ἧς τῆς ἐνεργείας τυγχάνομεν· καὶ τὸ σωστικὸν τῆς ἑκάστου οὐσίας, καθὸ κρατήσει τῶν μερῶν τὰ μετέχοντα τῆς τοιαύτης δυνάμεως, καὶ πολλαχῶς ἄλλως. Πλάτων δὲ τοιαύτῃ χρῆται διαιρέσει, θήσω δὲ κατὰ λέξιν ἐκ τοῦ πρώτου τῶν Νόμων, καὶ διὰ τὸ κάλλος τῆς φράσεως, καὶ διὰ τὴν σαφήνειαν. Διττὰ δ’ ἀγαθά ἐστι, τὰ μὲν ἀνθρώπινα, τὰ δὲ θεῖα, ἤρτηται δ’ ἐκ τῶν θείων θάτερα, καὶ ἐὰν δέχηταί τις τὰ μείζονα, παρίστασθαι καὶ τὰ ἐλάττονα, εἰ δὲ μή, στέρεται ἀμφοῖν. Ἔστι δὲ τὰ μὲν ἐλάττονα, ὧν ἡγεῖται μὲν ὑγίεια· κάλλος δὲ δεύτερον, τὸ δὲ τρίτον ἰσχύς, εἴς τε δρόμον καὶ εἰς τὰς ἄλλας πάσας κινήσεις τῷ σώματι, τέταρτον δὲ δὴ πλοῦτος, οὐ τυφλός; ἀλλ’ ὀξὺ βλέπων, ἄνπερ ἅμ’ ἕπηται φρονήσει. Ὃ δὴ πρῶτον αὖ τῶν θείων ἡγεμονοῦν ἐστιν ἀγαθῶν, ἡ φρόνησις· δεύτερον δὲ μετὰ νοῦν σώφρων ψυχῆς ἕξις· ἐκ δὲ τούτῳν μετ’ ἀνδρείας κραθέντων τρίτον ἂν εἴη δικαιοσύνη, τέταρτον ἀνδρεία. Ταῦτα δὲ πάντα ἐκείνων ἔμπροσθεν τέτακται φύσει, καὶ δὴ καὶ τῷ νομοθέτῃ τακτέον οὕτως. Ἔτι καὶ τοῦτον ἐνδιαστέλλομαι τὸν τρόπον· Πλάτων πολύφωνος ὤν, οὐχ ὥς τινες οἴονται πολύδοξος, πολλαχῶς διήρηται τἀγαθόν. Διχῶς μὲν τῷ γένει τῶν ἀγαθῶν· τὰ μὲν θεῖα, τὰ δ’ ἀνθρώπινα· θεῖα μὲν τὰς περὶ τὴν ψυχὴν ἀρετὰς λέγων, ἀνθρώπινα δὲ τὰς περὶ τὸ σωματικὸν μέρος εὐεξίας, καὶ τὰς ἀπὸ τῶν ἐκτὸς λεγομένων εὐπορίας. Τριχῶς δὲ τοῖς τόποις· τῶν γὰρ ἀγαθῶν τὰ μὲν περὶ ψυχήν, τὰ δὲ περὶ σῶμα, τὰ δ’ ἐν τοῖς ἐκτός, ἃ ἀρετὰς εἴποις ἂν καὶ εὐπορίας καὶ εὐεξίας. Πενταχῶς δὲ τοῖς εἴδεσι· πρῶτον μὲν γὰρ τἀγαθὸν τὴν ἰδέαν αὐτὴν ἀποφαίνεται, ὅπερ ἐστὶ θεῖον καὶ χωριστόν· δεύτερον δὲ τὸ ἐκ φρονήσεως καὶ ἡδονῆς σύνθετον, ὅπερ ἐνίοις δοκεῖ κατ’ αὐτὸ εἶναι τέλος τῆς ἀνθρωπίνης ζωῆς· τρίτον αὐτὴν καθ’ αὑτὴν τὴν φρόνησιν· τέταρτον τὸ ἐκ τῶν ἐπιστημῶν καὶ τεχνῶν σύνθετον· πέμπτον αὐτὴν καθ’ αὑτὴν τὴν ἡδονήν. Ταύταις κέχρηται ταῖς διαστολαῖς ἐν τῷ πρώτῳ τῶν Νόμων, μάλιστα κἀν τῷ Φιλήβῳ. Ἄλλως· Μόνον μὲν τὸ καλὸν ἀγαθόν, καθότι τῶν ὄντων οὐδὲν ἀγαθόν, εἰ μὴ μεταλάβοι τῆς ἀρετῆς, ὥσπερ ὁ δαλὸς καὶ ὁ σίδηρος τοῦ πυρός, οὗ χωρὶς οὐδὲ ἁπλῶς θερμόν. Μετὰ δ’ ἄλλων ἀγαθῶν, τῶν τριῶν γενῶν, ὅτι μετείληφεν αὐτοῦ τὰ δύο, τὰ σωματικὰ σὺν τοῖς ἐκτός. Ὡς γὰρ τῆς σελήνης ἀφώτιστος μὲν ἡ οὐσία καθ’ αὑτήν, μεταλήψει δὲ τῆς ἡλιακῆς αὐγῆς φωτίζεται, οὕτως οὐδὲν ὃ μὴ μετέχει τῆς ἀρετῆς, ἀγαθόν. Τοῖς γὰρ ἀνθρωπίνοις τὸ δύνασθαι ὠφελεῖν ἐκ τῶν θείων πάρεστιν.
Paragraph 13
Ἀριστοτέλης τὴν μὲν τριάδα τῶν ἀγαθῶν καὐτὸς ὁμοίως Πλάτωνι κατὰ τοὺς τόπους. Ἔτι τῶν ἀγαθῶν τὰ μέν ἐστι δι’ ἑαυτὰ αἱρετά, τὰ δὲ δι’ ἕτερα. Δι’ ἑαυτὰ μὲν οὖν ἐστιν αἱρετά, ὅσα πρὸς τὴν αἵρεσιν αὑτῶν οὐ δι’ ἄλλο τι κινεῖ ἢ προτρέπεται· τοιαῦτα δ’ ἐστὶν οἷον εὐδαιμονία, καὶ τὸ γένος τῶν ἀρετῶν καὶ τὰ σωματικὰ τῶν κατὰ φύσιν, ὑγίεια, εὐεξία, εὐαισθησία, κάλλος, τάχος, ἀρτιότης, ἰσχύς, τὰ παραπλήσια τούτοις, καὶ τῶν σωματικῶν ἡδοναί, αἱ μηδεμίαν βλάβην ἐπιφέρουσαι. Ταῦτα γὰρ ὁ νοῦν ἔχων ἕλοιτ’ ἂν αὐτά, κἂν μηδὲν ἄλλο κεχωρισμένον αὐτῶν περιποιῇ. Δι’ ἄλλα δ’ ἐστὶν αἱρετά, τὰ δι’ ἕτερόν τι κεχωρισμένον αὐτῶν προκαλούμενα πρὸς τὴν αἵρεσιν, περίπατος, γυμνασία, μάθησις, ἀνάγνωσις, ἰατρεῖαι, θεραπεῖαι, τροφαί, σκέπαι. Τούτων γὰρ οὐδὲν δι’ αὑτὸ ληπτόν, κατὰ δὲ τὴν ἀναφορὰν τὴν ἐφ’ ἃ παρέχεται.
Paragraph 14
Εἰ πᾶν τὸ καλὸν δι’ αὑτὸ αἱρετόν; Κατὰ μὲν Πλάτωνα πᾶν. Καὶ γὰρ ἀρετὴν πᾶσαν, καὶ τὴν καθ’ ἑκάστην ἕξιν σπουδαίαν, καὶ τὴν ἐνέργειαν, ἥτις ἐστὶ πρᾶξις μετὰ λόγου. Ὠνομάσθη γοῦν καλόν, ὅτι κλητικόν ἐστιν ἐφ’ αὑτό. Τῷ δ’ Ἀριστοτέλει δοκεῖ, τὰς μὲν ἕξεις οὐκ εἶναι δι’ αὑτὰς αἱρετάς, δι’ ἄλλο γάρ τι, τὴν ἐνέργειαν. Πᾶσα γὰρ ἕξις διὰ ταύτην, ὥστε τὸ οὗ ἕνεκα, τοῦτο δὲ δι’ αὑτὸ αἱρετόν, ὕπαρξις, ἢ χρῆσις καὶ τέλος τοῦ βίου. Καὶ τὴν εὐδαιμονίαν οὗτος μὲν ἀπὸ τῆς χρήσεως ἀναφωνεῖ, Πλάτων δὲ καὶ ἀπὸ τῆς κτήσεως. Ἀλλ’ ὁ μὲν πρεσβύτερος ἐν τοῖς Νόμοις καὶ ἐν τῷ Τιμαίῳ καί τισιν ἄλλοις ταῦτα κεχώρηκεν, ὁ δὲ νεώτερος ἐν τοῖς Ἠθικοῖς. Ζήνωνος καὶ τῶν λοιπῶν Στωϊκῶν δόγματα περὶ τοῦ ἠθικοῦ μέρους τῆς φιλοσοφίας.
Paragraph 15
Περὶ δὲ τῶν ἠθικῶν ἑξῆς ποιήσομαι τὸν ὑπομνηματισμόν, τὰ κεφάλαια τῶν ἀναγκαίων δογμάτων ἀναλαβών. Ἄρξομαι δ’ ἐντεῦθεν. Ταῦτ’ εἶναί φησιν ὁ Ζήνων, ὅσα οὐσίας μετέχει· τῶν δ’ ὄντων τὰ μὲν εἶναι ἀγαθά, τὰ δὲ κακά, τὰ δὲ ἀδιάφορα. Ἀγαθὰ μὲν τὰ τοιαῦτα· φρόνησιν, δικαιοσύνην, σωφροσύνην, ἀνδρείαν, καὶ πᾶν ὅ ἐστιν ἀρετὴ ἢ μετέχον ἀρετῆς· κακὰ δὲ τὰ τοιαῦτα· ἀφροσύνην, ἀκολασίαν, δειλίαν, ἀδικίαν, καὶ πᾶν ὅ ἐστι κακία ἢ μετέχον κακίας· ἀδιάφορα δὲ τὰ τοιαῦτα· ζωήν, θάνατον, δόξαν, ἀδοξίαν, πόνον, ἡδονήν, πλοῦτον, πενίαν, νόσον, ὑγίειαν, καὶ τὰ τούτοις ὅμοια. Τῶν δ’ ἀγαθῶν τὰ μὲν εἶναι ἀρετάς, τὰ δ’ οὔ. Φρόνησιν μὲν οὖν καὶ σωφροσύνην καὶ ἀνδρείαν ἀρετάς· χαρὰν δὲ καὶ εὐφροσύνην καὶ θάρσος καὶ βούλησιν καὶ τὰ παραπλήσια οὐκ εἶναι ἀρετάς. Τῶν δ’ ἀρετῶν τὰς μὲν ἐπιστήμας τινῶν καὶ τέχνας, τὰς δ’ οὔ. Φρόνησιν μὲν οὖν καὶ σωφροσύνην καὶ ἀνδρείαν καὶ δικαιοσύνην ἐπιστήμας εἶναί τινων καὶ τέχνας· μεγαλοψυχίαν δὲ καὶ ῥώμην καὶ ἰσχὺν ψυχῆς οὔτ’ ἐπιστήμας εἶναί τινων οὔτε τέχνας. Ἀνάλογον δὲ καὶ τῶν κακῶν τὰ μὲν εἶναι κακίας, τὰ δ’ οὔ. Ἀφροσύνην μὲν οὖν καὶ ἀκολασίαν καὶ ἀδικίαν καὶ δειλίαν καὶ μικροψυχίαν καὶ ἀδυναμίαν κακίας εἶναι· λύπην δὲ καὶ φόβον καὶ τὰ παραπλήσια οὐκ εἶναι κακίας. Τῶν δὲ κακιῶν τὰς μὲν εἶναι ἀγνοίας τινῶν, καὶ ἀτεχνίας, τὰς δ’ οὔ. Ἀφροσύνην μὲν οὖν καὶ ἀκολασίαν καὶ ἀδικίαν καὶ δειλίαν ἀγνοίας εἶναί τινῶν καὶ ἀτεχνίας· μικροψυχίαν δὲ καὶ ἀδυναμίαν, οὔτε ἀγνοίας τινῶν οὔτε ἀτεχνίας. Ἔτι δὲ τῶν ἀγαθῶν τὰ μὲν πᾶσι τοῖς φρονίμοις ὑπάρχειν, καὶ ἀεί, τὰ δὲ οὔ. Ἀρετὴν μὲν οὖν πᾶσαν καὶ φρονίμην αἴσθησιν, καὶ φρονίμην ὁρμήν, καὶ τὰ ὅμοια πᾶσι τοῖς φρονίμοις ὑπάρχειν, καὶ ἐν παντὶ καιρῷ· χαρὰν δὲ καὶ εὐφροσύνην καὶ φρονίμην περιπάτησιν, οὔτε πᾶσι τοῖς φρονίμοις ὑπάρχειν, οὔτ’ ἀεί. Ἀνάλογον δὲ καὶ τῶν κακῶν, τὰ μὲν πᾶσι τοῖς ἄφροσιν ὑπάρχει καὶ ἀεί, τὰ δ’ οὔ. Κακίαν μὲν οὖν πᾶσαν, καὶ ἄφρονα αἴσθησιν, καὶ ἄφρονα ὁρμήν, καὶ τὰ παραπλήσια, πᾶσι τοῖς ἄφροσιν ὑπάρχειν καὶ ἀεί· λύπην δὲ καὶ φόβον καὶ ἄφρονα ἀπόκρισιν, οὔτε πᾶσι τοῖς ἄφροσιν ὑπάρχειν, οὔτε παντὶ καιρῷ. Πάντα δὲ τἀγαθὰ ὠφέλιμα εἶναι καὶ χρηστά, καὶ συμφέροντα καὶ λυσιτελῆ, καὶ σπουδαῖα καὶ πρέποντα καὶ καλὰ καὶ οἰκεῖα· τὰ δὲ κακὰ ἐκ τῶν ἐναντίων πάντα βλαβερὰ καὶ δύσχρηστα καὶ ἀσύμφορα καὶ ἀλυσιτελῆ, καὶ φαῦλα καὶ ἀνοίκεια καὶ ἀπρεπῆ καὶ αἰσχρά. Τὸ δ’ ἀγαθὸν λέγεσθαί φασι πλεοναχῶς, τὸ μὲν πρῶτον, οἷον πηγῆς ἔχον χώραν, ὅπερ οὕτως ἀποδεδόσθαι, ἀφ’ οὗ συμβαίνει ὠφελεῖσθαι, (τὸ δὲ πρῶτον εἶναι αἴτιον,) ἢ ὑφ’ οὗ· τὸ δεύτερον, καθ’ ὃ συμβαίνει ὠφελεῖσθαι· κοινότατον δὲ καὶ ἐπιδιατεῖνον καὶ ἐπὶ τὰ προειρημένα, τὸ οἷόν τε ὠφελεῖν. Ὁμοίως δὲ καὶ τὸ κακὸν κατὰ τὴν τῶν ἀγαθῶν ἀναλογίαν ὑπογράφεσθαι. Τὸ μὲν οὖν ἀφ’ οὗ συμβαίνει βλάπτεσθαι ἢ ὑφ’ οὗ· τὸ δὲ καθ’ ὃ συμβαίνει βλάπτεσθαι· κοινότερον δὲ τούτων τὸ οἷόν τε βλάπτειν. Τῶν δ’ ἀγαθῶν τὰ μὲν εἶναι περὶ ψυχήν, τὰ δ’ ἐκτός, τὰ δ’ οὔτε περὶ ψυχὴν οὔτ’ ἐκτός. Περὶ ψυχὴν μὲν τὰς ἀρετὰς καὶ σπουδαίας ἕξεις, καὶ καθόλου τὰς ἐπαινετὰς ἐνεργείας· ἐκτὸς δὲ τούς τε φίλους καὶ τοὺς γνωρίμους καὶ τὰ παραπλήσια· οὔτε δὲ περὶ ψυχὴν οὔτ’ ἐκτός, τοὺς σπουδαίους καὶ καθόλου τοὺς τὰς ἀρετὰς ἔχοντας. Ὁμοίως δὲ καὶ τῶν κακῶν τὰ μὲν περὶ ψυχήν, τὰ δ’ ἐκτός, τὰ δὲ οὔτε περὶ ψυχὴν οὔτ’ ἐκτός. Περὶ ψυχὴν μὲν τάς τε κακίας σὺν ταῖς μοχθηραῖς ἕξεσι, καὶ καθόλου τὰς ψεκτὰς ἐνεργείας· ἐκτὸς δὲ τοὺς ἐχθροὺς σὺν τοῖς εἴδεσιν· οὔτε περὶ ψυχὴν οὔτ’ ἐκτὸς τοὺς φαύλους καὶ πάντας τοὺς τὰς κακίας ἔχοντας. Τῶν δὲ περὶ ψυχὴν ἀγαθῶν τὰ μὲν εἶναι ἕξεις, τὰ δὲ διαθέσεις, τὰ δὲ ἕξεις μὲν διαθέσεις δ’ οὔ, τὰ δὲ οὔτε ἕξεις οὔτε διαθέσεις. Διαθέσεις μέν, τὰς ἀρετὰς πάσας, ἕξεις δὲ μόνον καὶ οὐ διαθέσεις, τὰ ἐπιτηδεύματα, ὡς τὴν μαντικήν, καὶ τὰ παραπλήσια· οὔτε δὲ ἕξεις οὔτε διαθέσεις, τὰς κατ’ αὐτὰς ἐνεργείας, οἷον φρόνησιν, καὶ τὴν τῆς σωφροσύνης κτῆσιν καὶ τὰ παραπλήσια. Ὁμοίως δὲ καὶ τῶν περὶ ψυχὴν κακῶν τὰ μὲν εἶναι ἕξεις τὰ δὲ διαθέσεις, τὰ δ’ ἕξεις μὲν διαθέσεις δ’ οὔ, τὰ δὲ οὔτε ἕξεις οὔτε διαθέσεις. Διαθέσεις μὲν τὰς κακίας πάσας, ἕξεις δὲ μόνον τάς γ’ εὐκαταφορίας, οἷον τὴν φθονερίαν, τὴν ἐπιλυπίαν καὶ τὰ ὅμοια, καὶ ἔτι τὰ νοσήματα καὶ ἀῤῥωστήματα, οἷον φιλαργυρίαν, οἰνοφλυγίαν καὶ τὰ παραπλήσια. Οὔθ’ ἕξεις οὔτε διαθέσεις τὰς κατὰ κακίας ἐνεργείας, οἷον ἀφρόνευσιν, ἀδίκευσιν, καὶ τὰ ταύταις παραπλήσια. Τῶν τε ἀγαθῶν τὰ μὲν εἶναι τελικὰ τὰ δὲ ποιητικά, τὰ δὲ ἀμφοτέρως ἔχοντα. Ὁ μὲν οὖν φρόνιμος ἄνθρωπος καὶ ὁ φίλος ποιητικὰ μόνον ἐστὶν ἀγαθά· χαρὰ δὲ καὶ εὐφροσύνη καὶ θάρσος, καὶ φρονίμη περιπάτησις, τελικὰ μόνον ἐστὶν ἀγαθά· αἱ δ’ ἀρεταὶ πᾶσαι καὶ ποιητικά ἐστιν ἀγαθὰ καὶ τελικά, καὶ γὰρ ἀπογεννῶσι τὴν εὐδαιμονίαν καὶ συμπληροῦσι, μέρη αὐτῆς γινόμενα. Ἀνάλογον δὲ καὶ τῶν κακῶν τὰ μέν ἐστι ποιητικὰ τῆς κακοδαιμονίας, τὰ δὲ τελικά, τὰ δὲ ἀμφοτέρως ἔχοντα. Ὁ μὲν οὖν ἄφρων ἄνθρωπος καὶ ὁ ἐχθρὸς ποιητικὰ μόνον ἐστὶ κακά, λύπη δὲ καὶ φόβος καὶ κλοπὴ καὶ ἄφρων ἐρώτησις καὶ τὰ ὅμοια τελικά· αἱ δὲ κακίαι καὶ ποιητικὰ καὶ τελικά ἐστι κακά· ἀπογεννῶσι γὰρ τὴν κακοδαιμονίαν καὶ συμπληροῦσι, μέρη αὐτῆς γινόμενα.
Paragraph 16
Φρόνησιν δ’ εἶναι ἐπιστήμην ὧν ποιητέον καὶ οὐ ποιητέον καὶ οὐδετέρων, ἢ ἐπιστήμην ἀγαθῶν καὶ κακῶν καὶ οὐδετέρων, φύσει πολιτικοῦ ζῴου, καὶ ἐπὶ τῶν λοιπῶν δὲ ἀρετῶν οὕτως ἀκούειν παραγγέλλουσι. Σωφροσύνην δ’ εἶναι ἐπιστήμην αἱρετῶν καὶ φευκτῶν καὶ οὐδετέρων· δικαιοσύνην δὲ ἐπιστήμην ἀπονεμητικὴν τῆς ἀξίας ἑκάστῳ· ἀνδρείαν δὲ ἐπιστήμην δεινῶν καὶ οὐ δεινῶν καὶ οὐδετέρων. Ἀφροσύνην δὲ ἄγνοιαν ἀγαθῶν καὶ κακῶν καὶ οὐδετέρων, ἢ ἄγνοιαν ὧν ποιητέον ἢ οὐ ποιητέον, ἢ οὐδετέρων. Ἀκολασίαν δὲ ἄγνοιαν αἱρετῶν καὶ φευκτῶν καὶ οὐδετέρων. Ἀδικίαν δὲ ἄγνοιαν μὴ ἀπονεμητικὴν τῆς ἀξίας ἑκάστῳ. Δειλίαν δὲ ἄγνοιαν δεινῶν καὶ οὐ δεινῶν καὶ οὐδετέρων. Παραπλησίως δὲ καὶ τὰς ἄλλας ἀρετὰς καὶ κακίας ὁρίζονται, τῶν εἰρημένων ἐχόμενοι. Κοινότερον δὲ τὴν ἀρετὴν διάθεσιν εἶναί φασι ψυχῆς σύμφωνον αὐτῇ περὶ ὅλον τὸν βίον. Τῶν δ’ ἀρετῶν τὰς μὲν εἶναι πρώτας, τὰς δὲ ταῖς πρώταις ὑποτεταγμένας. Πρώτας δὲ τέτταρας εἶναι, φρόνησιν, σωφροσύνην, ἀνδρείαν καὶ δικαιοσύνην. Καὶ τὴν μὲν φρόνησιν περὶ τὰ καθήκοντα γίγνεσθαι· τὴν δὲ σωφροσύνην περὶ τὰς ὁρμὰς τοῦ ἀνθρώπου· τὴν δὲ ἀνδρείαν περὶ τὰς ὑπομονάς· τὴν δὲ δικαιοσύνην περὶ τὰς ἀπονεμήσεις. Τῶν δὲ ὑποτεταγμένων ταῖς ἀρεταῖς ταύταις τὰς μὲν τῇ φρονήσει ὑποτετάχθαι, τὰς δὲ τῇ σωφροσύνῃ, τὰς δὲ τῇ ἀνδρείᾳ, τὰς δὲ τῇ δικαιοσύνῃ. Τῇ μὲν οὖν φρονήσει ὑποτάττεσθαι εὐβουλίαν, εὐλογιστίαν, ἀγχίνοιαν, νουνέχειαν, εὐμηχανίαν· τῇ δὲ σωφροσύνῃ εὐταξίαν, κοσμιότητα, αἰδημοσύνην, ἐγκράτειαν· τῇ δὲ ἀνδρείᾳ καρτερίαν, θαῤῥαλεότητα, μεγαλοψυχίαν, εὐψυχίαν, φιλοπονίαν· τῇ δὲ δικαιοσύνῃ εὐσέβειαν, χρηστότητα, εὐκοινωνησίαν, εὐσυναλλαξίαν. Εὐβουλίαν μὲν οὖν εἶναι λέγουσιν ἐπιστήμην τοῦ ποῖα καὶ πῶς πράττοντες πράξομεν συμφερόντως. Εὐλογιστίαν δὲ ἐπιστήμην ἅμα διαιρετικὴν καὶ ἀνακεφαλαιωτικὴν τῶν γιγνομένων καὶ ἀποτελουμένων. Ἀγχίνοιαν δὲ ἐπιστήμην εὑρετικὴν τοῦ καθήκοντος ἐκ τοῦ παραχρῆμα. Νουνέχειαν δὲ ἐπιστήμην ἐπιτευκτικὴν τοῦ ἐν ἑκάστῳ σκοποῦ. Εὐμηχανίαν δὲ ἐπιστήμην εὑρετικὴν διεξόδου πραγμάτων. Εὐταξίαν δὲ ἐπιστήμην τοῦ πότε πρακτέον, καὶ τί μετὰ τί, καὶ καθόλου τῆς τάξεως τῶν πράξεων. Κοσμιότητα δὲ ἐπιστήμην πρεπουσῶν καὶ ἀπρεπῶν κινήσεων. Αἰδημοσύνην δὲ ἐπιστήμην εὐλαβητικὴν ὀρθοῦ ψόγου. Ἐγκράτειαν δὲ ἐπιστήμην ἀνυπέρβλητον τῶν κατὰ τὸν ὀρθὸν λόγον φανέντων. Καρτερίαν δὲ ἐπιστήμην ἐμμενητικὴν τοῖς ὀρθῶς κριθεῖσι. Θαῤῥαλεότητα δὲ ἐπιστήμην καθ’ ἣν οἴδαμεν ὅτι οὐδενὶ δεινῷ μὴ περιπέσωμεν. Μεγαλοψυχίαν δὲ ἐπιστήμην ὑπεράνω ποιοῦσαν τῶν πεφυκότων ἐν σπουδαίοις τε γίγνεσθαι καὶ φαύλοις. Εὐψυχίαν δὲ ἐπιστήμην· ψυχῆς παρεχομένης ἑαυτὴν ἀήττητον. Φιλοπονίαν δὲ ἐπιστήμην ἐξεργαστικὴν τοῦ προκειμένου, οὐ κωλυομένην διὰ πόνου. Εὐσέβειαν δὲ ἐπιστήμην θεῶν θεραπείας. Χρηστότητα δὲ ἐπιστήμην εὐποιητικήν. Εὐκοινωνησίαν δὲ ἐπιστήμην ἰσότητος ἐν κοινωνίᾳ. Εὐσυναλλαξίαν δὲ ἐπιστήμην ἐν τῷ συναλλάττειν ἀμέμπτως τοῖς πλησίον. Πασῶν δὲ τούτων τῶν ἀρετῶν τὸ τέλος εἶναι, τὸ ἀκολούθως τῇ φύσει ζῆν. Ἑκάστην δὲ τούτου διὰ τῶν ἰδίων παρέχεσθαι τυγχάνοντα τὸν ἄνθρωπον. Ἔχειν γὰρ ἀφορμὰς παρὰ τῆς φύσεως, καὶ πρὸς τὴν τοῦ καθήκοντος εὕρεσιν, καὶ πρὸς τὴν τῶν ὁρμῶν εὐστάθειαν, καὶ πρὸς τὰς ὑπομονάς, καὶ πρὸς τὰς ἀπονεμήσεις κατὰ τὸ σύμφωνον, Καὶ τὸ ἑξῆς ἑκάστη τῶν ἀρετῶν πράττουσα παρέχεται τὸν ἄνθρωπον ἀκολούθως τῇ φύσει ζῶντα. Ταύτας μὲν οὖν τὰς ῥηθείσας ἀρετὰς τελείας εἶναι λέγουσι περὶ τὸν βίον, καὶ συνεστηκέναι ἐκ θεωρημάτων· ἄλλας δὲ ἐπιγίγνεσθαι ταύταις, οὐκ ἔτι τέχνας οὔσας, ἀλλὰ δυνάμεις τινάς, ἐπὶ τῆς ἀσκήσεως περιγιγνομένας, οἷον τὴν ὑγίειαν τῆς ψυχῆς, καὶ τὴν ἀρτιότητα, καὶ τὴν ἰσχὺν αὐτῆς, καὶ τὸ κάλλος. Ὥσπερ γὰρ τὴν τοῦ σώματος ὑγίειαν εὐκρασίαν εἶναι τῶν ἐν τῷ σώματι θερμῶν καὶ ψυχρῶν, καὶ ξηρῶν καὶ ὑγρῶν, οὕτω καὶ τὴν τῆς ψυχῆς ὑγίειαν εὐκρασίαν εἶναι τῶν ἐν τῇ ψυχῇ δογμάτων. Καὶ ὁμοίως ὥσπερ ἡ ἰσχὺς τοῦ σώματος τόνος ἐστὶν ἱκανὸς ἐν νεύροις, οὕτω καὶ ἡ τῆς ψυχῆς ἰσχὺς τόνος ἐστὶν ἱκανὸς ἐν τῷ κρίνειν καὶ πράττειν καὶ μή. Ὥσπερ τε τὸ κάλλος τοῦ σώματός ἐστι συμμετρία τῶν μελῶν καθιστάντων αὐτὸ πρὸς ἄλληλά τε καὶ πρὸς τὸ ὅλον, οὕτω καὶ τὸ τῆς ψυχῆς κάλλος ἐστὶ συμμετρία τοῦ λόγου καὶ τῶν μελῶν αὐτοῦ πρὸς τὸ ὅλον τε αὐτοῦ καὶ πρὸς ἄλληλα. Πάσας δὲ τὰς ἀρετάς, ὅσαι ἐπιστῆμαί εἰσι καὶ τέχναι, κοινά τε θεωρήματα ἔχειν, καὶ τέλος, ὡς εἴρηται, τὸ αὐτό, διὸ καὶ ἀχωρίστους εἶναι· τὸν γὰρ μίαν ἔχοντα πάσας ἔχειν, καὶ τὸν κατὰ μίαν πράττοντα, κατὰ πάσας πράττειν. Διαφέρειν δ’ ἀλλήλων καὶ τοῖς κεφαλαίοις. Φρονήσεως μὲν γὰρ εἶναι κεφάλαια τὸ μὲν θεωρεῖν καὶ πράττειν, ὃ ποιητέον, προηγουμένως. Κατὰ δὲ τὸν δεύτερον λόγον, τὸ θεωρεῖν καὶ ἃ δεῖ ἀπονέμειν, χάριν τοῦ ἀδιαπτώτως πράττειν ὃ ποιητέον. Τῆς δὲ σωφροσύνης ἴδιον κεφάλαιόν ἐστι, τὸ παρέχεσθαι τὰς ὁρμὰς εὐσταθεῖς, καὶ θεωρεῖν αὐτὰς προηγουμένως· κατὰ δὲ τὸν δεύτερον λόγον, τὰ ὑπὸ τὰς ἄλλας ἀρετάς, ἕνεκα τοῦ ἀδιαπτώτως ἐν ταῖς ὁρμαῖς ἀναστρέφεσθαι. Καὶ ὁμοίως τὴν ἀνδρείαν προηγουμένως μὲν πᾶν ὃ δεῖ ὑπομένειν, κατὰ δὲ τὸν δεύτερον λόγον τὰ ὑπὸ τὰς ἄλλας. Καὶ τὴν δικαιοσύνην, προηγουμένως μὲν τὸ κατ’ ἀξίαν ἑκάστῳ σκοπεῖν, κατὰ δὲ τὸν δεύτερον λόγον καὶ τὰ λοιπά. Πάσας γὰρ τὰς ἀρετὰς τὰ πασῶν βλέπειν, καὶ τὰ ὑποτεταγμένα ἀλλήλοις. Ὅμοιον γὰρ ἔλεγεν εἶναι ὁ Παναίτιος τὸ συμβαῖνον ἐπὶ τῶν ἀρετῶν, ὡς εἰ πολλοῖς τοξόταις εἷς σκοπὸς εἴη κείμενος, ἔχοι δ’ οὗτος ἐν αὐτῷ γραμμὰς διαφόρους τοῖς χρώμασιν· εἶθ’ ἕκαστος μὲν στοχάζοιτο τοῦ τυχεῖν τοῦ σκοποῦ, ἤδη δ’ ὁ μὲν διὰ τὸ τοξεῦσαι εἰς τὴν λευκὴν εἰ τύχοι γραμμήν, ὁ δὲ διὰ τὸ εἰς τὴν μέλαιναν, ἄλλος δὲ διὰ τὸ εἰς ἄλλο τι χρῶμα γραμμῆς· καθάπερ γὰρ τούτους ὡς μὲν ἀνωτάτω τέλος ποιεῖσθαι τὸ τυχεῖν τοῦ σκοποῦ, ἤδη δ’ ἄλλον κατ’ ἄλλον τρόπον προτίθεσθαι τὴν τεῦξιν, τὸν αὐτὸν τρόπον καὶ τὰς ἀρετὰς πάσας ποιεῖσθαι μὲν τέλος τὸ εὐδαιμονεῖν, ὅ ἐστι κείμενον ἐν τῷ ζῆν ὁμολογουμένως τῇ φύσει, τούτου δ’ ἄλλον κατ’ ἄλλην τυγχάνειν. Διττῶς δέ. φησιν ὁ Διογένης λέγεσθαι τὰ δι’ αὑτὰ αἱρετά, καὶ τελικῶς αἱρετά, ὡς ἔχει τὰ μὲν ἐν τῇ προειρημένῃ διαιρέσει κατατεταγμένα, τὰ δὲ ὅσα ἐν αὑτοῖς ἔχει τὴν αἰτίαν τοῦ αἱρετὰ εἶναι, ὅπερ παντὶ ἀγαθῷ ὑπάρχει.
Paragraph 17
Ἀρετὰς δ’ εἶναι πλείους φασὶ καὶ ἀχωρίστους ἀπ’ ἀλλήλων, καὶ τὰς αὐτὰς τῷ ἡγεμονικῷ μέρει τῆς ψυχῆς καθ’ ὑπόστασιν, καθὸ δὴ καὶ σῶμα πᾶσαν ἀρετὴν εἶναί τε καὶ λέγεσθαι, τὴν γὰρ διάνοιαν καὶ τὴν ψυχὴν σῶμα εἶναι· τὸ γὰρ συμφυὲς πνεῦμα ἡμῖν ἔνθερμον ὄν, ψυχὴν ἡγοῦνται. Βούλονται δὲ καὶ τὴν ἐν ἡμῖν ψυχὴν ζῷον εἶναι, ζῆν τε γὰρ καὶ αἰσθάνεσθαι· καὶ μάλιστα τὸ ἡγεμονικὸν μέρος αὐτῆς, ὃ δὴ καλεῖται διάνοια.…
Paragraph 18
Τ…
The complete text is available when the reading interface loads.