De ponderibus et mensuris
- Authority group
- Pseudo-Galenus (catalogue association; authorship remains anonymous)
- Edition reference
- De ponderibus et mensuris, ed. F. Hultsch, Metrologicorum scriptorum reliquiae, vol. 1, Leipzig: Teubner, 1864 (repr. Stuttgart: Teubner, 1971): 218–244.
- CTS identifier
urn:cts:greekLit:tlg0530.tlg022.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
54
15
μέλιτοϲ ἄγειν ϲταθμῷ λι βʹ 𐅶.
55
1
{Περὶ μέτρων ξηρῶν [διδαϲκαλία ϲαφήϲ].}
Ἡ Αἰγυπτία ἀρτάβη ἔχει μοδίουϲ εʹ.
2
Ὁ δὲ μόδιοϲ ὁ Αἰγύπτιοϲ καὶ Ἰταλικὸϲ ἔχει
χοίνικαϲ ηʹ.
3
Ὁ δὲ χοίνιξ ξ βʹ.
4
Ὁ δὲ ξέϲτηϲ ἡμίξεϲτα βʹ, ἃ δὴ καὶ ἡμίναϲ προϲ-
αγορεύουϲιν.
5
Ἡ δὲ ἡμίνα ἔχει κυάθουϲ Ϛʹ.
6
Ὁ Ἀττικὸϲ μέδιμνοϲ ἔχει ἡμίεκτα ιβʹ.
7
Τὸ δὲ ἡμίεκτον ἔχει χοίνικαϲ δʹ· ὥϲτε τὸν μέ-
διμνον ἔχειν μοδίουϲ Ϛʹ, χοίνικαϲ μηʹ, ξέϲταϲ ϞϚʹ.
8
Τούτων δὲ τὸν ϲταθμὸν εἰπεῖν οὐκ εὔκολον,
ὅτι τῶν ξηρῶν οὐϲιῶν ἄπειρόϲ ἐϲτιν ἡ κατὰ τὴν ῥο-
πὴν διαφορὰ κατὰ τὴν τῆϲ ἰατρικῆϲ τέχνηϲ διδαϲκα-
λίαν, καθὼϲ οἱ πρὸ ἡμῶν ϲοφοὶ ἰατροί τε καὶ διδά-
ϲκαλοι ταῦτα ἡμῖν διεϲαφήνιϲαν [θαυμαϲτῶϲ].
t56-59
1
{Περὶ ϲημείων καὶ χαρακτήρων ἐν ταῖϲ ϲυϲταθμίαιϲ
καὶ περὶ ϲταθμῶν καὶ μέτρων.}
56a
1
Τὴν τῶν ϲημείων καὶ χαρακτήρων διδαϲκαλίαν
ἀναγκαιοτάτην οὖϲαν οὐ πάρεργον ἀναγράψαϲθαι,
ὅπωϲ ἐν ταῖϲ τῶν φαρμάκων ϲκευαϲίαιϲ ϲυμβολικῶϲ
εὑρόντεϲ κείμενά τινα αὐτίκα γνωρίζωμεν τὴν ἐξ
αὐτῶν ϲημαινομένην ϲυϲταθμίαν.
2
Τὴν οὖν μνᾶν ϲημαίνει τὸ μ ϲτοιχεῖον ἐπικεί-
μενον ἔχον τὸ ν, μ<ν.
3
Τὴν δὲ λίτραν τὸ λ ἐπικείμενον ἔχον τὸ ι, λι.
4
Τὴν δὲ οὐγγίαν τὸ Γ ἔχον ϲυγκείμενον τὸ ο, 𐆄.
παρ' ἐνίοιϲ δὲ εὗρον τὸ ν ἐπικείμενον ἔχον τὸ ο
[οὐγγίαν ϲημαῖνον], ν<ο.
5
[Μ δὲ ἔχον τὸ ε ἐπικείμενον μέροϲ δηλοῖ, μ<ε.]
6
Πλάγιον δὲ Λ εἰϲ μὲν τὰ δεξιὰ ταῖϲ κεραίαιϲ
νεῦον δραχμὴν δηλοῖ, 𐅻, εἰϲ δὲ τὰ εὐώνυμα ἡμί-
ϲειαν, >.
7
Τὸ δὲ Ῥωμαϊκὸν ϲίγμα παρ' ἐνίοιϲ μὲν τριώ-
βολον, παρ' ἡμῖν δὲ παντὸϲ ϲταθμοῦ τὸ ἥμιϲυ, 𐅶.
πλάγιον δὲ ἓν μὲν ὀβολόν, 𐅼, δύο δὲ διώβολον, 𐅽.
8
Ἔϲω δὲ ἐϲτραμμένον τὸ Ἑλληνικὸν ϲίγμα
ἡμιώβολον, 𐅀.
9
Ξ δὲ ε ἐπικείμενον ἔχον ξέϲτην δηλοῖ, ξε.
10
Τὸ δὲ κ ἐπικείμενον ἔχον τὸ υ κύαθον, Κυ.
11
[Ὑπερκείμενον δὲ τὸ λ τῷ ο ὁλκὴν ϲημαίνει
τὴν καὶ δραχμὴν ϲυνωνύμωϲ καλουμένην, λ<ο.]
56b
12
Τῷ δὲ χ ϲτοιχείῳ ἐπικείμενον αὐτὸ τὸ α χαλ-
κοῦν ϲημαίνει, χ<α. εἰ δὲ τὸ ο ἔχει τὸ χ, χόα, χ<ο. εἰ δὲ ν,
χοίνικα, χ<ν. εἰ δὲ η, χήμην, χ<Η.
13
Τὸ δὲ Κ, εἰ μὲν ἔχει ε ἐπικείμενον καὶ λοξὴν
εὐθεῖαν γραμμὴν τέμνουϲαν τὴν κάτω κεραίαν αὐτοῦ,
κεράτιον δηλοῖ, 𐆂ε. εἰ δὲ υ, κύαθον, 𐆂υ. εἰ δὲ ο,
κοτύλην, 𐆂ο.
14
Ἡ δὲ ἀπερίϲτικτοϲ εὐθεῖα γραμμὴ πλαγία τε-
θεῖϲα κατὰ πᾶν ὀβολὸν δηλοῖ, 𐅼. αἱ δὲ δύο ἀπερί-
ϲτικτοι δύο ὀβολοὺϲ ποιοῦϲι, 𐅼𐅼.
15
Δηλοῖ δὲ γράμμα τὸ γ πληϲίον ἔχον τὸ ρ
τεμνόμενον μετ' εὐθείαϲ γραμμῆϲ, 𐆈.
16
Αἱ δὲ δύο γραμμαὶ ϲυμπίπτουϲαι κατὰ θάτε-
ρον μέροϲ ὥϲτε γωνίαν ποιεῖν ἐμφερὲϲ ταῖϲ τοῦ Κ
δύο κεραίαιϲ ταῖϲ πρὸϲ τῇ ὀρθῇ γραμμῇ ϲημαίνουϲι
δραχμήν, 𐅻, τὴν ϲυνωνύμωϲ καὶ ὁλκὴν καλουμένην.
17
Ἰδίωϲ δὲ τὴν ὁλκὴν τὸ λ δηλοῖ ἔχον μέϲον τὸ
ο, λ<ο. εἰ δὲ ι ἔχει τὸ λ, ϲημαίνει λίτραν, λ<ι.
18
Τὸ δὲ Γ ἔχον ἐν ταῖϲ γωνίαιϲ αὑτοῦ τὸ ο
οὐγγίαν δηλοῖ, 𐆄.
19
Τὸ μ ἔχον κατὰ τὸ μέϲον αὑτοῦ τὸ ν μνᾶν
δηλοῖ, μ<ν· εἰ δὲ τὸ ε, μέδιμνον, μ<ε· εἰ δὲ τὸ υ, μύ-
ϲτρον, μ<υ· εἰ δὲ τὸ ο, μόδιον, μ<ο.
20
Τὸ δὲ τ ἔχον ἔμπροϲθεν αὑτοῦ ρ καὶ υ τρυ-
βλίον δηλοῖ, 𐆉υ.
21
Τὸ δὲ ξ, εἰ μὲν ἔχει ἐπάνω ε, ξέϲτην δηλοῖ
ξε. τινὲϲ δὲ τέμνουϲι τὸ ξ ἀντὶ τοῦ ξέϲτην, ξ, ξε. εἰ
δὲ τὸ ο ἔχει, ὀξύβαφον, ξο.
22
Εἰ δὲ κ καὶ ρ ἐπάνω ἔχουϲι μ, κεράμιον δη-
λοῖ, κρ<μ.
57
1
{Ἔκθεϲιϲ περὶ ϲταθμῶν καὶ μέτρων ἀκριβεϲτάτη.}
Κεράτιον τὸ ἰδιωτικῶϲ λεγόμενον κόκκιόν ἐϲτιν
αʹ, ὥϲπερ δὴ καὶ ἡ μονὰϲ ἐπὶ ἀριθμοῦ.
2
Ὁ ὀβολὸϲ ἔχει κεράτια ἤτοι κόκκια τρία.
3
Τὸ γράμμα ὀβολοὺϲ δύο.
4
Ἡ δραχμὴ γράμματα τρία.
5
Τὸ δηνάριον δραχμὴν μίαν γʹʹ.
6
Τὸ ἀϲϲάριον δηνάριον ἤτοι ϲτάγιον ἓν ἥμιϲυ.
7
Ὁ ϲτατὴρ ἀϲϲάρια δύο.
8
Ἡ οὐγγία ϲτατῆραϲ δύο.
9
Ἡ ὁλκὴ οὐγγίαϲ δύο.
10
Ἡ λίτρα ὁλκὰϲ ἕξ.
11
Ἡ Ἰταλικὴ μνᾶ λίτραν μίαν ἥμιϲυ. ἡ δὲ Ἀττικὴ
ϲτάγια τρία. ἡ Πτολεμαϊκὴ λίτραν μίαν καὶ ἡμίϲειαν.
12
Τὸ κοχλιάριον δηνάριον ἤτοι ϲτάγιον ἓν ἥμιϲυ.
13
Τὸ μικρὸν μύϲτρον καὶ τὸ ϲίκλον κοχλιάρια δύο.
14
Ὁ κύαθοϲ μικρὰ μύϲτρα τέϲϲαρα.
15
Τὸ ὀξύβαφον καὶ τὸ μέγα μύϲτρον κυάθουϲ
τρεῖϲ.
16
Ἡ κοτύλη καὶ τὸ τρυβλίον ὀξύβαφα δύο.
17
Ὁ ξέϲτηϲ κοτύλαϲ δύο.
18
Ὁ χοῦϲ ξέϲταϲ ἕξ.
19
Τὸ Ἰταλικὸν κεράμιον χόαϲ ὀκτώ.
20
Δεῖ γινώϲκειν ὡϲ οἱ ἐνταῦθα καταγεγραμμένοι
ϲταθμοὶ ἐπὶ τῶν ὑγρῶν μέτρων, ἐπὶ τοῦ οἴνου καὶ
τοῦ ὕδατοϲ ϲυνετέθηϲαν. ἐπὶ δὲ ἐλαίου καὶ μέλιτοϲ
ἀναλογίζεϲθαι χρὴ ἕκαϲτον ϲταθμὸν ἐπὶ τῶν ὑγρῶν
μέτρων κατ' ἀναλογίαν τῆϲ τοῦ βάρουϲ ἑκάϲτου εἴ-
δουϲ διαφορᾶϲ κατὰ τὴν ἔκπαλαι γενομένην ἀποπει-
ρίαν καὶ δοκιμαϲίαν τοῦ βάρουϲ ἑκάϲτου εἴδουϲ τῶν
ὑγρῶν.
21
Ἔχει δὲ οὕτω· τὸ ὕδωρ καὶ ὁ οἶνοϲ ἰϲόϲταθμα
λογίζονται. ἤγουν λίτρα τοῦ ἐλαίου ἐὰν εἰϲ ἀγγεῖον
εἰϲαχθῇ καὶ πληρώϲῃ τοῦτο, εἶτα εἰϲ τὸ αὐτὸ ἀγγεῖον
εἰϲαχθῇ ὕδωρ ἢ οἶνοϲ, πλέον τῆϲ λίτραϲ καὶ ἕτερα ἓξ
ϲτάγια εὑρεθήϲεται, διὰ τὸ φύϲει εἶναι καὶ τὸν οἶνον
καὶ τὸ ὕδωρ βαρύτερον τοῦ ἐλαίου. εἰ δὲ εἰϲ τὸ αὐτὸ
ἐμβληθῇ μέλι, πλέον πάλιν τῶν ἑβδομήκοντα ὀκτὼ
ϲταγίων καὶ ἕτερα ϲτάγια δέκα πέντε ἥμιϲυ εὑρεθή-
ϲονται. ἤγουν τὸ αὐτὸ ἀγγεῖον, ὅπερ χωρὶϲ ἐλαίου
λίτραν ἐχώρει ἤτοι ϲτάγια ἑβδομήκοντα δύο, ὕδατοϲ
μὲν καὶ οἴνου ἑβδομήκοντα ὀκτὼ ϲτάγια πάντωϲ χω-
ρήϲει, μέλιτοϲ δὲ ϲτάγια Ϟγʹ 𐅶. καὶ δεῖ διὰ τοῦτο κατ'
ἀναλογίαν ἑκάϲτου εἴδουϲ ἢ προϲτιθέναι ἢ ἀφαιρεῖν
ἀπὸ τοῦ ποϲοῦ τῶν ἀναγεγραμμένων ϲταθμῶν, ἐπεὶ
ἐπὶ οἴνου καὶ ὕδατοϲ, ὡϲ ἔφαμεν, κατεγράφηϲαν. οἷϲ
καὶ δεῖ προϲέχειν ἐπιμελῶϲ, ἵνα μὴ βλάβη μεγίϲτη ἐν
ταῖϲ ϲκευαϲίαιϲ προϲγένηται.
— — —
22
[Ἡ μεγάλη κοτύλη ἴϲη τῷ ὀξυβάφῳ.]
23
Ὁ χοῖνιξ ἔχει κοτύλαϲ τρεῖϲ.
24
Ὁ ἀμφορεὺϲ ξέϲταϲ τριάκοντα ἕξ.
25
Ὁ μετρητὴϲ ξέϲταϲ ἑβδομήκοντα δύο, κατὰ δὲ
Ϲύρουϲ ἑκατὸν εἴκοϲιν.
26
Ὁ μέδιμνοϲ ξέϲταϲ ἑκατὸν δύο.
58
1
{Ἔτι περὶ μέτρων καὶ ϲταθμῶν ἰατρικῶν ϲυντομωτάτωϲ
ἔκθεϲιϲ ἁπλουϲτάτη.}
Ὁ μέδιμνοϲ ἔχει λίτραϲ μηʹ.
2
Τὸ ἡμιμέδιμνον ἔχει λίτραϲ κδʹ.
3
Ὁ χοῦϲ ἔχει λίτραϲ δέκα.
4
Ὁ χοῖνιξ ἔχει λίτραϲ ἕξ.
5
Ὁ ξέϲτηϲ ἔχει λίτραν αʹ ἥμιϲυ.
6
Ἡ μνᾶ ἔχει λίτραν αʹ οὐγγίαϲ δʹ.
7
Ἡ λίτρα ἔχει οὐγγίαϲ ιβʹ.
8
Ἡ κοτύλη ἔχει οὐγγίαϲ θʹ.
9
Τὸ τρυβλίον οὐγγίαϲ θʹ.
10
Ἡ μνᾶ ἔχει λίτραν αʹ ἥμιϲυ.
11
Τὸ ὀξύβαφον ἔχει οὐγγίαϲ βʹ ϲτάγια βʹ.
12
Ὁ κύαμοϲ ἔχει οὐγγίαν αʹ ἥμιϲυ.
13
Τὸ μέγα † λείτρον οὐγγίαν αʹ.
14
Ἡ οὐγγία ϲτάγια ἕξ.
15
Ὁ ϲτατὴρ ϲτάγια τρία.
16
Τὸ μνῆϲτρον ϲτάγια τρία.
17
Τὸ ϲίκλον ϲτάγια τρία.
18
Τὸ βαϲιλικὸν κάρυον ϲτάγια τρία.
19
Τὸ ἕκτον μόριον ϲτάγια τρία.
20
Τὸ ϲτάγιον δηνάριον ἕν.
21
Ἡ χήμη ϲτάγια δύο κεράτια ἕξ.
22
Τὸ ὀξύβαφον οὐγγίαϲ δύο ϲτάγια δύο.
23
Τὸ κοχλιάριον ϲτάγια ζʹ.
24
Τὸ μικρὸν ϲίκλον ϲτάγια ζʹ
25
Τὸ ϲτάγιον κεράτια κδʹ.
26
Τὸ κεράτιον ϲιτάρια δʹ.
27
Ἡ δραχμὴ κεράτια ιηʹ.
28
Ἡ ὁλκὴ κεράτια ιηʹ.
29
Τὸ Ποντικὸν κάρυον κεράτια ιηʹ.
30
Τὸ γράμμα κεράτια ἕξ.
31
Ὁ ὀβολὸϲ κεράτια τρία.
32
Ἡ θέρμη κεράτιον ἓν ἥμιϲυ.
33
Ἡ παροξὶϲ κεράτιον ἓν ἥμιϲυ.
34
Ὁ κύαθοϲ ἔχει μνᾶϲ μικρὰϲ ἤτοι μύϲτρα μικρὰ
δύο. τὸ γὰρ μύϲτρον ἔχει ϲταθμὸν ϲταγίων τριῶν
ἤτοι οὐγγίαν ἡμίϲειαν. ἐν ἄλλοιϲ δέ φαϲιν, ὅτι ὁ
κύαθοϲ ἔχει ϲταθμὸν οὐγγίαϲ αʹ ἡμιϲείαϲ.
59
1
{Περὶ μέτρων καὶ ϲταθμῶν.}
Ἡ μνᾶ πρὸϲ τὸ Ἰταλικὸν ἔχει δραχμὰϲ ρμδʹ,
πρὸϲ δὲ τὸ Ἀττικὸν δραχμὰϲ ρκβʹ· ὥϲτε τὴν Ἰταλικὴν
μνᾶν εἶναι λι αʹ ἡμίϲειαν [τὴν δὲ Ἀττικὴν λι αʹ 𐆄 γʹ
δραχμὰϲ δʹ].
2
Ἡ οὐγγία ἄγει παρὰ μὲν τοῖϲ Ἀττικοῖϲ δραχμὰϲ
ζʹ, παρὰ δὲ τοῖϲ Ἰταλικοῖϲ δραχμὰϲ ηʹ.
3
Ἡ δὲ δραχμὴ γράμματα ἔχει γʹ.
4
Ἡ δὲ οὐγγία 𐆈 κδʹ.
5
Ἡ δὲ λίτρα ἔχει 𐆄 δώδεκα.
— — —
6
Δίδραχμα ἔχει ὁλκὰϲ βʹ. τὴν δὲ ὁλκὴν ϲυνω-
νύμωϲ καὶ δραχμὴν λέγουϲιν.
7
Τὸ δὲ γράμμα ἔχει ὀβολὸν αʹ χαλκοῦϲ δʹ.
8
Ὁ δὲ ὀβολὸϲ χαλκοῦϲ Ϛʹ.
9
Ὁ δὲ χαλκοῦϲ καὶ τὸ κεράτιον παντὸϲ γράμ-
ματόϲ ἐϲτι ϲμικρότατον πρὸϲ ἐκπλήρωμα τιθέμενον
τῶν ϲταθμῶν.
— — —
10
Ὁ μέδιμνοϲ ἔχει ἡμίεκτα ιβʹ.
11
Τὸ δὲ ἡμίεκτον χόαϲ μὲν βʹ, χοίνικαϲ δὲ δʹ.
12
Ὁ δὲ χοῦϲ χοίνικαϲ βʹ, ξ ηʹ· ὡϲ ἔχειν τὸν μέ-
διμνον χοίνικαϲ μηʹ, ξ ρϞβʹ.
13
Ὁ δὲ χοῖνιξ κοτύλαϲ ηʹ, ξε δʹ [χοῖνιξ κοτύλαϲ
γʹ, ξέϲτην αʹ 𐅶].
14
Ὁ δὲ ξέϲτηϲ κοτύλαϲ βʹ, κυάθουϲ ιβʹ.
15
Καὶ διὰ τούτων οἱ πλεῖϲτοι τῶν Ἑλλήνων με-
τροῦϲι. παρὰ δὲ τοῖϲ Ἰταλικοῖϲ εὑρίϲκεται ὁ χοῦϲ
μέτρῳ μὲν ἔχων ξέϲταϲ Ϛʹ, κοτύλαϲ ιβʹ, ϲταθμῷ δὲ
ὕδατοϲ ὀμβρίου, ὅπερ ἐϲτὶν ἀψευδέϲτατον, δραχμὰϲ
ψκʹ.
16
Ὁ δὲ χοῖνιξ ἔχει ξ γʹ, κοτύλαϲ Ϛʹ. καὶ οὗτοϲ
δὲ παρὰ τοῖϲ Ἀττικοῖϲ τρυβλίον ὀνομάζεται.
17
Τὸ δὲ ὀξύβαφον τέταρτόν ἐϲτι τῆϲ κοτύληϲ.
18
Ἔχει δὲ ὁ ξέϲτηϲ ϲταθμῷ δραχμὰϲ ρκʹ.
19
Ἰδίωϲ δὲ Ἑλληνικὴ κοτύλη ἡ ἐλαίου ἕλκει λι αʹ,
ὁ δὲ ξέϲτηϲ λι βʹ, ὁ δὲ Ἰταλικὸϲ λι αʹ [ἐλαίου] 𐆄 ηʹ,
τοῦ δὲ οἴνου 𐆄 θʹ.
20
Εἰδέναι δὲ δεῖ ὡϲ τὰ μέτρα κατὰ τὸν ϲταθμὸν
οὐ μετρίωϲ ἐξαλλάϲϲεται κατὰ τὴν τῆϲ ὕληϲ διαφοράν.
60
1
{Ἐκ τῶν Κλεοπάτραϲ κοϲμητικῶν περὶ ϲταθμῶν καὶ
μέτρων.}
Ἡ μνᾶ ὄνομα ϲταθμοῦ ἔχει οὐγγίαϲ ιϚʹ, 𐅻 ρκηʹ,
γράμματα τπδʹ, ὀβολοὺϲ ψξηʹ, θέρμουϲ ͵αρνβʹ, κερά-
τια ͵βτδʹ, χαλκοῦϲ ͵Ϛρμδʹ. ἡ Ἀττικὴ μνᾶ ἔχει οὐγγίαϲ
ιβʹ𐅶, 𐅻 ρʹ, γράμματα τʹ, ὀβολοὺϲ χʹ, θέρμουϲ Ϡʹ, κε-
ράτια ͵αωʹ, χαλκοῦϲ ͵δωʹ [ἄλλοι ͵γχʹ]. ἡ Πτολεμαϊκὴ
μνᾶ ἔχει 𐆄 ιηʹ, 𐅻 ρμδʹ, γράμματα υλβʹ, ὀβολοὺϲ ωξδʹ,
θέρμουϲ ͵αϲϞϚʹ, κεράτια ͵βφϞβʹ, χαλκοῦϲ ͵Ϛ Ϡιβʹ.
2
Ἡ λίτρα ἔχει 𐆄 ιβʹ, 𐅻 ϞϚʹ, γράμματα ϲπηʹ, ὀβο-
λοὺϲ φοϚʹ, θέρμουϲ ωξδʹ, κεράτια ͵αψκηʹ, χαλκοῦϲ
͵δχηʹ [ἢ ͵γχηʹ].
3
Ἡ οὐγγία ἔχει δραχμὰϲ ηʹ, γράμματα κδʹ, ὀβο-
λοὺϲ μηʹ, θέρμουϲ οβʹ, κεράτια ρμδʹ, χαλκοῦϲ τπδʹ.
καλεῖται δὲ ἡ οὐγγία τετράϲϲαρον Ἰταλικόν.
4
Ἡ δραχμὴ ἔχει γράμματα γʹ, ὀβολοὺϲ Ϛʹ, θέρ-
μουϲ θʹ, κεράτια ιηʹ, χαλκοῦϲ μηʹ.
5
Τὸ Ἰταλικὸν δηνάριον ἔχει δραχμὴν αʹ.
6
Δραχμὴ δὲ καὶ ἄλλη ὁμωνύμωϲ καλεῖται Αἰγυ-
πτιακή, ἥτιϲ ἕκτον μέροϲ ἐϲτὶ τῆϲ Ἀττικῆϲ δραχμῆϲ
ἄγουϲα ὀβολὸν αʹ.
7
Τὸ γράμμα ἔχει ὀβολοὺϲ βʹ, θέρμουϲ γʹ, κερά-
τια Ϛʹ, χαλκοῦϲ ιϚʹ.
8
Ὀβολὸϲ ἔχει θέρμον αʹ 𐅶, κεράτια γʹ, χαλ-
κοῦϲ ηʹ.
9
Τὸ ἡμιώβολον ἔχει κεράτιον αʹ 𐅶, χαλκοῦϲ δʹ.
10
Θέρμοϲ ἔχει κεράτια βʹ, χαλκοῦϲ εʹ καὶ τριτη-
μόριον [ἢ χαλκοῦϲ γʹ].
11
Ἀττικὸν δὲ ἡμιώβολον ἑτέρου ἡμιωβόλου τέϲ-
ϲαρα πέμπτα.
12
Τὸ κεράτιον ἔχει Ἀττικοὺϲ χαλκοῦϲ βʹ καὶ χαλ-
κοῦ [ἑτέρου] δύο τρίτα [ἢ δύο πέμπτα].
13
Χαλκοῦϲ ἔχει ἡμιωβόλου τὸ δʹʹ· ὥϲτε τοὺϲ
τέϲϲαραϲ χαλκοῦϲ ἄγειν ἡμιώβολον.
14
Ὁ ϲτατὴρ ἄγει 𐅻 δʹ. καλοῦϲι δὲ αὐτὸν τετρά-
δραχμον.
15
Καὶ τὸ διπούντιον δὲ ὁμοίωϲ ἄγει 𐅻 δʹ.
— — —
16
Καὶ τὸ βαϲιλικὸν κάρυον ὁμοίωϲ ἄγει 𐅻 δʹ.
17
Χήμη ἡ μεγάλη ἔχει 𐅻 γʹ καὶ ἡ μικρὰ 𐅻 βʹ.
18
Ἀϲϲάριον ἔχει 𐅻 βʹ.
19
Κοχλιάριον ἔχει 𐅻 αʹ.
— — —
20
Ὁ κύαθοϲ ἔχει 𐅻 ιʹ ἢ 𐆄 αʹ καὶ οὐγγίαϲ τεταρ-
τημόριον, 𐆈 λʹ, ὀβολοὺϲ ξʹ, θέρμουϲ Ϟʹ, κεράτια ρπʹ,
χαλκοῦϲ υπʹ. ἔϲτι δὲ ὁ κύαθοϲ κοτύληϲ τὸ Ϛʹʹ.
21
Ἡ κοτύλη μέτρῳ μὲν ἔχει κυάθουϲ Ϛʹ, ϲταθμῷ
δὲ 𐅻 ξʹ, 𐆄 ζʹ καὶ 𐅶, 𐆈 ρπʹ, ὀβολοὺϲ τξʹ, θέρμουϲ φμʹ,
κεράτια ͵απʹ, χαλκοῦϲ ͵βωπʹ.
22
Τὸ τρυβλίον τὸ αὐτὸ μέτρον χωρεῖ τῇ κοτύλῃ,
ἔχει γὰρ μέτρῳ μὲν κυάθουϲ Ϛʹ, ϲταθμῷ δὲ 𐅻 ξʹ.
23
Ὁ ξέϲτηϲ μέτρῳ μὲν ἔχει κοτύλαϲ βʹ, ϲταθμῷ
δὲ 𐅻 ρκʹ. καλεῖται δὲ παρὰ Αἰγυπτίοιϲ ὁ ξέϲτηϲ ἴνιον.
24
Τὸ ὀξύβαφον ἔχει μέτρῳ μὲν κοτύληϲ τέταρ-
τον, κύαθον αʹ 𐅶, ϲταθμῷ δὲ 𐅻 ιεʹ.
25
Ἡ κόγχη ἡ μεγάλη τὸ αὐτὸ μέτρον ϲώζει τῷ
ὀξυβάφῳ, ἔχει γὰρ μέτρῳ μὲν κύαθον αʹ 𐅶, ϲταθμῷ
δὲ 𐅻 ιεʹ. ἡ δὲ ἐλάττων κόγχη ἔχει μέτρῳ μὲν ἡμικύα-
θον, ϲταθμῷ δὲ 𐅻 εʹ.
26
Μύϲτρον τὸ μέγα ἔχει κοτύληϲ τὸ ἑκκαιδέκα-
τον, ὃ γίνεται 𐅻 γʹ 𐅶 τέταρτον. τὸ δὲ μικρότερον κο-
τύληϲ τὸ κβʹʹ, ὃ γίνεται δραχμαὶ δύο 𐆈 βʹ κεράτιον αʹ
καὶ κερατίου τὸ ἑνδέκατον.
27
Ὁ χοῦϲ ἔχει μέτρῳ μὲν κοτύλαϲ Ἀττικὰϲ δώ-
δεκα, ξέϲταϲ δὲ Ϛʹ, χοίνικαϲ δὲ δʹ, ϲταθμῷ δὲ ἔχει ὁ
χοῦϲ 𐅻 ψκʹ.
28
Ὁ χοῖνιξ ἔχει μέτρῳ μὲν κοτύλαϲ Ἀττικὰϲ
τρεῖϲ, ϲταθμῷ δὲ 𐅻 ρπʹ.
— — —
29
Ἐν δὲ τοῖϲ γεωργικοῖϲ εὗρον τὴν κοτύλην
† τρίτον ἢ τέταρτον ξέϲτου· τὸν δὲ χοῦν ξεϲτῶν θʹ,
κοτυλῶν δὲ ιβʹ· καὶ τὸν ἀμφορέα ξεϲτῶν λϚʹ, κοτυ-
λῶν μηʹ· τὸν δὲ μετρητὴν ξεϲτῶν οβʹ, κοτυλῶν ϞϚʹ·
τὸν δὲ μέδιμνον ξεϲτῶν ρβʹ, κοτυλῶν ρλϚʹ.
30
Ὁ δὲ κατὰ Ϲύρουϲ μετρητὴϲ ξ Ϛʹ, Ἰταλικῶν ρκʹ.
31
Τὸ τρυβλίον καὶ τὸ ὀξύβαφον ὁμοίωϲ ἔχουϲι
κοτύληϲ τὸ δʹʹ· ὁ δὲ κύαθοϲ κοτύληϲ τὸ Ϛʹʹ.
61
1
{Ἄλλωϲ περὶ τῶν αὐτῶν.}
Ἡ μνᾶ ἡ Ἀττικὴ ἔχει 𐆄 ιβʹ 𐅶, ἡ δὲ ἑτέρα 𐆄 ιϚʹ,
ἡ δὲ Πτολεμαϊκὴ ἔχει 𐆄 ιηʹ.
2
Ἡ λίτρα ἔχει 𐆄 ιβʹ.
3
Ἡ οὐγγία ἔχει 𐅻 ηʹ.
4
Ἡ δραχμὴ ἔχει 𐆈 γʹ.
5
Τὸ γράμμα ἔχει ὀβολοὺϲ βʹ.
6
Ὁ ὀβολὸϲ ἔχει θέρμον αʹ 𐅶.
7
Ὁ θέρμοϲ ἔχει κεράτια βʹ, χαλκοῦϲ δὲ [γʹ ἢ] εʹ.
8
Ἀττικὸν δὲ ἡμιώβολον ἔχει ἡμιωβόλου τέϲϲαρα
πέμπτα.
9
Τὸ κεράτιον ἔχει Ἀττικοὺϲ χαλκοῦϲ βʹ καὶ χαλ-
κοῦ βʹ πέμπτα.
10
Ὁ χαλκοῦϲ ἔχει ἡμιωβόλου τὸ τέταρτον· ὥϲτε
τοὺϲ τέϲϲαραϲ χαλκοῦϲ ἄγειν ἡμιώβολον.
11
Ὁ ϲτατὴρ ἄγει 𐅻 δʹ· καλοῦϲι δὲ αὐτὸν τετρά-
δραχμον.
12
Καὶ τὸ διπούντιον δὲ 𐅻 δʹ.
13
Καὶ τὸ βαϲιλικὸν δὲ κάρυον ὁμοίωϲ ἄγει 𐅻 δʹ.
14
Ἡ χήμη ἡ μεγάλη ἔχει 𐅻 γʹ, ἡ μικρὰ 𐅻 βʹ.
15
Τὸ ἀϲϲάριον ἔχει 𐅻 βʹ.
16
Τὸ κοχλιάριον 𐅻 αʹ.
62
1
{Περὶ μέτρων καὶ ϲταθμῶν ἱππιατρικῶν.}
Οὐγγία ἔχει 𐅻 ηʹ.
2
Ἡ δραχμὴ ἔχει 𐆈 γʹ, ὀβολοὺϲ Ϛʹ.
3
Ἡ κοτύλη ἔχει 𐆄 ιβʹ, ὀξύβαφα δύο.
4
Τὸ δὲ ὀξύβαφον κυάθουϲ γʹ.
5
Κύαθοϲ ἔχει μύϲτρα δʹ.
6
Κοχλιάριον δέ ἐϲτι μύϲτρου τὸ ἥμιϲυ.
7
Τὸ δὲ ὀξύβαφον ποιεῖ 𐆄 Ϛʹ.
8
Ὁ κύαθοϲ ποιεῖ 𐆄 βʹ.
9
Τὸ μύϲτρον ποιεῖ 𐆄 τὸ ἥμιϲυ.
10
Τὸ κοχλιάριον ποιεῖ 𐆈 Ϛʹ.
— — —
11
Ἡ δραχμὴ ποιεῖ 𐆈 γʹ.
12
Ὁ ὀβολὸϲ ποιεῖ γράμμα 𐅶.
13
Τὸ ϲίκλον ἔχει 𐆄 τὸ 𐅶 [ἢ 𐆄 αʹ καὶ 𐅶].
14
Ὁ κύαθοϲ μύϲτρα δʹ· ὡϲ εἶναι τὸ μύϲτρον 𐆄
τὸ Ϛ.
15
Τὸ δὲ μύϲτρον κοχλιάρια βʹ· ὡϲ εἶναι τὸ κο-
χλιάριον 𐆄 δʹʹ.
— — —
16
Ἡ μνᾶ ἔχει 𐆄 ιεʹ, ὁλκὰϲ ριβʹ 𐅶.
17
Ἡ λίτρα ἔχει ὁλκὰϲ Ϟʹ.
18
Τὸ δὲ δηνάριον ἔχει γράμματα δʹ.
63
1
{Περὶ μέτρων ὑγρῶν.}
Τὸ Ἰταλικὸν κεράμιον ἔχει χόαϲ ηʹ.
2
Ὁ χοῦϲ ἔχει ξέϲταϲ Ϛʹ.
3
Ὁ ξέϲτηϲ κοτύλαϲ βʹ, αἳ καὶ [τρίβανα ἢ] τρυ-
βλία λέγονται.
4
Ἡ κοτύλη γὰρ τὸ αὐτὸ ἔχει καὶ τὸ [τρίβανον
ἢ] τρυβλίον μύϲτρα μεγάλα γʹ, ὀξύβαφα δὲ δʹ.
5
Τὸ γὰρ μέγα μύϲτρον ἔχει ὀξύβαφον αʹ γʹʹ.
6
Τὸ ὀξύβαφον ἔχει κυάθουϲ αʹ 𐅶.
7
Ὁ δὲ κύαθοϲ ἔχει χήμαϲ μικρὰϲ ἤτοι μύϲτρα
μικρὰ βʹ.
8
Ἰταλικὸν κεράμιον
ἔχει ἐλαίου οἴνου μέλιτοϲ
λι οβʹ λι πʹ λι ρηʹ [ἀλ. ρκʹ]
ὁ χοῦϲ λι θʹ λι ιʹ λι ιγʹ 𐅶
ὁ ξέϲτηϲ 𐆄 ιηʹ 𐆄 κʹ 𐆄 κζʹ
ἡ κοτύλη 𐆄 θʹ 𐆄 ιʹ 𐆄 ιγʹ 𐅶
τὸ μέγα μύϲτρον 𐆄 γʹ 𐆄 γʹ 𐆈 ηʹ 𐆄 δʹ 𐅶
τὸ μικρὸν μύϲτρον 𐅻 Ϛʹ 𐅻 Ϛʹ 𐆈 βʹ 𐅻 θʹ
τὸ ὀξύβαφον 𐅻 ιηʹ 𐅻 κʹ 𐆄 γʹ 𐅻 γʹ
ὁ κύαθοϲ 𐆄 αʹ 𐅶 𐅻 ιγʹ 𐆈 αʹ 𐅻 ιηʹ.
64
1
{Διοϲκορίδου περὶ μέτρων καὶ ϲταθμῶν.}
Ἐγώ, φίλτατε, περὶ ϲταθμῶν καὶ μέτρων οὕ-
τωϲ ἠκρίβωϲα· ἀπὸ τῶν ἐλαχίϲτων ἀρξάμενοϲ ἐπὶ
τὴν μνᾶν πολυπλαϲιάζων ἀνῆλθον.
{[Περὶ ϲταθμῶν.]}
2
Τὸ κεράτιον τὸν αὐτὸν ϲταθμὸν ἔχει τῷ
χαλκῷ.
3
Ὁ δὲ ὀβολὸϲ χαλκοῦϲ ἔχει τρεῖϲ· ὅθεν τὸ
ἡμιωβόλιον ἔχει ϲταθμῷ κεράτιον ἓν ἥμιϲυ.
4
Γράμμα ἄγει ὀβολοὺϲ δύο, τουτέϲτι χαλκοῦϲ ἕξ.
5
Ἡ δὲ δραχμὴ ἡ καὶ ὁλκὴ λεγομένη ἄγει γράμ-
ματα τρία, τουτέϲτιν ὀβολοὺϲ Ϛʹ.
6
Ἡ δὲ οὐγγία ἔχει 𐅻 ηʹ, 𐆈 κδʹ.
7
Ἡ λίτρα δὲ ἔχει 𐆄 ιβʹ, 𐅻 δὲ ϞϚʹ.
8
Ἡ μνᾶ κατὰ μὲν τὴν ἰατρικὴν χρῆϲιν ἄγει 𐆄
ιϚʹ, τουτέϲτιν ὁλκὰϲ ρκηʹ· κατὰ δὲ τὴν Ἰταλικὴν [μνᾶ]
𐆄 ιηʹ, τουτέϲτι λίτραν μίαν ἡμίϲειαν, 𐅻 δὲ ρμδʹ. ἡ δὲ
Ἀλεξανδρινὴ μνᾶ ἄγει 𐆄 κʹ, τουτέϲτιν ὁλκὰϲ ρξʹ.
{Περὶ μέτρων ὑγρῶν οἴνου [ὕδατοϲ καὶ ὄξουϲ].}
9
Τὸ κεράμιον ἄγει λι πʹ.
10
Ἡ δὲ οὔρνα λι μʹ.
11
Ὁ χοῦϲ, τουτέϲτι τὸ κόγγιον, ἔχει λι ιʹ.
12
Τὸ ἡμικόγγιον ἔχει λι εʹ.
13
Ὁ ξέϲτηϲ ἔχει λίτραν μίαν 𐆄 ηʹ.
14
Ἡμίνα, τουτέϲτι ἡ κοτύλη, 𐆄 ιʹ.
15
Τὸ τέταρτον ἔχει 𐆄 εʹ.
16
Τὸ ὀξύβαφον, ὅπερ ἐϲτὶ τέταρτον κοτύληϲ αʹ,
ἄγει 𐆄 βʹ 𐅶.
17
Ὁ δὲ κύαθοϲ, ὅπερ ἐϲτὶν ἕκτον κοτύληϲ, ἄγει
𐆄 αʹ ἡμίϲειαν, γράμματα δʹ.
18
Ἡ δὲ χήμη ἐϲτὶ κυάθου τέταρτον, ἄγει δὲ 𐅻 γʹ
γράμμα ἕν.
19
Ὁ αὐτὸϲ δὲ ϲταθμόϲ ἐϲτι τοῦ ὕδατοϲ καὶ ὄξουϲ.
φαϲὶ δὲ τοῦ ὀμβρίου ὕδατοϲ πληρωθῆναι ἀψευδέϲτα-
τον εἶναι τὸν ϲταθμόν· ἄγειν δὲ ὁλκὰϲ ψκʹ τὸν χοῦν.
{Ἐλαίου.}
20
Τὸ κεράμιον ἔχει λι οβʹ.
21
Ἡ οὔρνα ἔχει λι λϚʹ.
22
Ὁ χοῦϲ ἢ τὸ κόγγιον ἔχει λίτραϲ θʹ.
23
Τὸ ἡμικόγγιον λι δʹ 𐅶.
24
Ὁ ξέϲτηϲ ἔχει λι αʹ 𐅶.
25
Ἡμίνα, τουτέϲτιν ἡ κοτύλη, 𐆄 θʹ.
26
Τὸ τέταρτον ἔχει 𐆄 δʹ 𐅶.
27
Τὸ ὀξύβαφον, ὅπερ ἐϲτὶ κοτύληϲ τέταρτον,
ἄγει 𐆄 βʹ 𐅻 βʹ [ἢ 𐆄 βʹ 𐅶].
28
Ὁ δὲ κύαθοϲ, ὅπερ ἐϲτὶν ἕκτον κοτύληϲ, ἄγει
𐆄 αʹ 𐅶.
29
Ἡ χήμη κυάθου τέταρτον ἄγει δραχμὰϲ γʹ.
{Μέλιτοϲ.}
30
Τοῦ μέλιτοϲ τὸ κεράμιον ἔχει λι ρκʹ.
31
Ἡ οὔρνα ἔχει λίτραϲ ξʹ.
32
Τὸ κόγγιον ἔχει λίτραϲ ιεʹ.
33
Τὸ ἡμικόγγιον ἔχει λίτραϲ ζʹ 𐅶.
34
Ὁ ξέϲτηϲ ἔχει λι βʹ 𐅶.
35
Ἡμίνα ἔχει λίτραν αʹ 𐆄 γʹ.
36
Τὸ τέταρτον ἔχει 𐆄 ζʹ 𐅶.
37
Τὸ ὀξύβαφον ἔχει 𐆄 γʹ 𐅶 𐅻 βʹ.
38
Ὁ δὲ κύαθοϲ ἔχει 𐆄 βʹ 𐅶.
39
Ἡ δὲ χήμη, ὅπερ ἐϲτὶ κυάθου τέταρτον, ἄγει
𐅻 εʹ.
65
1
{Ἄλλωϲ περὶ μέτρων καὶ ϲταθμῶν.}
Μέδιμνοϲ ἔχει ἡμίεκτα ιβʹ.
2
Τὸ δὲ ἡμίεκτον χόαϲ δύο.
3
Ὁ δὲ χοῦϲ χοίνικαϲ τέϲϲαραϲ.
4
Ὁ δὲ χοῖνιξ κοτύλαϲ Ἀττικὰϲ ἔχει τρεῖϲ, ϲτα-
θμῷ δὲ ἄγει ὁλκὰϲ ρπʹ.
5
Ὁ δὲ χοῦϲ ἐϲτι μὲν μέτρῳ κοτυλῶν Ἀττικῶν
ιβʹ, ϲταθμῷ δὲ ἄγει 𐅻 ψκʹ.
6
Ὁ δὲ ξέϲτηϲ μέτρῳ μὲν κοτυλῶν βʹ, ϲταθμῷ δὲ
ἄγει 𐅻 ρκʹ.
7
Ἡ δὲ κοτύλη ἔχει κυάθουϲ ἕξ, ϲταθμῷ δὲ 𐅻 ξʹ.
τὴν δὲ κοτύλην οἱ Ἀττικοὶ καὶ τρυβλίον ὀνομάζουϲι.
8
Τὸ ὀξύβαφον μέτρῳ μὲν κοτύληϲ τέταρτον,
ὅπερ ἐϲτὶ κύαθοϲ εἷϲ ἥμιϲυ, ϲταθμῷ δὲ ἔχει δραχμὰϲ
ιεʹ.
9
Ὁ κύαθόϲ ἐϲτι δραχμῶν δέκα.
10
Ἡ δὲ χήμη ἐϲτὶ κυάθου τέταρτον 𐅻 βʹ 𐅶.
11
Τὸ μέγα μύϲτρον κοτύληϲ ἐϲτὶν ὀκτωκαιδέκα-
τον. ἄγει δραχμὰϲ γʹ γράμμα αʹ.
12
[Μύϲτρον] τὸ δὲ μικρὸν κοτύληϲ εἰκοϲτὸν τέ-
ταρτον ἄγει 𐅻 βʹ 𐅶.
13
Τὸ δὲ δικαιότατον μύϲτρον γράμματα ἔχει
ὀκτώ.
14
Τὸ δὲ κοχλιάριον γράμματα ἔχει τρία.
15
Τοῦ βαϲιλικοῦ καρύου τὸ μέγεθοϲ 𐅻 ἄγει ἑπτά.
16
Τοῦ δὲ Ποντικοῦ 𐅻 αʹ.
17
Τὸ δὲ τῆϲ βαλάνου δραχμῆϲ ἥμιϲυ.
18
Τὸ δὲ τοῦ Αἰγυπτιακοῦ κυάμου ἔχει ὀβολὸν
καὶ ἥμιϲυ.
19
Τοῦ ὀρόβου [μέγεθοϲ] χαλκοῦϲ βʹ.
66
1
{Περὶ ϲημείων τῶν μέτρων καὶ ϲταθμῶν.}
Τῶν ϲταθμῶν καὶ μέτρων διδαϲκαλίαν καὶ τὴν
τῶν ϲημείων τῶν ἐν αὐτοῖϲ ἔκθεϲιν ἀναγκαίαν οὖϲαν
ἀνεγραψάμην, ἵν' ἔχοιϲ ἄπταιϲτον τὴν ἐν τοῖϲ βοη-
θήμαϲιν εὕρεϲιν.
2
Τὴν οὖν μνᾶν δηλοῖ ἐπιτιθέμενον τῷ μ ϲτοι-
χείῳ τὸ ν.
3
Τὴν δὲ λίτραν τὸ λ ἔχον ὑποκείμενον τὸ ι, λ<ι.
4
Τὴν δὲ οὐγγίαν τὸ Γ ἔχον ὑποκείμενον ἢ ὑπερ-
κείμενον τὸ ο, 𐆄 γ<ο. παρ' ἐνίοιϲ δὲ εὗρον οὐγγίαν τῷ
ν ἐπικείμενον τὸ ο, ν<ο.
5
Τῷ δὲ μ ἐπικείμενον ε μέροϲ δηλοῖ, μ<ε.
6
Πλάγιον δὲ λ τὰϲ κεραίαϲ ἔχον δραχμὴν δηλοῖ,
𐅻. εἰϲ δὲ τὰ εὐώνυμα ἡμίϲειαν, >.
7
Τὸ δὲ Ῥωμαϊκὸν 𐅶 παρ' ἐνίοιϲ μὲν τριώβολον,
παρ' ἡμῖν δὲ παντὸϲ ϲταθμοῦ τὸ ἥμιϲυ.
8
Πλάγιον δὲ | ἢ 𐅶 ὀβολόν, 𐅼, 𐅼.
{ΓΑΛΗΝΟΥ ΠΡΟΓΝΩΣΙΣ ΠΕΠΕΙΡΑ- ΜΕΝΗ ΚΑΙ ΠΑΝΑΛΗΘΗΣ.} <Κεφ.> αʹ. Τὸν θέλοντα προγινώσκειν οὐ μόνον τὴνἡμέραν τοῦ θανάτου, ἀλλὰ καὶ τὴν ὥραν σκοπεῖν χρὴ ἐντίνι μάλιστα καιρῷ τοῦ παροξυσμοῦ βαρύνοιτο μεγάλως ὁκάμνων. εἰ μὲν γὰρ κατὰ τὴν εἰσβολὴν αὐτοῦ καταψύχει,τότε σφοδρῶς καὶ δυσεκθέρμαντος καὶ ἄχρους ἄχρι πλείστουμένει καὶ μικρόσφυκτος γένοιτο καὶ κοιμηθῆ νωθρῶς καὶκωματώδης ἤ τι τοιοῦτον ἕτερον πάσχοι· τοῦτον ὑφορᾶσθαιμάλιστα τὸν καιρὸν, εἰ καὶ οὗτος μέτριος εἴη. περὶ δὲ τὴνἀκμὴν ἤν τε καταφερόμενον τὸν ἄῤῥωστον ἢ παραπαίονταἢ ἀλύοντα βλέπῃς ἢ τοῦ πυρετοῦ τὸ μέγεθος οὐχ ὑπομέ-νοντα· διακαιόμενόν τε σφοδρῶς καὶ σκοτοδινιῶντα καὶκεφαλαλγοῦντα καὶ καρδιώσσοντα ἤ τι τοιοῦτον ἕτερον πά-σχοντα, τοῦτον ὑποπτεύειν μάλιστα τὸν καιρὸν, εἰ δὲ καὶτῆς ἀρχῆς τοῦ παροξυσμοῦ καὶ τῆς ἀκμῆς μετρίαςγινομένης. περὶ δὲ τὴν παρακμὴν, λειποψυχίας τε καὶ ἱδρῶ-τας ἀνωμάλους ἢ ψυχροὺς ἢ περὶ κεφαλὴν ἢ στέρνον ἐπι-φέροιτο καὶ τοὺς σφυγμοὺς ἀμυδροὺς καὶ μικροὺς ἐργάζοιτοκαὶ τὰ τούτοις ἐοικότερα, τοῦτον ὑφορᾶσθαι μάλιστα τὸνκαιρόν. καὶ μὴν εἰ τοῦτο διορισθείη, οὐδὲν ἔτι χαλεπὸνοὐδὲ τὴν ἡμέραν εἰπεῖν τοῦ θανάτου. καὶ γὰρ εἰ τῆς δευ-τέρας ἡμέρας, εἰ τύχῃ, τὸν σφοδρότερον παροξυσμὸν ἐνεγκού-σης ὑπὲρ τῆς πρώτης τε καὶ τρίτης καὶ πέμπτης, εἰς τὴνἕκτην ἡμέραν ὁ θάνατος προδηλωθείη. <Κεφ.> βʹ. Διὰ πέντε ἢ διὰ πρόσθεσιν ἐπιτηδείας ὕληςἢ διὰ κίνησιν ἢ διὰ στέγνωσιν ἢ διὰ σῆψιν ἢ διὰ προσο-μιλίαν ἑτέρου θερμοῦ. καὶ διὰ μὲν πρόσθεσιν, ὡς ὅτανπροσενεχθῇ τῷ θερμὴν ἔχοντι κρᾶσιν, οἷον πέπερι, νᾶπυ,σκόροδον καὶ τὰ τούτοις ὅμοια· καὶ ἀναδοθῇ τούτων ἡποιότης ἐν τῇ καρδίᾳ καὶ ἐκπυρώσει τὸ ἐν αὐτῇ ἔμφυτονθερμὸν καὶ ἐξάψει πυρετόν. διὰ δὲ κίνησιν διχῇ, ἢ γὰρψυχικῶς ἢ σωματικῶς· καὶ ψυχικῶς μὲν ὡς ἐπὶ θυμῷ καὶφροντίδι, σωματικῶς δὲ ὡς ἐπὶ ἀμέτρῳ κόπῳ. διὰ δὲστέγνωσιν ὅταν διὰ γλισχρότητα ἢ διὰ παχύτητά τινα ξη-ρανθῶσι καὶ ἐμφραχθῶσιν οἱ ἄδηλοι πόροι τοῦ σώματος ἢ