The Greek Library Author

Anonymous

Prognostica de decubitu ex mathematica scientia

Authority group
Pseudo-Galenus (catalogue association; authorship remains anonymous)
Edition reference
Prognostica de decubitu ex mathematica scientia, ed. Kühn, op. cit., vol. 19, 529–573.
CTS identifier
urn:cts:greekLit:tlg0530.tlg024.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Licence ouverte / Open Licence Etalab

19

532

τὴν ☍. ἐὰν δὲ φλεγέθοντι Κρόνῳ σχηματίζηται, ἀφαι-

ροῦσα τοῖς ἀριθμοῖς, ἐπισφαλεῖς καὶ ἐπικινδύνους περὶ τὰς

𐅶ʹ μοίρας ἀπεργάζεται. ἐὰν δὲ καὶ σύνδεσμον λύσασα ἐπὶ

τὰ ἥττονα φέρηται περὶ τὰς ρπʹ μοίρας, τὴν ἀναίρεσιν

ἀνυπερβάτως ποιήσει. ἐὰν δὲ ἥλιος ἢ ☍. ἐὰν δὲ τῷ ♀

ἢ ☿ συσχηματισθῆ κατὰ τὴν κατάκλισιν ἀφαιροῦσα τοῖς

ἀριθμοῖς ἢ καὶ τῷ φωτὶ λήγουσα, μειωθήσεται ἡ νόσος περὶ

533

τὰς 𐅶ʹ μοίρας καὶ ἐπισημασίας γενομένης, τραπήσεται ἐπὶ

τὸ ὑγιαίνειν. ἐὰν δὲ καὶ σύνδεσμον λύσῃ ἔτι μειουμένη ἐπι-

καθίστησιν ὑγιαίνοντα διὰ ρπʹ μοίρας. δεήσει δὲ προλαμ-

βάνειν καὶ τοὺς λοιποὺς τῶν ἀστέρων, καθ' ἕκαστον ζώδιον

πῶς διάκεινται. τῆς γὰρ ☾ ἐπιπορευομένης τὰ ιβʹ ζώδια,

τὰ αἴτια τῶν νόσων ἐντεῦθεν γνωρίζονται. χρὴ δὲ πρὸ

πάντων εἰδέναι ὡς εἴ τις ἀμελῶς περὶ τὰς ψήφους διατε-

θείη, οὐδὲν αὐτὸ κατὰ τὸ ἀληθὲς ἀποβήσεται. μὴ ἀποβαί-

νοντος δὲ δικαίως ἂν αὐτὸς, οὐχὶ τὸ πρᾶγμα αἰτίας ἔχῃ.

οἱ δὲ ἀριθμοὶ ὡς ἐπὶ γενέσεως ἐξεταζέσθωσαν. ἐκ γὰρ

τούτων τὸ ἀκριβὲς γνωσθήσεται.

Ἐὰν γένηται κατάκλισις ☾ οὔσης ἐν ♈

πρὸς ♂ ἢ ☉ σχηματιζομένη, ἔσται ἡ νόσος ἀπὸ κεφαλῆς

ἐξ ἐκκαύσεως καὶ τὴν μήνιγγα ἀλγήσει. καὶ ἔσονται πυρε-

τοὶ συνεχεῖς. καὶ ἀγρυπνίαι. καὶ καύσωμα καὶ δίψα καὶ

τραχώδης ἡ γλῶσσα. καὶ τοῦ θώρακος ἐκπύρωσις. ἢ ἥπατος

πόνος. καὶ σφυγμοὶ ἐπῃρμένοι καὶ ἄτακτοι, τούτοις ὠφέλιμος

534

ἡ τοῦ αἵματος ἀφαίρεσις καὶ προσαγωγὴ πάντων τῶν δυνα-

μένων ψύχειν καὶ παρηγορεῖν. ἔσται γὰρ παρακοπὴ καὶ

φρενῖτις. ἀγαθοποιοῦ δὲ μηδενὸς παρεμπλεκομένου

τῇ ☾ καὶ ♄ τὸ αὐτὸ σχῆμα ἔχοντος μέχρι τῆς ζʹ ἡμέρας

τελευτήσει ἐν τῷ αʹ τετραγώνῳ καὶ μάλιστα ἐὰν τοῖς ἀριθ-

μοῖς ἀναυξάνῃ ἢ τῷ φωτὶ ἡ ☾. ἐὰν γένηται κατάκλισις ☾

οὔσης ἐν ♈ σχηματίζεται δέ τις αὐτῇ τῶν κακοποιῶν διά-

μετρος ἢ □ ἢ σὺν αὐτῇ, φάσιν ποιούμενος δεήσειε τὸν

ἀστέρα αὐτὸν ἐφορᾷν ποῖός τίς ἐστι. κἂν μὲν ᾖ ♄, τὰ

περὶ τὴν κεφαλὴν αἴτια γίνεται λήθαργος, ἀναίσθητοι, κα-

ταφωρικοὶ, κατεψυγμένοι, ἔτι δὲ ἀνώμαλοι, τῆς νόσου ποτὲ

μὲν ἀνειμένης, ποτὲ δὲ ἐπιτεινομένης. ἐὰν δὲ καὶ τοῖς φω-

σὶν ἀφαιρεῖ ἢ τοῖς ἀριθμοῖς ἢ τὸ συναμφότερον, ὡς προεῖ-

πόν σοι, εἰς τὴν εἰρημένην 𐅶ʹ μοῖραν ἐπισημασίαν μεγίστην

ἕξει. προσλάμβανε δὲ καὶ τὰς λοιπάς. ἐὰν γὰρ ♃ ἢ ἥλιος

προσνεύσῃ κατά τι σχῆμα, μέχρι τοῦ ἄκρου κινδύνου ἐλεύ-

σεται καὶ παραλλάξας τὴν διάμετρον σωθήσεται. ἐὰν δὲ

Ἑρμῆς μόνος σχηματισθῇ τῷ προκειμένῳ ὅρῳ, ἀπαραλλά-

535

κτως τελευτήσει. εἰ δὲ καὶ πυρόεις Ἄρης, πρὸς τὸ προ-

κείμενον σχηματισθείη σχῆμα, ἀντιλήπτορές σοι μᾶλλον νο-

μιζέσθωσαν. διὸ δεήσει σε πᾶσαν σύνεσιν προσάγειν, εἰ-

δότα ὅτι τοῦ ἀστέρος ψυκτικώτερα τὰ πάθη καὶ ῥευματω-

δέστερά ἐστιν. ἐὰν δὲ Ἄρης συσχηματίζεται ἡ τῷ ☍

προστιθεῖσα τοῖς ἀριθμοῖς ἢ καὶ τῷ φωτὶ, ποιήσει τὰ περὶ

τὴν κεφαλὴν πάθη· παρακοπάς· φρενίτιδας· περιωδυνίας·

φλεγμονάς· πυρώσεις· αἱμαγμούς. δεήσειεν οὖν ἐν πᾶσι

χρῆσθαι τοῖς δυναμένοις ψύχειν καὶ διαφορεῖν. καὶ τού-

τοις μάλιστα περὶ τὸ □. ἐπειδὴ ἀπὸ τῆς διὰ τρίτου ἄρ-

χεται τοῦ αὔξειν τὸ μέγεθος τῆς νόσου· ἐπισφαλῆ δὲ καὶ

ὀξύτατα πάθη μέχρι τῆς διαμέτρου γενήσεται. ἐὰν δὲ

Ἑρμῆς συσχηματισθῇ τῷ προκειμένῳ ὅρῳ, σωθήσεται κιν-

δυνεύσας, μετὰ γὰρ ♂ συμφωνεῖ, μετὰ δὲ ♄ τοὐναντίον.

ἐὰν δὲ γενομένης κατακλίσεως σχηματισθῇ ἡ ☾ τῷ Διῒ ἢ

τῷ Ἑρμῇ καὶ τῇ ♀. κἂν ὁποτέρῳ αὐτῷ μόνῳ ἀνωμάλους

μὲν τὰς νόσους ποιεῖ καὶ εἰς ἕτερα πάθη μετακυλίονται.

σώζονται δὲ ἀπαραβάτως. χρὴ οὖν σε προσέχειν ταῖς διαί-

536

ταις, αἰώραις τε καὶ περιπάτοις καὶ βαλανείοις καὶ οἴνου

δόσει. οἱ μὲν γὰρ πρὸς ♄ κατακλιθέντες ἐπιθυμήσουσι

καὶ βαλανείων καὶ ἠρεμίας ἐπὶ κλίνης, πολυτροφίας τε καὶ

θερμοποσίας. οἱ δὲ πρὸς Ἄρεως ψυχροποσίας, κινήσεως,

οἴνου, ἀνέμων. χρὴ οὖν σε καθ' ἕκαστον ἀστέρα ἰδιο-

τρόπως τῆς ἐπιθυμίας μὴ ἀποσπᾷν. ἕκαστος γὰρ τῶν ἀστέ-

ρων οἷς ἥδεται καὶ ἐπιθυμεῖ, τούτοις καὶ ὠφελεῖται ὡς γὰρ

ἐμοὶ δοκεῖ, κράτιστε Ἀφροδίσιε, μὴ νομίσεις ταύτας τὰς

θεραπείας ἐναντιώματα εἶναι κατὰ τὸν ἰατρικὸν λόγον. ἐγὼ

γὰρ γνοὺς τὰς φύσεις τῶν ἀστέρων προσεφώνησά σοι ᾧτινι

ἕκαστος ἥδεται ἵνα ᾖς ἐν πᾶσιν ἀδιάπτωτος.

Ἐὰν δὲ τῆς ☾· οὔσης ἐν ♉ κατακλιθῇ τις

Κρόνου ὄντος ἐν τῷ □ ἢ διαμέτρῳ ἢ συνόντος τῇ ☾ μά-

λιστα ἀφαιρούσης καὶ τῷ φωτὶ καὶ τοῖς ἀριθμοῖς, ἔσται ἡ

νόσος καὶ ἐν τῇ καταρχῇ, ἀπὸ κραιπάλης καὶ περιφορῶν

καὶ πλήθους καὶ ἔσονται στεγνοὶ πυρετοὶ καὶ τῶν ὑποχον-

δρίων ἄλγησις καὶ τῶν ἄρθρων πόνος καὶ σφυγμοὶ

537

ἐπῃρμένοι καὶ ἄτακτοι· καὶ ὅλου τοῦ σώματος φλεγμονὴ καὶ

περὶ τὸν πνεύμονα βάρους αἴσθησις καὶ εὐωνύμου πλεύρου·

τούτοις βοηθεῖ ἡ τοῦ αἵματος ἀφαίρεσις καὶ πάντων τῶν

δυναμένων καθελεῖν τὴν ἕξιν. ἀγαθοποιῶν οὖν μὴ παρεμ-

πλεκομένων μέχρι τῆς διαμέτρου, ἀπαραβάτως τελευτήσει

ἐὰν δὲ καὶ τοῦ πυρόεντος τὸ αὐτὸ σχῆμα ἐπισχῇ ἢ ☍ ἐν

τῷ πρώτῳ □ τελευτήσει. ἀγαθοποιῶν δὲ παρόντων καὶ τὴν

πανσέληνον ἐπιθεωρούντων κινδυνεύσας σωθήσεται. ἐὰν δὲ

τῆς ☾ πανσελήνου οὔσης ἐν τῷ ταύρου, κατακλιθῇ τις μά-

λιστα ἡμέρας οὔσης, ♂ συνόντος αὐτῇ ἢ διάμετρος ἢ □,

ἔσται ἡ νόσος ἐκ πλήθους αἵματος καὶ στέγνωσις καὶ ἐκπύ-

ρωσις καὶ τοῦ τραχήλου καὶ ὀστέων ἄλγησις καὶ ἀγρυπνία

ὑπερβάλλουσα καὶ ἐπιθυμία πολλὴ οἴνου καὶ ψυχροῦ· τού-

τοις οὖν ἡ τοῦ αἵματος ἀφαίρεσις ὠφέλιμος καὶ πάντα τὰ

ἀναχαλῶντα. ♄ δὲ τὸ αὐτὸ σχῆμα ἐπέχοντος τῇ πανσε-

λήνῳ, μηδενὸς ἀγαθοποιοῦ παρεμπλεκομένου, τὴν ἐννάτην

ἡμέραν οὐχ ὑπερβήσονται. ἀγαθοποιῶν δὲ παρόντων ἢ

συσχηματιζομένων, κινδυνεύσας μέχρι τῆς ὀγδόης ἡμέρας

538

σωθήσονται. ἐὰν δὲ τῆς σελήνης οὔσης ἐν ♉ κατακλιθῇ

τις κατὰ τὸν προκείμενον ὅρον μειουμένης αὐτῆς καὶ τοῖς

φωσὶ καὶ τοῖς ἀριθμοῖς, αὐτῇ δὲ σχηματισθῇ ♄ καθ' οἷον

δήποτ' οὖν τρόπον, μάλιστα ἐὰν ὁ ♀ συμπεριειλημμένος ᾖ

τὰ πάθη κατ' ἰδιοτροπίαν μὲν τοῦ ζωδίου, κατὰ τὰς ἀρχὰς

ἔσται βραδυκίνητα, δυσσύνοπτα, ὡς μὴ ὑπαρχούσης νόσου,

νωχελεῖς τε τοῖς σώμασι καὶ τὰς λαλιὰς τεθραυσμένοι· ἀνόρε-

κτοι δὲ τῷ στομάχῳ καὶ τὰς ἐν βάθει θερμασίας ὑποφαί-

νοντες, τοῖς τε ἄρθροις ἐναλγεῖς καὶ τὸ ὅλον σῶμα παρα-

μένοι. ταῦτα δέ σοι τὰ σημεῖα προστίθημι ἐπὶ παντὸς

ζωδίου. καὶ ἐάν τι τῶν εἰρημένων φαίνεται, εὐσύνοπτος ἡ

περὶ τοὺς κάμνοντας ἀπόφασις ἂν εἴη. φύσει γὰρ τὸ ζώ-

διον τοῦτο ἔχον ἐπισημασίας τῶν ὑδάτων, ἄγει χειμῶνας καὶ

κατὰ γῆν τε καὶ κατὰ θάλασσαν καὶ πνευμάτων παντοίων

ἐπισημασίας κινεῖ, διὸ δεῖ σε τῆς κεφαλῆς ἐπιμέλειαν ποιεῖν.

ὑποφανεῖ γάρ σοι ἀπαθὲς τὸ αἴτιον τῆς καταρχῆς τῆς νό-

σου, διὸ καὶ τὸ νευρῶδες ὅλον συμπαθήσει καὶ τὰ τοῦ στο-

μάχου παρακολουθήσει αἴτια. οἵ τε γὰρ σφυγμοὶ ἐνδεδυκό-

539

τες καὶ μυρμηκίζοντες μάλιστα περὶ τὴν ἡμέραν, διὸ χρὴ

τρέφειν μὲν, μὴ εὐλαβεῖσθαι δὲ ὡς ὑπερβάλλουσαν ἀσθέ-

νειαν ὅσον διὰ τὴν μικροψυχίαν, τάς τε τοῦ αἵματος ἀφαι-

ρέσεις καὶ τῆς κοιλίας τὴν ὑπαγωγὴν ποιεῖσθαι πάντα ἀφαι-

ροῦντα. ἀπὸ δὲ τῆς □, ἐπὶ τὴν ☍ παρατηρεῖσθαι. ἐὰν

γὰρ σύνδεσμον λύσασα τῆς σημασίας ἐπὶ τὸ βέλτιον κινήσῃ,

ἔσται ἐπὶ τῆς ☍ ἡ κατάλυσις τῆς νόσου. ἐὰν δὲ λύσασα

τὸν σύνδεσμον ἐπισημασίας ἐπὶ τὸ χεῖρον ποιήσει, μάλιστα

μηδενὸς ἀγαθοποιοῦ ἐπὶ τῆς κατακλίσεως παρεμπλακέντος

τὴν ☍ οὐχ ὑπερβήσεται. ἐὰν δὲ τῆς ☾ οὔσης ἐν ♉ κα-

τακλιθῇ τις καὶ σχηματισθῇ τῷ ♂ ἢ τῷ ☉ μάλιστα ἐπὶ

πανσέληνα ἢ ἀμφίκυρτα αὔξουσα τοῖς ἀριθμοῖς, ἔσται τὰ

αἴτια περὶ τὸν τράχηλον καὶ τὰ ὑποχόνδρια, ἐκ πλησμονῆς·

οἵ τε πυρετοὶ καυσώδεις καὶ ἐστεγνωμένοι· καὶ περὶ τὴν

γλῶσσαν τραχύτης· καὶ πικρία στόματος· αὐτοί τε τοὺς

ὀφθαλμοὺς ταυρηδὸν σχηματίζοντες, πᾶσά τε ἀπειλὴ περὶ

τὸ πρόσωπον, τάς τε λαλιὰς θρασείας καὶ πυκνότερον ἀνα-

πηδῶσι, πικραινόμενοι πρὸς τοὺς οἰκείους, διψαλέοι τε.

540

χρὴ οὖν τῆς κοιλίας ποιεῖσθαι ἐπιμέλειαν πρὸς τὸ στεγνῶ-

σαι, τάς τε τοῦ αἵματος ἀφαιρέσεις μάλιστα προσάγειν καὶ

μὴ πολὺ ἀποσπᾷν τῆς ἐπιθυμίας τοῦ ψυχροποτεῖν. αἱ γὰρ

νόσοι ἀπὸ τῆς ἀρχῆς ὀξύτεραι μέχρι τῆς διὰ πέμπτου ἕως

τῆς ζʹ προσεδρεύειν δὲ χρή. ἐὰν γὰρ ἴδης τὸν ♌ κατὰ

τὸν δʹ, ἔσται καρδιακὴ διάθεσις. διὸ χρὴ τῇ ἑβδο-

μαίᾳ προσεδρεύειν πᾶσαν τὴν ὥραν καὶ παρασκευάσασθαι

πρός τε τοῦ οἴνου καὶ ψυχροῦ δόσιν. ἀπὸ δὲ τῆς ἑβδο-

μαίας, ἐὰν ἐπὶ τὸ χεῖρον τραπῇ, χρὴ ἀπογινώσκειν, ἀπαραι-

τήτως γὰρ τελευτήσει. συνορᾷν δὲ χρὴ καὶ τὰς ὥρας ἐπὶ

ταύτης τῆς ἐπισημασίας, πῶς δυνηθείης ἂν πρὸς τοὺς ἀγα-

θοποιοὺς σχηματίζειν τὴν ὥραν· καὶ βοηθεῖν πρὸς τὸ ὑπο-

στρέφειν ἢ λούειν ἢ οἰνοποτεῖν. ἐὰν γὰρ κατὰ ταύτην τὴν

ἐπισημασίαν δοθῇ τροφὴ, ὅπερ ἐστὶ κατὰ τὸν ἰατρικὸν λό-

γον ἐναντίωμα, πρὸς δὲ ἀγαθοποιὸν ὥραν φερομένη μεγά-

λως βοηθήσει. ἐὰν δὲ τῆς ☾ οὔσης κατὰ τὸν προειρημένον

τρόπον, σχηματισθῇ ὁ ♃ ἢ ὁ ☿ ἢ ἡ ♀, ἐάν τε προστιθῇ

τοῖς ἀριθμοῖς, ἐάν τε ἀφαιρῇ ἡ ☾ μέχρι τῆς ☍, τῆς σω-

541

τηρίας πρόδηλος ὁ τρόπος. χρὴ οὖν ἄτερ πάσης προσαγω-

γῆς διὰ τῶν ἀφαιρούντων διαιτᾷν.

Ἐὰν δὲ τῆς ☾ ἐν ♊ οὔσης κατακλιθῇ τις,

συνόντος ♄ ἢ ☍ ἢ □, ἔσται ἡ καταρχὴ τῆς νόσου, ἀπὸ

κόπου καὶ ἀγρυπνίας ἢ ὁδοιπορίας μάλιστα, ἐὰν ἡ ☾ ἀφαι-

ρῇ τῷ φωτὶ καὶ τοῖς ἀριθμοῖς. ἕξει γὰρ ἐναργῆ τὰ ἄρθρα

καὶ κατὰ μικρὸν ἡ νόσος ἐκφαίνει· καὶ ἀπὸ τῆς διὰ τρίτου

ἄρχεται αὔξειν μέχρι τῆς εἰκοστῆς. ἔσονται γὰρ λεπτοὶ οἱ

πυρετοὶ καὶ καθαιρέσεις παντὸς τοῦ σώματος, νυκτεριναῖς

ἐπιτάσεσι πυκνοτέραις καὶ σπληνὸς αἴσθησις. ἀγαθοποιοῦ

δὲ μηδενὸς παρεμπλεκομένου, πυρόεντος τοῦ ♂ τὸ αὐτὸ

σχῆμα ἐπέχοντος, μετὰ τὴν λʹ ἡμέραν τελευτήσει. ἀγαθο-

ποιῶν δὲ παρόντων καὶ τὴν ☾ ἐπιθεωρούντων, εἰς χρόνων

πάθη καὶ περιοδικὰ ἐμπεσὼν σωθήσεται. ἐὰν δὲ ☾ οὔσης

ἐν ♊ κατακλιθῇ τις πυρόεντος ♂ ἢ συνόντος ἢ □ ἢ ☍

αὐξούσης τοῖς ἀριθμοῖς καὶ τῷ φωτὶ, ἔσται ἡ νόσος

ἐπισφαλὴς καὶ ἐπικίνδυνος. ἔσονται γὰρ πυρετοὶ συνεχεῖς

542

καὶ στεγνοὶ καὶ καυσώδεις καὶ σφυγμοὶ ἐπῃρμένοι καὶ ἄτα-

κτοι· τούτοις οὖν ὠφέλιμος ἔσται ἡ τοῦ αἵματος ἀφαίρε-

σις. ἐὰν δὲ ἀγαθοποιὸς μηδεὶς τὴν ☾ θεωρεῖ, τοῦ ♄ τὸ

αὐτὸ σχῆμα ἔχοντος, μέχρι τῆς ☍ τελευτήσει. ἐὰν δὲ ἀγα-

θοποιὸς ἐπιθεωρεῖ τὴν ☾ κινδυνεύσας σωθήσεται. ἐὰν δὲ

τῆς ☾ οὔσης ἐν ♊ κατακλιθῇ τις, ἔσται ἀπὸ κόπου καὶ

βαλανείων τὸ προκαταρκτικὸν αἴτιον, πᾶσά τε ὑγρότης καθ-

έξει τὸ πάθος. ἐὰν δὲ συσχηματισθῇ φαίνων ♄ συμπαρα-

λαβὼν στίλβοντα ☿, τῆς ☾ μάλιστα ἐκ τῆς ☍ ἀφαιρούσης

τοῖς ἀριθμοῖς, ἔσται ἐναλγὴς τὰς ὠμοπλάτας καὶ περὶ τὰς

ψόας, ὅλον τε τὸ σῶμα διάπυρον καὶ περὶ τὴν ἐπιφάνειαν, ὡς

ἐκ κατακαύσεως ἀλγῶν. ἔσονται δὲ ἀνωφελεῖς αἱ τοῦ αἵμα-

τος ἀφαιρέσεις, ὅπερ αὐτοὶ ἐπιθυμοῦσιν. ἐναντιοῦται δὲ

καὶ ψυχροῦ πόσις μέχρι τῆς ἑβδόμης. σύνδεσμον δὲ λυού-

σης καὶ κινουμένης αὐτῆς ἐπὶ τὰ ἥττονα ἀπαραβάτως ἀναι-

ρεθήσεται. ἐὰν δὲ ἐν τῷ προκειμένῳ ὅρῳ σχηματισθῇ τις

τῶν ἀγαθοποιῶν κατὰ τὴν κατάκλισιν, εἰς ἕτερα ἀφ' ἑτέρων

πάθη περιπίπτουσιν οἷον ἰσχιάδας καὶ ἄλλα τινὰ ἀλγήματα

543

περὶ αὐτὰ τὰ ἄρθρα, ἡ δὲ ποσότης σοι τοῦ χρόνου, δηλω-

θήσεται ἐξ αὐτῆς τῆς συναφῆς τῆς ☾, τουτέστι τῆς προβά-

σεως τοῦ ἀγαθοποιοῦ ἀστέρος· σώζονται γὰρ ἀπαραβάτως.

ὁ δ' αὐτὸς ὅρος καὶ ἐπὶ παντὸς ζωδίου. ἐὰν δὲ ἀσχημά-

τιστος ἅπασι τοῖς ἄστρασιν ἡ κατάκλισις γένηται, ἀνώμα-

λοί εἰσιν αἱ νοῦσοι, ἐπὶ δὲ τῆς ☍ ἀπαλλάσσονται. κείσθω

δέ σοι ἡ ἀνωμαλία οὕτως. ἐφ' ᾧ ἂν ζωδίῳ γένηται ἡ ☾,

τὴν οἰκοδεσποτείαν λάμβανε· σημαίνει γάρ σοι αὐτὸς ὁ

ἀστὴρ τὴν διήμερον, πότερον ἐπιταθήσεται ἢ ἀνεθήσεται.

ἐὰν δὲ ἐν τῷ προκειμένῳ ὅρῳ τῆς κατακλίσεως τῆς ☾ οὔσης

ἐν ♊, συσχηματισθῇ ♂ ἢ ☉ καθ' οἷον δή ποτ' οὖν τρό-

πον ἢ καὶ ἀμφότεροι καὶ μάλιστα ἐὰν πανσελήνη ἢ ἀμφί-

κυρτος τύχοι, φέρεται δὲ ἐπὶ τὰ μεγάλα κινουμένη, ἔσται

μὲν ἐκ παντὸς τρόπου πρόληψις τοῦ κάμνοντος ἐπὶ τῷ ἀπελ-

πίζειν τοῦ ἑαυτοῦ· καὶ δακρύουσιν ἐπὶ τῷ οὕτως διαθέ-

σθαι, ἔκπαλτοι δὲ καὶ θρασεῖς ταῖς λαλιαῖς γίνονται, εἰδώ-

λων φαντασίαις ἐναλλόμενοι· κατὰ αὔξησιν τῶν ὅλων τὸ

πάθος κινούμενον. ἐπὶ δὲ τῆς ἡμέρας καὶ στομάχου ἀσθε-

544

νείας καὶ περὶ τὴν μήνιγγα διάθεσις, ὥστε καὶ ἐκλύτους

καὶ ἀσφύκτους γίνεσθαι. χρὴ οὖν τῶν ἄκρων ἐπιμελεῖσθαι,

διαδεσμεύοντας καὶ πυριῶντας τάς τε τοῦ αἵματος ἀφαιρέ-

σεις εὐθέτους ἡγεῖσθαι· κατὰ δὲ τὸ ζώδιον, μᾶλλον δὲ ὀρε-

γομένων αὐτῶν πρὸς τὰς τροφὰς ἐπιδιδόναι· ἀπὸ γὰρ τοῦ

συνδέσμου γνώσῃ τὸ σημεῖον καὶ ὑπακούσεις λύειν τὴν νό-

σον ἢ καὶ παρὰ τῷ στομάχῳ, εὐτονώτερόν σοι φανήσεται

ἢ τὸ τῆς μήνιγγος ἀποθέμενοι, σώζονται οὗτοι ἀνυπερβά-

τως. ἐὰν δὲ ἀπὸ τῆς ☍ ἐπὶ τὸ μεῖζον τραπῇ ἡ νόσος καὶ

κατὰ τὴν κοιλίαν λεπταὶ ἀνενεχθῶσι, ἀπαραβάτως ἀναι-

ροῦνται. βοηθεῖ δὲ μεγάλα ἡ προσαγωγὴ τῶν εἰωθότων.

ἐὰν δὲ τῷ προκειμένῳ ὅρῳ οἱ ἀγαθοποιοὶ συσχηματισθῶσι

κατὰ τόδε τὸ ζώδιον καὶ ἡ ☾ ἐάν τε ἀφαιρῇ, ἐάν τε προσ-

τιθῇ, πᾶσαν μὲν φαρμακείαν παραιτεῖσθαι δεῖ, διαιτᾷν δὲ

ἁπλοῖς καὶ εὐκαίροις βαλανείοις καὶ αἰώραις καὶ γυμνασίαις

ταῖς διὰ τῶν χειρῶν· ἀνυπερβάτως γὰρ σώζονται. τινὲς δὲ

ἐπὶ αὐτῆς τῆς □ ἀπαλλάττονται τῆς νόσου.

545

Ἐὰν δὲ τῆς ☾ οὔσης ἐν ♋ κατακλιθῇ τις

♄ συνόντος τε ἢ ☍ ἢ □, ἔσται ἡ καταρχὴ τῆς νόσου

ἀπὸ βαλανείων καὶ περιψύξεως καὶ περὶ τὸν θώρακα ῥευ-

ματισμὸς καὶ βῆχες καὶ στέγνωσις τοῦ σώματος καὶ πυρέτια

λεπτὰ καὶ κακοήθη καὶ σφυγμοὶ λεπτοὶ καὶ ἀσθενεῖς καὶ

πλευροῦ αἴσθησις. τούτοις οὖν πάντα τὰ θερμαίνοντα ἁρ-

μόσει. ἐὰν δὲ ἀγαθοποιὸς μὴ ἐπιθεωρήσῃ τὴν ☾, παρελ-

κύσας τὴν νόσον οὗτος τελευτήσει μέχρι τεσσαράκοντα ἡμε-

ρῶν. ἐὰν δὲ ἀγαθοποιὸς τὴν ☾ ἐπιθεωρήσῃ, πολλὰ κακο-

παθήσας σωθήσεται. ἐὰν δὲ τῆς ☾ οὔσης ἐν ♋ ἢ ♂

συνόντος αὐτῇ ἢ □ ἢ ☍, κατακλιθῇ τις, ἔσται ἡ καταρχὴ

τῆς νόσου ἀπὸ ἐμέτων καὶ χολέρας καὶ τῆς τοῦ στομάχου

ἀνατροπῆς. τούτοις οὖν ἁρμόσει πάντα ψύχοντα καὶ στε-

γνοῦντα. ἐὰν δὲ ἀγαθοποιοὶ μὴ ἐπιθεωρήσωσι τὴν ☾ ἐν

τῇ αʹ □ τελευτήσει. ἐὰν δὲ ἀγαθοποιὸς ἐπιθεωρήσῃ τὴν ☾

ἐν τῇ αʹ □ σωθήσεται. ἐὰν δὲ τῆς ☾ οὔσης ἐν ♋ κατα-

κλιθῇ τις, ἔσται ἡ νόσος ἐκ πληθώρας οἴνου καὶ ἐμφορή-

546

σεως. ἄρξεται δὲ ἀπὸ διαστάσεως καὶ ὑψηλώσεως τῶν με-

λῶν συγκαμνόντων καὶ διαλογιστικοὶ ὑποφαίνουσι τὸ νοσοῦν.

ἔσται δὲ ἀπὸ ἐμέτων πυκνοτέρων καὶ χολῆς πλεονασμοῦ.

δυσπνοοῦσιν οὖν καὶ τὰ πλευρὰ ἐπαισθάνονται ῥυπτιζόμε-

νοι πάνυ καὶ ἐν ἀέρι ψυχρῷ βουλόμενοι εἶναι ἀεὶ, ὥστε καὶ

τὰ περιβόλαια ἀποῤῥίπτειν καὶ περὶ τὰ κῶλα ἐναλγεῖς με-

τανιστάμενοι πυκνότερον μάλιστα ἀπὸ ☍, διὸ δεῖ μὴ μόνον

ἀφεστάναι τῆς τοῦ ψυχροῦ δόσεως, ἀλλὰ καὶ προσάγειν τὰ

δυνάμενα ψύχειν καὶ διαφορεῖν καὶ μάλιστα κατὰ τὰς ἀρχάς.

ἐὰν δὲ καὶ ἡ ☾ τῷ ♂ ἢ ☉ ἢ καὶ ἑκατέροις σχη-

ματισθῇ καθ' ὁπότερον φάσεως τρόπον, οἱ πυρετοὶ κατ'

ἐπίθεσιν καὶ αὔξησιν, οἵ τε σφυγμοὶ ἀνώμαλοι ποτὲ μὲν αὐ-

ξάνοντες, ποτὲ δὲ διαλεπτυνόμενοι· διὸ συμφέρει ἡ τοῦ αἵ-

ματος ἀφαίρεσις, ἀπὸ γὰρ τῆς διὰ πέμπτου μέχρι τῆς 𐅶ʹ

μοίρας, τουτέστι τῆς τοῦ □ πλευρᾶς ἐπακολουθήσει ἐπάλ-

ληλα καὶ κακοήθη πάθη, μηδενὸς δὲ παρεμπλακέντος ἀγα-

θοποιοῦ, μέχρις οὗ τὸν σύνδεσμον λύσῃ, περὶ τὸ νευρῶδες

πάσχουσι καὶ παρακόπτονται, ἐπιβοῶντες καὶ κραυγάζοντες.

547

φυσικῶς δὲ καὶ κατὰ τόδε τὸ ζώδιον, ἐν ταῖς νυξὶ τὰ πάθη

ἐπιγίνεται. ἐὰν δὲ τὸν σύνδεσμον λύσῃ καὶ ἐπὶ τὰ ἧττον

κινῆται, συνάψῃ δὲ ἀγαθοποιῷ, εἰς περιοδικὸν πάθος οἷον

τεταρταῖον ἐμπεσὼν σωθήσεται. ἐὰν δὲ κακοποιῷ συνάπτῃ,

οὐδὲν ἧσσον τῷ περιοδικῷ τρόπῳ ἀναιρεθήσεται· ἐὰν δὲ

ἐν τῷ προειρημένῳ τρόπῳ μηδεὶς τύχοι μέσος μέχρι τῆς

☍, τῆς ☾ σύνδεσμον λυούσης καὶ κινουμένης ἐπὶ τὰ ἥσσο-

να σωθήσεται. ἐὰν δὲ ἐπὶ τὰ μείζονα ἀπὸ συνδέσμου κι-

νῆται, μέσος δὲ τύχοι κακοποιὸς, λέγω δὴ ♄, μέχρι τῆς ☍

κινδυνεύσας σωθήσεται. φύσει δὲ οἱ κατακλιθέντες ἐν τῷδε

τῷ ζωδίῳ δυσεκλείπτους τὰς νόσους ἕξουσι καὶ κακοήθεις.

καὶ τὰ δοκοῦντα αὐτοῖς βοηθεῖν θεραπεύματα ἐναντιοῦνται.

ἁρμόζει δὲ καὶ οἴνου δόσις καὶ βαλανεῖα καὶ τροφαὶ δυνά-

μεναι ταχέως ἀναδίδοσθαι. ἐὰν δὲ ἐν τῷ προκειμένῳ ὅρῳ

♄ ἢ ♀ σχηματισθῶσιν, ἀνεθήσονται μὲν αἱ νόσοι, καθώς

σοι ὑποδέδεικται· περισσότερον δὲ περὶ τὰ ἄρθρα ἕξουσι

πόνους καὶ περὶ τὰ ὦτα· τινὲς δὲ περὶ τὸν πνεύμονα ἢ

548

περὶ τὸ ἧπαρ, τὰ πάθη ἴσχουσιν· οὕτως δὲ καὶ πολυχρό-

νιοι αἱ νόσοι. ἐὰν οὖν τούτῳ τῷ σχήματι κινῆται ἡ ☾

ἀφαιροῦσα τοῖς ἀριθμοῖς, χρονίζουσι τὰ πάθη. καὶ οὐδὲν

ἧσσον ἐν τῷ πάθει τελευτήσουσιν. ἐὰν δὲ κατὰ αὔξησιν

τοῖς ἀριθμοῖς προστιθῇ καὶ τῷ φωτὶ ἡ ☾ καὶ ὁ ♃ καθ'

οἷον δή ποτ' οὖν τρόπον προσκληθῇ, κατακλιθήσονται μέ-

χρις οὗ ἡ ☾ παραγένηται ἐπὶ τὸ ιʹ ζώδιον τῆς κατακλίσεως.

ἐὰν δὲ ἀνεπιθεώρητος εἴη ἀπό τε κακοποιῶν καὶ ἀγαθο-

ποιῶν, ἐν αὐτῷ τῷ ζωδίῳ τῆς νόσου λυθήσονται. ἐὰν δὲ

ἀγαθοποιοὶ μόνοι καὶ ☿ καθ' οἷον δή ποτ' οὖν τρόπον

σχηματισθῶσι μέχρι τῆς □ τὰ πάθη λύουσι. χρὴ οὖν τῶν

πυκνοτέρων βαλανείων ἀπέχεσθαι. ἐπὶ τὰ γυμνάσια δὲ

καὶ τὰς αἰώρας τρέπεσθαι. οὕτω γὰρ παραμυθήσονται αἱ

νόσοι.

Ἐὰν δὲ τῆς ☾ οὔσης ἐν ♌ κατακλιθῇ τις

♂ συνόντος ἢ ☍ ἢ □, ἔσται ἡ καταρχὴ τῆς νόσου ἐκ

πλήθους καὶ ὠμότητος. ἔσται γὰρ περὶ τὸν θώρακα αἴ-

549

σθησις καὶ τὰ ὑποχόνδρια. καὶ πυρετοὶ ἐπιτεταμένοι γενή-

σονται. καὶ ἡ ἐν βάθει θερμασία μᾶλλον ἢ τῇ ἐπιφανείᾳ

καὶ κοιλία στεγνή. τούτοις οὖν ἁρμόσει πάντα τὰ ἀναθερ-

μαίνοντα καὶ ἀναχαλῶντα. ἐὰν δὲ ἀγαθοποιοὶ μὴ ἐπιθεω-

ρήσωσι τὴν ☾, μέχρι τῆς ☍ τελευτήσει. ἐὰν δὲ ἀγαθο-

ποιοὶ τὴν ☾ ἐπιθεωρήσωσι, πολλὰ κακοπαθήσας σωθήσεται.

ἐὰν δὲ τῆς ☾ οὔσης ἐν ♌ κατακλιθῇ τις, ♂ συνόντος ἢ

☍ ἢ □, ἔσται ἡ καταρχὴ τῆς νόσου, ἀπὸ πλήθους αἵμα-

τος καὶ ἔσονται πυρετοὶ ῥοώδεις καὶ σφυγμοὶ ἄτονοι καὶ

ἐνδεδυκότες καὶ λειποθυμίαι καὶ ἀνορεξίαι καὶ βάρος καὶ

καταφορὰ καὶ πάρεσις παντὸς τοῦ σώματος. καὶ καρδιακὴ

διάθεσις. τούτοις οὖν ἁρμόσει πάντα τὰ στεγνοῦντα καὶ

ψύχοντα. ἐὰν οὖν μηδεὶς ἀγαθοποιὸς ἐπιθεωρῇ τὴν

☾, μέχρι τῆς ἐννάτης τελευτήσει. ἀγαθοποιῶν δὲ ἐπιθεω-

ρούντων τὴν ☾, ἀπὸ τῆς ☍ κινδυνεύσας σωθήσεται. ἐὰν

δὲ τῆς ☾ οὔσης ἐν ♌ κατακλιθῇ τις ἐφ' οἵᾳ ποτ' οὖν

μοίρᾳ, τόδ' αὐτὸ καὶ ἐπὶ τῶν ἄλλων ζωδίων νοείσθω, ὡς

θέμις, συγκρίνοντός μου ἢ ὡροσκοποῦντος ♌, ἔσται ἡ νό-

550

σος ἀπὸ ψυχικῶν τόπων, λυπηρῶν ἢ πραγμάτων καὶ δι' ἄλ-

λων μεριμνῶν. πυρουμένου μὲν τοῦ θώρακος, τῶν δὲ ἄκρων

ψυχομένων καὶ περὶ τὴν κεφαλὴν τῶν αἰτίων γινομένων·

καὶ τῶν ὀφθαλμῶν κοιλουμένων, περιτεινομένης τε τῆς ῥι-

νὸς καὶ ἀσφύκτων φαινομένων τῶν καμνόντων καὶ ὑποφαι-

νόντων πολυχρόνιον νόσον· εὐτονοῦσι δὲ ὅσον κατὰ τὸ πλῆ-

θος. χρὴ οὖν αἵματος εὐθέως ἀφαίρεσιν ποιεῖσθαι, εἰ μὲν

δυνατὸν ἐν αὐτῷ τῷ ζωδίῳ κινουμένης τῆς σελήνης, μάλι-

στα μέντοι ἐὰν ἄρξηται τὰ μεγάλα κινεῖσθαι. εἰ δὲ μὴ,

ἕως τῆς διατρίτης· ἀνατρίβειν τε τὰ ἄκρα καὶ διαφορεῖν

πάντα τὰ ἀπὸ τοῦ θώρακος. ἐὰν δὲ ♂ τε καὶ ☉ ἀμφο-

τέροις κατὰ πρόσθεσιν οὔσῃ τοῖς ἀριθμοῖς καὶ τῷ φωτὶ

σχηματισθεῖεν, καρδιακὴ περίστασις ἀπαραβάτως ἔσται μέ-

χρι τῆς διὰ πέμπτου. ἐπὶ δὲ τὴν □ πλευρὰν ἐὰν λήγῃ τοῖς

ἀριθμοῖς ἢ καὶ ἐπαύξῃ, σχηματισθῇ δὲ τῷ ♄, σωθήσεται.

ἐὰν δὲ ♃ ἢ ♀ σχηματίζων ἐπὶ τῆς κατακλίσεως, ἐλθούσης

αὐτῆς τῆς ☾ εἰς τὸ □ σωθήσονται. ἐὰν δὲ καὶ αὕτη μόνη

κατὰ ἀφαίρεσιν τοῖς ἀριθμοῖς, κινῆται, σωθήσεται. εὔχρη-

551

στοι δὲ αἱ τοῦ οἴνου δόσεις καὶ τὰ βαλανεῖα καὶ μετὰ τὴν

διάτριτον ἢ διάπεμπτον αἰῶραι. ἐὰν δὲ ἐν τῷ προκειμένῳ

σχήματι τῆς ☾ οὔσης ἐπὶ τῆς κατακλίσεως ἐν ♌, κινουμέ-

νης τε αὐτῆς ἐπὶ τὰ μεγάλα ἢ καὶ τῷ φωτὶ προστιθείσης,

σχηματισθῇ αὐτῇ ♄ καὶ ♀ μεσουρανήσῃ· ἢ καὶ εἷς τῶν

ἀγαθοποιῶν καὶ μέχρι μὲν τῆς □ τὰ προκείμενα γενήσεται.

οὐδὲν δὲ ἧττον περὶ τὴν κύστιν ἀλγήματα ἔσται καὶ ἐμπνευ-

ματώσεις στομάχου πλὴν σώζονται. ἐὰν δὲ τὰ μείζονα ἀπὸ

τοῦ συνδέσμου τρέχῃ, ἀπαραβάτως σωθήσονται. ἐὰν δὲ

τῷ προκειμένῳ σχήματι ♄ καὶ ♂ καὶ ἕτερός τις σχηματι-

σθῇ ἐπὶ τὸ βόριον αὐτῆς φερομένης ἀπαραβάτως ἐπὶ τὴν

τῆς ☍ ἐλθούσης, λύσις ἔσται τῆς νόσου. χρὴ δὲ μὴ θάλ-

πειν, μηδὲ ἐν σκοτεινοῖς κατακλῖναι· ἀεὶ δὲ τῆς ἐπιθυμίας

μακρὰν ἀποσπᾷν. εὔχρηστος δὲ καὶ ἡ τοῦ ψυχροῦ δόσις·

τροφαὶ δὲ αἱ δυνάμεναι ὀγκοῦν καὶ μὴ ἀφαιρεῖν. ἐὰν δὲ

αὐτὴ ἡ ☾ ἀνεπιθεώρητος πάντα ᾖ, κινῆται δὲ ἐπὶ τὰ με-

γάλα, ἐπὶ τὴν ☍ ἐλθοῦσα ἐπὶ τὴν κρίσεως σημασίαν ποιη-

552

σαμένη λύει τὴν νόσον. ἐὰν δὲ ἐπὶ τὰ ἥσσονα κινῆται μέ-

χρις παρέλθῃ τὴν ♂ ἀνωμάλως νοσήσας καὶ πυκνότερον

ἀνατροπιάζων σωθήσεται.

Ἐὰν δὲ τῆς ☾ οὔσης ἐν ♍ κατακλιθῇ τις

♄ συνόντος αὐτῇ ἢ ☍ ἢ □, ἔσται ἡ καταρχὴ τῆς νόσου,

ἐκ βραδύτητος καὶ ὠμότητος περὶ τὴν κοιλίαν καὶ τῶν ἐν-

τέρων πόνος καὶ τῶν ὑποχονδρίων φλεγμονὴ καὶ πυρετοὶ

στεγνοὶ καὶ ἀνώμαλοι ἐν ἀνέσει καὶ ἐπιτάσει. καὶ σφυγμοὶ

ἐνδεδυκότες, πυκνοὶ καὶ ἄτακτοι· τούτοις οὖν ἁρμόσει πάν-

τως τὰ θερμαίνοντα καὶ ἀναχαλῶντα. ἐὰν δὲ ἀγαθοποιοὶ

τὴν ☾ μὴ θεωρήσωσι κινδυνεύει περὶ τὴν τεσσαρακοστήν.

ἐὰν δὲ ἀγαθοποιοὶ ἐπιθεωρήσωσι τὴν ☾ πολυχρόνιον

πάθος ἔχων σωθήσεται. ἐὰν δὲ τῆς ☾ οὔσης ἐν ♍ κατα-

κλιθῇ τις ὄντος ♂ σὺν αὐτῇ ἢ □ ἢ ☍, ἔσται ἡ νόσος

ἀπὸ κοιλίας ῥύσεως καὶ περιστήσεται εἰς δυσεντερικὸν πάθος

καὶ ἔσται αἵματος ῥύσις καὶ ἕλκωσις περὶ τὰ ἔντερα. πυρετοὶ

λεπτοὶ ῥυώδεις καὶ σφυγμοὶ ἄτονοι καὶ πυκνοὶ καὶ ἀνορε-

553

ξίαι καὶ στομάχου ἀνατροπή. τούτοις ἁρμόσει πάντα τὰ

στεγνοῦντα. εἰ δὲ ἀγαθοποιοὶ μὴ ἐπιθεωρήσωσι τὴν ☾, τῇ

τριακοστῇ ἡμέρᾳ τελευτήσει. ἐὰν δὲ ἀγαθοποιοὶ ἐπιθεωρή-

σωσι τὴν ☾, σωθήσεται. ἐὰν δὲ τῆς ☾ οὔσης ἐν ♍ κατα-

κλιθῇ τις, ἔσται ἡ νόσος ἐπὶ κοιλιακῆς διαθέσεως, πόνων

τε τῆς κοιλίας καὶ ἐμπνευματώσεως. καὶ ἄρξεται ὡς ἂν ἐξ

ἀπεψίας τὰ μὲν κατὰ τὴν κοιλίαν ῥεῖν δριμέα, τὰ δὲ ἐπὶ

τὰ οὖρα φέρεσθαι χλωρὰ καὶ δυσώδη. μάλιστα δὲ νυγμῶν

γινομένων ὡς ἐπὶ τὸ διάφραγμα καὶ τοῦ στομάχου ἀναλυο-

μένου· συγκάμνοντος δὲ τοῦ νευρώδους ὅλου. κατ' ἀρχὴν

γὰρ εὐθὺς ἀγρυπνοῦσι τὰς ὄψιας διηνεκῶς. ἐὰν δὲ καὶ

ἀπὸ τοῦ ἐλαχίστου δρομήματος ὁρμηθεῖσα ἐπὶ τὰ μείζονα

κινῆται, σχηματισθῇ δὲ αὐτῇ ♂ ἢ ☿ ἢ καὶ ☉ καὶ παρα-

κόψουσι ταῖς λαλιαῖς ἐμποδιζόμενοι. χρὴ οὖν τοῖς δυναμέ-

νοις πυκνοῦν τε καὶ συστέλλειν τὰ ὑγρὰ χρῆσθαι, ἄχρηστος

δὲ ἡ τοῦ ὑγροῦ προσαγωγὴ καὶ πᾶς χυλὸς κατάψυχρος. ἐὰν

δὲ ἀπὸ τῆς ☾ ἐπὶ τὰ μείζονα τρέπηται περισσοτέρως παν-

τὸς τοῦ ψύχοντος ἀπεσχέσθωσαν. μέχρι γὰρ τῆς ☍ κιν-

554

δυνεύσαντες, εἰς διάθεσιν κοιλιακὴν ἢ δυσεντερίαν περικυ-

λίονται καὶ οὕτως δὲ χρονίσαντες ἐλαττῶσι. ἐὰν δὲ τούτῳ

τῷ οὔρῳ ὁ ♄ σχηματισθῇ μετὰ ☿ ἢ ♀ ἢ τοῦ ♃ μόνου,

οὐδὲν ἧσσον πολυχρόνιος ἡ νόσος καὶ σπληνικὰ πάθη καὶ

νεφριτικά. καὶ οὕτως δὲ χρονίσαντες καὶ μοχθήσαντες ἐν

τῷ πάθει διασώζονται. ἐὰν δὲ τῆς ☾ μόνης κινουμένης

καὶ ἀνεπιθεωρήτου οὔσης ἢ κατὰ πρόσθεσιν ἢ ἀφαίρεσιν ἢ

κατὰ οἷον δήποτ' οὖν τρόπον σχήματος κατακλιθῇ τις, αἱ-

μοῤῥοήσει. τούτοις δ' ἡ ☾ περιοδεύουσα τοῦ πάθους λύει.

ὠχροὶ δὲ καὶ μελάγχροοι ἐπὶ πολὺν χρόνον νοσήσαντες γί-

νονται, οὐδὲν δὲ ἧττον διασώζονται. ἐὰν δὲ ♃ ἢ ♀ ἢ ☿

καὶ ὁπότερος αὐτῶν ἢ καὶ οἱ πάντες κατὰ τὴν κατάκλισιν

προσνεύσωσιν, οὐδὲν ἧττον τὰ κατὰ τὴν κοιλίαν ῥευματί-

ζονται. ἐν αὐτῷ δὲ τῷ ζωδίῳ μέχρι τῆς διὰ πέμπτου λύουσι

τὰς νόσους. χρὴ δὲ τὰς μὲν τοῦ οἴνου δόσεις προσάγειν,

τὰς δὲ τῶν βαλανείων παραιτεῖσθαι.

555

Ἐὰν δὲ τῆς ☾ οὔσης ἐν ♎ κατακλιθῇ τις

♄ συνόντος ἢ ☍ ἢ □ ἔσται ἡ καταρχὴ τῆς νόσου, ἐξ οἰ-

νοποσίας καὶ κραιπάλης μάλιστα. ἐὰν ἡ ☾ ἀφαιρῇ τῷ φωτὶ

καὶ τοῖς ἀριθμοῖς καὶ ἐν νυκτὶ γένηται ἡ κατάκλισις, ἔσται

δὲ τὰ περὶ τὴν κεφαλὴν καὶ τὸν θώρακα πάθη, ῥευματι-

σμοὶ καὶ βῆχες κατ' ἀρχήν· καὶ κάρος περὶ τὴν κεφαλὴν

καὶ ἀνορεξίαι καὶ διτταὶ ἐπιτάσεις. καὶ συνεχεῖς πυρετοὶ

καὶ πυκνοὶ καὶ ἄτονοι. τούτοις οὖν ἁρμόσει πάντα τὰ θερ-

μαίνοντα. ἐὰν δὲ καὶ μετὰ ♂ τὸ αὐτὸ σχῆμα ἐπισχῇ,

ἀπαραβάτως ἐν τῇ ☍ τελευτήσει. ἐὰν δὲ τῆς ☾ οὔσης ἐν

♎ κατακλιθῇ τις ὄντος ♂ σὺν αὐτῇ ἢ διαμέτρου ἢ □

ἔσται ἡ νόσος ἐκ πλήθους αἵματος καὶ ἔσονται πυρετοὶ ἐπι-

τεταμένοι. καὶ σφυγμοὶ ἐπῃρμένοι καὶ παρακοπὴ καὶ φρε-

νῖτις καὶ ἀγρυπνία ὑπερβάλλουσα καὶ περὶ ὅλον τὸ

σῶμα, φλεγμονή. τούτοις ἁρμόσει ἡ τοῦ αἵματος ἀφαίρε-

σις καὶ πάντα τὰ δυνάμενα καθαίρειν τὴν ἕξιν. ἀγαθο-

ποιοῦ δὲ μὴ ἐπιθεωροῦντος τὴν ☾, ἐν ταῖς ιʹ ἡμέραις τε-

λευτήσει. ἀγαθοποιῶν δὲ ἐπιθεωρούντων μέχρι τῆς ☍

556

κινδυνεύσας σωθήσεται. ἐὰν δὲ τῆς ☾ οὔσης ἐν ♎ κατα-

κλιθῇ τις, ἔσται τὸ αἴτιον εἰς τὰ ἄκρα. ἐπαλγῆ γὰρ ἔσται

αὐτὰ καὶ πυρώδη, καὶ τὴν ἐν βάθει μᾶλλον θερμασίαν

ὑπεμφαίνοντα. εὐθὺς δὲ καροῦνται καὶ μᾶλλον τοὺς ὀφθαλ-

μοὺς ὡς εἰς ὕπνον τρέπουσι. καὶ ἀποκρίνονται ἀνόρεκτον.

οὕτω μὲν οὖν φυσικῶς ἐπὶ τούτου τοῦ ζωδίου αἱ νόσοι

γίνονται, ὅπερ καταψεύδονταί τινες αἰτιώμενοι τὸ ἀεὶ φέ-

ρειν. ἐὰν δὲ καὶ αὐτῆς κινουμένης ἐπὶ τὰ ἥττονα ♄. ἢ ♀

ἢ ☿ ἢ καὶ ὁπότερος αὐτῶν προσγένηται, μέχρι τῆς ☍

φρενιτίζουσιν ἀπαραβάτως. διὸ δεῖ θάλπειν καὶ τοῖς δυνα-

μένοις διαφορεῖν κεχρῆσθαι καὶ ἀποκρούεσθαι καὶ ἐν ἠρε-

μίᾳ καὶ δεσμοῖς φυλάττειν, μήποτε κλέψαντες ὑδροποτήσω-

σιν. οὕτω γάρ τε τὰ κατὰ τὴν κοιλίαν ἐκκριθέντα, μέχρι

τῆς ☍ διαφόρησιν ποιήσονται τῆς νόσου. οὐδὲν δὲ ἧσσον

εἰς χρονιώτερα καὶ ἀνώμαλα πάθη περικυλισθέντες οἷον

περιοδικὰ, οὕτως διασωθήσονται. ἐὰν μόνος δὲ ♄ ᾖ,

ἀπόλλυνται. ἐὰν δὲ τὰ μεγάλα τροχάζῃ τῷ προειρημένῳ

557

τρόπῳ τῆς ☍ πολλὰ παθόντες, κατὰ ἄνεσιν καὶ ἐπίτασιν

τῶν πυρετῶν διασώζονται. ἐὰν δὲ ☾ οὔσης ἐν ♎ καὶ ὁ

♂ καὶ ὁ ☉ διαμετρήσωσι, ἔσται τὰ περὶ τὴν κεφαλὴν αἴ-

τια. κεφαλαλγία καὶ ῥευματισμὸς καὶ ἡμικρανία. ἐὰν δὲ

☿ παραγένηται, τὰ περὶ τοὺς ὀφθαλμοὺς αἴτια ὑποχύσεις,

γλαυκώσεις, μυδριάσεις. χρὴ οὖν ὡς ἐπὶ τὸ πλεῖστον τὴν

τοῦ αἵματος ἀφαίρεσιν προσάγειν. εὔχρηστοι δὲ καὶ αἱ

κατὰ τὴν κοιλίαν ἐκκρίσεις. οὕτω δὲ πολυχρονίσαντες οὐ-

δὲν ἧττον κινδυνεύσουσιν, ἐπὶ τῆς αὐτῆς διαθέσεως μένον-

τες. ἐὰν δὲ ♃ ἢ ♀ παρεπιπλακῶσι καθ' οἷον δήποτ' οὖν

τρόπον σχηματισμοῦ διασωθήσονται μένοντες ἐπὶ τῶν αὐ-

τῶν παθῶν. ἀνεπιθεωρήτου δὲ αὐτῆς οὔσης, εἴτε μειουμέ-

νης, κακοήθεις μὲν αἱ νόσοι καὶ ἡ περὶ τοὺς ὀφθαλμοὺς

ἀταξία δυσκατάληπτος, οὐδὲν δὲ ἧττον ἐπὶ τὸ διάμετρον

ἐλθοῦσα ἡ ☾ λύει τὴν νόσον. ἐπὶ πάντων δὲ τῶν τροπι-

κῶν καὶ ἰσομερινῶν τῶν ζωδίων νοείθωσαν κακοήθεις εἶναι

τὰς νόσους.

558

Ἐὰν δὲ τῆς ☾ οὔσης ἐν ♏ κατακλιθῇ τις,

♄ συνόντος αὐτῇ ἢ ☍ ἢ □, ἔσται ἡ καταρχὴ τῆς νόσου

ἀπὸ ἑλκώσεως ἢ βουβώνων ἢ τόπων κρυπτῶν, περὶ τὸν δα-

κτύλιον ἢ αἰδοῖον. καὶ ἐὰν προστιθῇ ἡ ☾ τοῖς ἀριθμοῖς ἢ

τῷ φωτὶ, σωθήσεται ὁ νοσῶν. καὶ μάλιστα ἀγαθοποιῶν

ἐπιθεωρούντων. ἐὰν δὲ τῆς ☾ οὔσης ἐν ♏ κατακλιθῇ τις,

♂ καὶ συνόντος αὐτῇ ἢ ☍ ἢ □. τῷ δὲ φωτὶ λειπομένου

καὶ τοῖς ἀριθμοῖς ἀφαιροῦσα, μάλιστα ἀγαθοποιῶν ἐπιθεω-

ρούντων, σωθήσεται ἐν τῷ αʹ □. ἢ μέχρι τῆς ☍. καὶ γὰρ

αἱ νόσοι ἔσονται ἐπιεικεῖς καὶ εὐμετάγωγοι. ὁ δὲ αὐτὸς

τρόπος νοείσθω σοι καὶ πάντων τῶν ζωδίων, ὅταν τοιαῦτα

σχήματα ἐμπέσωσι. ἐὰν οὖν τῆς ☾ οὔσης ἐν ♏.

κατακλιθῇ τις, ἔσται ἡ νόσος ἀπὸ φρικίων ἐλαχίστων. οὗ-

τοί τε καταφρονοῦντες, αὔξουσι τὰ πάθη. τὸ δὲ προκα-

ταρκτικὸν αἴτιον ἔσται περὶ τὴν κύστιν καὶ τὰ μεσομήρια

ἢ καὶ περὶ ἕδραν ἕλκωσις. μέχρι δὲ τῆς διατρίτου ὀρθο-

πυρεταίνων αὐξήσει τὴν νόσον. ἐὰν δὲ προστίθησι τοῖς

559

ἀριθμοῖς καὶ μάλιστα ἀπὸ ☍. συμπαρῇ δὲ αὐτῇ ♂ κατὰ

τὸν ♏ κἀκ σιδήρου πεῖραν ἕξουσι κατὰ τοὺς κρυπτοὺς τό-

πους. ἐὰν δὲ καὶ ☉ συμπαρῇ καὶ σχηματισθῇ, ἀποστή-

ματα περὶ τὰ πλευρὰ πεῖραν ἕξουσι. ἐὰν δὲ ἐπὶ τὰ μεί-

ζονα τρέπωνται, τοῦτο δέ ἐστιν ἐπὶ τὰς ιεʹ κατὰ μῆκος

πεῖραν δέξηται περὶ τὰ πλευρά. καὶ δι' αἱμάτων ἐλεύσον-

ται. ἢ αἷμα ἐκκρινοῦσιν. χρὴ οὖν τῆς τοῦ ψυχροῦ προσα-

γωγῆς ἀπέχεσθαι διαπαντὸς, ἐν ἠρεμίᾳ δὲ φυλάττειν. ἄχρη-

στοι δὲ οἱ κλυσμοὶ καὶ τὰ δυνάμενα ψύχειν καταπλάσματα

καὶ ἡ τοῦ αἵματος ἀφαίρεσις διὰ σικυιῶν. ἄχρηστα δὲ

καὶ τὰ βαλανεῖα. μέχρι δὲ τῆς ☾ ιαʹ γινομένης, οὕτως δὲ

ὑπερβαίνοντες, χρόνια τὰ πάθη ποιοῦσι καὶ ὁμοίως κινδυ-

νεύουσι. ἐὰν δὲ ♃ καὶ ♀ συμπαρῇ τῇ ☾ ἢ σχηματίζωνται

τὰ μὲν προκείμενα πάθη ἔσται, σωθήσονται δὲ ἐγχρονί-

σαντες. ἡ δὲ ποσότης τῶν χρόνων ἤτοι ἡμερῶν, ἀπὸ τῆς

τῶν ἀστέρων παρεμπλοκῆς γνωσθήσεταί σοι. μέχρι γὰρ τῆς

560

ἐπομμάσεως αὐτῶν, παραμένει τὰ πάθη. ἡ γὰρ ὡρισμένη

ἡμέρα κατοκλίσεως μέχρι τῆς ☍. ὑπερτιθέμενοι δὲ τὴν διά-

μετρον, χρονίους τὰς νόσους ποιοῦσιν ἀστέρες. ἐὰν δὲ τῆς

☾ οὔσης ἐν ♏ κατακλιθῇ τις καὶ ♄ συμπαρῇ αὐτῇ ἢ σχη-

ματισθῇ καὶ κατὰ ἥσσονα τρέχῃ ἢ καὶ ἐπισύνδεσμον φέρη-

ται, παραλυθήσονται ἀπαραβάτως καὶ εἰς χρόνια πάθη

ἐπικυλίονται, οἱονεὶ ῥευματιζόμενοι τὸ αἰδοῖον ἢ τὰ περὶ

τὴν ἕδραν. ἐὰν δὲ μηδεὶς ἀγαθοποιὸς παρεμπλακῇ ἢ σχη-

ματισθῇ, ἐν τοῖς πάθεσι τελευτήσει. ἐὰν δὲ ἐπὶ τὰ μείζονα

ἐγείρηται ☾ καὶ σχηματίζηται αὐτῇ ♄. ἢ συμπαρῇ τὰ μὲν

προκείμενα πάθη ἐπιγένωνται. ἐγχρονίσαντες δὲ διακαυθή-

σονται. φύσει δὲ κατὰ τόδε τὸ ζώδιον, ἄχρηστα τὰ βαλα-

νεῖα καὶ πάντα τὰ δυνάμενα ῥευματίζειν.

Ἐὰν δὲ τῆς ☾ οὔσης ἐν ♐ κατακλιθῇ τις,

ὄντος ♄ σὺν αὐτῇ ἢ ☍ ἢ □ ἔσται ἡ κατ' ἀρχὴν τῆς νό-

σου ἐκ ῥύσεως ὑγρῶν καὶ λεπτῶν ῥευμάτων καὶ δριμέων.

ἔσονται δὲ ἐναλγεῖς τοῖς ἄρθροις καὶ ῥιγοπυρετοῖς σχεθή-

561

σονται καὶ ἐπισημασίαι μετὰ ῥίγους καὶ τῶν ἄκρων ψύξεις.

ὅταν οὖν μάλιστα ἡ ☾ τῷ φωτὶ καὶ τοῖς ἀριθμοῖς ἀφαιρεῖ,

ἔσονται διπλαῖ σημασίαι. καὶ οἱ πυρετοὶ στεγνοί· καὶ οἱ

σφυγμοὶ ἐνδεδυκότες. τούτοις ἁρμόσει τὰ ἀναχαλῶντα καὶ

θερμαίνοντα. εἰ δὲ ἀγαθοποιὸς ἐπιθεωρήσει τὴν ☾ κινδυ-

νεύσας σωθήσεται παραλλάξας τὴν ☍. ἐὰν δὲ τῆς ☾ οὔσης

ἐν τῷ ♐ κατακλιθῇ τις ♂ αὐτῇ συνόντος ἢ ☍ ἢ □ ἢ

τῷ φωτὶ αὐξούσης τῆς ☾ καὶ τοῖς ἀριθμοῖς, ἔσται ἡ νό-

σος ἐπισφαλὴς καὶ ἐπικίνδυνος ἀπὸ πλήθους καὶ κραιπά-

λης. ἔσονται γὰρ πυρετοὶ συνεχεῖς καὶ ἐπιτεταμένοι καὶ

ῥοώδεις καὶ χολερικὰ πάθη καὶ κοιλίας ῥύσεις καὶ σφυγμοὶ

ἄτονοι, ἁρμόσει οὖν τούτοις πάντα τὰ ψύχοντα καὶ

στεγνοῦντα· ἐὰν δὲ καὶ κακοποιοὶ τὴν ☾ ἐπιθεωρήσωσι τῇ

ζʹ ἡμέρᾳ ἀναιρεθήσεται. ἐὰν δὲ ἀγαθοποιοὶ τὴν ☾ ἐπιθεω-

ρήσωσι, μετὰ τὴν ☍ κινδυνεύσας σωθήσεται. ἐὰν δὲ τῆς

☾ οὔσης ἐν ♐ κατακλιθῇ τις, ἔσται ἡ νόσος ἀπὸ βαλα-

νείου καὶ ἀέρος ψυχροῦ. ὅλον δὲ ῥευματισθήσεται τὸ σῶμα

562

καὶ περὶ τὸ πρόσωπον σφυγμοὶ καὶ τῶν οὔλων ἄλγησις καὶ

τῶν ὀδόντων. τὸ δὲ προκαταρκτικὸν αἴτιον ἔσται περὶ τὸν

θώρακα. ἐὰν δὲ ἥττονα τροχάζῃ, μάλιστα δὲ ἐπὶ ☉ ☾

φερομένη, συμπαρῇ δὲ ♄ ἢ ☿ συγχηματισθῇ, περὶ τὸν

πνεύμονα ἑλκώσεις καὶ φλεγμοναὶ περὶ τὸ διάφραγμα ἔσον-

ται, ὅλον τε σῶμα ἔσται φλεγμαῖνον. χρὴ δὲ προσάγειν τὰ

δυνάμενα ξηρᾶναι. εὔχρηστοι δὲ καὶ αἵματος ἀφαιρέσεις

μέχρι τῆς διὰ πέμπτου. ἐὰν δὲ ἀπὸ τῶν ιγʹ ἐπὶ ιδʹ τρο-

χάζῃ, πειραθέντες μέχρι τῆς διὰ πέμπτου τελευτήσουσιν.

ἐὰν δὲ ♃ ἢ ♀ συμπαρῶσι τῷ προκειμένῳ ὅρῳ τὰ μὲν

προκείμενα πάθη ἔσται, σωθήσονται δέ. ἐὰν δὲ τὰ μείζονα

ἡ ☾ τροχάζῃ καὶ μόνη ᾖ, σώζονται. ἐὰν δὲ ἐπὶ τὰ μείζονα

τροχαζούσης τῆς ☾ ♂ καὶ ☉ αὐτῇ σχηματίζωνται, μάλιστα

μὲν ψυγμῷ ἢ βηχίοις συσχεθήσονται. φύσει δὲ κατὰ τόδε

τὸ ζώδιον ἀγρυπνίαι καὶ ἐπιτάσεις νυκτεριναὶ γίνονται,

ἀσφυκτοῦσι δὲ εἰς ὑπερβολήν. χρὴ δὲ καὶ θάλπειν καὶ ἐν

563

σκοτεινῷ κατακλίνειν τά τε βαλανεῖα ἄχρηστα καὶ πάντα

τὰ εὔλυτα. τῶν μὲν οὖν ἀγαθοποιῶν ἐπιθεωρούντων κιν-

δυνεύσας σωθήσεται. ἐὰν δὲ ἡ ☾ ἐπιθεωρῆται ὑπὸ τῶν

ἀγαθοποιῶν ἢ ὑφ' ἑνὸς αὐτῶν, λυθήσονται αἱ νόσοι οὐκ

ἄγαν σφοδρανθεῖσαι περὶ τὴν ☍.

Ἐὰν δὲ τῆς ☾ οὔσης ♑ κατακλιθῇ τις

ἀφαιρούσης τῆς ☾ καὶ τοῖς ἀριθμοῖς καὶ τῷ φωτὶ ♄ συν-

όντος αὐτῇ, ἢ ☍ ἢ □ ἔσται ἡ καταρχὴ τῆς νόσου ἀπὸ

βαλανείων περιψύξεως καὶ ῥευμάτων λεπτῶν καὶ περὶ τὸν

θώρακα βάρος καὶ περὶ τὸν πνεύμονα. καὶ βῆχες κατ' ἀρ-

χήν· καὶ μετὰ ῥίγους ἐπισημασίαι. καὶ ἐπιτάσεις νυκτερι-

ναί. καὶ πυρετοὶ ἐπιτεταμένοι. τούτοις οὖν ἁρμόζει πάντα

τὰ θερμαίνοντα. ἐὰν δὲ ἀγαθοποιοὶ μὴ ἐπιθεωρήσωσι τὴν ☾

τελευτᾷ τῇ καʹ ἡμέρᾳ. ἐὰν δὲ ἀγαθοποιοὶ ἐπιθεωρήσωσιν αὐτὴν

ζώσεται πολυχρόνιον πάθος ἔχων περὶ τὸν πνεύμονα. ἐὰν

δὲ τῆς ☾ οὔσης ἐν ♑ κατακλιθῇ τις συνόντος αὐτῇ ♂ ἢ

☍ ἢ □ ἔσται ἡ καταρχὴ τῆς νόσου ἀπὸ ἐμέτου καὶ χο-

564

λέρας ἢ φθορᾶς ἢ βραδυπεψιῶν. ἡ οὖν νόσος ἔσται ἐπι-

κίνδυνος καὶ ὀξεῖα. καὶ νεύρων σύντασις. καὶ κοιλίας ῥύ-

σις. καὶ περὶ τὸν δακτύλιον δριμύτης καὶ ἕλκωσις. τούτοις

ἁρμόσει πάντα τὰ ψύχοντα καὶ στεγνοῦντα. ἐὰν οὖν ἀγα-

θοποιὸς μὴ ἐπιθεωρῇ τὴν ☾ ἐν τῇ διαπέμπτῳ τελευτήσει,

ἤγουν ἐν τῇ ζʹ. ἐὰν δὲ ἀγαθοποιὸς ἐπιθεωρήσῃ τὴν ☾

μετὰ τὴν ζʹ κινδυνεύσας σωθήσεται. ἐὰν δὲ τῆς ☾ οὔσης

ἐν ♑ κατακλιθῇ τις ἔσται τὸ προκαταρκτικὸν αἴτιον ἀπὸ

κόπου ἢ ἐνδείας. ἔσονται δὲ περὶ τὸ νῶτον ἐναλγεῖς καὶ

φρικίων ἐπιβολαὶ καὶ πυκνότεραι ἐπισημασίαι τῶν ἐπιβο-

λῶν, ὡς καὶ τὴν δευτέραν καὶ τρίτην γενέσθαι καὶ ὅλου τοῦ

σώματος ὀρθοτριχίαι. καὶ πυρετοὶ στεγνοί. καὶ ἀταξίαι.

πυκνότερόν σοι ταῦτα ἐκτίθεμαι, ἵνα ἀπὸ τῶν τοιούτων ση-

μείων παρακολουθῇς καὶ τεκμαίρῃ τὴν νόσον, ἐὰν

δὲ τοῖς ἀριθμοῖς ἀφαιρῇ ἐκλύτους καὶ νοσωδεστέρους ποιεῖ

καὶ ταῖς λαλιαῖς τετραυλωμένους καὶ βραδέως ἄνω βλέ-

ποντας. ἐὰν δὲ καὶ ♄ συσχηματισθῇ ἢ συμπαρῇ μέχρι

μὲν τῆς ☍ κινδυνεύουσι διὰ τὰς ἐπιτάσεις τῶν πυρετῶν.

565

ἐὰν δὲ ἀγαθοποιὸς παρεμπλακῇ σώζονται καὶ χρονίζουσι

τοῖς πάθεσι. ἐὰν δὲ ♂ ἢ ☉ ἐν τῷ προκειμένῳ ὅρῳ συ-

σχηματισθῶσι, τοῦ μὲν πάθους ἀπαλλαγήσονται, εἰς πε-

ριοδικὰ δὲ πάθη περιπίπτουσι καὶ οὕτω σώζονται. ἐὰν δὲ

κατὰ πρόσθεσιν αὔξῃ τοῖς ἀριθμοῖς, ἡ ☾ συμπαρῇ δὲ αὐτῇ

ἢ συσχηματισθῇ ♄ ἢ ☉ μέχρι τῆς ☍ αὔξῃ τὰ πάθῃ καὶ

ἐπικινδύνως νοσοῦσι. ἐὰν δὲ ἐπὶ ταῖς εʹ αὔξῃ ἀπαραβά-

τως τὴν ☍ οὐχ ὑπερθήσουσιν. ἐὰν δὲ ἡ ☾ γένηται σὺν

♃ ἢ ♀ ἢ ☿ ἢ καὶ ἀμφότερον τὰ μὲν προκείμενα αἴτια

γενήσονται, σωθήσονται δέ. πρόσεχε οὖν. φύσει γὰρ ἐπὶ

τούτου τοῦ ζωδίου ἐπικίνδυνοι νόσοι γίνονται. διὸ χρὴ τῶν

βαλανείων ἀπέχεσθαι καὶ τῆς τοῦ ψυχροῦ προσαγωγῆς, ἐπὶ

δὲ τοὺς αἰώρας καὶ ἀλείμματα καὶ γυμνάσια τρέπεσθαι.

Ἐὰν δὲ τῆς ☾ οὔσης ἐν ♒ κατακλιθῇ τις

προστιθείσης αὐτῆς τοῖς ἀριθμοῖς καὶ τῷ φωτὶ ♄ συνόν-

τος αὐτῇ ἢ □ ἢ ☍, ἔσται ἡ καταρχὴ τῆς νόσου ἀπὸ κό-

πων ἢ ἀγρυπνίας ἢ ὁδοιπορίας. ἔσται οὖν ἀνώμαλος ἡ νό-

566

σος ἐν ἐπιτάσει καὶ μέχρι τῆς ☍ σωθήσεται, μάλιστα ἐὰν

ἀγαθοποιὸς τὴν ☾ ἐπιθεωρήσῃ. ἐὰν δὲ τῆς ☾ οὔσης ἐν ♒

κατακλιθῇ τις, ἀφαιρούσης αὐτῆς καὶ τῷ φωτὶ καὶ τοῖς

ἀριθμοῖς, συνῇ δὲ ὁ ♂ ἢ ☍ ἢ □ ἔσται ἡ νόσος ἐκ προϋ-

ποκειμένου τινὸς αἰτίου βουβωνιάσεως, ἢ ἀντικνημίου, ἢ

ἐξ αἰδοίων πόνου. οὕτως τε πυρετοὶ καυσώδεις καὶ ἐπιτε-

ταμένοι. καὶ μάλιστα τῶν ἄκρων ἡ πύρωσις ἔσται. διψα-

λέοι τε καὶ ψυχροῦ ἐπιθυμηταί. καὶ πυκτότερον διανιστά-

μενοι. ἐὰν δὲ κατὰ μεγάλα τροχάζῃ καὶ συσχηματισθῇ. ἢ

♂ προσγένηται μέχρι τῆς □ παραλλάξει τῇ διανοίᾳ. εὔ-

χρηστοι δὲ ἔσονται αἱ τοῦ αἵματος ἀφαιρέσεις. καὶ τὸ μὴ

ἀποσπᾷν τῆς τοῦ ψυχροῦ ἐπιθυμίας καὶ ἐν φωτὶ κατακλί-

νειν. ἐὰν δὲ καὶ ἐπὶ τὰ μείζονα τροχάζῃ γενομένης αὐτῆς

ἐπὶ τῆς □ καὶ κατὰ μηδὲν ἐλαττωθείσης τῆς νόσου, ἀναι-

ρεθήσεται μέχρι τῆς ☍, ἐὰν δὲ τῷ προκειμένῳ ὅρῳ ♃ ἢ ♀

567

ἢ καὶ ἀμφότεροι μαρτυροῦσι καὶ αὐτὴ ἡ ☾ ἐπὶ τὰ ἥσσονα

ἐτρόχαζεν ὅτε κατεκλίθη, μέχρι τῆς ☍. κινδυνεύσας σωθή-

σεται. ἐὰν δὲ ἀφαιρεῖ τῷ φωτὶ καὶ τοῖς ἀριθμοῖς, συσχη-

ματισθῇ δὲ ♄ ἢ καὶ ☿ προσγένηται, τὰ μὲν πάθη τὰ αὐτὰ

γενήσεται, τρισσῶς δὲ ῥευματισθήσονται περὶ τὰ σκέλη

καὶ χρονιώτερα τὰ πάθη γεννήσας ὑποφαίνει που ὕδρωπα.

ἐὰν δὲ καὶ ἀπὸ μέσου ὅρου ἐπὶ τὰ ἥττονα κινεῖται ἐν αὐ-

τῷ τῷ πάθει τελευτήσει. ἐὰν δὲ τὰ μέσα τρέχει ἡ ☾ ὑπὸ

τὴν κατάκλισιν τὸ μὲν προκείμενον αἴτιον γενήσεται, χρο-

νίσαντες δὲ ἐν τῇ νόσῳ σώζονται.

Ἐὰν δὲ τῆς ☾ οὔσης ἐν ♓ κα-

τακλιθῇ τις ἀφαιρούσης τῷ φωτὶ καὶ τοῖς ἀριθμοῖς ♄,

συνόντος αὐτῇ ἢ ☍ ἢ □, ἔσται ἡ καταρχὴ τῆς νόσου ἀπὸ

βαλανείων καὶ περιψύξεως ἢ ῥευμάτων λεπτῶν. ἔσονται

γὰρ τῶν ἄκρων ψύξεις πυκναὶ καὶ ῥιγοπύρετοι καὶ ἐπι-

568

σημασίαι διπλαῖ. καὶ στέγνωσις τῆς κεφαλῆς. καὶ νυγμοὶ

κατὰ τῶν μασθῶν καὶ ὑποχονδρίων αἴσθησις καὶ σφυγμοὶ

ἐνδεδυκότες καὶ λεπτοὶ καὶ τῶν ἄρθρων αἴσθησις. τούτοις

ἁρμόσει πάντα τὰ θερμαίνοντα καὶ ἀναχαλῶντα. ἐὰν δὲ

ἀγαθοποιὸς ἐπίδῃ τὴν ☾ κατὰ ☍ διαλλάξας σωθήσεται.

ἕξει δὲ πολυχρόνιον αἴσθησιν περὶ τὰ ἄρθρα. ἐὰν δὲ τῆς

☾ οὔσης ἐν ♓ τοῖς ἀριθμοῖς καὶ τῷ φωτὶ αὐξούσης, ♂

συνόντος ἢ □ ἢ ☍, ἔσται ἡ καταρχὴ τῆς νόσου ἀπὸ

πλήθους, οἰνοποσίας καὶ ὠμότητος. ἄρχεται γὰρ ἀπὸ τῆς

διατρίτου ἡ νόσος αὔξειν. ἐπιτάσεις δὲ νυκτὸς ἔσονται

καὶ πυρώσεις τοῦ θώρακος. καὶ παρακοπὴ τῶν λογισμῶν

καὶ φρενῖτις. καὶ περὶ τὴν κεφαλὴν σφήνωσις. καὶ πυρε-

τοὶ καυσώδεις, καὶ δίψα, καὶ ἐπιθυμία οἴνου, καὶ σφυγμοὶ

ἐπῃρμένοι, τούτοις ἁρμόσει ἡ τοῦ αἵματος ἀφαίρεσις καὶ

πάντα τὰ δυνάμενα καθελεῖν τὴν ἕξιν. ἐὰν οὖν ἀγαθοποιοὶ

μὴ ἐπιθεωρήσωσι τὴν ☾, ἐν τῷ πρώτῳ □ τελευτήσει. ἐὰν

δὲ ἀγαθοποιοὶ ἐπιθεωρήσωσι τὴν ☾, παραλλάξας τὴν ☍

κινδυνεύσας σωθήσεται. ἐὰν δὲ τῆς ☾ οὔσης μετὰ τοῦ ♃

569

ἢ ♀ ἢ □ ἢ ☍ κατακλιθῇ τις κἂν ἐν οἵῳ δήποτε ζωδίῳ

κατακλιθῇ τις μέχρι τῆς αʹ □ ἢ τῆς ☍ σωθήσεται. πολὺ

δέ τι καὶ ἡ ὥρα συμβάλλεται ἐν τῇ κατακλίσει. ἐὰν γὰρ

ὡροσκοπῶσιν ἢ μεσουρανῶσιν οἱ ἀγαθοποιοὶ τῆς ☾ μετὰ

κακοποιῶν οὔσης ἢ □ ἢ ☍ ἀντιλήψονται τῆς ζωῆς, ἐὰν

δὲ κακοποιοὶ ὡροσκοπῶσι τῆς ☾ οὔσης μετὰ ἀγαθοποιῶν

βλάπτουσι τὸν κατακλιθέντα. δεῖ δὲ τὸν ἄριστον ἰατρὸν

μεμνῆσθαι μὲν τῆς μαθηματικῆς ἐπιστήμης, ἐξετάζειν δὲ

ἀκριβῶς τὴν ἡμέραν καὶ τὴν ὥραν τῆς κατακλίσεως. καὶ

συνορᾷν τὸν κόσμον πῶς διάκειται. ἄτερ γὰρ τῆς κοσμι-

κῆς συμπαθείας οὐδὲν γίνεται. ἐὰν δὲ τῆς ☾ οὔσης ἐν ♓

κατακλιθῇ τις, ἔσται τὰ προκαταρκτικὰ τῆς νόσου αἴτια

ἀπὸ βαλανείων ἢ ψυχροποσίας. εὐθέως γὰρ τὸ νευρῶδες

πάσχει. καὶ περὶ τὸν στόμαχον ἀλγήσει. γυμνοὶ δὲ δια-

τροχάζουσιν, ὀδύναι περὶ τὰ πλευρὰ καὶ δυσπνοοῦσι. καὶ

πυρετοὶ ἐστεγνωμένοι καὶ ἐν βάθει. καὶ σφυγμοὶ λεπτοὶ

καὶ δυσκατάληπτοι κατὰ τὰς ἐπισημασίας. ἐναλλάσσουσι

570

δὲ τοὺς σφυγμοὺς περὶ ὥρας βʹ. ἀνεκτοῦσι δὲ διηνεκῶς καὶ

κατὰ τὴν κοιλίαν λεπτά, ἔπειτα οὖρα δυσώδη, εὔχρηστοι

δὲ πάντες χυλοὶ καταψύχοντες. ἀπὸ δὲ…

με…

The complete text is available when the reading interface loads.