tlg0530.tlg003
- Authority group
- Pseudo-Galenus (catalogue association; authorship remains anonymous)
- Edition reference
- Λέξεις βοτανῶν, ed. A. Delatte, Anecdota Atheniensia et alia, vol. 2, Paris: Droz, 1939: 358–393.
- CTS identifier
urn:cts:greekLit:tlg0530.tlg003.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
387
πίσσα ἤτοι τὸ ἄσφαλτον. βισασσὰ ἤτοι ἡ περσαία βοτάνη,
τὸ ἄγριον πήγανον. βέστρον τὸ κενταύριον τὸ μικρὸν λε-
γόμενον. βρομόκολλην ἤτοι ὀψαρόκολλην ὀνομαζομένην.
Γῆς σαμίας ἤτοι κιμωλίας λουστικῆς. γύριον ἤτοι ἰὸς
χαλκοῦ ἢ ἄριν. γῆς βρυτίας· ἤτοι ἄσφαλτος ἰουδαϊκή.
γῆ λιμνῆτις ἤτοι τὸ ἄσφαλτον. γῆ χαλκεία ἤτοι ἀμπελῖ-
388
τις γῆ. γῆ ἀστέριος τὸ ἀμίαντον ἢ λιθάργυρον. γῦριν·
ἐξ ἀλεύρου καὶ ὕδατος ἕψημα ἤτοι πασπάλην. γῆρας
ὄφεως ἤτοι τὸ δέρμα τοῦ ὄφεως. γλοιὸς βαλανείου ἤτοι
ὁ ῥύπος τοῦ λοετροῦ. γλυκυσίδης· ἤτοι ἡ παιωνία λεγο-
μένη. γεράνιον ἔχει φύλλα ὅμοια ἀνεμώνης. γναφάλιον
ἔχει φύλλα ἁπαλὰ καὶ λευκὰ καὶ μετρίως στυφά. γοργώ-
νιον τὸ ἄφθαστον καὶ ἠρύγγιον. γυρῖνος ὁ μικρὸς βάτρα-
χος. γλαῦξ ἡ πόα γάλακτός ἐστιν γεννητική. γαλῆ
ἤτοι ἡ νυμφίστα λεγομένη. γῆς ἀμπελίτιδος ἤτοι ἀσφάλ-
του.
Δακρύδιν ἤτοι σκαμωναία. δίκταμον ὁ ἄγριος γλήχω-
νας. δαμασώνιον· οἱ δέ τινες σταυρόριζον ὀνομάζουσιν.
δενδρῖτις θαλασσία ἤτοι κοράλλιν. διονύσιον ἤτοι ἀγριο-
κάρυον. δορύκνιον ἤτοι ἀλυπία ὀνομαζομένη. δαύκου
κρητικοῦ ἤτοι ἀγρίου δαύκου. δάκρυον ἀρωματικὸν ἤτοι
ἐφόρβιον. διφρυγὲς ἤτοι σύρικα τὴν κολοφωνίαν. δαμα-
σώνιον ἤτοι χαμαίκισσον ἢ τὰ κικόμηλα λεγόμενα. δίκταμ-
νον ἤτοι καλάμηθρον. δρακοντία ἤτοι ἀρκολάχανον.
δορύκνιον ἤτοι στρύχνον ὀνομαζόμενον.
Ἐρυθρόδανον ἤτοι ῥιζάριν τῶν βαφέων. ἐρινεὸς ὁ τῆς
ἀγρίας συκῆς καρπός. ἐρινέα ἡ ἀγρία συκῆ. ἕλικες
τῆς ἀμπέλου τὰ ψαλίδια. ἔρημα ἡ ῥίζα τοῦ ἐρυθροδάνου.
ἐβίσκος ἤτοι ἡ ἀλθαία. ἐθάλη ἡ καπνέα ἤτοι χελι-
δόνιον λεγόμενον. ἑρμοβότανα τὰ παρθένια λεγόμενα.
ἐλατίνη ἤτοι σιδηρῖτις. ἑλένιον ἤτοι ῥάσδον. ἕλκυσμα
ἤτοι ἡ σκουρία τοῦ ἀσιμίου. ἔμψυχον ἤτοι ᾠὸν ὁλόκλη-
ρον. ἐλατήριον σικύου ἀγρίου ὁ ὀπός. ἐρίκης καρποῦ·
ἤτοι ἡ μυρίχη ἤγουν ὁ μύριγγας. ἐθιοπὶς ἤτοι φλόμος
389
μικρός. ἐβίσκου· ἡ ἀλθαία ἤτοι ὁ ἄγριος μέλοχας.
ἐντεριώνιον ἤτοι τῆς κολοκυνθίδος τὸ σπέρμα.
Ἡρακλειωτικὴ ἤτοι τὸ πάνακες. ἡράκλειος ἤτοι λίθος
μαγνίτης. ἡτρίκακος ἤτοι τὸ ἡλιοτρόπιον. ἡλιοτρόπιον
τὸ μέγα ἤτοι τὸ σκορπίουρον. ἤλεκτρον ἤτοι τὸ βερονί-
κιν. ἡαλὴς ἤτοι κολοκύνθας ἐντεριώνην.
Θάμνος ξύλον ἀκανθῶδες ἢ βάτος. θεῖον ἄπυρον ἤτοι
τεάφιν ἄβραστον. θρυαλλίδος· τοῦ λύχνου ἡ θρυαλλίς.
θάψιον τὸ λυχνόχορτον λεγόμενον. θρύμβα τὸ ἡμερό-
θρυμβον. θώραξ ἤτοι τὸ στῆθος. θαψία μεγάλη ἤτοι
ἀθαμαντική. θάμνος ἤτοι χρυσάκανθος. θάμνος ἡ μο-
λυβδώδης ἡ τοῦ χαλκοῦ σκουρία.
Ἰπνοῦ αἰθάλη ἤτοι καπνὸς φούρνου. ἱερὰ βοτάνη ἤτοι
ἀψινθία. ἱπποσέλινον ἤτοι πετροσέλινον. ἴρεως· ἤτοι
κρίνας ῥίζαν λευκῆς. ἴρεως ἰλλυρικῆς· ἤτοι κρίνας ῥίζαν
ἐρυθρᾶς. ἰρίγερον τὸ ὑπεράνω τῶν κεράμων κίτρινον
ἔχον τὸ τοιοῦτον ἄνθος.
Κιχόριον ἡ πικρίδα· λέγεται δὲ τὸ αὐτὸ καὶ σέρις.
κώνειον θανάσιμον φάρμακον. κάχρυος· νάρθηκος σπέρ-
μα. κάσσαμον ἤτοι βαλσάμου σπέρμα. καδμίας· ἤτοι
σκουρίαν σιδήρου. κεδρέαν ἤτοι τὸ ὑγροπίσσιν. κολο-
φωνία ἤτοι ἡ πίσσα. κασσία ἤτοι ἡ κασσία φίστουλα· ὁμοίως
καὶ ἡ σμύρνη. ἀσφοδέλου· ἤτοι κριοῦ ὄρχις. καρώου·
ἤτοι τὸ καρναβάδιν. κυπέρου τὸ δένδρον ἤτοι ἡ ἀγριο-
ζηζιφαία. κυμίνου ἑλλαδικοῦ· ἤτοι τὸ πλατυκύμινον. καλο-
περδικίαν ἤτοι τὸ κυκλάμινον. κυνόγλωσσον ἢ λειμώνιον
τὸ ἄγριον λουλάκιν. κύστις τὸ ὑπογάστριον. κινα-
μώμου ἀρωματικοῦ· ἤτοι ἡ κανέλα. κέστρον ἤτοι ἡ
βεττόνικα· λέγεται δὲ καὶ ψυχότροφον. κάνωπον τῆς
390
ἀκτῆς τὸ ἄνθος. καρυόφυλλον τὸ ἐκ τῆς Ἰνδίας κομιζό-
μενον. κονία ἤτοι ἡ στακτὴ ὀνομαζομένη. κισσάνθε-
μον ἤτοι τὸ κυκλάμινον. καυκαλὶς ἤτοι δαῦκος ἄγριος.
κυμίνου ἑλληνικοῦ· ἤτοι ψύλλεον. κόριον ἤτοι κολίανδρον
λεγόμενον. κενταύριον τὸ μέγα ἤτοι ῥέον βαρβαρικόν.
κενταύριον ἢ κέστρον ἤτοι ἡ βεττόνικα. κῶνος ἤτοι τοῦ
στροβίλου ὁ καρπός. κίσθαρον ἐξ οὗ γίνεται ὑποκιστὶς
καὶ τὸ λάδανον. κηκὶς ἤτοι τὰ μικρὰ κηκίδια ὀνομαζόμε-
να. κυνόσβατος ἤτοι κάππαρις λεγομένη. κυνόγλωσ-
σον ἤτοι σκυλόχορτον. καλλίθαμνον ἤτοι ἀλύπιον. κύ-
τινοι ῥοᾶς ἤτοι τὰ μικρὰ ἄνθη τῶν ῥοῶν. κολοφωνία ἤτοι
ἡ τριπτὴ πίσσα. κάχρυος· ἤτοι ἡ λαθυρίδα λεγομένη.
Λεπίδιον ἤτοι τὸ ἀγριοκάρδαμον. λινόζωστις καὶ παρ-
θενούδι ἤτοι τὸ σκαρολάχανον. λύκιον ἤτοι τὸ κορκολύκιν.
λιθαργύρου· σκωρία χρυσοῦ καὶ ἀργυροῦ. λήκων ἡ
ποτηροκλάστρια ἤτοι ἡ παπάβαρις. λιθόσπορον ἤτοι πα-
λιούρου σπέρμαν. λιβανωτὸν ἤτοι τὸ λίβανον. λιβανω-
τὶς ἤτοι τὸ δενδρολίβανον. λινόζωστις ἤτοι τὸ παρθένιον.
λιμνεία σφραγὶς πηλὸς λίμνης ἰνδικῆς. λυσίμαχον ἤτοι
τὸ ἄμωμον. λιβυστικὸν ἤτοι βασιλικοῦ σπέρμα.
Μάννης λεία τὸ λεῖον τοῦ λιβάνου. μυρρίνη ἡ μυρσίνη
λεγομένη. μέρπηλον τὸ χαμαιλίβανον. μῆλα περσικὰ
ἤτοι τὰ ῥοδάκινα. μῆλα μηδικὰ ἤτοι τὰ κίτρα. μῶλυ
ἤτοι πήγανον ἄγριον. μαλάβαθρον ἤτοι φύλλον ἰνδικόν.
μολύβδαινα ἤτοι μολυβδόστακτον. μόρα ἤτοι συκα-
μίνου καρπόν. μπαλαούστια τῶν ῥοῶν τὰ ἄνθη.
Νυμφαία ἤτοι τὸ ἁλικάκαβον. νάφθα ἤτοι θεῖον ἢ
πίσσα. ναρδόσταχυν· ἤτοι νάρδου κελτικῆς. νάρδου ἰνδι-
κοῦ· ἤτοι μαλάβαθρον. νήριον ἤτοι ῥοδοδάφνης ἄνθος.
Ξάνθης σπέρμα ἤτοι ἄωρα μόρα συκομορέας. ξυλοκινά-
391
μωμον ἤτοι κανέλα. ξάνθιον ἤτοι στύραξ.
Ὄνοι ὑπὸ τῆς ὑδρίας. ὀπὸς κυρηναϊκὸς ἤτοι σκορ-
δοράσαρι. ὀρροῦ γάλακτος· ἤτοι τοῦ τυροῦ τὸ ὕδωρ.
ὄλυνθος συκῆς ἤτοι καρπὸς ἀγρίας συκῆς. ὀροσέλινον
ἤτοι πετροσέλινον ἢ ἄγχουσα. ὀρίγανον ἤτοι ἡρακλειω-
τικήν. ὀλύρα ἤτοι ζέα ἢ σίκαλιν. ὀφιοστάφυλον ἤτοι
κάππαριν.
Πάναξ ἤτοι βρυωνία. ποταμογείτων ἤτοι ἡδύοσμος
ἄγριος. πορφύριος ἤτοι κυκλάμινος ἄγριος. πολυγό-
νιον ἤτοι ἵππουρις. πολυάνθιον ἤτοι τὸ μέλιν. ποντικὴν
ῥίζαν ἤτοι τὸ γλυκόριζον. πανοίκιος ἤτοι κοχλιός. πολύ-
νευρον ἤτοι ἀρνόγλωσσον. πρέμνιον ἤτοι ἀνεμώνην.
πίσσα βρυτία ἤτοι ἄσφαλτος. παρθενούδιον ἤτοι σκα-
ρολάχανον ἢ λινοζώστι τὸ μέγα. παρθένια τὰ ἀνεμόχορ-
τα ὀνομαζόμενα.
Ῥοῦ μαγειρικοῦ· ἤτοι τοῦ ῥοϊδίου τὰ ἄνθη. ῥοῦ συρια-
κοῦ· ἤτοι τὸ σουμάκιν. ῥοῦ βυρσοδεψικοῦ· ἤτοι τὰ φύλλα
τοῦ σουμακίου.
Σκορπίουρον ἤτοι ἡλιοτρόπιν. σαγιόκολλον ἤτοι ῥοῶν
γλυκειῶν χυλός. στρατιώτης χερσαῖος ἤτοι ἠριγέρων.
σχοίνου ἀρωματικοῦ· ἤτοι ὀφιόσκορδον. σπονδύλιον
ἤτοι ἁλικάκαβον. σέρις ἤτοι πικρίδος. σφάγνου· ἤτοι
ἀσπάλαθον. σικύου ἀγρίου ὁ χυλὸς ἤτοι ὀπός. σχῖ-
νος καθαρτικὸς ἤτοι τιθύμαλος ἢ ὁ γαλαγκάς. σκόρδιον
ἤτοι πράσου ὅμοιον. σκόλυμος ἤτοι κυνόγλωσσον ἢ καὶ
σκολύμβριον. σφάγνου· ἤτοι ἐλελίσφακος. σίον ἤτοι τὸ
κάρδαμον. συριακὸν ἤτοι ὁ θύμος. σκορδίου σπέρμα
392
ἤτοι εὐζώμου ἤγουν τὰ λεγόμενα ἄζουμα. σελίνου ἀρω-
ματικοῦ ἤτοι λιβυστικοῦ. σίδια ἤτοι τῶν ῥοϊδίων τὰ ἄνθη.
στίμη ἤτοι κοχλιὸς θαλάσσιος ὁ λεγόμενος πορφύρα.
σπλήνιον ἤτοι σκολοπένδριον. σχοῖνος ὁ μὲν ἀραβικός,
ὁ δὲ μηδικὸς λεγόμενος. σκόλυμβρος ἤτοι ἀκανθῶδες
κύλωμα. σινωπίτιδος ἤτοι σιναπίου σπέρμαν. σαν-
δαράχην ἤτοι ἀρσενίκιν. σφέκλην ἤτοι τρυγίαν οἴνου κε-
καυμένην. σάμψυχον μικρὸν ἤτοι ἀμαράκιν. σίλφιον ἤτοι
ῥίζαν λευκοΐου. στοιχάδος· ἤτοι ἄνθος πρασινοειδὲς ὅπερ
τινὲς λέγουσιν δάκρυα τῆς Κυρᾶς. σισύμβριον ἤτοι τὸ
βάλσαμον. σαρκόκολλην ἤτοι δάκρυον περσικέας. σίλ-
φιον καὶ σιλφίου ὀπὸς τὸ σκορδολάζαρον. σάνδυξ ἤτοι τρυ-
γία οἴνου κεκαυμένου. σισύμβριον ἤτοι ἡ καρδαμίνα.
σαρξίφαγον ἤτοι καὶ πετροσέλινον ὀνομαζόμενον. σκαμ-
πιούζα ἤτοι βερβελίκιν.
Τρώξιμον ἤτοι τὸ ἄγριον μαρούλιν. τεινεσμὸς ἤτοι ὁ
βιασμὸς λεγόμενος. τούτια ἤτοι εἶδος μυρεψικόν.
Ὑπερικοῦ· ἤτοι ὅμοιόν ἐστι κενταυρίῳ. ὑποκιστὶς ἤτοι
ὑοσκύαμον ἄγριον τὸ παρά τινων λεγόμενον λύκον τὸν φυό-
μενον ἐν τοῖς φαβάτοις. ὑπόσταθμον ἤτοι ἐλαίου τρυγίαν.
Φύκιον ἤτοι βρύον θαλάσσης. φύλλου ἰνδικοῦ ἤτοι μα-
λαβάθρου φύλλων. φαλάγγιν ἤτοι ἀράχνης ᾠά. φώκη
ἤτοι ζῷον θαλάττιον. φοῦ ἤτοι εἶδος μυρεψικόν.
Χαλβάνιν ἤτοι ὀπὸς νάρθηκος. χαμαίκισσον ἤτοι χα-
μολεύκην. χαμαισύκης· ἤτοι τὸ τριφύλλιν. χαμαιδάφ-
νης ἤτοι ἀσπαραγγαίας.
Ψευδώνυμον ἤτοι βατράχιον τὸ φυτόν. ψυχότροφον ἤτοι
βετόνικα. ψίλωθρον ἤτοι ὁ κονιζός.
393
Ὠκίμου σπέρμα ἤτοι σπέρμα βασιλικοῦ. ὠκιμοειδὲς
ἤτοι χαμαιλέων ὁ μέλας. ὤνιοι ἤτοι τὰ ἐν ταῖς ὑδρίαις
ζῷα εὑρισκόμενα.
{ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΠΙΔΕΣΜΩΝ ΒΙΒΛΙΟΝ.} <Κεφ.> αʹ. Οὐκ ἀσκόπως μοὶ δοκεῖ ὁ παλαιὸςἹπποκράτης ἐπιβλέψας τὰς ἄλλας τέχνας ἀρχόμενος τῆς ἐντῷ πράττειν καθαριότητος ἐκπεφωνηκέναι. ἐμοὶ δὲ ἁνδάνειμὲν πάσῃ τῇ τέχνῃ προσέχειν τὸν νόον· καὶ γὰρ ὁκόσα ἔργακαλῶς ἢ ὀρθῶς διοικεῖ, καλῶς ἕκαστα χρὴ ποιεῖν καὶὀρθῶς καὶ ὅσα καθαριότητος καὶ καθαρίως καὶ ὁκόσα ταχέωςἔργα, ταχέως. καὶ ὁκόσα ἀνωδύνως δεῖ διαχειρίζεσθαι ἀνωδυ-νώτατα ποιέειν. καὶ ἄλλα πάντα τοιοῦτον τρόπον διαφερόντωςτῶν πέλας ἐπὶ τὸ βέλτιον χρὴ ποιέειν. καὶ γὰρ, ὡς ἔοικενἔν τισιν ἔργοις, οὐκ ἄλλῳ τινὶ τῶν ἀπείρων διαφέρουσιν οἱἔμπειροι τεχνῖται τῶν ἀτέχνων ἢ τάχει καὶ εὐρυθμίᾳ· διὸ πολ-λάκις προσήκει παντὸς ἄλλου τεχνίτου τὸν ἰατρὸν ἐν πᾶσινἐστοχάσθαι τοῦ καλῶς πράττειν τι, καθ' ὃ καὶ τὴν ὕλην ἔχειδιάφορον· καὶ γὰρ τέμνοντα καὶ καίοντα καὶ δὴ καὶ ἐπιδέοντακαὶ εἴ τι ἄλλο χειρουργοῦντα μετὰ τοῦ συμφερόντως πράττεινκαὶ τοῦ καθαρίως καὶ εὐρύθμως πεφροντικέναι δεῖ, ὡς καὶ αὐ-τὸς πάλιν πού φησιν· ἐπιδέσιος δὲ δύο εἴδεα ἐργαζόμενόν τεκαὶ εἰργασμένον. ἐργαζόμενον μὲν ταχέως, ἀπόνως, εὐπό-ρως, εὐρύθμως, ταχέως μὲν ἀνύειν τὰ ἔργα, ἀπόνως δὲῥηϊδίως δρῇν, εὐπόρως δὲ εἰς πάντα ἑτοίμως· εὐρύθμως δὲὁρῆσθαι ἡδέως. ἀπαιτεῖ μὲν γὰρ γενόμενα πάθη περί τισιτοῦ σώματος μέρεσι τὴν ἁρμόζουσαν ἐπίδεσιν· ἀπαιτοῦσιδ' οἱ ἄνθρωποι καὶ κατ' ἰδέαν πολλάκις τὸ κατὰ τὰς ἐπι-δέσεις εὔρυθμον, ὡς ἐπί τι μοναχῶν καὶ τῶν ἄλλων εἰςδῆμον παρασκευαζομένων ἁπάντων χάριν, ἀναγκαῖον εἰδέναιτὰς παντὶ μέρει τοῦ σώματος ἁρμοζούσας ἐπιδέσεις ἁπλᾶςτε καὶ ποικίλας, ἐπιστάμενον ὥς τισι τῶν μερῶν ἁρμόζου-σιν ἑκάτεραι, τισὶ δὲ ἡ ἑτέρα, λέγω δὲ ἡ ποικίλη εἰ καί τισινἄλλως δοκεῖ, ἄξιον δὲ τὴν στάσιν διευκρινῆσαι πρῶτον.ἀχρηστίαν ἔνιοι τῶν ποικίλων κατεγνώκασιν ἐπιδέσεων φά-σκοντες βλαβερὰν ταύτας παρέχειν τὴν χρῆσιν, ἀποδείξει μὲνοὐδεμιᾷ γενναίᾳ χρώμενοι, παλαιῶν δὲ ἀνδρῶν μαρτυρίαις.καὶ πρῶτόν γε τὸν Ἱπποκράτην εἰσάγοντες λέγοντα· ἀτὰρ καὶἄλλα πολλὰ λωβέωνται οἱ χαίροντες ταῖς καλαῖς ἐπιδέσεσι,τοῦτ' ἔστι ταῖς ποικίλαις· καὶ Μαντίαν τε ἱστοροῦντες ὑπὸφαρμακοπώλου ἐπιδεδεμένον τινὰ ποικίλῃ ἐπιδέσει τὴν κε-φαλὴν καὶ τὸ πρόσωπον διὰ τῆς ἐπιδέσεως οἱ ὀφθαλμοὶπροσέπεσαν. δοκεῖ δὲ αὐτοῖς καὶ κατὰ λόγον τοῦτο γεγονέ-ναι, διότι ἀνώμαλος ἡ τῶν ἐπιδέσμων γίνεται πρόσπτωσιςδιὰ τὴν ποικιλίαν δυναμένη εἰς φλεγμονὰς καὶ ἀποστάσειςἄγειν τὰ σώματα· οὐκοῦν ἄξιον ἐγνωκέναι, διότι γένοιτ' ἂνταῦτα ἃ λέγουσιν οὐχ ὑπὸ ποικιλίας τῶν ἐπιδέσμων, ὑπὸ δὲἀφυΐας τῶν χρωμένων σφιγγόντων τὴν ἐπίδεσιν. χρὴ γὰρἐπιδεῖν, ὥς φησιν Ἱπποκράτης· ἐν δὲ τουτέοισι μάλισταἐπιδέσιος, πίεξις μὲν ὥστε τὰ ἐπικείμενα μὴ ἀφεστάναι, μη-δὲ ἐρηρεῖσθαι κάρτα, ἀλλ' ἡρμόσθαι μὲν, προσηναγκάσθαιδὲ μή. ἔδει δὲ αὐτοὺς τὸν Ἱπποκράτην ἐπαγομένους μάρτυραπροσαποδοῦναι τὸ λοιπόν. οὐ γὰρ ἁπλῶς ἐξενήνεκται, ἀτὰρκαὶ ἄλλα πολλὰ λωβέονται χαίροντες ταῖς καλαῖς ἐπιδέσεσιν,ἀλλὰ μετὰ τοῦ προσκεῖσθαι τὸ ἄνευ νόου. σκοπείσθωσανδὲ καὶ ἐκ τῶν νῦν λεγομένων ὡς Ἱπποκράτης οὐκ ἐκβάλλειτὰς ποικίλας ἐπιδέσεις. αὐτὸς γοῦν ἐν τῷ κατ' ἰητρεῖονβιβλίῳ περὶ ἐπιδέσεως διαλεγόμενος καὶ εἰπὼν τίς ἂν εἴηἀρετὴ ἐν τῷ ἐπιδέειν. ἑξῆς καί τις ἐν τῷ ἐπιδεδειχέναιοὕτω λέγει ἀγαθῶς καλῶς· τὸ μὲν ἀγαθῶς ἐπὶ τοῦ συμ-φέροντος τιθεὶς, τὸ δὲ καλῶς ἐπὶ τοῦ εὐπρεπῶς,εἶτα εἰς ἀνάπλωσιν τοῦ καλῶς ἐπιφέρει, καλῶς μὲν ἁπλῶςεὐκρινέως. τὸ ἁπλῶς τιθεὶς οὐκ ἐπὶ παντὸς, ἀλλ' ἐν ὑπο-δείγματος μοίρᾳ, οἷον ἡ ἁπλῶς ἐπίδεσις εὐκρινὴς ἔστω. σα-φὲς δὲ τοῦτο ποιεῖ ἐπιφέρων· ἢ ὅμοια καὶ ἴσα ἴσως καὶὁμοίως ἢ ἄνισα καὶ ἀνόμοια ἀνίσως καὶ ἀνομοίως. τὰ δὲεἴδεα ἁπλοῦς, εὔκυκλος, σκέπαρνος, σιμὸς, ὀφθαλμὸς καὶῥόμβος καὶ ἡμίτομον. ἁρμόζον τὸ εἶδος τῷ εἴδει καὶ τῷπάθει τῶν ἐπιδεομένων· εἰ γάρ τις ἁπλοῦς ἐστιν, οὗτος τῷὄντι εὔκυκλος ὀφείλει εἶναι· εἰ δέ τις σκέπαρνος, οὗτος σι-μός. οὕτω γὰρ ἔσται ὁ πάντη ἴσως ὅμοιος ἑαυτῷ, ὁ δὲἄνισος ἀνόμοιος, ἄρα γε πείθονται ἤδη Ἱπποκράτει ἐκκλίνειντὰς ποικίλας ἐπιδέσεις· ὁμολογοῦντες τὸν σκέπαρνον καὶτὸν ὀφθαλμὸν καὶ τὸν ῥόμβον καὶ τὸν ἡμίτομον ποικίλαςεἶναι τὰς ἐπιδέσεις; ἢ ἔτι ὑπομιμνήσκομεν αὐτοὺς τὸν περὶκλειδὸς κατάξιος λόγον ἐν τῷ περὶ ἄρθρων. ὡς Ἱπποκρά-της γερανίδι ποικίλῃ οὔσῃ ἐπιδέσει κέχρηται· ἴστωσαν δὲὅτι ἐπὶ μερῶν τινῶν ὡς ἐπὶ μηροῦ προαρθρημβολημένουβραχίονός τι καὶ ἀγκῶνος καὶ ἄλλων πλειόνων οὐκ ἔστινἄλλῃ χρῆσθαι ἐπιδέσει ἢ ποικίλῃ, ἀλλὰ πρὸς μὲν τούτωνἱκανὰ τὰ εἰρημένα. <Κεφ.> βʹ. Ἐπανάγωμεν δὲ τὸν λόγον ἐπὶ τὴν τῶνἐπιδέσμων τε καὶ ἐπιδέσεως τεχνολογίαν· καὶ δὴ ἐν τρόποιςἴδωμεν τίνι διαφέρουσιν ἀλλήλων οἱ ἐπίδεσμοι, ὕλῃ, σχέσει,μήκει, πλάτει κατασκευῇ· ὕλῃ μὲν ἐπεὶ οἱ μὲν αὐτῶν εἰσινἐρεοῖ, οἱ δὲ λινοῖ, οἱ δὲ δερμάτινοι, τῆς χρήσεως αὐτῶν οὐμιᾶς οὐδὲ τῆς ὁμοίας οὔσης, ἀλλὰ διαφόρου. πειρώμεθαγὰρ ἁρμοζόντως τῷ πάθει τὴν ἐκλογὴν ἐν τῇ χρήσει ποιεῖ-σθαι· ὅσα γοῦν σφίγξεως, δεῖται λινοῖς ἐπ' αὐτῶν χρώμεθα,ὅσα δὲ οὐ σφίγξεως διὰ τὸ ἐναντιοῦσθαί τισι φλεγμοναῖς,συνεχείας δὲ δεῖται μόνης ἢ σκέπης ἐρεοῖς. δερματίνοις δὲ,ὡς Ἱπποκράτης ἐπὶ ῥινὸς καὶ γένυος καταγείσης ἐχρήσατοκατακολλῶντες τὸ ἄκρον τῷ δεομένῳ τῆς ἐπιδέσεως, σχέσειδὲ ἐπεὶ οἱ μέν εἰσιν εἰλητοὶ, οἱ δὲ σχιστοὶ, ἄλλοι δὲ σύῤ-ῥαπτοι. εἰλητοὶ μὲν οὖν εἰσιν οἱ ἐκ ταινίας ἐπὶ μήκουςἀσυμβλήτου γεγονότος οἷοί εἰσιν οἱ κατὰ τὰ κατάγματα τῶνκώλων παραλαμβανόμενοι. σχιστοὶ δὲ οἱ ἐκ ῥάκους ἑνὸςκατὰ τὰ πέρατα ἢ καὶ ἄλλο τι μέρος ἐπεῤῥωγότος, οἷοί εἰ-σιν οἱ ἐπὶ κεφαλῆς ἀνατετριμμένης παραλαμβανόμενοι, καρ-κίνοι δὲ καλούμενοι, τετρασκελεῖς ἢ ἑξασκελεῖς ἢ ὀκτασκε-λεῖς. σύῤῥαπτοι δὲ οἱ ἐκ τελαμώνων πλειόνων συντιθέμενοιἀνομοιοσχημόνα τὴν ἐπιβολὴν ἔχοντες οἷοί εἰσιν οἱ καλού-μενοι ἀναλκαπρίδες ἢ ἀναζῶστραι ἢ μασόδεσμοι ἢ ἐπὶ μα-στῶν καὶ τὸν περὶ ἕδραν τόπον ἁρμόζοντες· μήκει δ' ἐπεὶοἱ μέν εἰσιν ἐπιμηκέστεροι, οἱ δὲ βραχύτεροι. ὁμοίως δὲκαὶ ἐπὶ πλάτους ἔχει τοῖς ἐπιδεομένοις μέρεσι προσαρμοζο-μένου καὶ τοῦ μήκους καὶ τοῦ πλάτους ἀναλόγως. κατα-σκευῇ δὲ διαφέρουσιν ἀλλήλων, ἐπεὶ οἱ μὲν ὑφαντοὶ, οἱ δὲπλωτοὶ, οἱ δὲ πλεκτοί εἰσι. καὶ τῶν ὑφαντῶν οἱ