The Greek Library Author

Anonymous

An animal sit quod est in utero

Authority group
Pseudo-Galenus (catalogue association; authorship remains anonymous)
Edition reference
An animal sit quod est in utero, ed. H. Wagner, Galeni qui fertur libellus Εἰ ζῷον τὸ κατὰ γαστρός [Diss. Marburg. 1914]: 1–18.
CTS identifier
urn:cts:greekLit:tlg0530.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

19

164

[μὴ] ὄντος οὔτε τὸν τοῦ γενησομένου δέχεται λόγον. ὀρθῶς

τοίνυν κατὰ τὸν Ἱπποκράτην ζῷον ἂν τὸ κατὰ γαστρὸς λέγοιτο,

〈ὄντος〉 καὶ τοῦ σπείραντος αὐτὸ ἐξ ὅλων καὶ τὴν ὅλου παρέχον-

τος δύναμιν.

Οὐ μόνον δὲ ὅτι ἀπὸ παντὸς καὶ ὅτι ζῷον ἐδήλωσεν, ἀλλ'

ἔδειξεν ἐπὶ ποσότητι ὅτι τὰς τοῦ παντὸς ἀρχὰς ἔχον καὶ δύναται

τὰ ὅμοια τῷ ἀφ' οὗ τὴν ῥίζαν ἔσχε, λέγων ‘δίδυμα γίνεται μὲν ἀφ'

ἑνὸς λαγνεύματος, ἔχουσι δὲ κόλπους 〈συχνοὺς〉 καὶ γαμψοὺς

αἱ μῆτραι’. ἐνταῦθα γὰρ σαφῶς νοεῖν ἔνεστι δύνασθαι τοῦτο τὸ

καταβληθὲν εἰς τὴν μήτραν σπέρμα, ὅπερ ἦν ζῴου φύσις. ὀλίγον

γὰρ ὂν τῷ πλήθει πολὺ τῇ δυνάμει γίγνεται καὶ δείκνυσιν τὴν

ἀρχηγὸν αἰτίαν καὶ τὴν τῆς ζωότητος οὐσίαν. καὶ ὥσπερ τὸ ἐν

165

τοῖς ‖ πυρίταις πῦρ ἢ τὸ ἐν τιτάνῳ συνεσπαρμένον οὐκ ἄν τις

φήσαι μὴ εἶναι πῦρ, ὅτι μὴ καίει (γίγνεται γὰρ ἐνεργείᾳ τότε

πῦρ, ἡνίκα ἂν ὕλης λάβηται καὶ τῆς ἔξωθεν ἀπὸ τοῦ παντὸς

εἰσπνοῆς), οὕτως οὐδὲ τὸ καταβληθὲν εἰς τὰς γυναῖκας σπέρμα

ἀληθεύει τις μὴ ζῷον εἶναι λέγων. καὶ γὰρ τοῦτο δυνάμει μέν

ἐστιν ἤδη ζῷον, γίγνεται δὲ καὶ ἐνεργείᾳ, ἡνίκ' ἂν προελθὸν

ἔξω τῆς μήτρας ἑαυτὸ συνάψῃ τῷ τὴν ἀρχὴν παρεσχηκότι.

μόριον γὰρ καὶ ἀπόσπασμα ὂν τοῦ μεγάλου ζῴου, τοῦ κόσμου,

μένον μὲν ἐν μυχοῖς καὶ φωλεῦον συγκρίσεως ἐπέχει λόγον,

διακριθὲν δὲ καὶ γενόμενον ἔξω τούτου τοῦ βάθους οἷον χάους

ἀσπάζεται τὴν ὁμόφυλον καὶ ὁμοίαν φύσιν ταῖς τῆς ἐνεργείας

πράξεσι· κινεῖσθαι γὰρ ταῖς ἐξ αὑτοῦ κινήσεσιν ἄρχεται καὶ

τὰ φωσφόρα ὄμματα τείνει διὰ παντὸς τὴν ἡλίου καὶ σελήνης

μιμούμενα φύσιν καὶ τὸν νοῦν ἵστησι τῇ πρὸς τὸ ὅμοιον

ἀπεικαζόμενον φορᾷ.

Ὡς μὲν οὖν ἀπεικότως τινὲς εἶπον οὐ ζῷον τὸ κατὰ

166

γαστρός, ἐκ τῶν εἰρημένων τεκμαί‖ρεσθε, ὅσα δὲ καὶ ποῖα ζῷον

ποιεῖ, νῦν φράσω. τοῦ γὰρ ζῴου διοικουμένου ὑπὸ ψυχῆς καὶ

φύσεως καὶ τροφῆς καὶ πνεύματος (τρέφεται μὲν γὰρ ψυχὴ

πνεύματι, τροφαῖς δὲ ὑγραῖς καὶ ξηραῖς ἡ φύσις), εὑρεθήσεται

δὴ καὶ τὸ ἐν τῇ μήτρᾳ πάσαις ταῖς οἰκονομίαις χρώμενον καὶ

ταῖς πρὸς τὴν τῆς ψυχῆς κίνησιν καὶ ταῖς πρὸς τὴν τῆς φύσεως

αὔξησιν. καταπίνει τε γὰρ καὶ 〈πνεῖ〉, ὡς Ἱπποκράτει δοκεῖ· τῷ

τε γὰρ στόματι καὶ τῇ ῥινὶ τὴν πνοὴν ἄνωθεν ποιεῖσθαί φησι.

τινὲς δὲ τῶν Ἀσκληπιαδῶν καὶ θηλάζειν αὐτὸ τὰς ἐν τῇ μήτρᾳ

κοτυληδόνας λέγουσι καὶ πέττειν, ἕπεσθαι γὰρ ἀνάγκῃ τοῖς

καταποθεῖσι καὶ πέψιν, κἂν ὅτι μάλιστα κατειργασμένην ἤδη

παρὰ τῆς μητρὸς λαμβάνῃ τὴν τροφήν. προστεθῆναι γὰρ χωρὶς

τῆς δεξαμένης αὐτὸ φύσεως οὐκ ἂν δύναιτο οὐδὲ ὁμοιωθῆναι

πρότερον, εἰ μὴ ἐξ ἀνάγκης τῷ τρεφομένῳ τὸ τρέφον τὴν ὁμοίωσιν

ἐργάζοιτο, καὶ τότε τὰ ἔργα τῆς τοῦ παιδὸς φύσεως παρασχούσης

καὶ ἀναλάβοι τὸ ἕτοιμον πρὸς διάκρισιν καὶ διακρίναι τὸ ἀλλό-

τριον. τούτῳ γὰρ 〈τῷ τρόπῳ〉 καὶ αἱ χολαὶ καὶ οἱ σύμπαντες ‖

167

χυμοὶ διακριθείσης τῆς τροφῆς γίγνονται. μὴ γὰρ δὴ μόνον

τὴν διὰ πυλῶν εἰς ἧπαρ δι' ὀμφαλοῦ φερομένην 〈ἕν〉εκ〈α〉

τῶν ἐμβρύων ὕλην τρέφειν νομίζετε· τρέφεται μὲν γὰρ καὶ διὰ

τούτων τῶν ὁδῶν, μάλιστα δὲ καὶ διὰ τῶν τελειοτέρων καὶ δι'

ὧν ἂν κατενεχθείσης ἀπολαύοι τροφῆς. μὴ γὰρ δὴ δόξητε τοῦ

Ἱπποκράτους εἰπόντος ‘ἡ δὲ ἀρχαιοτέρη τροφὴ δι' ἐπιγαστρίου

ὀμφαλοῦ’, ἀγνοεῖν αὐτὸν μὴ καὶ διὰ στόματος τρέφεσθαι· εἶπε

γὰρ καὶ περὶ ταύτης τῆς ὁδοῦ, ὡς ἐπάνω προείρηται. μαρ-

τύριον δὲ τοῦ καὶ ἐν μήτρᾳ διὰ στόματος τὴν τροφὴν λαμβά-

νειν τὸ ἅμα τῷ τεχθῆναι τὴν ὁρμὴν πρὸς τὸν μαστὸν ἔχειν·

οὐ γὰρ μὴ προεθισθὲν χρῆσθαι τῇ ὁδῷ ταχεῖαν οὕτω τὴν πρὸς

αὐτὸν ὥρμα ἂν ὁδόν. ἀτμίζει δὲ καὶ πνευματοῖ τὴν διακριθεῖ-

σαν τροφὴν καὶ προστίθησιν ἑκάστῳ μορίῳ ῥᾳδίως· μετα-

βάλλει δὲ καὶ τὴν ἐκ σπέρματος εἰς χυμοὺς καὶ τὴν ἐκ χυμῶν

εἰς σάρκας καὶ φλέβας καὶ νεῦρα καὶ ἀρτηρίας καὶ ὀστέα καὶ

σπλάγχνα καὶ μέλη 〈μεταβολὴν〉 καὶ τὴν ἐξ ὀλίγου εἰς πολύ·

καὶ [τὸ] ἐκ μικροῦ γίγνεται μέγα τῆς αὐξητικῆς δυνάμεως μέχρι

τῶν οἰκείων ὅρων τῆς αὐξήσεως ἐκτεινούσης αὐτὸ καὶ περα-

τούσης. ‖

168

Ἃ μὲν οὖν τῆς φύσεώς ἐστιν ἔργα, ἱκανῶς ἡμῖν ἐδείχθη

λόγῳ ποιοῦσι τὰ κατὰ γαστρός· ὡς δὲ καὶ ψυχῆς μετέχει καὶ

λογισμοῦ διὰ τῶν ἑξῆς πειράσομαι δεῖξαι. τῶν γὰρ αἰσθητη-

ρίων ὑπὸ τῆς φύσεως μηχανωμένων εἰς τὸ διαπορθμεύειν τὰς

ψυχικὰς δυνάμεις, δι' ὀφθαλμῶν μὲν τὴν ὁρατικήν, δι' ὤτων

δὲ τὴν ἀκουστικήν, γευστικὴν δὲ καὶ ὀσφρητικὴν διὰ γλώττης

καὶ ῥινός, καὶ τὴν ἁφὴν δὲ διὰ τῶν χειρῶν καὶ τῆς λοιπῆς

τοῦ σώματος ἐπαφῆς, φανερὸν ὅτι κενὸς οὐ λείπεται τόπος,

ἀλλ' ἕξει τὰ προειρημένα χωρία καὶ κατὰ γαστρὸς ὄντος τοῦ

βρέφους τὴν τῆς ψυχῆς οὐσίαν· καὶ τὸν ἐγκέφαλον δὲ ὄντα

ταύτης οἰκητήριον ἐξ ἀρχῆς ἔτι συνιστάμενον ἐν αὐτῷ τῷ κύτει

τῆς κεφαλῆς ἐγγιγνόμενον ἔχει. δῆλον οὖν κἀν τούτῳ ὡς ἅμα

τῇ τοῦ σπέρματος εἰς τὴν μήτραν ἐξακοντίσει συγκατέσπειρεν

ὁ τῶν ὅλων δημιουργὸς καὶ τὴν ψυχήν, ἵνα τὸ σῶμα καὶ τὴν

διοικοῦσαν αὐτὸ δύναμιν ἔχῃ. καὶ γὰρ ἴσμεν τοὺς ἔξωθεν δη-

μιουργοὺς τάς τινων ὀργάνων κατασκευὰς ποιουμένους πρός

169

τινων ἐνεργειῶν πράξεις· τρόπιν μὲν τὸν ‖ ναυπηγὸν ὑπόβαθρον

τῆς νεὼς ἕνεκα γενομένην, χαράκωμα δὲ τῆς βίας τῶν κυμά-

των καὶ τεῖχος ἀσφαλὲς καὶ ἕρκος τῶν ὑφάλων πετρῶν· κοι-

λαίνοντα δὲ μακραῖς σύριγξι τὸν αὐλοποιὸν τὴν ὕλην τοῦ χαλ-

κοῦ πρὸς ὑποδοχὴν τῶν ἐνιεμένων πνευμάτων· τὸν δὲ μουσι-

κὸν ἐντείνοντα τὰς χορδὰς πρὸς φθόγγων μελῳδίαν· καὶ τὸν

ἰατρὸν ἑτοιμάζοντα παιώνια φάρμακα πρὸς ἄμυναν τῶν παθῶν·

καὶ τὸν στρατηγὸν δὲ πρὸ τῆς παρατάξεως τὰ τακτικὰ προδι-

δάσκοντα πρὸς ὑπομονὴν τῶν πολεμίων. ὥσπερ οὖν οἱ τὰ

τοιοῦτα μηχανώμενοι τινὸς ἕνεκα τὴν παρασκευὴν ἐργάζονται,

οὕτω καὶ ἡ φύσις διαπλάττει τῶν ἐν ἡμῖν ἕκαστον ὡς ἐσό-

μενόν τινος ὄργανον. οὕτως δὴ καὶ ἡ τῶν νεύρων φύσις οὖσα

ψυχῆς οἰκητήριον ἐξ ἀρχῆς ἅμα τῷ πνεύματι συμβλαστάνουσα

δηλοῖ τὴν ψυχὴν ἅμα τῷ σώματι συνισταμένῳ συνίστασθαι.

καὶ γὰρ εἰ μήπω ὀφθαλμὸς ὁρᾷ, γλῶττα δὲ γεύεται, 〈ῥὶς δ'

ὀσφραίνεται〉, οὖς δὲ φωνῶν ἀντιλαμβάνεται καὶ ψυχρῶν ἢ

θερμῶν ἢ ξηρῶν ἢ ὑγρῶν ἢ σκληρῶν ἢ μαλακῶν ἀναίσθητος

ἡ ἁφὴ γίγνεται κατ' ἐνέργειαν, ἀλλ' οὖν γε ὑπόκειται καὶ φω-

170

λεύει καὶ δύναται ταῦτα μετ' ὀλίγον τεχθέντος ‖ τοῦ βρέφους

ἐργάζεσθαι. τολμήσας δ' ἂν εἴποιμι τὴν ἡσυχίαν ἐνέργειαν· τὸ

γὰρ ἔτι ἐν μήτρᾳ ὄντος τοῦ παιδίου μύειν τοῖς βλεφάροις καὶ

τῇ ῥινὶ συνεστάλθαι καὶ τοῖς ὠσὶν ἀνηκουστεῖν ἔργον ἐστὶ προσ-

ταττούσης ψυχῆς. τὴν γλῶτταν δὲ οὐκ ἄν τις φήσαι μὴ γεύ-

εσθαι ἐπὶ τῶν κυουμένων ἔτι καὶ τῆς ποιότητος ἀντιλαμβάνεσθαι,

φανεροῦ τοῦ πράγματος γιγνομένου διά τι πάθος. πολλάκις γὰρ

ἴσμεν ἐναποθνῄσκοντα ἐν ταῖς μήτραις παιδία φαυλότητι τῶν

προσφερομένων διὰ στόματος τὴν τροφὴν ἀποστραφέντα καὶ

ἀπαγορεύσαντα, ἀπειπούσης διὰ τῆς ἐν τῇ γλώττῃ γευστικῆς

δυνάμεως τῆς φύσεως πρὸς τὴν τοῦ παιδίου διαμονήν· καὶ τὸ

ἀναπνεῖν δὲ ὂν ἔργον τῆς ψυχῆς παρεχόμενα τὰ ἔμβρυα (ἀνα-

πνεῖ γὰρ διὰ στόματος ὡς καὶ μικρῷ πρόσθεν εἴπομεν) δῆλα

ἐκ τοῦ συμπαρεῖναι τῷ σπέρματι καὶ τὴν ψυχὴν ἅμα τῇ φύσει.

ψυχικὸν γὰρ ἐνέργημα καὶ οὐ φυσικὸν ἰατρῶν παῖδες οἱ πλεῖ-

στοι τὴν ἀναπνοὴν ὡρίσαντο. παιδαριῶδες γὰρ τὸ οἴεσθαι

παραγραφὴν εἶναι τοῦ μὴ ψυχῆς ἔργον ὑπάρχειν αὐτὴν τὸ

171

φάναι τὸν καθεύδοντα ἀναπνεῖν ‖ ἀπροαιρέτως, οὔσης τῆς ἀνα-

πνοῆς προαιρετικῆς. ὥσπερ γὰρ ἐγρηγορότος τοῦ ζῴου πρὸς

πάσας ὑπάρχει τὰς ἐνεργείας ἡ ψυχή (ὁρᾷ τε γὰρ καὶ ἀκούει

καὶ τὰ τῶν λοιπῶν αἰσθητηρίων ἐπιτελεῖ, κινεῖταί τε καὶ τού-

των δι' αἰσθήσεως ἀντιλαμβάνεται καὶ πᾶσαν ὑφίσταται πρᾶξιν

τείνασα ἑαυτὴν ἀκτινοειδῶς καὶ παρασπείρασα τοῖς ὀργάνοις,

δι' ὧν τὰ χρειώδη συντελεῖ), τὸν αὐτὸν τρόπον καὶ νύκτωρ

συσταλεῖσα καὶ σωρευθεῖσα μήθ' ὑπὸ τῶν ὁρατῶν ἐνοχλουμένη

μήθ' ὑπὸ 〈τῶν〉 ἀκουστῶν θορυβουμένη μήθ' ὑπὸ τῶν γευ-

στῶν διακρινομένη μήθ' ὑπὸ τῶν ὀσφραντῶν ἀνατρεπομένη

μήθ' ὑπὸ τῶν τῇ ἁφῇ προσπιπτόντων ἀλλοιουμένη μήτε δρό-

μοις ἢ περιπάτοις ἢ ἄλλοις γυμνασίοις διαπονουμένη, μόνη

δ' ἐν ἑαυτῇ γιγνομένη τὴν κατὰ τὴν ἀναπνοὴν ἐνέργειαν ἀπερ-

γάζεται. ἢ τὴν μὲν φύσιν ἑκοῦσαν καὶ οὐ μαθοῦσαν τὰ δέοντα

ποιεῖν πεπιστεύκαμεν, ψυχὴν δὲ τῆς θειοτέρας μοίρας λαχοῦσαν

οὐ παρακολουθεῖν τοῖς ἰδίοις ἐνεργήμασι; θνητὸν καὶ γεῶδες

ἡ φύσις καὶ διανοίας ἐκτός ἐστιν, ἣ οὔτε λογισμὸν ἔχει τήν τε

θνητὴν μόνην οἶδε περίοδον τήν τε εὔφθαρτον τάξιν εἴληφεν.

172

ἡ ψυχὴ δὲ ἀπόῤ‖ῥοια μὲν τῆς πάσης ψυχῆς 〈οὖσα〉 καὶ τῆς

οὐρανίου χορείας ἐπιστήμης ἀντιλαμβάνεται, ἀεὶ δὲ ἐπὶ τὴν

πρὸς τὸ ὅμοιον ἐπιγιγνομένη ὁδὸν ὑπερβαίνει μὲν γῆν, τὴν 〈δ'〉

ἐν ὕδατι πλάνην ἀποστρέφεται καὶ ὑπεραναβαίνει τὸν ἀέρα καὶ

πυρὸς ἀνωτέρω γίγνεται καὶ τῆς οὐρανίου θειότητος τυγχάνει

καὶ τὸν ὑπερουράνιον πολλάκις βλέπει τόπον, συμπαραστατεῖ 〈τε〉

τῷ τῶν ὅλων δεσπότῃ, περίοδός 〈τε〉 τῶν ἄνω γίγνεται. πολ-

λάκις 〈τοίνυν〉 τοῖς αὐτῇ ὁμοιοειδέσι 〈ἐπι〉τυγχάνει 〈καὶ〉 οἶδε

κἂν ἐν σώματι γίγνηται, πόθεν ἐστὶ καὶ ὅ τι ἐστὶ καὶ ὅτι σύν-

εστι τοῖς ὅλοις ὁ τῶν πάντων πατήρ, τούτοις τοῖς σώμασιν, ἐν

οἷς ἂν καθιδρύσηται αὐτήν, χρωμένη. μὴ τοίνυν ἀγνοούσης

φασκέτωσαν τῆς ψυχῆς γίγνεσθαι τὴν ἀναπνοὴν ὕπνῳ σχολά-

ζοντος τοῦ σώματος· ἱκανωτέρα γὰρ πρὸς πάντα φύσεως ἡ

ψυχὴ καὶ δυνατωτέρα. ἢ τὴν μὲν φύσιν 〈οἰόμεθα〉 ὁμοίως καὶ

ἐγρηγορότων καὶ καθευδόντων ἐνεργεῖν δύνασθαι (πέττει τε γὰρ

καὶ ἀναδίδωσι καὶ διακρίνει καὶ προστίθησι καὶ αὐξάνει ἐν

ἑκατέρῳ χρόνῳ), ψυχὴν δὲ μόνον ἐγρηγορότων πράττειν, ἃ

προσῆκε τῷ σώματι, κοιμωμένων δὲ τὰ ὅμοια μὴ δύνασθαι;

173

ἄτοπον δὲ ‖ καὶ τὸ ἱκανῶς δεδειγμένου τοῦ ζῷον εἶναι τὸ

κατὰ γαστρὸς μὴ καὶ ἀπὸ τῶν ἔξωθεν πιστώσασθαι τὰ προ-

ειρημένα. μυίας τε γὰρ καὶ σκώληκας οἷον ἐν μήτρᾳ τῇ ὕλῃ

ὁρῶντες γιγνόμενα ζῷα ὀνομάζομεν ἀποβλέποντες ἰλυσπώμενα,

(κἀκεῖνα δ' οἶμαι τῆς προνοούσης δυνάμεως αὐτῶν ἐπιστατού-

σης), ἀμφισβητοῦμεν δὲ περὶ τοῦ ἐν μήτρᾳ ζῳουμένου, εἰ δεῖ

σαφῶς ζῷον καλεῖν, καὶ ταῦτα κηρύττοντος Ἱπποκράτους ‘ζωοῦ-

ται τὰ μὴ ζῷα, 〈ζῳοῦται τὰ ζῷα, ζῳοῦται τὰ μέρεα〉 τῶν

ζῴων, φύσιες πάντων ἀδίδακτοι’. δέον γὰρ ἢ εἰπεῖν ‘μὴ ζῷα’

ἢ εἰπεῖν ‘γίνεται τὰ μέρεα’, τοῦτο μὲν παρέλιπε, τῷ δὲ τοῦ

τελείου ὀνόματι κατεχρήσατο, ἵνα ἅμα τῷ συνίστασθαι καὶ ζῷα

εἶναι νοῶμεν. φιλοτιμότατον δὲ καὶ ἀμαχέστατον καὶ τὸ ‘φύσιες

πάντων ἀδίδακτοι’ προεθέσπισεν, ἵν' εἴ τις τρόπον ἢ λόγον

ἀπαιτοίη τῆς ζωώσεως, ἐπὶ τὴν πάντα γεννῶσαν αὐτὴν ἀδι-

δάκτως ἀναφέρηται φύσιν. καὶ τὸ ‘φύσιες’ δὴ ἐξαρκεῖ παντά-

πασι παραγράφεσθαι τῶν ἀπίστων τὰς γνώμας καὶ τῶν μὴ

174

ζῷον φασκόντων. ‖ ἡ γὰρ ἑκάστῳ τῶν ὄντων τὰ τέλεια πρὸς

τὸ εἶναι παρεχομένη δίδωσι καὶ τῷ κυοφορουμένῳ τὴν τοῦ

ζῷον εἶναι βεβαίωσιν. πῶς δ' οὐκ εὔηθες ψυχὴν μὲν καὶ σῶμα

ζῷον εἶναι φάσκειν, ἀφαιρεῖν δὲ τοῦ ὄντος τοὔνομα; ὅμοιον

γὰρ εἰ καὶ τὸ τὸ πῦρ εἰδοποιοῦν, ὅπερ ἐστὶ τὸ καῖον, ἔχοντος

τοῦ πυρὸς τὸ μὲν ἔργον τις ὁμολογοίη, τὸ δ' ὄνομα μὴ λέγοι,

ἢ πάλιν τοῦ ἡλίου φωτίζοντος τὸ σκότος τὸ μὲν γιγνόμενόν τις

ὁμολογοίη, τὸ δ' ἡμέραν εἶναι τοῦτο ἀρνοῖτο τοὔνομα, ἢ εἴ τις

τὴν ἐξ ὑγρῶν καὶ στερεῶν εἰς ταὐτὸ σύνοδον τρέφειν λέγοι,

τὸ δὲ τροφὴν λέγεσθαι μὴ συντίθοιτο, ἢ τὸ τέμνειν μὲν τὸν

χαλκὸν ἢ σίδηρον, φεύγοι δὲ τὸ ὄνομα τῆς μαχαίρας ἢ ὅ τι ἂν

ᾖ 〈ὄνο〉μα τοῦ τέμνοντος. ἀλλ' οὔτε τοῦ ζοφώδους ἀέρος ὑφ'

ἡλίου φωτιζομένου τὸ ἔργον βλέπων εἴποι τις ἂν τὸ τοιοῦτον

μὴ εἶναι ἡμέραν οὔτε τοῦ πυρὸς τὴν χρείαν τὸ μὴ πῦρ λέ-

γεσθαι, οὔτε τοῦ τέμνοντος τὴν ἐνέργειαν τὸ μὴ μάχαιραν

εἶναι τούτου τὸ ὄνομα, οὔτε τὸ σπέρμα ζωούμενον καὶ μετα-

λαμβάνον τῆς ζωώσεως ἀφαιρήσεταί τις τὴν προσηγορίαν τοῦ

ζῴου. ‖

175

Ὡς μὲν οὖν καὶ φύσεως καὶ ψυχῆς μετέχει τὸ ἔμβρυον

καὶ τῶν ἐφ' ἑκατέρᾳ ἐνεργειῶν καὶ πῶς ἐστι ζῷον, ἀποχρών-

τως ἐδείξαμεν. λοιπὸν δὲ δείξωμεν ζῷον εἶναι τὸ τοῖς μυχοῖς

τῆς μήτρας ἔτ' ἐγκείμενον. εἰ δέ τις ἡμᾶς ἀπαιτοίη φύσεως

λογισμούς, ἴστω πάντα πράττουσαν αὐτὴν αὐτοδιδάκτως τε καὶ

αὐτομαθῶς. οὐδὲ γὰρ ὅπως ἐν φυτοῖς σκώληκες γίγνονται

ἢ ἀφ' ἵππων καὶ βοῶν οἱ σφῆκες καὶ 〈αἱ〉 μέλιτται ῥᾴδιον

ἡμῖν λέγειν, ἀλλ' ὑπὸ τῆς φύσεως ἁπλῶς γίγνεται. οὐδὲ γὰρ

τοὺς ὄρνιθας πέτεσθαι διδάσκει τις, οὐδὲ τὸ νοεῖν ἡμᾶς ἢ ἀκούειν

ἢ βλέπειν, ἀλλ' ὅμως καὶ τοὺς ὄρνιθας ὁρῶμεν πετομένους

καὶ ἡμᾶς αὐτοὺς χωρὶς μαθήσεως νοοῦντάς τε καὶ βλέποντας.

ἀπόῤῥητος γάρ τις καὶ κεκρυμμένη καὶ πολὺ τῆς ἡμετέρας

διανοίας βυθιωτέρα ἡ περὶ τὴν φύσιν αὐτουργία. μὴ τοίνυν

μηδὲ τὴν περὶ τὰ ἔμβρυα ζῳογονίαν ἀπιστῶμεν εἶναι ζώωσιν.

οὐδὲ γὰρ ἐκεῖνα μανθάνει πρός τινος μετὰ τὸ τεχθῆναι τὸ

οἰκεῖον ἔργον, ἀλλ' ἐνόντα ταῖς μήτραις καταπίνει καὶ πέττει

176

καὶ διακρίνει τὴν ἀναδοθεῖσαν καὶ προστίθησι τὴν καθαρθεῖ‖σαν

καὶ τὴν περιττὴν 〈τροφὴν〉 ἀπωθεῖται, ἵν' ἐπειδὰν εἰς φῶς

προέλθῃ, τὴν περιττεύουσαν ἐκκρίνῃ. τό τε γὰρ μηκώνιον

καλούμενον περίττωμα [ὂν] ἐξ ὅλης τῆς τοῦ ἐμβρύου τροφῆς

ἐστιν καὶ τὸ ἐν τῷ οὐραχῷ ὑγρόν. ‘ἥ τε γὰρ κοιλίη φυσᾶται’,

φησὶν ὁ παλαιός, ‘ἀπὸ τῆς διὰ στόματος εἰσπνοῆς καὶ τὰ ἔν-

τερα, καὶ εἰς τὸν κύσαρον ὁδός τις γίνεται’. κατὰ μικρὸν γὰρ

ἐμπῖπτον τὸ περιττὸν εἰς τὸν ἀρχὸν παραγίγνεται· κύσαρον γὰρ

τὸν ἀρχὸν εἴρηκε. καὶ μηδεὶς ἡμᾶς παραγέτω 〈τῷ〉 διὰ τὴν

τοῦ ἀμνίου ὑμένος περίθεσιν μὴ δύνασθαι διὰ στόματος τρέ-

φεσθαι τὰ ἔμβρυα, ἱκανὴ γὰρ ἡ φύσις διὰ τῶν πόρων εὐπο-

ρίαν παρασχεῖν καὶ ὁδὸν εἰς εὐτροφίαν οὖσαν αὐτάρκη. φησὶ

δὲ καὶ Δημόκριτος ἄνθρωπον ἐξ ἀνθρώπου ἐξέσσυσθαι καὶ

κύνα ἐκ κυνὸς καὶ βοῦν ἐκ βοός, ἀνὴρ εἰδὼς μὲν καὶ τὴν

οὐράνιον θεωρίαν, θεωρήσας δὲ καὶ τὴν ἐν ἡμῖν φύσιν, 〈ὃν〉

οὐχ οἷόν τε ἀγνωμονεῖν καὶ λέγειν μὴ ζῷον τὸ κατὰ γαστρός,

ὅλον ἐξ ὅλου συστήσαντος αὐτὸ καὶ περάναντος 〈τὸ σύστ〉ημα

〈αὐ〉το〈ῦ ἀνθρώ〉π〈ε〉ιον· καὶ γὰρ οὐδ' ἂν εἶχεν ἀνθρώπου

177

λόγον τὸ γιγνόμενον, εἰ μὴ πάντας μὲν ἐν ἑαυτῷ ‖ περιεῖχε

τοὺς τελείους λόγους, ἔμελλε δὲ ποιήσειν οἷα ταῦτα, ἀφ' ὧν

τὸ σπέρμα κατεσπάρη. ὥσπερ γὰρ τὰ ἢ τῷ ποσῷ ἢ τῇ ποι-

ότητι 〈κακὰ〉 καταβληθέντα σπέρματα ἀναδέχεται τύπους ἢ

περί τι [τὰ] μὴ ὁλομελοῦντα ἢ μὴ τοῖς πᾶσιν ἀπηρτισμένα ἢ

μορφὰς ἄλλων ζῴων ἔχοντα, τὸν αὐτὸν τρόπον καὶ ὅσα ἐκ

καθαροῦ καὶ διακεκριμένου σπέρματος τυγχάνει, τὸν ἐντελῆ

τῶν ζῴων ἐπέχει λόγον. ὃ γὰρ λεῖπον παραποδισμὸν τῆς ὅλης

φύσεως εἴληφε 〈καὶ〉 ἐκμελῆ καὶ ἐκλείποντα 〈ποιεῖ〉 τὰ ἔμβρυα

καὶ διὰ 〈τοῦ〉το μηκέτι ζῷα, τὸ αὐτὸ μὴ παραποδισθὲν ζῳ-

ογονεῖται ἐκ σπέρματος.

Μήτ' οὖν φιλόσοφός τις ὡς ἀμύητος τῶν ἄνω μήτ' ἰατρὸς

τῶν ἀπὸ Ἀσκληπιοῦ ὡς ἀθεώρητος τῶν ἐν ἀνθρώπῳ τῆς φύ-

σεως ἀποκηρυττέτω καὶ ἀποξενούτω τὰ ἔμβρυα, ἀλλ' αὐτὸς

πολὺ πρότερον ἑαυτὸν ἀναθεωρησάτω ἢ παρὰ πρεσβυτέρων

μαθέτω ἢ ὑπὸ τῶν γεννησάντων ἀναμνησθήτω, ὡς ἦν ποτε

καὶ αὐτὸς ἔμβρυον, καὶ τοίνυν αὐτὸς ἢ τότε τελείως ἐν μήτρᾳ

πρότερον ἐσχηματούργηται ἢ οὐ τελεσιουργεῖται νῦν, καὶ ὡς

ἐκ σπέρματος τοῦ εἶναι γέγονεν ἡ ῥίζα αὐτῷ καὶ ὡς οὐκ ὀφείλει

178

παρανοίας ἄγειν τὴν ‖ φύσιν. ῥᾳδιουργῆσαι γάρ ἐστι τὰ ἐκείνης

θέσμια καὶ τοὺς 〈σκώληκας τοὺς〉 τῆς γῆς δημιουργουμένους

ὑπ' αὐτῆς φάναι ζῷα μὲν ὑπάρχειν τὴν αὐτὴν 〈τοῖς φυτοῖς

ἀρχὴν〉 τῆς γενέσεως πάντας ἐσχηκότας καὶ τοῖς αὐτοῖς μυχοῖς

ἐντεθραμμένους, φάσκειν δὲ μὴ ζῷα τοὺς ἐν μήτρᾳ τεθραμ-

μένους. ἢ ἐκ μὲν πυρῶν [οἱ] πυροὶ γενήσονται καὶ ἐκ τῶν

ἄλλων σπερμάτων τὰ ὅμοια καὶ ἐκ φυτῶν φυτὰ τὴν αὐτὴν

τοῖς γειναμένοις φύσιν εἰληφότα, ἄνθρωπος δὲ τὸ θειότερον

τῶν ἄλλων καὶ τῶν ὅλων κρεῖττον, τὸ ὅμοιον κατὰ δύναμιν

θεῷ, μὴ τὴν αὐτὴν τοῖς σπείρασιν ἀναδέξεται θειότητα;

Ἀλλὰ γὰρ ἤδη καὶ νόμῳ καὶ τοῖς συμβεβηκόσι δείξομεν

ζῷα τὰ ἔμβρυα εἶναι, τοῦ μὲν ζῆν τῇ φύσει τὴν αἰτίαν προσ-

τιθέντες, τοῦ δ' εὖ ζῆν μετὰ τῆς ψυχῆς τοῖς 〈αὐτῆς〉 τὴν πρόσ-

βασιν ἀναδεξαμένοις νομοθέταις (τοῦτο γάρ εἰσιν οἱ νόμοι,

κωλύειν μὲν τὰ κακὰ πράττεσθαι, φυλάττειν δὲ τὰ ἤδη ὄντα

καλὰ ἢ τὰ μέλλοντα [ἢ τὰ παρόντα] προσποιεῖν)· 〈οὗτοι οὖν〉

τιθέμενοι τοὺς νόμους δύο τοῖς μεγίστοις ἀπέδειξαν εἶναι τὰ

ἐν τῇ γαστρὶ ζῷα· ἑνὶ μὲν τῷ προσθεῖναι τιμωρίαν τῷ αἰτίῳ

179

τῆς ἐξαμβλώσεως γενομένῳ, ‖ ἑτέρῳ δὲ καὶ δευτέρῳ τῷ δύ-

νασθαι [καὶ] κλήρου μεταλαμβάνειν καὶ τοὺς μήπω γεγενημένους.

εἶδον γὰρ ἀκριβέστερον τῶν πλειόνων ὡς ἂν καὶ θεῶν ἔργα

μιμούμενοι. θεῶν γὰρ τὸ νομοθετεῖν πρῶτον, εἴπερ ὁ μὲν

τῶν ὅλων πατὴρ ἐν θεοῖς πάντα διέταξε νόμῳ (κινεῖται γὰρ

καὶ ὁ κόσμος ταῖς ἐκείνου προστάξεσι καὶ οἱ πλανῆται δὲ τὴν

οἰκείαν ἕκαστος σφαῖραν ἐν νενομοθετημένῳ χρόνῳ καὶ ἥλιος

καὶ σελήνη τοὺς ὡρισμένους δρόμους, ἐῤῥίζωται δὲ ἡ γῆ τοῖς

τοῦ δημιουργοῦ κελεύσμασι, 〈καὶ〉 κέχυται ὕδωρ καὶ ἀὴρ

ἥπλωται καὶ πῦρ ἵεται καὶ τὴν ἰδίαν ἐνέργειαν ἕκαστον τηρεῖ

φοβούμενον ὑπερβῆναι τὸν ἴδιον νόμον), ἐνομοθέτησε μέντοι

Κρησὶν ὁ Ζεὺς καὶ Λακεδαιμονίοις ὁ Πύθιος καὶ Ἀθηναίοις

ἡ Παλλάς. οἱ οὖν τούτων μαθηταὶ νομοθέται Λυκοῦργος καὶ

Σόλων βεβαίως ἡμῖν δι' ὧν προεῖπον κεφαλαίων δύο τὴν ὑπὲρ

τῶν ἐμβρύων ἀναμφισβήτητον παρέσχον ὑπόθεσιν. εἰ γὰρ [εἴπερ]

μὴ ζῷα ἦν, οὐκ ἂν ἐκόλασαν τοῖς νόμοις φανερῶς τιμωρησά-

μενοι τοὺς αἰτίους τῆς ἐξαμβλώσεως, ἐπειδὴ δὲ ἔφασαν ζῷα

180

εἶναι, τὴν τιμωρίαν ‖ ἐπήγαγον. τίς γὰρ τὸν ἤδη τέλειον καὶ

ὡμολογημένον ἄνθρωπον εἰσπράττεται δίκην ὑπὲρ τοῦ μήτε

κατὰ τὴν μήτραν ὄντος ἀνθρώπου μήτε τὴν ἀρχὴν ἐζωωμένου

ποτὲ 〈ἢ〉 κλῆρον ἀφίησιν οὐ γιγνώσκων, εἰ ζῷον τὸ ἔμβρυον;

πῶς οὖν ἐπισκήπτεις τὸ κατὰ γαστρὸς μὴ ζῷον εἶναι λέγων;

τίς χρῆται διαδόχῳ τῷ μήπω τὸ εἶναι πεπιστευμένῳ; τίς ἐρεῖ

τὸν αὑτοῦ κύριον τὸν ἀμφισβητούμενον; οὔπω Περικλῆς ἐγένετο

〈ὁ〉 Ὀλύμπιος καὶ πᾶσιν ἤδη φοβερὸς τοῖς Ἕλλησι διὰ τὸ ἐνύπνιον

ἦν, οὔπω Πεισίστρατος καὶ τύραννος 〈ἤδη〉 ἦν· οὔπω Ὀλυμ-

πιὰς Ἀλέξανδρον ἐκύη〈σεν〉 καὶ πάντες Ἄμμωνος ἔλεγον ἤδη

παῖδα καὶ βασιλέα 〈π〉άση〈ς ἀ〉ρχ〈ῆ〉ς. καὶ Κύψελος ἔτι ζῳο-

γονούμενος καί〈ριος〉 εἶ〈ναι〉 τοῖς Βακχιάδαις οὐκ ἐδόκει, φο-

βοῦντος αὐτοὺς ἰνδάλματος. λέγεται δὲ ὡς καὶ Ἑκάβη τὸν

Ἀλέξανδρον ἐδεδοίκει πρὶν τεκεῖν, ἐκπλήξαντος αὐτὴν καινο-

τάτου θεάματος, ἀλλὰ καὶ πάντες Φρύγες ἐκ τοῦ μήπω γε-

γενημένου πυρὸς δεχόμενοι τὰς συμφοράς· καὶ Ἀλκμήνη δὲ

γεννήσουσα τὸν Ἡρακλέα φοβερὰ τοῖς ἀντιστρατιώταις ἐγίγνετο

καὶ τοὺς ἐχθροὺς μὴ θαῤῥεῖν ἐποίει τὸν παῖδα κατὰ γαστρὸς

181

ἔχουσα. ‖ τοσοῦτον οὖν ἀπεῖχον τοῦ μηδὲ ζῷα λέγειν τὰ ἔμ-

βρυα, παρ' ὅσον κατ〈εῖπον〉 τὸ μὴ μόνον εἶναι ζῷα, ἀλλὰ καὶ

τῆς ἀνθρώπου φύσεως ἀλκιμώτερα, κἂν ἔτι ταῖς μήτραις ᾖ

προσεῤῥιζωμένα.

Ἀλλὰ γὰρ ἤδη καὶ πρὸς αὐτά μοι τὰ ἔμβρυα γιγνέσθω

ὁ λόγος ὡς ἤδη τὴν ἀνθρώπου ἐντελῆ ζωότητα μεμορφωμένα.

προίετέ μοι τῶν μυχῶν μηδὲν πεφοβημένα, μήτε γένους πάρεσιν

μήτε φιλτάτων ἀπαλλοτρίωσιν μήτε κτημάτων ἀφαίρεσιν, οὐδὲν

ὑμᾶς ἡ τῶν πολλῶν συκοφαντία καὶ τῶν αὐτὴν ἀδικούντων

τὴν φύσιν πανουργία παραγράψεται. ὅθεν αὐτῶν ὑμεῖς τιμωροὶ

καταστήσεσθε ὡς Περικλῆς, ὡς Πεισίστρατος, ὡς Πάρις, ὡς

ὁ Μακεδὼν Ἀλέξανδρος καὶ Ἡρακλῆς.

{<Λέξεις βοτανῶν· ἑρμηνεῖαι κατὰ ἀλφάβητον τοῦ σοφωτάτου Γαληνοῦ.>} Ἄρκευθος ἢ καντζάρου ἢ κέδρος. ἀνεμώνη ἤτοιποτηροκλάστρια καὶ μήκων. ἄμπελος λευκὴ ἤτοι ἡ βρυω-νία καὶ ὀφιοστάφυλος. ἄσαρον ἤτοι τὸ πελέκιον λεγόμε-νον. ἀνδρόσαιμον ὁ καὶ ἄγριος κνῆκος ἢ καὶ ἀτρακτυλίς.ἀκτέα ἤτοι ἡ κοφοξυλαία καὶ ἀκτῆ καὶ χαμαιάκτη λεγο-μένη. ἀλθαία ἤτοι ὁ δενδρομέλοχας ἄγριος. ἄλφιτα τὸλεπτὸν τοῦ κριθαρίου ἀλεύρου. ἀμεως· ἤτοι ὁ λαγοκύμι-νος ὀνομαζόμενος. ἄμυλον ἤτοι τὸ καταστατὸν τὸ ἐκ τοῦσίτου σκευαζόμενον. ἀτράφαξ τοῦ χρυσολαχάνου τὸ σπέρ-μα. ἀπόβρεγμα ἤτοι τὸ καρεόφυλλον λεγόμενον. ἁβρό-τονος ἤτοι ἡ μελιτίνη ὀνομαζομένη. ἄρου ῥίζα τὸ μικρὸνδρακόντιον λεγόμενον. ἁλὸς ἄχνη ἤτοι ὁ ἀφρὸς τῆς θαλάσ-σης. ἀρτεμισία ἤτοι τὸ ἀβάσκαντον λεγόμενον. ἀνεμώ-νη ἤτοι ἡ ἀγρία παπαρίνα· οἱ δὲ ἀνεμοσούρτιν ὀνομάζουσιν.ἄραρα ῥίζα ἤτοι ἀριστολοχίας ῥίζα. ἄκοπον ἤτοι μό-λοχος ἄγριος ὀνομαζόμενος. ἀλόην βοτάνην· ἡ γεντιζᾶλεγομένη. ἄδαρκος ἤτοι ὁ ἐρέβινθος. ἀμπελόπρασονἤτοι πράσον ἄγριον. ἀετήτους ἤτοι τὸ λάπαθον ὀνομαζό-μενον. ἁλὸς ἄνθος ** τὸ μικρὸν κενταύριον· καὶ ὑπερικὸντὸ μέγα κενταύριον. ἄλφιτον τὸ τῆς κριθῆς ἄλευρον.ἀνδρόσαιμον καὶ σκύρον τὸ ὑπερικόν· ἔχει δὲ φύλλα κατα-τρυπητά. ἀλύπιον τὸ χαμέλαιον· καὶ ἀλυπιάδος· ἡ χαμε-λαία. ἀσκληπία ἤτοι ἡ δρακονταία ὀνομαζομένη. ἀνδράχ-νη τὸ χοιροβότανον ἤγουν ἡ ἀντράκλα. ἀνθερικὸν ἤτοιἄνθος ῥόδον. ἅλιμος βοτάνη ἐστὶν δένδρου εἶδος παρὰθαλάσσῃ. ἀείζωον ἤτοι τὸ ἀμάραντον λεγόμενον. ἀκα-λήφη ἤτοι ἡ λεγομένη κνίζα. ἁλκυόνιον ἤτοι φώκης κό-προς. ἀνθεμίδος ἄνθος ἤτοι τὰ χαμαίμηλα. ἀδάρκη· ἤτοιτὸ λεγόμενον ἀγαρικόν. ἅλας ἀμμωνιακὸν ἤτοι τὸ λεγό-μενον νίτρον. ἀκτέας ὁ χυλὸς ἤτοι τῆς κοφοξυλαίας.ἀφροδίσιον ἤτοι ἡ μυρσίνη λεγομένη. ἄκανθα ἀραβικὴἤτοι πυξάκανθα ὀνομαζομένη. ἄκορον ἤτοι μυράκανθονλεγόμενον. ἁλικάκκαβον ἤτοι τὸ στρύχνον ὀνομαζόμενον.ἀτρακτυλὶς ἤτοι ὁ κνῆκος ὁ ἄγριος. ἄσφαλτον ἤτοι ἡἀγρία πίσσα λεγομένη. ἀρκευθίδος· ἤτοι τοῦ κέδρου ὁκαρπός. ἅλας ὀρυκτὸν ἤτοι ἅλας γάγρινον. ἄμωμονἤτοι τὸ ξυλοκινάμωμον. ἅλατος αὐτορυτοῦ· ἤτοι ἁλι-σάχνη. Βαρμουχᾶ ἤτοι κύπεριν. βοανθέμιστον τὸ τῆς τήλεωςἄλευρον. βαλαύστια τοῦ ῥοϊδίου τὰ ἄνθη τὰ μικρά.βετόνικα ἡ ῥίζα τοῦ περιστερεῶνος· οἱ δὲ σιδηρῖτις. βού-κεριν ἤτοι ἡ τήλη· οἱ δὲ μοσχοσίταρον· οἱ δὲ αἰγόκερον· οἱδὲ κάρφος. βούφθαλμον ἤτοι τὸ μέγα λούλουδον. βρά-θεως· ἤτοι ἄρκευθον. βόλβιτα τὸ τοῦ βοὸς ἀφόδευμα.βόμβυλος ἤτοι ὁ τέττιξ λεγόμενος. βάλανος μυρεψικὸςἤτοι τὸ χρυσοβάλανον ἢ ξανθοκάρυα λεγόμενα. βρυτία