De humoribus liber
- Authority group
- Pseudo-Galenus (catalogue association; authorship remains anonymous)
- Edition reference
- De humoribus liber, ed. Kühn, op. cit., vol. 19 (1830; repr. 1965) 485–496.
- CTS identifier
urn:cts:greekLit:tlg0530.tlg009.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital facsimile
- View facsimile ↗
- Facsimile rights
- Licence ouverte / Open Licence Etalab
19
489
ἔστι δὲ καὶ τῷ γέροντι φλέγμα. νωθρὰ ἡλικία αὐτὴ καὶ
ληθαργικὴ καὶ κωματώδης. ὑγρὰ γὰρ καὶ ψυχρά· ὥσπερ ἡ
παρηβῶσα ξηρὰ καὶ ψυχρά. καὶ ἡ μειρακιώδης θερμὴ καὶ
ὑγρά· καὶ τῶν νεανίσκων ἡ τοῦ ἀναλογοῦντος χυμοῦ καὶ
ἀμείνονος. τόποι δὲ αὐτῶν γεννήσεώς τε καὶ διαμονῆς καὶ
κινήσεως, αἵματος μὲν ἧπαρ καὶ φλέβες καὶ ἀμφότεραι τῶν
ῥινῶν. ξανθῆς δὲ κύστις ἡ ἰδία καὶ περὶ τὸ ἧπαρ καὶ δι'
490
ὤτων, ὅπερ καὶ φαίνεται. φλέγματος δὲ στόμαχος καὶ ψόαι
καὶ διὰ στόματος. ὥσπερ τῆς μελαίνης ὑπὸ τὸ ἧπαρ καὶ
σπλῆνα καὶ δι' ὀφθαλμῶν ὥσπερ λέγεται. χροιὰ δὲ αὐτῶν
αἵματος μὲν ἐρυθρὰ, φλέγματος δὲ λευκή. ξανθῆς δ' εἴδη
ἑπτά. ἡ μὲν γάρ τίς ἐστι ξανθὴ, ἥτις καὶ στοιχειώδης λέ-
γεται, ἡ δὲ ὠχρὰ, ἡ δ' ἐρυθρὰ, ἡ δὲ πρασώδης, ἡ δὲ λε-
κιθώδης, ἡ δὲ ἰώδης, ἡ δὲ ἰσατώδης. μελαίνης τὸ ἐλαιῶ-
δες χρῶμα οἰκεῖον καὶ τοῦθ' ὅπερ λέγεται μέλαινα. ἔστι
δὲ καὶ κατὰ τὴν γεῦσιν τὸ αἷμα γλυκύ. πικρὰ ἡ ξανθὴ καὶ
ὀξεῖα ἡ μέλαινα. τὸ δὲ φλέγμα ἄποιον μὲν πρώτως, εἶθ'
ἁλυκὸν, εἶτ' ὀξὺ καὶ προσέτι γλυκύ. εἰσὶ δὲ καὶ τῆς μελαί-
νης τέσσαρες αἱ διαφοραί. ἡ μὲν γάρ ἐστιν ἀπὸ τῆς τρυ-
γίας τοῦ αἵματος, ἡ δὲ ἐξ ὑπεροπτήσεως τῆς ξανθῆς, ἡ
δ' ἀσφαλτώδης διὰ τὸ στίλβειν ἀσφάλτου δίκην, ἡ δὲ αἱ-
ματώδης. ἔστι δ' ἐπὶ τούτοις τόθ' αἷμα τότε φλέγμα πα-
χέα τὴν σύστασιν καὶ ἡ μέλαινα. λεπτὴ δὲ καὶ κουφὴ καὶ
ἀνωφερὴς ἡ ξανθὴ, ὥσπερ οἱ ἕτεροι δύο χυμοὶ βα-
ρεῖς. τὸ δὲ αἷμα μεσάζει τῷ μετέχειν θερμότητος. ἔοικε
491
δὲ τὴν ὑγίειαν χαρακτηρίζεσθαι τῇ τούτων ἰσότητί τε καὶ
συμμετρότητι. ἐνδεόντων δὲ αὐτῶν ἢ πληθυνόντων παρὰ
τὸ δέον ἢ ποσότητι ἢ ποιότητι ἢ τόπων μεταστάσει ἢ συμ-
πλοκῇ ἀτάκτῳ ἢ σήψει κακωθέντων αἱ νόσοι συμβαίνουσιν.
ὥσπερ καὶ λέγεται τὰς νόσους συμβαίνειν τῇ τῶν χυμῶν
ἀμετρίᾳ· καθὰ καὶ τὴν ὑγίειαν ἐπανέρχεσθαι ἀφαιρέσει καὶ
προσθέσει καὶ λεπτότητι καὶ παχύτητι τῶν χυμῶν καὶ ἁπλῶς
τῇ εὐκρασίᾳ καὶ συμμετρίᾳ αὐτῶν. ὡς ἐν τῷ ἕκτῳ τῶν
ἐπιδημιῶν τῷ Ἱπποκράτει ἄριστα λέγεται· χυμοὺς τοὺς μὲν
ἐξῶσαι, τοὺς δὲ εὐθεῖναι, λεπτῦναι κατακεράσαι τῇ μὲν,
τῇ δὲ μή. κατὰ γάρ τοι τὴν αἰτίαν τῶν παθῶν τὴν ἀκο-
λουθίην τῶν βοηθημάτων πορίζονται. χρὴ γὰρ ἀκριβῶς
εἶναι κεκραμένους ποιότητι καὶ ἴσους ποσότητι τοὺς χυμοὺς,
ἵν' ὑγίειά τε διαμένῃ καὶ μὴ οὖσα ἐπανελεύσηται. ὅθεν καὶ
τῆς ὀνομασίας ἔτυχον ὄντες χυμοὶ παρὰ τὸ χεῖσθαι ἅμα
λεγόμενοι. δῆλον γὰρ ὡς εἰ τοῦτο ὑγίεια, τὸ μὴ τοιοῦτο
νόσος ἂν εἴη, ὥσπερ καὶ δέδεικται. ἐπεὶ δὲ ἡ νόσος γένος
492
εἰς διάφορα εἴδη διαιρουμένη, ἀνάγκη τὰς διαφορὰς ἀπό
τινων διαφορῶν αἰτιῶν προβαίνειν. αἰτία δὲ χυμοὶ καὶ
συμπτώματα. τὰ μὲν τοῖς ἔξωθεν ἐπισυμβαίνουσιν· οἱ δὲ
ταῖς αὐξήσεσι καὶ μειώσεσιν ἐπί τε ἡλικίαις καὶ καιροῖς καὶ
διαίτης καὶ κράσεσιν, ἐξαλλαττόμενοι, ὡς προείρηται. τοῦτο
δὲ καὶ Ἱπποκράτης σημαίνειν ἔοικεν, ἄλλους κατ' ἄλλην ὥραν
ἀνθεῖν τε καὶ δυναστεύειν τοῖς σώμασι χυμοὺς, καὶ τὰ
χρώματα διάφορα εἶναι λέγων τοῖς ἀνθρώποις κατὰ τὴν
ἐπικράτειαν τῶν ἐν τῇ κράσει δυναστευόντων χυμῶν, καὶ
τὰ νοσήματα κατὰ τὴν τοῦ πλεονάζοντος χυμοῦ φύσιν πε-
φυκότα γίγνεσθαι. καὶ μὲν δὴ καὶ ἐν προοιμίῳ τοῦ περὶ
χυμῶν. τὸ χρῶμα, φησὶ, τῶν χυμῶν, ὅπου οὐκ ἔστι ταραχὴ
αὐτῶν ὥσπερ τῶν ἀνθῶν, κατ' ἐπικράτειαν τῶν χυμῶν εἴω-
θεν ἐν τῇ διαδοχῇ τῶν ἡλικιῶν ὑπαλλάττεσθαι τοῖς ἀνθρώ-
ποις, καθάπερ ἄρα καὶ τὰ ἤθη τῆς ψυχῆς. ἠθοποιοῦσι
γὰρ οἱ χυμοὶ καὶ ταύτην. καὶ τὸ μὲν αἷμα ἱλαρωτέραν
ἀπεργάζεται, ἡ δὲ ξανθὴ ὀργιλωτέραν ἢ θρασυτέραν ἢ γορ-
γοτέραν ἢ καὶ ἀμφότερα. τὸ δὲ φλέγμα ἀργοτέραν καὶ ἠλι-
493
θιωτέραν. ἡ δὲ μέλαινα ὀργιλωτέραν καὶ ἰταμωτέραν. ὑπαλ-
λάττεται δὲ τὸ τῆς ψυχῆς ἦθος καὶ ἐν ταῖς νόσοις πρὸς
τὸ εἶδος τοῦ περιττεύοντος χυμοῦ, ὡς ἐπὶ τῶν παρακοπῶν.
ὅσαι γὰρ αὐτῶν εἰσιν ἐφ' αἵματος μετ' ᾠδῆς προσπίπτουσί
τε καὶ γέλωτος, ὅσαι δ' ἀπὸ ξανθῆς θρασύτεραι καὶ πι-
κρότεραι. διὰ τοῦτο καὶ Ἱπποκράτης φησὶν, αἱ μὲν μετὰ
γέλωτος γινόμεναι παραφροσύναι ἀσφαλέστεραι, αἱ δὲ μετὰ
σπουδῆς ἐπισφαλέστεραι, σπουδὴν τὴν θρασύτητα λέγων.
ὅσαι δ' αὖ ἀπὸ μελαίνης σκυθρωπότεραι καὶ σιωπηλότεραι
καὶ ἀστειότεραι. ὅσαι δ' αὖ ἀπὸ φλέγματος ληρώδεις καὶ
ἀσταταίνουσαι. καὶ ἀλλαχῆ αὐτὸς μαρτυρεῖ, ὡς ἐν τῷ πρώτῳ
τῶν ἐπιδημιῶν φησι. Σειλήνου μὲν παρακόψαντος μετ'
ᾠδῆς καὶ γέλωτος. ἐπὶ δὲ Φιλίσκου ἐν τῇ τρίτῃ ἐπιδημίᾳ
γενέσθαι θρασεῖαν τὴν παρακοπήν· ἐξεμάνη γὰρ, φησὶ, περὶ
τὸ μέσον τῆς ἡμέρας. ξανθὴ γὰρ ἦν ἡ πρόφασις τῆς νό-
σου. ἐν Κυζικῷ δὲ τὰς Διδύμου θυγατέρας τικτούσας μα-
νῆναί φησιν, εἶναι δὲ σκύθρωπον καὶ δύσθυμον τὸ εἶδος
τῆς παρακοπῆς. σιωπῶσα γὰρ ἦν καὶ οὐδενὸς πυθομένη·
494
μέλαινα δὲ ἦν αἰτία τῆς νόσου. Πιθίωνα δὲ τὸν παρὰ τὸ
τῆς γῆς ἱερὸν οἰκοῦντα λῆρον, γενέσθαι μανέντα.
φλεγματικὴ ἥδε ἦν ἐκείνῃ πρόφασις τοῦ πάθους. ἐπὶ τού-
τοις δεῖ καὶ τὸν θεραπεύσοντα τὰς ποικιλίας τῶν νοσημά-
των προγινώσκειν τὰς αἰτίας αὐτῶν. ἢν γάρ τις, ὡς Ἱπ-
ποκράτης λέγει, τὴν αἰτίαν τοῦ νοσήματος εἰδοίη, οἷός τ' ἂν
εἴη τὰ ξυμφέροντα προσάγειν τῷ σώματι ἐκ τῶν ἐναντίων
ἱστάμενος τῷ νοσήματι. καὶ ἐν τῷ περὶ νούσων ὃς ἂν περὶ
ἰήσεως ἐθέλῃ ἐρωτᾷν τε ὀρθῶς καὶ ἐρωτῶντι ἀποκρίνεσθαι
καὶ ἀντιλέγειν ὀρθῶς, ἐνθυμέεσθαι χρὴ τάδε. πρῶτον ἀφ'
ὧν αἱ νοῦσοι γένονται τοῖσιν ἀνθρώποις πᾶσι. γνωρίζονται
τοίνυν αἱ τῶν νοσημάτων προφάσεις. πρῶτον μὲν ἀπὸ τῆς
ἡλικίας. εἰ γὰρ μειράκιον τὸ νοσοῦν, μάλιστα ἂν ἀφ' αἵμα-
τος νοσοίη, ὥς γε ἀνωτέρω δεδήλωται καὶ ἑξῆς ὁμοίως. δεύ-
τερον ἀπὸ τῶν ὡρῶν. εἰ γὰρ ἐαρινὴ ἦν ὥρα αἷμα μάλιστα
τὸ λυποῦν. τρίτον ἀπὸ τῆς διαίτης. τῶν γὰρ βρωτῶν καὶ
ποτῶν ἄλλο ἄλλου χυμοῦ ποιητικόν ἐστι καὶ ταῖς οἰνοφλυ-
495
γίαις καὶ ἀδηφαγίαις αἱματικαὶ διαθέσεις παρέπονται. οὕτω
διέγνω Ἱπποκράτης τὸν Σειληνὸν ἐκ ποτοῦ μαθὼν αὐτὸν
νενοσηκότα. καὶ τὴν τοῦ κηπωροῦ γυναῖκα κρύψεως γεγεν-
νημένης αὐτῇ ἐπιμηνίων. ἄφθονον γὰρ εἶχε τὴν πολυφα-
γίαν. τέταρτον ἀπὸ τῆς χώρας. εἴ γε θερμὴ θερμότερα
προξενοῦσα πάθη. πέμπτον ἀπὸ τῶν ἐξανθημάτων. τὰ γὰρ
ἐρυθρὰ καὶ στρογγύλα αἱματώδη· τὰ δὲ πλατέα φλεγματώδη
καὶ ἄλλως ἄλλα, ὥσπερ ἐν ἀφορισμοῖς δείκνυσιν ἱδρωτήρια
ἔαρος καὶ θέρους γινόμενα λέγων, ὡς ἀφ' αἵματος καὶ χο-
λῆς ὄντα. καὶ μὲν δὴ καὶ ἀπὸ τοῦ χρώματος ὥσπερ ἐπὶ
τοῦ χυμοῦ ἐπικράτεια, οὕτω καὶ τοῦ νοσήματος διαγινώσκεται.
ἔστι δὲ καὶ αὕτη οὐδὲν ἧττον τῶν μεγίστων διαγνώσεων
ἀκριβεστάτη καὶ Διογένει καὶ τοῖς κατ' ἐκείνου καιροῦ σο-
φοῖς ὡς μαντική τις νομιζομένη. πολὺν μὲν γὰρ οἱ ἄνδρες
ἐκεῖνοι περὶ χρωμάτων ἐποιήσαντο λόγον, ταῖς διαφοραῖς
αὐτῶν καὶ τὰ νοσήματα μεριζόμενοι ἐρυθρόχρους τε τοὺς
αἱματώδεις καὶ πυρόχρους, οἷς ὁ πικρὸς πλεονάζει χυμὸς,
καὶ μελανόχρους οἷς μέλας καὶ λευκόχρους τοὺς φλεγματίας
496
ἀποκαλοῦντες. ἐρυθρόχροά τε καὶ πυρόχροα τὰ ἐπὶ τούτοις
νοσήματα καὶ μελανόχροα καὶ λευκόχροα λέγοντες, οὐκ οἶδα
ἄνθ' ὅπου τὰ πολλὰ τῆς τέχνης καταλιπόντες μαρτύρια
κᾀκεῖνα μᾶλλον ἀδύναται τοῦ νοσήματος τὴν ἀκριβῆ διά-
κρισιν παρασχεῖν, τοῖς χρώμασι μόνοις τὴν ἐντελῆ διάκρι-
σιν τῆς ἀσθενείας ἀνέθεντο.