The Greek Library Author

Anonymous

Praesagitio omnino vera expertaque

Authority group
Pseudo-Galenus (catalogue association; authorship remains anonymous)
Edition reference
Praesagitio omnino vera expertaque, ed. Kühn, op. cit., vol. 19 (1830; repr. 1965) 512– 518.
CTS identifier
urn:cts:greekLit:tlg0530.tlg023.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Licence ouverte / Open Licence Etalab

19

514

τὰ πέρατα τῶν ἀγγείων καὶ ἐπὶ τῇ διαπνευστίᾳ τοῦ βάθους

ἐξαφθῇ πυρετός. διὰ δὲ σῆψιν, ὡς ὅταν ἡ ὑποκειμένη καὶ

πλεονεκτοῦσα ὕλη σαπῇ ἐν τῷ βάθει, καὶ ἀναδοθῇ τῇ καρ-

δίᾳ καὶ ἀνάψῃ πυρετόν. διὰ δὲ προσομιλίαν ἑτέρου θερμοῦ,

ὡς ὅταν ἐν ἡλιοκαΐᾳ ὑπερφλεχθείη ἡ κεφαλὴ καὶ μάλιστα

τὸ δικτυοειδὲς πλέγμα καὶ διὰ τῶν ἀρτηριῶν μεταδοθῇ τῇ

καρδίᾳ καὶ ἀνάψῃ πυρετόν.

<Κεφ.> γʹ. Σημεῖα δὲ εἰσβολῆς πυρετοῦ χάσμαι, φρῖ-

και, σκορδινισμοὶ, εἴτουν ἀποδιακλασμοὶ, ναυτίαι, καταφορὰ

ὕπνου, βηχίον μικρὸν καὶ ὑπότραχυ, ἄκρων κατάψυξις καὶ

515

ταῦτα μὲν ἔξωθεν τὰ γνωρίσματα. ἀπὸ δὲ τῶν σφυγμῶν

ἔκ τε τῆς σμικρότητος καὶ τῆς ἀνωμαλίας διαγινώσκεται καὶ

τὸ διαλεῖπον. καὶ ἐν μὲν τῇ εἰσβολῇ κατεπάγει μᾶλλον ἡ

συστολὴ τοῦ σφυγμοῦ κατά τινος ἀνωμαλίας καὶ σμικρότητος.

ἐν δὲ τῇ ἀναβάσει μοχθηροί πώς εἰσιν ἐπαυξομένης τῆς

διαστολῆς μέχρι τελείας ἀκμῆς, ἐπιτεινομένης δὲ τῆς θερμα-

σίας πρῶτον τὸ μέγεθος αὔξεται, εἶτα προσλαμβάνεται καὶ

τὸ τάχος. ὅταν γὰρ ἱκανῶς ἐκπυρωθῇ ὁ πυρετὸς, μεγάλους

ἅμα καὶ ταχεῖς ἐργάζεται τοὺς σφυγμούς· ἢν δὲ ἐπὶ πλεῖον,

καὶ πυκνούς. καὶ ποίῳ τρόπῳ πρὸ τῶν πυρετῶν αἱ χάσμαι

προγίνονται; χασμῶνται πρὸ τῶν πυρετῶν οἱ νοσοῦντες καὶ

διακινουμένων καὶ βίᾳ διατεινόντων αὐτούς. ὥσπερ γὰρ ἐκ

τῶν λεβήτων ἀτμὸς ἀνέρχεται πολὺς ἐφεψημένου τοῦ ἐν αὐ-

τοῖς ὕδατος, οὕτω καὶ ἐκ τῶν ἔνδοθεν τοῦ σώματος ἀνα-

βαινόμενος ὁ ἀτμὸς διατείνει καὶ διασείει καὶ συστρέφει τοὺς

μύας τοῦ σώματος. εἰώθασι γὰρ τὰ νεῦρα χλιαινόμενα διΐ-

στασθαι καὶ οὕτως αἱ χάσμαι γίνονται.

<Κεφ.> δʹ. Ὅταν αἱ φλέβες πλησθῶσι καὶ πρι-

516

σθῶσιν ὑπὸ τῶν πνευμάτων, ἐξοιδαινόμεναι τοὺς πόνους

ἐπιφέρουσι περὶ τὴν κεφαλὴν τῇ βίᾳ καὶ τάσει τῶν ἀνα-

πεμπομένων ἔνδον πνευμάτων. τὸν δὲ διὰ τῶν ἱδρώτων

μέλλοντα λυθήσεσθαι πυρετὸν γνωσόμεθα ἐκ τοῦ τὸ νόσημα

εἶναι διακαέστατον, οἷον ὁ προσαγορευόμενος καῦσος. χολῶ-

δες γὰρ τοῦτο δηλονότι τὸ νόσημα καὶ ὁπόταν μέλλει σφο-

δρῶς κινεῖσθαι, ῥῖγος ἐργάζεται· καὶ εἰ μὲν οὖν ἐπισχεθείη

γαστὴρ ἢ οὖρα τῆς κρίσεως ἐγγὺς οὔσης, ἐλπίζειν χρὴ ῥῖγος·

εἰ δὲ καὶ ἀμφοτέρων ἡ ἐπίσχεσις γέγονε καὶ οὐ πάρεστιν

ἔμετος ἢ αἱμοῤῥαγία, ἱδρὼς ἐξ ἀνάγκης ἔσται πολὺς καὶ

μᾶλλον ἐπειδὰν οἱ κάμνοντες παραπέσωσιν ἐπιδιδόντος τοῦ

παροξυσμοῦ καὶ θερμότεροι ἐκ τούτου γινόμενοι καί τις ἀτ-

μὸς ἐκ τοῦ σώματος ἀνείη θερμὸς, οἷος οὐ πρόσθεν ἐγένετο

ἐπὶ τῶν νεωστὶ λελουμένων. οἵ τε σφυγμοὶ μεγάλοι καὶ

ὑψηλοὶ καὶ ταχεῖς καὶ εἰς διαστολὴν μᾶλλον ἐπιγινόμενοι

καὶ οἷον κυματώδεις. ὅ τε τῆς ἀρτηρίας χιτὼν μαλακός τε

καὶ δίϋγρος φαίνεται, ἡ δὲ ἐπιφάνεια τοῦ παντὸς σώματος

κνησμώδης καὶ μαλθακὴ καὶ κατά τινας ὥρας ἐρυθραινο-

517

μένη· καὶ ταῦτα μὲν ἐν τῷ κριτικῷ παροξυσμῷ γιγνόμενα

πέψεως προηγησαμένης καὶ τῆς κριτικῆς ἡμέρας ἀγαθῆς

οὔσης σωτηρίων καὶ λυτικῶν ἱδρώτων ἔσται δηλωτικά· δῆ-

λον δ' ὅτι θερμὸν εἶναι δεῖ συμμέτρως τὸν λυτικὸν ἱδρῶτα

καὶ δι' ὅλου τοῦ σώματος συνιστάμενον καὶ πρὸς λόγον κου-

φίζοντα καὶ εὐφορώτερον ἀποφαίνοντα τὸν ἄνθρωπον. οἱ

δὲ ψυχροὶ ἱδρῶτες σὺν μὲν ὀξεῖ πυρετῷ γινόμενοι θάνατον

σημαίνουσι, σὺν δὲ πρηϋτέρῳ, μῆκος νόσου. ἱδρῶτες πυ-

ρεταινόντων ἢν ἄρξωνται ἀγαθοὶ καὶ τριταῖοι καὶ πεμ-

πταῖοι καὶ ἑβδομαῖοι καὶ ἐναταῖοι καὶ ἑνδεκαταῖοι καὶ τεσ-

σαρεσκαιδεκαταῖοι καὶ εἰκοστῇ ἑβδόμῃ καὶ τριακοστῇ τε-

τάρτῃ· οὗτοι γὰρ οἱ ἱδρῶτες νόσους κρίνουσιν, εἰ δὲ μὴ

οὕτω γιγνόμενοι, πόνον σημαίνουσι καὶ μῆκος νόσου καὶ

ὑποτροπιασμόν· καὶ ὅκου ἔνι τοῦ σώματος ἱδρὼς, ἐκεῖ

φράζε τὴν νοῦσον· καὶ ὅκου ἔνι τοῦ σώματος ψυχρὸν ἢ

θερμὸν, ἐνταῦθα ἡ νοῦσος· καὶ ὅκου ἐν ὅλῳ τῷ σώματι

μεταβολὴ καὶ ἢν τὸ σῶμα ψύχηται ἢ αὖθις θερμαίνηται ἢ

χρῶμα ἕτερον ἐξ ἑτέρου γίγνηται, μῆκος νόσου σημαίνει.

518

ἱδρὼς ἐξ ὕπνου γιγνόμενος ἄνευ φανερῆς αἰτίης τὸ σῶμα

σημαίνει, ὅτι πλείονι τροφῇ χρῆται· ἢν δὲ τροφὴν μὴ

λαμβάνοντι τοῦτο γίνηται, σημεῖον ὅτι κενώσεως δεῖται τὰ

σώματα. πυρέσσοντι ἱδρὼς ἐπιγενόμενος μηδὲ ἐκλείπων τὸν

πυρετὸν κακόν. μηκύνει γὰρ ἡ νόσος καὶ ὑγρασίαν πλείω

σημαίνει.

{ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΚΑΤΑΚΛΙΣΕΩΣΠΡΟΓΝΩΣΤΙΚΑ ΕΚ ΤΗΣ ΜΑΘΗ- ΜΑΤΙΚΗΣ ΕΠΙΣΤΗΜΗΣ.} Περὶ μὲν τοῦ ὑπαρκτικὴν εἶναιτὴν μαθηματικὴν ἐπιστήμην, ἤρκει καὶ ἡ τῶν στωϊκῶν φι-λοσόφων, ἀνδρῶν καὶ λόγους διεκπεπονημένων καὶ τὸν βίονὁποῖός ἐστι παραστησάντων, δόξα. οὐδὲν δὲ ἧττον, ἐπεὶ καὶὁ παρὼν λόγος ἐστὶ περὶ ὧν καὶ ἡ ἰατρικὴ τέχνη ἐπαγγέλ-λεται, ἀναγκαῖόν ἐστι τῶν δοκιμωτάτων ἐν αὐτῇ τὰς ἱστο-ρίας ἐκθέσθαι, ἵνα γνώριμος πᾶσι γένηται, ὅτι καὶ αὐτοὶοἱ ἰατροὶ διὰ τὸ περὶ πλείστου ποιεῖσθαι τὸ προορατικὸνμέρος τῆς αὑτῶν τέχνης, τοῦτο τῇ μαθηματικῇ ἐπιστήμῃἀπένειμαν, καὶ εἰ μὴ πάντες, κατά γε τὸ πλεῖστον. Ἱπ-ποκράτης γοῦν ὁ πολὺς σὺν τῇ ἀρχαιότητι καὶ θαυμαστὸςτὴν ἐπιστήμην, φησίν· ὁπόσοι τὴν ἰατρικὴν ἀσκέοντες φυ-σιογνωμονίης ἀμοιρέουσι, τουτέων ἡ γνώμη ἀνὰ σκότος κα-λινδουμένη νωθρὰ γηράσκει. οὐ μόνον εἶπεν οὐ κατορθώ-σουσιν, ἀλλ' ὅτι καὶ διασφαλήσονται. ἀνὰ σκότος γὰρ ἔφητὴν γνώμην πλανᾶσθαι τῶν τῇ φυσιογνωμίᾳ μὴ χρησαμέ-νων. τὸ δὲ φυσιογνωμονικὸν μέρος τῆς ἀστρολογίας ἐστὶμέγιστον μόριον. ὁ οὖν τι μόριον ἐπαινέσας, πολλῷ μᾶλ-λον ἂν τὸ ὅλον ἐγκωμιάζει. Διοκλῆς δὲ ὁ Καρύστιος καὶῥήτωρ οὐ μόνον αὐτός φησιν, ὡς καὶ σὺ γινώσκεις, ἀλλὰκαὶ τοὺς ἀρχαίους ἱστορεῖ, ἀπὸ φωτισμοῦ καὶ τοῦ δρομή-ματος τῆς ☾ τὰς προγνώσεις τῶν νόσων ποιουμένους. ὁπότεοὖν οἱ τηλικοῦτοι ἄνδρες, κατά γε ἀξίωμα καὶ τὴν ἐπιστή-μην, οὐ διάδοχοι τῆς ἐν ἰατρικῇ προγνώσεως μόνον, ἀλλὰκαὶ κτίσται ἰδίων δογμάτων, ταύτην διαδεξάμενοι καὶ ἀλλο-τρίους κόπους καρπούμενοι, περὶ τούτων τι διαστάσωσιν.ὅθεν καὶ σὺ, φίλτατε Ἀφροδίσιε, διεκποιήσας τὸν τῆς κα-τακλίσεως τρόπον καὶ στοιχήσας τοῖς προειρημένοις ἀνδράσικαρπώσῃ τὸ κάλλιστον μέρος τῆς ἑαυτοῦ τέχνης, προγινώ-σκων καὶ προλέγων τὰ μέλλοντα τοῖς κάμνουσι συμβήσε-σθαι. ἀρξώμεθα δὲ τῶν πραγμάτων ἐντεῦθεν. Πρὸ παντὸς δέον σκοπεῖν τὴν ☾κινουμένην κατὰ πρόσθεσιν ἢ ἀφαίρεσιν τοῖς ἀριθμοῖς, οὐτοῖς φωσὶν, ὥς τινες πεπλάνηνται, ἂν οὖν γενομένης κατα-κλίσεως, ἔν τινι τῶν δωδεκατημορίων ζωδίων, ἡ ☾ ἄρξηταιτοῖς ἰδίοις ἀριθμοῖς κινεῖσθαι, κατὰ τὸ ἰσόμοιρον ἐλθοῦσα,ἰσόμοιρον δέ ἐστι τὸ διάμετρον, ἐπισημασίαν τὴν μεγίστηνποιήσει. μάλιστα δὲ, ἐὰν καὶ σύνδεσμός ἐστιν, ὅταν ἀπὸσυνόδου εἰς πʹ ☾. σύνδεσμον λύει καὶ πορεύσηται ἐπὶ τὸμεῖζον μέγεθος τοῦ δρομήματος, περὶ τὰς ρπʹ μοίρας ἀναι-ρεῖ. ἐὰν δὲ γενομένης κατακλίσεως ἡ ☾ κατ' ἀφαίρεσινκινῆται, ἡ νόσος μέχρι τῆς ἰσομοίρου ἐπισημασίαν ποιησα-μένη ἐπὶ τὸ ἰσόμοιρον τὴν νόσον ἐπὶ ὑγιέστερον τρέπει.πρόσεχε δὲ καὶ τὰς κινήσεις, ἤτοι μαρτυρίας τῶν ἀστέρων.ἐὰν γὰρ ἡ ☾ κατακλίσεως γενομένης κινῆται ἐπὶ τὸ μεῖζονσυσχηματιζομένη, τὴν νόσον αὔξει καὶ ἐπικίνδυνον ποιήσει.αὐξανομένη δὲ τοῖς τε φωσὶ καὶ τοῖς ἀριθμοῖς, περὶ τῷ♂ τὴν ☍. ἀπαραβάτως κίνδυνον ἐποίσει. ἐὰν δὲ φαέ-θοντι Διῒ τύχῃ συσχηματιζομένη καθ' οἷον δή ποτ' οὖντρόπον, τὰς νόσους ἀκινδύνους ποιήσει. ἢ ἐπὶ τετραγώνουἐπισημασίας γενομένης, ἀποκαταστήσει σώους ἐπὶ τὸ κατὰ