The Greek Library Author

Pseudo-Galen

De remediis parabilibus

Scientific editors
Karl Gottlob Kühn
Edition reference
Claudii Galeni Opera Omnia · Lipsiae · Cnobloch · 1827
CTS identifier
urn:cts:greekLit:tlg0530.tlg029.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Book 1

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΕΥΠΟΡΙΣΤΩΝ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ.

Προοίμιον. [Τοῖς ἔξω πόλεων παραμένουσι καὶ τοῖς κατ᾿ ἀγροὺς καὶ τοὺς ἐρήμους τόπους διατρίβουσι τῶν εὐπορίστων χρῆσιν προσήκουσαν εἶναι.] Τὴν ἰατρικὴν τέχνην, οὐ πόλεσιν οὐδὲ δημοσίοις τόποις, ἢ ἀνδράσι πλουσίοις καὶ εὐγενέσιν ἄρχουσί τε καὶ μεγάλως δυναμένοις ὁριζομένην, διὰ δὲ τὸ φιλάνθρωπον καὶ πολύχρηστον αὐτῆς ποικίλως ἐπὶ πάντας ἀνθρώπους διήκουσαν καὶ ἄχρις ἀγροικίας καὶ ἐρήμων τόπων φθάνουσαν μὲν ὁρῶν τῇ δυνάμει, ἐλλείπουσαν δὲ τῇ ἐνεργείᾳ διὰ τὸν ἀμελέτητον τῆς περὶ αὐτὴν φιλοτιμίας, δίκαιον ᾠήθην κατ᾿ ἐμὴν δύναμιν εἰσενέγκασθαι ἐπικουρίαν τοῖς ἐν ὁδοῖς, μάλιστα καὶ κατ᾿ ἀγροὺς καὶ κατά τινας ἐρήμους τόπους διατρίβουσιν, ἐφ᾿ ὧν τὰ μὲν πάθη ῥᾳδίαν καὶ ἀπροσδόκητον ἔχει τὴν κατὰ τῶν σωμάτων φορὰν καὶ δύναμιν, οὐκ ἔτι δὲ καὶ τὴν ἐκ τῶν ἰαμάτων ἐπικουρίαν εὔπορον. οὔτε γὰρ φαρμάκων πολυτελῶν ἐν παντὶ τόπῳ ῥᾴδιον εὐπορεῖν οὔτε τοὺς χρησομένους αὐτοῖς ἰατροὺς ἀφθόνως ἔχειν ἐπιτηδείους, οὔτε μὴν τὰς περιστάσεις παρεῖναι τῆς ὑποπροσθέσεως καὶ ἀναβολῆς καιροὺς διδούσας, οἷον ἐπὶ συνάγχης καὶ δηλητηρίων φαρμάκων καὶ τῶν ἰοβόλων, αἱμοῤῥαγίας τε καὶ χολέρας καὶ τῶν τούτοις παραπλησίων. διὰ ταῦτ᾿ οὖν οὐκ ἀκριβῶς καὶ ἐπιστημονικῶς θεραπείαν καὶ πάντη τοῖς οἰκείοις θεωρήμασι συνεκπληρουμένην ἐνθάδε λέγειν προυθέμην, ἀλλ᾿ ὅπως ἄν τις καὶ ἰδιώτης ἐκ τοῦ παραχρῆμα βοηθεῖν ἕλῃ τοῖς κινδυνεύουσιν ἢ ἄλλως πάσχουσι κατὰ τὸ ἐνδεχόμενον ἐκ τῶν ὡς οἷόν τε ἐπ᾿ ἀπόροις εὐπορουμένων βοῃθημάτων, ὑποθέσθαι δίκαιον ᾠήθην τὸ μὲν ἀκριβὲς ἄγαν τῆς κατὰ τὴν τέχνην ὕλης καὶ τῆς ἐπιστημονικῆς χρήσεως τῶν βοηθημάτων, ἐν οἶς φαρμάκων καὶ ἰατρῶν εὐπορία καὶ τὰ πάθη συγχωρεῖ, ἀναγκαῖον εἶναι κρίνει, ὅπου δὲ ὀξὺς ὁ καιρὸς καὶ οὐκ εὔπορος ἡ τῶν βοηθημάτων εὐπορία καὶ ἀφθονία, τὴν ἐκ τῶν εὐπορίστων φαρμάκων δύναμιν ἀναγκαιοτάτην εἶναι λογιζόμενος τοῖς ὁτιοῦν μέρος τοῦ σώματος πάσχουσιν. ἀναγράψω τοιγαροῦν εὐπορίστων βοηθημάτων ὕλης σπανίως που πολυτελεστέρων μὲν, συνήθων δὲ τοῖς πολλοῖς, καὶ διὰ τοῦτο εὐπορουμένων φαρμάκων μνημονεύσομεν, ἀπὸ κεφαλῆς ἀρξάμενοι. αὕτη γὰρ καθάπερ τις ἀκρόπολίς ἐστι τοῦ σώματος καὶ τῶν τιμιωτάτων καὶ ἀναγκαιοτάτων ἀνθρώποις αἰσθήσεων οἰκητήριον, διὸ καὶ τὴν ἀρχὴν τῶν βοηθημάτων ἀπ᾿ αὐτῆς ποιησόμεθα τοῦ δυνατοῦ μάλιστα καὶ σαφῶς στοχαζόμενοι. πάσχει δὲ αὕτη ποικίλως, ἐγκαιομένη τε καὶ ψυχομένη, καὶ ὑπὸ ἀναθυμιάσεων τῶν ἐκ τῆς κοιλίας πληρουμένη, καὶ ἀπὸ τῶν ἔξωθεν, τῶν καρωδῶν καὶ δυσωδῶν, καὶ διὰ πολλὰ ἕτερα. ἐξ ἐπιμέτρου καὶ ταῖς κατὰ τὸ δέρμα καὶ τὰς τρίχας ἀπρεπείαις ἁλισκομένη, ἀλωπεκίαις, ὀφιάσεσι, διαφόροις ἑλκώσεσιν. ἐγκαύσεως μὲν οὖν καὶ ψύξεως καὶ τῆς ἀπὸ τῶν ἔξωθεν ἀναθυμιάσεως ἱκανὰ σημεῖα ταῦτα προκατάρχοντα αἴτια. ἤδη δὲ τοῖς ἐξ ἐγκαύσεων ἄλγημα παρακολουθεῖ σφυγματῶδες ὅλης σφακελιζούσης δοκεῖν τῆς κεφαλῆς μετὰ πυρώδους αἰσθήσεως καὶ διάτασις τῶν περὶ τὸ μέτωπον ἀγγείων καὶ ὀφθαλμῶν ἔρευθος, τὰ πολλὰ καὶ ἀγρύπνια· τοῖς δὲ ἀπὸ ψύξεως ναρκῶδες βάρος καὶ πῆξις καὶ τῶν μετὰ τὸ μέτωπον ἀγγείων σύμπτωσις· εἰ δὲ μεθ᾿ ὑγρότητος καταψύχοιντο, καὶ καταφορώδης ὕπνος· τοῖς δ᾿ ἐξ ἀναθυμιάσεων ἄλγημα νυγματῶδες καὶ σφυγμὸς τῶν περὶ τὸ μέτωπον ἀρτηριῶν, ἴλιγγοί τε καὶ παροράσεις καὶ ὤτων ἦχοι. ὁμοίως καὶ τοῖς ἀπὸ τῶν ἐντὸς ἀναθυμιάσεων πληρουμένοις τὰ αὐτὰ ταῦτα συμπίπτειν εἴωθεν.

Chapter 1

[Πρὸς τὰ ἐντὸς τῆς κεφαλῆς πάθη, καὶ πρῶτον περὶ τῆς ἐξ ἐγκαύσεως κεφαλαλγίας.] Ἁρμόσει δὲ τοῖς μὲν ἐξ ἐγκαύσεως ἐμβροχὴ ἐλαίου ὀμφακίνου ψυχροῦ· εἰ δ᾿ ἐπιτείνοιτο, δι᾿ ὀξυῤῥοδίνου, μὴ παρόντος δὲ τοῦ ῥοδίνου ἐλαίου, χρηστέον ὀμφακίνῳ, τέτρασι μέρεσι τοῦ ἐλαίου συμπλέκοντας ὄξους μέρος ἓν, εἰ συμμέτρως ψύχειν βούλοιντο, εἰ δὲ μὴ, πλεῖον ἔτι ὄξους. διακαιομένης δὲ σφοδρῶς τῆς κεφαλῆς, συμπλέκειν χρὴ τῷ ὄξει πολυγόνου χυλὸν, ἢ ἀρνογλώσσου, ἢ ἀνδράχνης, ἢ θριδακίνης, ἢ ὄμφακος σταφυλῆς, ἢ τῶν τοιούτων τινός. δῆλον δὲ ὡς τὸ μᾶλλόν τε καὶ ἧττον τῆς εὔξεως αὐτῶν δηλώσει τὸ μέγεθος τῆς ἐγκαύσεως καὶ ἡ τοῦ σώματος κατασκευή. ἀνακλίνειν δὲ αὐτοὺς ἄμεινον καὶ ἐν ψυχροτέροις οἴκοις εἰσφέροντας ἀμπέλου φύλλα καὶ βάτου, μήλων τε καὶ τῶν τούτοις παραπλησίων, ὅσα χωρὶς τοῦ κάρου ψύχειν δυνήσεται. παραπλήσιαι δὲ ταύτῃ διαθέσεις καὶ αἱ ἀπὸ τῶν δυσκρασιῶν συμβαινόμεναι. ἀλλ᾿ αἱ μὲν ἀπὸ θερμοτέρας καὶ ξηροτέρας, ἔτι τε ψυχροτέρας καὶ ξηροτέρας δυσκρασίας, ὀδύναι μεγάλαι γίγνονται, ἥκιστα δ᾿ ἐν τῇ ὑγρᾷ δυσκρασίᾳ πόνοι συμβαίνουσι, θεραπεύονται κατὰ ἐναντίωσιν τῶν διαθέσεων. [Περὶ τῆς ἀπὸ ψύξεως κεφαλαλγίας.] Τοῖς δὲ ἀπὸ ψύξεως ἁρμόζουσιν αἱ θερμότεραι τῶν ἐμβροχῶν, ὅτε μὲν συμμέτρως εἴη ἡ ψύξις, ἀρκουμένοις ἀνηθίνῳ καὶ πηγανίνῳ ἐλαίῳ θερμῷ· εἰ δὲ ἐπιτείνοιτο μεγάλης τῆς ψύξεως ὑπαρχούσης, σικύου ἀγρίου ῥίζαν ἐμβαλεῖν δεῖ, ποτὲ δὲ καὶ εὐφορβίου βραχύ. χρῆσθαι δὲ καὶ ἰρίνῳ ἐλαίῳ, ἤ τινι τῶν τοιούτων λεπτῶν εἰρημένων τινὰ τούτοις ἐμβαλόντα· ἐλάττω δὲ ἢ πλείω κατὰ τὴν ἐπικρατοῦσαν ψύξιν σκοποῦντα καὶ συμμετρούμενον. [Περὶ τῆς ἐξ ἀναθυμιάσεως κεφαλαλγίας.] Ὅσοις δὲ ἀπὸ ἀναθυμιάσεων αἱ κεφαλαλγίαι γίγνονται, ὑπάγειν τε τὴν γαστέρα καὶ ἄγειν αὐτοὺς εἰς εὐπνουστέρους οἴκους καὶ λεπτὸν ἀέρα ἔχοντας, ἐπιτηδεύειν τε καὶ πταρμοὺς, μάλιστα εἰ ἀπύρετοι εἶεν, ἐμβαλόντας τοῖς πόροις ἢ στρούθιον λεῖον, ἢ πέπερι, καὶ ἀνέλκειν κελεύοντας. κενουμένων γὰρ τῶν ἀτμῶν ῥᾷον διαφορηθήσεται ἡ κεφαλή. ἐμβρέχειν δ᾿ αὐτοὺς καὶ ἐλαίῳ, βραχὺ ὄξους παραχέοντας. ἥ τε γὰρ ἄμετρος ἐπὶ τὴν κεφαλὴν τῶν ἀτμῶν φορὰ ἀποκρουσθήσεται καὶ τὸ ἐνιζάνον ταῖς κοιλίαις τοῦ ἐγκεφάλου διαφορηθήσεται, μὴ ἐᾶν καθεύδειν, καὶ μάλιστα μεθ᾿ ἡμέρας. [Περὶ τῆς ἐξ ἀπέπτων βρωμάτων κεφαλαλγίας.] Εἰ δ᾿ ἀπέπτων ἐγκειμένων τῇ γαστρὶ συμπάσχοι τι ἡ κεφαλὴ, διδόντας πιεῖν ὕδατος χλιαροῦ συχνῶς ἐμεῖν κελεύειν. γίγνονται δὲ πολλοῖς τῶν στομαχικῶν ἐξ ἀναστάσεως κεφαλαλγίαι, ἐφ᾿ ὦν αἱ παραθέσεις τῆς τροφῆς αὐτίκα κουφίζειν εἰώθασιν. εἰ δ᾿ ἀπὸ μεγάλης ποτὲ ἀλγηδόνος τῆς κεφαλῆς ἄφωνοι γίνονται ἄφνω, μηδὲ τῆς αἰτίας καταλαμβανομένης, καταντλεῖν προσήκει τὴν κεφαλὴν ὕδατι θερμῷ δαψιλεῖ, ἐγχέοντας τοῖς ὠσὶν ἔλαιον καὶ ἔριον ἐμβάλλοντας. [Περὶ τῆς ἐξ οἴνου κεφαλαλγίας.] Ὅτι μὲν οἱ θερμότεροι τῶν οἴνων τὰς κεφαλαλγίας γεννῶσιν, ἀτμῶν πληροῦντες ῥᾳδίως τὴν κεφαλὴν, ἔσθ᾿ ὅτε δὲ καὶ χυμῶν, καὶ ὅτε χωρὶς οἴνου πόσεως πρὸς τὴν κεφαλὴν ἑτοίμως οὗτοι ἀναφέρονται, καὶ μάλιστα οἶς φύσει θερμότεραι τὴν κρᾶσιν αἱ κεφαλαὶ τυγχάνουσιν, ἅπασιν οἶμαι φανερὸν εἶναι. σκοπὸς τοίνυν τῆς ἰάσεως ἡ κένωσις αὐτῶν. ἐπειδὴ δὲ θερμότεροι τυγχάνουσιν ὄντες οἱ πεπληρωκότες τὴν κεφαλὴν ἀτμοὶ, καὶ τῆς ἐντυχούσης αὐτοῖς βοηθείας δέονται. ἔλαιον οὖν ῥόδινον καὶ πάνυ ψυχρὸν προσφερόμενον, ὕπνος τε καὶ ἡσυχία, καὶ μετὰ ταῦτα εἰς ἑσπέραν λουτρὸν καὶ τροφαὶ εὔχυμοι, οὐ μέντοι θερμαίνουσαι. τοιαῦται δ᾿ εἰσὶν ὁ πτισάνης χυλὸς, καὶ τὰ ὑγρὰ τῶν ὠῶν ἄνευ γάρου καὶ ἐξ ὕδατος ἄρτος, θριδακίνη τε ὡς ἐμψύχουσα καὶ κράμβη ὡς ἀτμῶν ξηραντική. ποτῷ δὲ ὕδατι χρηστέον. ἀλλ᾿ ἐπί τινων ὁ στόμαχος ἐπὶ ταῖς ὑδροποσίαις ἀνατρέπεται, ῥοιὰν οὖν αὐτοῖς ἐπιδοτέον, ἢ μῆλον, ἢ ἄπιον ἡψημένα. χρὴ δὲ ἕψειν οὕτως αὐτά· πρῶτον ἐν χύτρα ὕδωρ ἐγχέοντας θερμὸν, εἶτα κρεμάσαντας ἐν ἀγγείῳ τὰς ὀπώρας ὑποκαίειν τὴν χύτραν, ὅπως ὁ ἀναφερόμενος ἐκ τοῦ ὑδατὸς ἀτμὸς ἕψειν οἶός τε εἴη. καὶ σταφίδες δὲ ῥωννύουσι τὸν στόμαχον. φοινίκων δὲ παντελῶς ἀπέχεσθαι. ἔχουσι γάρ τινα ἰδιότητα κεφαλαλγίας ποιητικήν. εἰ δ᾿ ἐπὶ τούτοις ὑπνῶσαι καλῶς δυνηθεῖεν, ἐπὶ λουτρὸν μὲν ἄγειν αὐτοὺς κατὰ τὴν ὑστεραίαν, καὶ καταχεῖν ἐν τῷ βαλανείῳ θερμὸν ὕδωρ πολλάκις, εἶτα μικρὸν ἠρημήσαντας αὖθις παραπλησίως λούειν, εἶθ᾿ οὕτως τρέφειν ὡς πρόσθεν εἴρηται. εἰ δέ ποτέ τι τῶν ἀνελθόντων ἐπὶ τὴν κεφαλὴν ἀτμῶν τε καὶ χυμῶν ὑπολείποιτο τι λείψανον ἐσφηνωμένον πόροις λεπτοῖς, καὶ διὰ τοῦτο παραμένει τι τῆς κεφαλαλγίας, ἀφίστασθαι μὲν τοῦ ῥοδίνου, ἐμβρέχειν δὲ τῷ χαμαιμηλίνῳ συμμέτρως θερμῷ, καὶ μετὰ ταῦτα ἰρίνῳ μεγάλως ὠφελοῦντι τὰς τοιαύτας διαθέσεις· μηδενὸς δὲ τούτων ὄντος, οἴνῳ χρῆσθαι. [Περὶ τῆς ἐκ πληγῶν καὶ συμπτωμάτων κεφαλαλγίας.] Ἐπεὶ δὲ καὶ διά τινα συμπτώματα καὶ πληγὰς γίνονται κεφαλαλγίαι, χρήσιμον βραχέα καὶ πρὸς ταῦτα ὑποσχέσθαι. ἁρμόζει τοίνυν ἡ διὰ σπόγγων πυρία καὶ μαλακῶν ἐρίων ἐλαίῳ θερμῷ δεδευμένων. πρὸς δὲ τούτοις ἡσυχία, ὑποστολὴ τροφῆς, κένωσις τοῦ κάτω γαστρός. φυλακτέον δὲ ἥλιον, λουτρὸν, οἰνοποσίαν, κραυγὴν καὶ διάτασιν, καὶ τῶν ἐν τροφῇ προσφερομένων τὰ δριμέα καὶ ὀξέα καὶ ἁλικά· δῆλον δ᾿ ὡς σκοποὶ πλείονες ἔσονται τῆς τῶν ἰαμάτων εὑρέσεως κατὰ τὰς ποιούσας τὰ πάθη αἰτίας. [Περὶ τῆς ἐκ θλασμάτων κεφαλαλγίας.] Καὶ γὰρ κεφαλὴν καὶ θλᾶσθαι συμβαίνει, καὶ ποτὲ μὲν μετὰ τραύματος, ποτὲ δὲ καὶ χωρὶς τραύματος γίνεσθαι τὴν θλάσιν, ὡς κᾀκ τούτων ἐπιπλέκεσθαι σκοποὺς θεραπείας. θλάσει μὲν οὖν οἰκεῖα τὰ παρηγορικὰ τῶν βοηθημάτων οἷον θερμοῦ κατάχυσις ὕδατος καὶ ἐπίβλημα ἐλαιοβρεχές. τὴν δὲ διαίρεσιν περίστασις παροῦσα εἰ μὴ κωλύει κολληθήσεσθαι, σιδηρίτην βοτάνην λειώσας καὶ ἀποσπογγίσας οἴνῳ ἐπιδέσμει. Ἄλλο. ῥητίνην φρυκτὴν καταπλάσας τὸ ἕλκος ἐπιδέσμει. Ἄλλο. ἀλόην λειώσας καὶ μέλι προσμίξας ἐπιτίθει. Ἄλλο. γῆς ἔντερα κόψας ἐπιτίθει. Ἄλλο. πτελέας φύλλα χλωρὰ κόψας ἐπιτίθει, πρότερον τρίψας. καὶ ὁ φλοιὸς δὲ τοῦ αὐτοῦ δένδρου περιειληθεὶς ὡς ἐπίδεσμος τὸ αὐτὸ ποιεῖ. [Πρὸς καταφοράν.] Πιτύαν ἐρίφων βάλε εἰς ἄκρατον οἶνον Αἰγύπτιον καὶ δὸς ἴσον καὶ δίδου πίνειν νηστικῷ ἐπὶ ἡμέρας γ΄. [Πρὸς τὰς ἐκ μέθης καὶ ἐγκαύσεως κεφαλαλγίας.] Ἐπεὶ δὲ τὰ περίαπτα ἔγραψεν ὁ Ἀρχιγένης τοῖς κεφαλαλγοῦσιν, οὐκ ἄτοπον ᾠήθην καὶ ταῦτα ἀναγράψαι πρὸς τὰς ἐκ μέθης καὶ ἐγκαύσεως κεφαλαλγίας, πολυγόνου δύο κλωνία πλέξας στεφάνωσον. ἄλλο. πολύγονον τρίψας μετὰ κορυφῆς γάλακτος καὶ ἀλείψας τὴν κεφαλὴν τῷ βάθει τῆς ἑσπέρας καὶ ἐπάνω λαγωοῦ δέρμα βαλὼν, ἕως πρωῒ, ἆρον τὸ δέρμα καὶ ἰαθήση. ἄλλο. κιχώριον τὸ Ῥωμαϊστὶ λεγόμενον ἰντυβολάχανον, ἐπιτίθει τοῦ πάσχοντος τὴν κεφαλήν. ἄλλο. ῥόδινον στέφανον ἐπιτίθει τῇ κεφαλῇ, νέα ἄνθη ῥόδου ἐκ νεαρῶν ῥόδων. ἄλλο. καλλιτρίχῳ στέφε τὴν κεφαλὴν, ὅ τινὲς καλοῦσιν ἀδίαντον, ἔνιοι δὲ τριχομανές. ἄλλο. ἄκρως δὲ ἀπαλλάσσειν τῆς κεφαλαλγίας φησὶν Ἀρχιγένης περιστερεῶνα, ἥν τινες ἱερὰν βοτάνην καλοῦσι, καὶ στεφομένην καὶ καταχριομένην μετ᾿ ὄξους καὶ ῥοδίνου. ἄλλο. χελώνης λιμναίας ἥν τινες ἀμύδα καλοῦσιν, αἷμα ἐπίσταζε ἐπὶ τὸ βρέγμα.

Chapter 2

[Περὶ εὐπορίστων πρὸς τὰ ἐκτὸς τῆς κεφαλῆς πάθη, καὶ πρῶτον πρὸς ῥεούσας τρίχας.] Λάδανον ἀποβρέχων οἴνῳ εὐώδει καὶ στύφῳ λαίου, παραχέων καὶ μύρσινον, καὶ γλοιῶδες ποιήσας κατάχριε. ἄλλο. κάρυα χλωρὰ, ἀκμάζειν ἀρξάμενα, θλάσας ρ΄. μίξας τε ἐλαίου ξέστας β΄. στυπτηρίας ὑγρᾶς λίτρας γ΄. καὶ βαλὼν εἰς σκεῦος καινὸν ὀστρακινὸν προβραχὲν, ὡς μὴ ἀναποθῆναι τὸ ἐμβληθὲν ὑγρὸν, ἐπιμελέστατα περίχρισον, καὶ καταθέμενος ἐν εὐαέρῳ οἴκῳ ἐπὶ ἡμέρας μ΄. καὶ μετὰ τοῦτο ἀνελόμενος, χρῶ τῷ ἐλαίῳ. ἄλλο. λάδανον καὶ ἀψίνθιον καὶ ἀρκευθίδας λειώσας, εἰς ὀθόνην ἔνδησον, καὶ ἔμβαλε εἰς ἔλαιον καὶ μετὰ ἡμέρας ε΄. χρῶ. ἢ μυρσίνης μελαίνης, ἢ κηκίδος μέρη β΄. μετ᾿ ἐλαίου. τὸ αὐτὸ δὲ πιτυρίασιν ἰᾶται. ἄλλο. λάδανον λειώσας μετὰ γλυκέος οἴνου γλοιῶδες ποιήσας χρῖε. ἄλλο. ἀνεμώνης τὸ ἄνθος λειώσας μετ᾿ ἐλαίου κατάχριε, τὸ αὐτὸ καὶ μελαίνει. ἄλλο. περιστερεῶνα τὸ ὀρθὸν σὺν ταῖς ῥίζαις ξηράνας καὶ εὖ μάλα λειώσας μῖξον ἐλαίου, ὡς πάχος ἔχειν γλοιοῦ καὶ ἐάσας σαπῆναι κατάχριε. [Περὶ πιτυριάσεως.] Προσμήξας τὴν κεφαλὴν σεύτλου χυλῷ καὶ τηλίνοις ἀλεύροις, καὶ νίτρῳ λείοις ἴσοις σμῆχε. ἄλλο. Κιμωλία γῆ ὄξει καὶ βοείᾳ χολῇ φυραθεῖσα, χρῖε. ἄλλο. ἀμυγδάλοις πικροῖς μετ᾿ ὀξυκράτου ἀπόσμηχε. ἄλλο. ἀφρόνιτρον καὶ χάλκανθον ἴσα λειώσας μετ᾿ οἴνου χρῶ. ἄλλο. βολβοῖς ὀπτοῖς καὶ νίτρῳ λείοις ἴσοις σμῆχε. [Περὶ φθειριάσεως.] Σταφίδος ἀγρίας μέρη β΄. σανδαράχης μέρος α΄. νίτρου μέρος α΄. σὺν ὄξει καὶ ἐλαίῳ ἄλειφε τὴν κεφαλήν. ἄλλο. στυπτηρίῳ σχιστῇ μετ᾿ ἐλαίου χρῶ. [Περὶ ἀχώρων καὶ κηρίων.] Ἀχῶρες συνίστανται περὶ τὸ τῆς κεφαλῆς δέρμα. ὠνόμασται δὲ ἀπὸ τοῦ συμπτώματος, λεπτὰς γὰρ ἔχει κατατρήσεις, δι᾿ ὦν ἀποῤῥέει ἰχὼρ γλίσχρος. ὅμοιον δ᾿ αὐτῷ πάθος ἐστὶ καὶ τὸ καλούμενον κηρίον, τὰς κατατρήσεις μείζονας ἔχον, ὑγρὸν ἐχούσας μελιτῶδες· ἐστὶ δ᾿ ἑκατέροις ἡ γένεσις ἐξ ὑγρότητος περιττωματικῆς. συμβαίνει δ᾿ αὐτοῖς τὸ πρῶτον κνησμὸς, μετὰ ταῦτα δὲ καὶ εἰς ὄγκον ἐπανάστασις. θεραπεία δὲ, μεγάλης οὔσης τῆς διαθέσεως προηγουμένη μὲν κάθαρσις τῶν καταποτίων διὰ σκαμμωνίας καὶ ἀλόης, καὶ κολοκυνθίδος, ἑκάστου δ᾿ αὐτῶν ἴσον, λειωθέντα δὲ ἀναλαμβάνεται χυλῷ κράμβης, καὶ ἀναπλάσσεται καταπότια ὀρόβου μέγεθος ἔχοντα. δέδοται δὲ τοῖς ἰσχυροτέροις ἑπτακαίδεκα τῆς τελείας δόσεως, τοῖς ἄλλοις πρὸς ἀναλογίαν τοῦ σώματος. ἐπὶ δὲ τῶν μικρῶν διαθέσεων ἀρκεῖ καὶ τὰ τοπικὰ τῶν βοηθημάτων. ἔστι δὲ ταῦτα κιμωλία μετὰ ὄξους δριμυτάτου καταχριομένη. ἄλλο. κρήταν μετὰ ὄξους δριμυτάτου κατάχριε. ὁμοίως δὲ καὶ Σαμία γῆ καὶ πομφύλυξ. ἄλλο. λιθαργύρου καὶ χάρτης κεκαυμένης λύχνῳ, χρῶ μετ᾿ ὄξους. ἐφ᾿ ὧν μέντοι ἕλκωσίς ἐστιν ὀδυνώδης, ὕδατι ἀπαντλεῖν αὐτοὺς θερμῷ προσήκει ἑκάστης ἡμέρας, ἀφηψημένης ἐν αὐτῷ μυρσίνης, βάτου, συκαμίνου, ἢ ἀσπαράγου ῥίζης, καὶ κατάχριε. ἄλλο. ἰτέας φύλλοις μεθ᾿ ὕδατος, ἢ φακῷ μετὰ μέλιτος, ἢ ἀσπαράγου ῥίζῃ ἑφθῇ ἀπόσμηχε, ἢ σεῦτλον χυλῷ ἔχοντι τήλινον ἄλευρον. φάρμακα δ᾿ ἐπιτήδεια πίτυος φλοιὸς μετὰ κηρωτῆς, ἢ καδμεία μετ᾿ ἐλαίου, ἢ λιθάργυρος, ἢ ψιμύθιον. σμήχειν δὲ ἐν βαλανείῳ τεῦτλον χυλῷ μετὰ κιμωλίας. δῆλον δὲ ὡς ἐπὶ τῶν ἁπαλοσάρκων γυναικῶν φυλάττεσθαι μὲν δεῖ τὸ ὄξος, οἴνῳ δὲ καταχρίειν τὰ φάρμακα. [Περὶ ἀλωπεκίας καὶ ὀφιάσεως.] Συμβαίνει διττὸν πάθος περὶ τὰς ἐν κεφαλῇ τρίχας, ὁτὲ μὲν ἔκλειψις αὐτῶν, ὁτὲ δὲ εἰς ἑτέραν χροιὰν μεταβολή. ἔκλειψις μὲν ἐν ταῖς φαλακρώσεσιν, ἑτεροχροία δὲ ἐν ταῖς ἀλωπεκίαις τε καὶ ὀφιάσεσιν, ἀπρεπεστάτη βλάβη τῶν τριχῶν. ἔστι δ᾿ αὐτοῖς ἡ βλάβη παραπλησία τοῖς φυτοῖς. καθάπερ γὰρ ἐκεῖνα παραπλησίαν τῷ τρέφοντι ὑγρῷ τὴν γένεσιν ἔχει· ὁμοίως δὲ ταῖς τριξὶν ἡ παθητικὴ κατασκευή. ὁτὲ μὲν ἐνδείᾳ τοῦ τρέφοντος ὑγροῦ ἀφαιρούμενα φθείρεται, ἢ ἀλλοτριώσει τὴν κατὰ φύσιν ὑπαλλάττει διάθεσιν. ἔστι δὲ ἀλωπεκία καὶ ὀφίασις ἑκάτεραι μὲν διαθέσεις παρὰ φύσιν τὴν αὐτὴν αἰτίαν ἔχουσαι τῆς γενέσεως, κοινὴν δὲ καὶ τὴν ἴασιν, ὀνόμασι δὲ διαφόροις ὠνομασμέναι κατὰ τὸ σχῆμα. ἐπί τε γὰρ τῆς ὀφιάσεως παραπλήσιον ὄφει τὸ σχῆμα ἐπὶ τῆς κεφαλῆς φαίνεται, ἡ δ᾿ ἀλωπεκία, ὥς φασιν, ὠνόμασται διὰ τὸ συνεχὲς ταῖς ἀλώπεξι συμβαίνειν τὴν διάθεσιν, ψίλωσιν οὖσαν τριχῶν, μετὰ τοῦ ἀναιμόχρουν φαίνεσθαι τὸν πεπονθότα τόπον. ἡμεῖς δὲ διὰ τί οὕτως ὠνόμασται οὐ πολυπραγμονοῦμεν. μοχθηρὸν δὲ πλῆθος ὑγρῶν αἴτιον τῆς γενέσεως εὑρόντες τῷ φυσικῷ λόγῳ ἑξῆς ἐπὶ τὰς θεραπείας χωρήσομεν. εἰσὶ δ᾿ αὐτῷ διαφοραὶ πλείους κατὰ τὴν χρόαν. αἱ μὲν γὰρ λευκότεραι, αἱ δὲ ὠχρότεραι, ἕτεραι δὲ μελάντεραι. δῆλον δὲ ὡς κακοχυμίας ἐστὶν ἅπαντα ἔγγονα τοιαῦτα. αἱ μὲν οὖν λευκότεραι ὑπὸ τῆς τοῦ φλέγματος κακοχυμίας γίγνονται, καὶ ἰῶνται τοῖς φλεγμαγωγοῖς τῶν καθαρτηρίων καὶ τοῖς ἀποφλεγματισμοῖς, αἱ δὲ ὠχρότεραι τοῖς τὴν τοιαύτην καθαίρουσι χολὴν, αἰ δὲ μελάντεραι τοῖς τὸν μελαγχολικὸν καθαίρουσι χυμόν. χρὴ γὰρ πρὸ τῆς τοῦ πεπονθότος μορίου θεραπείας ἅπαν προκαθαίρειν τὸ σῶμα, ὡς μηκέτι ἐπιῤῥεῖν ἐξ αὐτοῦ τὴν κακοχυμίαν τῷ πεπονθότι μέρει, καὶ εἶθ᾿ οὕτως ἑξῆς ἐπὶ τὸ πεπονθὸς μόριον παραγίγνεσθαι. ἔστι δὲ ἀποφλεγματικὰ μὲν πύρεθρον καὶ σταφὶς ἀγρία· θάτερον δ᾿ αὐτῶν ἢ καὶ ἄμφω μετὰ μαστίχης μαλασσόμενα καὶ ἅλας βωλικὸν μετὰ γλήχωνος, ἢ νᾶπυ λελειωμένον μετ᾿ ὀξυμέλιτος καὶ διακρατούμενον ἐπὶ πλέον καὶ ἀναγαργαριζόμενον. ἰδίως μὲν οὖν ἕκαστον τῶν καθαρτηρίων φαρμάκων ἕλκει καὶ καθαίρει τὸν οἰκεῖον ἑαυτῷ χυμόν· τὰ μὲν φλέγμα, τὰ δὲ ξανθὴν, τὰ δὲ μέλαιναν χολήν. καὶ μακρὸν ἂν εἴη ἕκαστον κατ᾿ εἶδος διεξιέναι, ἑτέρας ὄντα πραγματείας. κοινῶς δὲ ἐπί τε τῶν ἄλλων ἀλωπεκιῶν καὶ ὀφιάσεων ὠφελεῖν εἴωθε πρῶτα μὲν τὰ διὰ τῆς ἀλόης καταπότια· ἔχει δὲ ταῦτα κολοκυνθίδος ἐντεριώνης μέρος α΄. ἀλόης τε καὶ σκαμμωνίας μέρη δύο, χυλοῦ ἀψινθίου μέρος α΄. ἀναλάμβανε χυλῷ μήλων, δίδου πρὸς τὴν δύναμιν. μικρὸν δ᾿ ἐπ᾿ αὐτοῖς διαλείποντα ἡμερῶν που ζ΄. χρῆσθαι τῇ ἱερᾷ τῇ διὰ κολοκυνθίδων· ἔστι δ᾿ αὐτῆς ἡ σύνθεσις ὧδε. ♃ κολοκυνθίδος ἐντεριώνου τοῦ ἐντὸς ἁπαλοῦ γο. ιστ΄. χαμαιπίτυος γο. στ΄. σχοίνου ἄνθος γο. στ΄. κασσίας, κινναμώμου ἀνὰ γο. στ΄. ναρδοστάχυος, σμύρνης ἀνὰ γο. δ΄. κρόκου ἑξάγια ζ΄. ὀποπάνακος γο. γ΄. πεπέρεως μακροῦ καὶ μέλανος ἀνὰ γο. γ΄. πρασίου, στοιχάδος, ἀνὰ γο. ζ΄. γεντιανῆς, ἀγαρικοῦ, ἀνὰ γο. ε΄. σαγαπηνοῦ γο. ι΄. κοπτὰ, λεῖα μέλιτι Ἀττικῷ ἀναλάμβανε, καὶ δίδου καρύου Ποντικοῦ τὸ μέγεθος, εἰς ὕδωρ εἰ πυρέττοιεν, εἰ δὲ μὴ, μετὰ οἰνομέλιτος. ὁ μὲν οὖν κατ᾿ ἀρχὰς τῆς θεραπείας τρόπος τοιόσδε, ἀρκῶν πολλάκις μόνος πρὸς θεραπείαν. ἐπὶ γὰρ τῶν χρονίων δυσίατον ἤδη γίγνεται τὸ πάθος καὶ τοπικῶν δεόμενον φαρμάκων· ὅταν οὖν, ὡς ἑνὶ μάλιστα καθάπερ προείρηται, ἀπέριττον ἐκ τῆς καθάρσεως ἅπαν γένηται τὸ σῶμα, τότε ἤδη θαῤῥοῦντα καὶ τῇ τοῦ βεβλαμμένου μέρους ἐγχειρεῖν θεραπείᾳ, τοῖς τοπικοῖς χρώμενον βοηθήμασι. ἔστι δ᾿ ἅπαντα τῷ γένει θερμὰ καὶ διαφορητικά. ταύτῃ γὰρ τῇ δυνάμει καὶ τὴν κακοχυμίαν κενοῦντα διαφορεῖν πέφυκεν. ἔστι δὲ τάδε, θαψίας χυλὸς μετὰ κηρωτῆς καταχριόμενος. ἄλλο. εὐφόρβιον λεῖον μετὰ ἐλαίου καταχριόμενον. ἄλλο. θεῖον ἄπυρον καὶ νίτρον Ἀλεξανδρινὸν σκευάσας ὄξει κατάχριε. ἄλλο. δάφνινον ἀλειφόμενον, καρδάμον σπέρμα μετ᾿ ἐλαίου. ἄλλο. εὐζώμου σπέρμα λειώσας μετὰ στέατος ἀρνείου κατάχριε. ἄλλο. ἀλκυόνιον τραχὺ καύσας καὶ λειώσας ὄξει, ἢ κεδρίᾳ, κατάχριε. ἄλλο. καλάμου ῥίζαν, ἢ φλοιὸν καύσας μετὰ κέδρου χρῶ, ἢ μετὰ ὑγροπίσσης. ἄλλο. μυῶν κόπρον λειώσας ὄξει κατάχριε. ἄλλο. ἀμύγδαλα ὁλόκληρα καύσας, κατάβρεχε ὄξει δριμεῖ. ἄλλο. ἐχίνου χερσαίου τὸ δέρμα μετὰ τῆς κεφαλῆς κατάκαυσον, καὶ λειώσας μέλιτι κατάχριε. ἄλλο. κρομμύῳ παλαιῷ συνεχῶς ἀπότριβε τὸν τόπον, ὀθόνῃ προανατρίψας, ἕως οὗ ἐρυθρὸν γένηται. ἄλλο. ῥαφάνου φλοιὸν λειώσας μετὰ μέλιτος κατάχριε. ἄλλο. σιδήρη στομώματος λεπίδα ὀξελαίῳ τρίψας ἄλειφε, ἕως οὗ ἐρυθρὸν γένηται. ἄλλο. κριθῶν κεκαυμένων καὶ μυοχόδων ἴσον μετὰ ὄξους κατάχριε. ἁπάντων δὲ τῶν εἰρημένων φαρμάκων, τῶν μὲν θερμοτάτων ὄντων, τῶν δ᾿ ἀσθενεστέραν ἐχόντων τὴν θερμασίαν, δῆλον ὡς τοῖς μὲν ἰσχυροῖς φαρμάκοις ἐπὶ σκληρῶν σωμάτων καὶ τῶν κεχρονισμένων διαθέσεων χρηστέον, τοῖς δ᾿ ἀσθενεστέροις ἐπί τε προσφάτων διαθέσεων καὶ παίδων καὶ γυναικῶν καὶ μαλακωτέρων. κοινὸς ἔστω ὁ τοιόσδε λόγος ἐπὶ πάντων βοηθημάτων. προανατρίβειν χρὴ τὸ πεπονθὸς μέρος ὀθόνῃ μήτ᾿ ἄγαν σκληρῶς, ὡς ἀναδέρεσθαι τὰ σώματα, μήτ᾿ ἄγαν μαλακῶς, ὑπὲρ τοῦ ἐρυθραίνεσθαι συμμέτρως πρὸ τῆς χρήσεως τῶν φαρμάκων. χρὴ δὲ καὶ αὐτὸ τὸ δέρμα ξυρᾷν συνεχῶς· εἰ δέ ποτε ἑλκωθείη τὸ μέρος ὑπὸ τῶν φαρμάκων, ἰᾶσθαι χοιρείῳ στέατι ἢ χηνείῳ ὑπαλείφοντα, ἢ ῥοδίνῳ.

Chapter 3

[Πρὸς τὰ τῶν ὤτων πάθη, καὶ πρῶτον πρὸς τὰς ὠταλγίας.] Ὤτων πόνοι γίνονται κατὰ ψύχωσιν ὑπὸ ἀνέμων ψυχρῶν, ἢ λουτροῦ ψυχροῦ, καὶ ὑδάτων φαρμακωδῶν εἰσρυέντων, ἢ διὰ φλεγμονὴν, ποτὲ μὲν αὐτοῦ μόνου κατὰ τὸν πόρον τοῦ δέρματος, ποτὲ δὲ καὶ διὰ βάθους τοῦ ἀκουστικοῦ πόρου ἢ μέρους φλεγμήναντος καὶ διατείναντος τὰ μόρια, ἔσθ᾿ ὅτε δὲ καὶ διὰ πνεύματος φυσώδους οὐκ ἔχοντας διέξοδον ὀδυνηρὸν γίνεται. ὀδυνῶσι δὲ καὶ οἱ ἐν αὐτοῖς τοῖς ὠσὶ διά τινα πρόφασιν γεννηθέντες ἰχῶρες. τὰς μὲν οὖν ἀπὸ ψύξεως μόνης γινομένας ὀδύνας τὰ θερμαίνοντα θεραπεύει τάχιστα· ἔστι δὲ ταῦτα κρόμμυον ἐλαίῳ ζέσας ἔγχει τοῖς ὠσίν. ἄλλο. πέπερι εὖ μάλα λελειωμένον μετ᾿ ἐλαίου. ἄλλο. νάρδος ἐγχεομένη θερμή. ἄλλο. πήγανον ἐνεψημένον ἐλαίῳ. [Πρὸς τὰς ἐκ τῶν ὑδάτων βλάβας τῶν ὤτων.] Ἔλαιον ἐγχέων συνεχῶς θερμὸν δι᾿ ἐρίου μαλακοῦ σπόγγιζε, εἶτ᾿ αὖθις ἔγχει. ἄλλο. ὠοῦ τὸ λευκὸν, ᾧ καὶ πρὸς τὰς ὀφθαλμίας χρώμεθα, ἢ γάλα γυναικεῖον χλιάνας χρῶ. ἄλλο. στέαρ χήνειον, ἢ ἀλωπέκειον, ἢ ὀρνίθειον. [Πρὸς τὰς ἐν ὠσὶ φλεγμονάς.] Νάρδος μετὰ βασιλικοῦ φαρμάκου ἐγχεομένη· εἰ δ᾿ ἀνύποιστος εἴη ὀδύνη, καστόριον γάλακτι γυναικείῳ, ἢ ὠοῦ τὸ λευκὸν χλιάνας χρῶ. ἄλλο. ὄπιον ἐλάχιστον μετὰ ἑψήματος. οὐ χρὴ δὲ ἐνοχλεῖν τῷ πόρῳ κατὰ τὸν καιρὸν τῆς ὀδύνης, ἀλλὰ καὶ διὰ μηλωτίδος περικείμενον ἐχούσης ἔριον μαλακὸν ἐκμάσσειν· καὶ πυριᾷν δὲ σπόγγοις τρυφεροῖς ἐν ὕδατι ἡψημένην ἔχοντι ἀλθαίαν, ἣν καὶ δενδρομαλάχην καλοῦσιν, ἢ πιτύροις ἐλαφροῖς. εἰ δὲ φυσῶδες εἴη τὸ ἀπολειφθὲν, καὶ ἔμφραξις μᾶλλον ἢ πόνος, ἀφρονίτρῳ μετ᾿ ὄξους χρῶ, ἢ δρακοντίου βοτάνης χυλῷ, ἢ κενταυρίου, ἢ πολίου. [Περὶ πυρώσεως τῶν ὤτων.] Ἐν δὲ ταῖς ἀρχαῖς πυρώδους αἰσθήσεως περὶ τὸν ἀκουστικὸν πόρον γινομένης, χωρὶς σφυγματώδους ὀδύνης, ὄξος μετὰ ῥοδίνου ὠφελεῖν εἴωθεν. [Περὶ τῶν ἐν τοῖς ὠσὶ ἑλκῶν.] Γλαύκιον μετ᾿ ὄξους ἀποτρίψας ἔγχει. εἰ δὲ ὑγρὰ πάμπολλα φέροιτο χωρὶς πόνων, σκωρίαν σιδήρου ὄξει λειώσας ἐπιμελῶς ἐν ἡλίῳ χρῶ. [Πρὸς δυσηκοίας καὶ ἤχους.] Ἐπὶ τῶν ἐξαίφνης ἤχων ὄξος μετὰ ναρδίνου ἔγχει. ἄλλο. κύμινον καὶ ἔλαιον ὡς μέλιτος πάχος ποιήσας ἔγχει. ἐπὶ δὲ τῶν ἐκ νόσου ἤχων ἀψινθίου ἀφεψήματι πυρίασας τὸ ὄξος καὶ τὸ ῥόδινον ἔγχει, ἢ ῥαφάνου χυλὸν μετὰ ῥοδίνου, ἢ ἑλλέβορον μέλαν μετ᾿ ὄξους, ἢ ὄξος δριμὺ καθ᾿ ἑαυτὸ χλιαίνων ἔνσταζε, ἢ μέλι καθ᾿ ἑαυτὸ, ἢ ὀξύμελι, ἢ ὀξέλαιον. ἄλλο. πράσου χυλὸν μετὰ γάλακτος γυναικείου ἢ ῥοδίνου ἐγχυμάτιζε. ἄλλο. ἀμυγδάλων πικρῶν ἔλαιον μίξας ἐλαίῳ ἔμβαλε εἰς φλοιὸν κρομμύου, καὶ χλιάνας ἔνσταζε. ἄλλο. κρόμμυον καὶ σκόροδον καὶ στέαρ χήνειον ἴσα τρίψας καὶ διηθήσας ἔγχει. ἄλλο. φακοῦ ἀφέψημα μετὰ μέλιτος ἔγχει. ἄλλο. μυρσίνην ἀφηψημένην ἐν οἴνῳ γλυκεῖ ἔνσταζε, ἢ ἐλαίας φύλλα χυλώσας καὶ μέλιτι μίξας συνέψησον καὶ τούτῳ χρῶ. ἄλλο. κρομμύων χυλίσματι μετὰ μέλιτος χρῶ. ἄλλο. κάρδαμον τρίψας ῥοδίνῳ διεὶς χρῶ. ἢ ἔντερα γῆς ἑψήσας τῷ ἰχῶρι ἐγχυμάτιζε. [Πρὸς δυσηκοΐας.] Χρῶ μὲν περὶ τὰς ἀρχὰς ἀποφλεγματισμῷ διὰ πυρέθρου καὶ μαστίχης, καὶ τὴν γαστέρα ὕπαγε διὰ τῆς κολυκινθίδος καταποτίοις. εἰς αὐτὸ δὲ τὸ οὖς χρῶ πυρίᾳ διὰ καλάμου, ἀψίνθιον μετὰ ὕδατος ἑψήσας χρῶ. κλύζε δὲ μετὰ τὴν πυρίαν τὸ οὗς ὄξει λευκῷ καὶ ὕδατι ἴσοις, ἐμβληθέντος νίτρου συμβρασθέντος. ἄλλο. δάφνης φύλλα, ἢ δαφνίδας ὁμοίως ἑψήσας χρῶ. [Ἐγχύματα εἰς τὰ ὦτα.] Πράσου χυλὸν καὶ ἴρινον μύρον μίξας ἐγχυμάτιζε. ἄλλο. χολὴν βοείαν, ἢ αἰγείαν μετὰ ῥοδίνου μίξας ἔνσταζε. ἄλλο. φλοιοῦ τοῦ ῥαφάνου τὸν χυλὸν σὺν τῷ ῥοδίνῳ λεάνας ἔνσταζε. [Πρὸς τοὺς ἐν ὠσὶ σκώληκας.] Ἐφ᾿ ὧν δὲ σκώληκές εἰσι, βοείου κρέατος παρωπτημένου τὸν ἰχῶρα λαβὼν ἔνσταζε, ἢ ἀριστολοχίαν λειώσας ἔμπλαττε· ἢ καλαμίνθην ἔνσταζε, ἢ βάτου χυλόν. ὁμοίως δὲ καὶ ἀψινθίου χυλὸν ἔνσταζε. [Περὶ παρωτίδων.] Αἱ ἐκ νόσων συμβαίνουσαι παρωτίδες διαφέρουσι τῶν ἄλλως γινομένων φλεγμονῶν· διάφορον δὲ καὶ τὴν θεραπείαν ἀπαιτοῦσιν. ἐπὶ μὲν γὰρ τῶν διὰ ῥεύματος ἐπιφορὰν γιγνομένων, εἰ μήτε πολὺ εἴη τὸ ἐπιῤῥέον, μήτε κακόηθες, μήτε πληθωρικοῦ τοῦ ὅλου σώματος ὑπάρχοντος, σπόγγος μόνος ἐπιτεθεὶς ὀξυκράτῳ καταστέλλει τὰς ἀρχομένας φλεγμονάς. ἐπὶ δὲ τῶν παρωτίδων τῶν ἄλλου νοσήματος ἐκγόνων πᾶν τοὐναντίον ἐργαζόμεθα, φαρμάκοις ἑλκτικοῖς χρώμενοι καὶ σικύαν προσφέροντες. βουλόμεθα γὰρ ἐκ τοῦ βάθους ἐπὶ τὸ δέρμα τὸν λυποῦντα χυμὸν ἐπισπάσασθαι. ὅταν μέντοι σφοδρὰν ὁρμὴν ἐξ ἑαυτοῦ ἔχῃ τὸ ἐπιῤῥέον, οὐδὲν ἡμεῖς τηνικαῦτα προσπεριεργαζόμεθα τῇ φύσει. ἐν τούτῳ γὰρ, ἐὰν ἤτοι σικύαν ἢ φάρμακον ἕλκον ἐκ τοῦ βάθους ἐπὶ τὸ δέρμα τοὺς χυμοὺς ἐπενέγκωμεν, ὀδύνη σφοδρὰ καταλαμβάνει τὸν ἄνθρωπον, ὡς δι᾿ αὐτὴν ἀγρυπνίας τε γίνεσθαι καὶ πυρετοὺς ἐπιγίνεσθαι καὶ τὴν δύναμιν καταλύεσθαι. παρηγορεῖν οὖν τηνικαῦτα μᾶλλον, οὐ συμπράττειν τῇ ῥοπῇ τῶν χυμῶν προσήκει, καταπλάσμασι χρωμένους παρηγορητικωτάτοις· ἔστι δὲ τάδε. [Πρὸς ἐπωδύνους παρωτίδας.] Ἄρτον μετ᾿ ἐλαίου κατάπλασσε. ἄλλο. πύρινον ἄλευρον μετ᾿ ἐλαίου κατάπλασσε. ἄλλο. κρίθινον ἄλευρον μετὰ ἀξουγγίου κατάπλασσε. ἄλλο. ὑοσκύαμον βοτάνην μετὰ βουτύρου κατάπλασσε. ἐὰν δὲ ἐκπυήσωσι, διὰ τομῆς ἐκκρῖναι χρὴ τὸ πῦον, καὶ ἰᾶσθαι τὸ ἕλκος κοινῶς, ἢ πειρᾶσθαι διαφορεῖν αὐτὸ φαρμάκοις ἑλκτικήν τε ἅμα καὶ λεπτομερῆ δύναμιν ἔχουσιν, ἀφαιροῦντας δὶς τῆς ἡμέρας αὐτὰ, καὶ πυριᾷν, μέχρις ἂν ἐνδῶσιν αἱ ὀδύναι. ἔστι δὲ παυσαμένης τῆς ὀδύνης διαφορητικὰ τάδε. ἀρνογλώσσῳ λείῳ μεθ᾿ ἁλῶν κατάπλασσε, ἢ λαπάθου ῥίζης ἡψημένης ἐν οἴνῳ, ἢ θείῳ ἀπύρῳ καὶ κιμωλίᾳ μετ᾿ ὄξους, ἢ σύκων ἐν ἅλμῃ ἡψημένων καὶ ἐπιτιθεμένων λείων, ἢ πράσιον μεθ᾿ ἁλῶν· ἢ ἅλας λεῖον μετὰ βουτύρου οἰσυπηρῷ ἐρίῳ ἐπιθέντος, μάλιστα πρὸς τὰς ἀρχομένας παρωτίδας, καὶ μάλιστα ἐπὶ τῶν ἁπαλοσάρκων· ἐπὶ δὲ τῶν ἀνωδύνων καὶ ἐσκιῤῥωμένων κόπρος αἰγεία μετ᾿ ὄξους καταπλασσομένη. ἐφ᾿ ὧν μέντοι ἐκπυῆσαι ταχέως βουλόμεθα, ἀπαντλήσομεν ὕδατι θερμῷ συνεχῶς καὶ κριθίνοις ἀλεύροις ἀλεύροις καταπλάσομεν.

Chapter 4

[Περὶ τῶν ἐν τῇ ῥινὶ παθῶν, καὶ πρῶτον ὀζαινῶν καὶ πολυπόδων.] Ῥινῶν θεραπεία κοινὴ ὀζαινῶν πολύπων. ξηρᾶναι πρῶτον καὶ ῥῶσαι τὴν κεφαλὴν, ἐπιτιθέντας ἢ τὴν δι᾿ ἰτεῶν, ἢ ἀνεμωνίτην, ἢ τὴν διὰ κοχλιῶν. ἡ δὲ σύνδεσίς ἐστιν ἥδε. ♃ σμύρνης γο. α΄. λιβάνου γο. α΄. κοχλίας ὁλοκλήρους β΄. ὠῶν τὰ λευκὰ β΄. ὁλμοκοπήσας μίξας ἅπαντα κατάχριε, ἐντιθεὶς ὀθόνῃ ἐπὶ ἡμέρας θ΄. καὶ οὕτως τοῖς τοπικοῖς χρῶ. ἕστε δὲ τάδε. καλαμίνθης χυλῷ ἐγχυμάτιζε. ἢ αὐτὴν ξηράνας τὴν καλαμίνθην ἐμφύσα διὰ καλάμου. ἄλλο. βατραχείῳ χυλῷ μετὰ μέλιτος ἐγχυμάτιζε εἰς τὴν ῥῖνα ὕπτιον κατακλίνας καὶ κέλευε ἀνασπᾷν. ἄλλο. ῥοιᾶς χυλὸν ἐν χαλκῷ ἀγγείῳ ἑψήσας, ἔα παχυνθῆναι, εἶτα ἐγχυμάτιζε. ἄλλο. κηκῖδας καὶ σμύρναν ἴσα κόψας προσφύσα. [Περὶ πολύπων.] ♃ Χαλκάνθου κεκαυμένου λίτρας δ΄. μίλτου γο. α΄. λεάνας ἐμφύσα διὰ καλάμου. ἄλλο. βρυωνίας ῥίζης κεκαυμένης ἐμφύσα. ἄλλο. χαλκάνθου καὶ σανδαράχης ἴσα, λεῖα ἐμφύσα. ἄλλο. κέρατος ἐλαφείου κεκαυμένου καὶ σανδαράχης ἐμφύσα. ἄλλο. μόλυβδον κατακαύσας, καὶ οἴνῳ ἀναλαβὼν κατάχριε. ἄλλο. ῥοιᾶς ὀξείας χυλὸν ἐν χαλκῷ ἀγγείῳ βαλὼν, ἑψήσας, ὡς μέλιτος πάχος ἔχῃ, καὶ διάχριε. ἄλλο. ἀρσενικὸν τρίψας μήλῃ προσάπτου. ἄλλο. ἀρσενικὸν καὶ ἄσβεστον ἴσα λειώσας πρόσαπτε. [Περὶ τῆς ἐκ ῥινῶν αἱμοῤῥαγίας.] Τοὺς θρόμβους πρότερον ἐκκαθάρας τοῦ στόματος μηλωτῇ ἔριον ἐχούσῃ βεβρεγμένον ὕδατι, οὕτως λύκιον ἀναλύσας, ὕδατι διάβρεχε, καὶ στρεπτὸν ποιήσας δι᾿ ὀθόνης καὶ βρέξας λυκίῳ διασφήνου. ἄλλο. στρεπτὸν καύσας ἐναπόσβεσον χυλῷ πολυγόνου ἢ πράσου καὶ θὲς εἰς τὸν μυκτῆρα. ἄλλο. ὄξος δριμύτατον ζέσας καὶ ἀποβρέξας σπόγγον, διασφήνου τοὺς μυκτῆρας, ἵνα δὲ εὐχερῶς ἔχῃς ἐξέλκειν τὸν σπόγγον, ὅτε βούλει, λίνῳ ἀπόδησον, ὡς ἀπηρτῆσθαι τοῦ μυκτῆρος. ψῦχε δὲ τὸ μέτωπον σπόγγοις καὶ μετέωρον ἔχειν τὴν κεφαλὴν κέλευε. διαδέσμει δὲ χεῖρας καὶ πόδας καὶ ὦτα ἔμφραττε. ἄλλο γύψῳ ἢ πηλῷ κεραμικῷ τὸ μέτωπον κατάχριε. ἄλλο. σικύαν σφοδρὰν ἐὰν μὲν ἀπὸ δεξιοῦ μυκτῆρος φέρηται, τῷ ἥπατι πρόσβαλε, ἐὰν δ᾿ ἀπὸ ἀριστεροῦ τῷ σπληνὶ, ἐὰν δ᾿ ἀπὸ ἀμφοτέρων, εἰς ἑκάτερα πρόσβαλε. [Πρὸς τὰς ἀπὸ μυκτήρων αἱμοῤῥαγίας.] Πύρινα ἄλευρα χυλῷ πράσου ἀναλαβὼν καὶ στρεπτὸν ποιήσας καὶ χρίσας ἐντίθει τῷ αἱμοῤῥαγοῦντι μυκτῆρι. ἄλλο. στρεπτὸν δι᾿ ὀθόνην ποιήσας συναπόβρεχε ὄξει δριμεῖ καὶ λύχνῳ καύσας ἔμβαλε τῷ μυκτῆρι. ἄλλο. ὀνίδος θερμῆς χυλὸν ἴσῳ ὄξει μίξας καὶ ἐπιβαλὼν πύρινα ἄλευρα, ποίει γλοιῶδες καὶ χρίσας στρεπτὸν ἐπιτίθει. χρῶ δὲ καὶ διαδέσμοις κατά τε τῶν ποδῶν καὶ τῶν χειρῶν καὶ ψῦχε τὴν κεφαλήν. καὶ σικύαις χρῶ κατὰ τῶν ὑποχονδρίων· δεξιοῦ μὲν μυκτῆρος αἱμοῤῥαγοῦντος, ἐπὶ τοῦ ἥπατος σφοδρὰν τίθει τὴν σικύαν· ἐπὶ δὲ ἀριστεροῦ κατὰ τοῦ σπληνός. περὶ δὲ ἀναγωγῆς αἵματος μικρὸν ὕστερον εἴρηται. [Περὶ τῆς ἐκ τραυμάτων αἱμοῤῥαγίας.] Εἰ δὲ ἐπὶ τραύματος αἱμοῤῥαγία γένηται, λειώσας σμύρναν καὶ λίβανον καὶ ἀναλαβὼν ὠοῦ τῷ λευκῷ ἐπίβαλε, χρώμενος ἐπεικασμῷ πρὸς τετυπωμένον. ἄλλο. βάτραχον καύσας τῇ σποδιᾷ τὸ τραῦμα κατάπλασσε. χρῶ δὲ καὶ ὀξυκράτῳ, ὡς σπόγγους ἐπιτιθεὶς συνεχῶς περὶ τῆς χρήσεως τοῖ ξηροῦ. ἄλλο. ὀνίδα θερμὴν καταπλάσας ἐπιδέσμει. εἰ δὲ ξηρὰ εἴη, ὄξους πρόσβαλε βραχέως.

Chapter 5

[Πρὸς τὰ τῶν ὀφθαλμῶν πάθη.] Ἅπαντα μὲν τὰ μόρια τοῦ σώματος ἀκριβεστάτων χρῄζει διορισμῶν ἐν ταῖς θεραπείαις, εἰ μέλλοιεν ὄντως ἰαθήσεσθαι. ὀφθαλμοὶ δ᾿ ὅσον κυριωτάτην ἔχουσι τὴν χρείαν, καὶ οὐκ ὀλίγον τῶν ἄλλων διαφέρουσιν, ἀκριβεστάτης ἐπισκέψεως δέονται, συχνῶν τῶν περὶ αὐτοὺς παθῶν γιγνομένων, καὶ ἐπὶ ποικίλαις καὶ διαφόροις αἰτίαις συνισταμένων τε καὶ παροξυνομένων. ἀλλ᾿ ὁ μὲν τελειότατος καὶ ἀκριβέστατος περὶ αὐτῶν λόγος ἑτέρας ἐστὶ πραγματείας· ὁ δὲ ἐνεστὼς τῆς προκειμένης πραγματείας στοχαζόμενος διδάσκει τὸ χρήσιμον κατὰ τὸ ἐνδεχόμενον. αἱ τοίνυν περὶ τοὺς ὀφθαλμοὺς διαθέσεις ὁτὲ μὲν μετὰ πυρώσεως συνίστανται, ὁτὲ δὲ μετὰ ψύξεως καὶ ναρκώδους αἰσθήσεως, καὶ ποτὲ μὲν μετὰ φλεγμονῆς, ποτὲ δὲ χωρὶς φλεγμονῆς, καὶ ἔσθ᾿ ὅτε μὲν μετὰ δαψιλοῦς ῥεύματος, ἔσθ᾿ ὅτε δὲ χωρὶς ῥεύματος, καὶ ποτὲ μὲν μετὰ βάρους καὶ ὀδύνης, ποτὲ δὲ καὶ χωρὶς τούτων. τὰς μὲν οὖν μικρὰς καὶ πυρώδεις ταράξεις ἱκανὸν καὶ ὀξύκρατον ἀποκρούσασθαι, ὥσπερ τὰς ἐκ ψύξεως αἱ διὰ σπόγγων ἐξ οἴνου κεκραμένου λευκοῦ πυρίαι· τὰς δὲ ἰσχυρὰς διαθέσεις καὶ σὺν φλεγμονῇ μεγάλῃ καὶ βαρείᾳ, ἐὰν μὲν τὰ κατὰ τὸ μέτωπον ἀγγεῖα πλήρη ᾖ, καὶ διατεταμένα, καὶ αὐτόθεν ἐμφαίνει τὸ πλῆθος τοῦ αἵματος, φλεβοτομία μὲν ἐν ἀρχῇ, εἰ μή τι κωλύει· τὰς δ᾿ ἐφ᾿ ἑτέρας γιγνομένας καὶ παροξυνομένας διὰ ἔμφραξιν ἡ διὰ τῆς κάτω γαστρὸς κάθαρσις· χρῆσθαι δὲ δεῖ τοῖς ἐγχύτοις τήξεως χυλῷ μάλα καλῶς κατεσκευασμένῳ. καλῶς δ᾿ ἂν γένοιτο, εἰ πλυθείη ἡ τῆλις ἐπιμελῶς ὕδατι γλυκεῖ, ἑψηθεῖσά τε ἐπ᾿ ὀλίγον, ὡς ἅπαν τὸ ἐν αὐτῇ δριμὺ ἀποθέσθαι, εἶτ᾿ αὖθις ἑτέρῳ ὕδατι ἑψηθεῖσα ἀποχυθέντος τοῦ προτέρου. χρήσιμον δὲ καὶ τοῦ ὠοῦ τὸ λευκὸν καὶ λεπτὸν, συνεχῶς ἐγχεόμενον, καὶ γάλα γυναικεῖον ἐκ τῶν μαζῶν αὐτῶν ἐκθλιβόμενον τοῖς ὀφθαλμοῖς. ἔστω δὲ εὔχυμον τὸ γάλα. παρηγορεῖν δὲ καὶ καταπλάσμασι κούφοις τὰς φλεγμονὰς διά τε ὠοῦ λεπτοῦ καὶ λεκίθου καὶ μελιλώτου καὶ ἄρτου καὶ ῥοδίνου. εἰ δὲ καὶ κολλυρίων εὐπορία ἐπιτηδείων, ἃ διὰ τῆς μακρᾶς πείρας σχεδὸν πᾶσίν ἐστι γνώριμα, ἄλλων ἄλλοις συνειθισμένων χρῆσθαι, καὶ τούτοις μετὰ τοῦ λεπτοτάτου ὠοῦ, κούφως δὲ καὶ ἀθλίπτως φέρειν· καὶ τὰς ἐμφερομένας τοῖς ὀφθαλμοῖς λήμας σπόγγῳ ἁπαλῷ δι᾿ ὕδατος θερμοῦ ἀφαιρεῖν, καὶ λεπτοτάτῃ διαίτῃ χρῆσθαι. εἰ δ᾿ ἄμετρον εἴη τὸ τῆς κεφαλῆς βάρος, ἀφαιρεῖν τε τὰς κόμας καὶ σικύᾳ χρῆσθαι πατὰ τοῦ ἰνίου μετ᾿ ἐγχαράξεως, συχνὸν τοῦ αἵματος ἀποσχέοντας. ἀτμῶν δὲ πεπληρωκότων τὴν κεφαλὴν καὶ φλέγματος ὄντος τοῦ ἐμφράττοντος τὰς διεξόδους τῶν πόρων, πταρμικοῖς τε τοῖς ἐπιεικεστέροις, καὶ δι᾿ ἀποφλεγματισμῶν κενώσομεν καὶ διαλύσομεν τὴν σφήνωσιν, πταρμικῷ μὲν πεπέρι λείῳ χρώμενοι, κελεύοντες τοῖς μυκτῆρσιν ἀνέλκειν τοὺς πεπονθότας, ἀποφλεγματισμοῖς δὲ τοῖς διὰ νάπυος λειουμένου εὖ μάλα τοῦ νάπυος, καὶ προσλαμβάνοντος ὄξους λευκοῦ συμμέτρου, καὶ μέλιτος καὶ ὕδατος, ὅπως ὑγρὸν γενόμενον διακρατείητο καὶ ἀναγαργαρίζοιτο· ῥᾳδίως γὰρ δύνανται ὄντως καὶ αὐτῶν διὰ τῶν μυκτήρων καὶ τοῦ οὐρανίσκου τῆς κενώσεως δαψιλοῦς γενομένης, τὰς περὶ τὴν κεφαλὴν σφηνώσεις διαλυθῆναι. ὅτι δὲ τὸ προηγούμενον καὶ οἷον κεφάλαιον τῆς θεραπείας οὐκ ἐπὶ ὀφθαλμιώντων μόνον, ἀλλὰ καὶ ἐπὶ πάντων σχεδὸν τῶν ἄλλων παθῶν, ἐν τῇ ἀκριβείᾳ μάλιστα τῆς διαίτης κεῖται, οὐδένα οἶμαι τοῦτο ἀγνοεῖν. χρώμεθα δὲ πρὸς τὰς θερινὰς ὀφθαλμίας καὶ ῥόδων ἀφεψήματι ξηρῶν, τούτῳ συνεχῶς ἀποσπογγίζοντες τὰ βλέφαρα. [Πρὸς τὰς ἐκ χρόνων ὀφθαλμίας.] Πυρῆνα μήλης καθέντες εἰς σκόροδον, ὡς χρωσθῆναι τῷ χυλῷ ἐγχρίομεν. ἄλλο. πυροὺς ἐπὶ διαπύρων σιδήρων ὀπτήσαντες σὺν οἴνῳ καταχρίομεν τὰ βλέφαρα. ἄλλο. χάλκανθον λειώσαντες ἐν μέλιτι, χρίομεν τὸ μέτωπον καὶ τὰ βλέφαρα. [Ἀρχιγένους ἐκλογαὶ ἐκ τῶν συνθέτων περὶ τῶν εἰς τοὺς ὀφθαλμοὺς ῥευμάτων.] Ἐπὶ τῶν κατὰ τοὺς ὀφθαλμοὺς ῥευματισμῶν ἐν ἀρχῇ μὲν ἁρμόζει ὀλιγοσιτία καὶ ὑδροποσία καὶ πάντων μᾶλλον συνουσίας ἀποχὴ, καὶ ἡ κοιλία ὑποσυρέσθω, καὶ πολὺ ψυχρὸν τὸ ποτὸν, εἶτα καὶ ὀλίγου ὄξους ὕδατι μιγέντος, συνεχῶς τὸ πρόσωπον προσκλυζέσθωσαν. ἔνιοι δὲ χάλκανθον ὕδατι δεύοντες διδόασι προσκλύζεσθαι. περικαμπτέσθωσαν ὀσμὰς δριμείας, κονιορτοὺς, καπνόν τε καὶ τὴν ἀφ᾿ ἡλίου καὶ τὴν ἀπὸ λύχνου αὐγήν. εἰς νύκτα δὲ ἔρια καθαρὰ ἐξ οἴνου, ἢ ῥυπαρὰ ἔξ ὕδατος ψυχροῦ ἐπιτιθέσθωσαν, ἕωθεν δὲ, ὡς εἵρηται, προκλυζέσθωσαν. εἰ δ᾿ ἐπιτείνοιτο ὁ ῥευματισμὸς καὶ ἀλγηδὼν ἐπιγένηται, φλεβοτομία τε ἁρμόζει, καὶ τελέως ἀσιτία καὶ δίψα, εἰ μὴ ἐκκενοῖτο καὶ ἐπιτείνοιτο· κοιλίας εὔτονος λύσις, ἤτοι διὰ συμφώνου καθαρτικοῦ, ἢ διὰ κλυστήρων εὐτόνων. μετὰ ταῦτα δὲ κατὰ τοῦ μετώπου ἀμπέλου φύλλα χλωρὰ συνεχῶς ἐπιτιθέμενα ὠφελεῖ, ἢ μυρσίνης, ἢ σχίνου, ἢ βάτου χύλισμα, ἢ κράμβης, ἢ ἀμπέλου φύλλα μετὰ λεπτοῦ ἀλφίτου, ἢ σαμψύχου, ἢ ἀειζώου, ἢ ἀνδράχνης, ἢ κυδωνίων. τὰ δ᾿ ἁπαλὰ φύλλα ἕκαστα αὐτῶν μετ᾿ οἴνου, καὶ τοῦ λεπτοῦ τῶν ἀλφίτων ἐπὶ τοῦ μετώπου καταπλασσόμενα. κατ᾿ αὐτῶν δὲ τῶν ὀφθαλμῶν καθαρὸν ἔριον ὠοῦ τῷ λευκῷ διαβρέχων, καὶ ὠοῦ λέκυθον ἐφθὴν μετ᾿ οἴνου, καὶ τοῦ λεπτοῦ τῶν ἀλφίτων ἐπὶ τὸ μέτωπον ἐπιπλαττόμενα, ἢ καὶ ἐπ᾿ αὐτοὺς ἐπιτιθέμενα τοὺς ὀφθαλμοὺς, καὶ ἠρυγγίου ῥίζαν λείαν μεθ᾿ ὕδατος, καὶ κωνείου σπέρμα τὸν αὐτὸν κατασκευαζόμενα τρόπον ὠφελεῖ. καὶ τυρὸς ἁπαλὸς νεαλὴς μετὰ σελίνου φύλλων καταπλασσόμενος, καὶ ἄρτος ἐξ οἴνου, ἢ ῥοδίνου φυραθεὶς ὠφελεῖ θαυμαστῶς. καὶ καθόλου πᾶν τὸ τῶν στυφόντων γένος καὶ ἀποκρουομένων ἐν ἀρχαῖς, ὅσα ἐστὶ κώνειόν τε καὶ ψύλλιον, σέλινον, στρύχνον καὶ οἱ ἐπὶ τῶν τελμάτων φακοὶ, ἕρπυλλον, σάμψυχον, φύλλα ἀμπέλου, κόριον, ἀνδράχνη, φακὸς ὁ ἐπὶ τοῦ ὕδατος. τούτων ἕκαστον λεαίνων μετ᾿ οἴνου κατάπλασσε. τὸ δὲ ψύλλιον μεθ᾿ ὕδατος καὶ τὸν ἀπὸ τῶν τελμάτων φακὸν. [Πρὸς θερμὰ ῥεύματα.] Κράμβη λεῖα μετ᾿ ἀλφίτου λείου σὺν ὕδατι καταπλασθεῖσα· καὶ ὠκίμου φύλλα ὁμοίως, ἢ σαμψύχου πέταλα λεῖα κατάπλασσε. ἵστησι δὲ πολὺ ῥεῦμα, κωδεία καὶ ὑοσκύαμος μετὰ ἀλφίτου λεπτοῦ σὺν οἴνῳ, προπυρία δὲ καὶ οὕτως κατάπλασσε. εἰ δὲ διάτασις εἴη τῶν δύο βλεφάρων, ὀθόνην βουτύρῳ βρέξας ἐπιτίθει τοῖς ὀφθαλμοῖς, ἐφ᾿ ὧν δὲ χύμωσις ἰσχυρὰ γέγονε, καλεῖται. δὲ χύμωσις ἡ ἐπὶ τῷ κερατοειδεῖ ἐρυθρὰ καὶ σαρκώδης φλεγμονὴ, σάρκας μυῶν ἐπιμελῶς λεάνας, καὶ προσβαλὼν ὠοῦ λέκυθον, ὠμὴν συλλείου, καὶ ὅταν κερατοειδὲς γένηται, εἰς ὀθόνην ἐμπλάσας ἐπιτίθει, καὶ παραχρῆμα παύει. [Περίχρισμα ὀφθαλμῶν.] Ἄρτος καθαρὸς κεκαυμένος, μιγεὶς ἀκακίᾳ καὶ κυτίνῳ σὺν ὕδατι. [Πρὸς τὰς περιωδυνίας.] Ῥόδα ξηρὰ ἢ χλωρὰ ἐν γλυκεῖ βρέξας ὕδατι λέαινε, μίξας ὠοῦ λευκοῦ λέκιθον καὶ κρόκου τὸ ἀρκοῦν κατάπλασσε· ἢ κρίθινα ἄλευρα ἐν γλυκεῖ ἡψημένα. ἐὰν δὲ μείζων εἴη ἡ ὀδύνη, πρόσμισγε ὑοσκυάμου φύλλα, ἢ πέπονος, ἢ σικύου τὴν σάρκα μετ᾿ ὠοῦ ὀπτοῦ ἢ λεκίθου, καὶ ὀλίγου οἴνου, κατάπλασσε. [Κατάπλασμα ὀφθαλμῶν.] Καλῶς ποιεῖ πίτυος φλοιὸς καὶ ἄλφιτα σὺν οἴνῳ. [Πρὸς σφοδρὰς περιωδυνίας.] Κορίου χυλὸν μετὰ γυναικείου γάλακτος εἰς τοὺς κανθοὺς ἔνσταζε, ἢ φύλλα πλατάνου λεῖα μετὰ τῶν λεπτῶν ἀλφίτων, ἄνωθεν ἐπὶ τοὺς ὀφθαλμοὺς ἐμπλαττόμενα. [Ἐπὶ τῶν ῥευμάτων καταπλάσματα.] Κυπάρισσος χλωρὰ ἢ βράθυ χλωρὸν μετ᾿ οἴνου· ἢ παλιούρου φύλλα, ἢ ἀνδράχνη λεία μετὰ στέατος χηνείου καὶ κρόκου, ἢ ἴρις ξηρὰ μετὰ μέλιτος, ἢ σελίνου φύλλα μετὰ ἀλφίτων. ἐπὶ δὲ τῶν μεγάλων ῥευμάτων γλήχωνος προσφάτου καρπὸν, καὶ μάλιστα χυλὸν σὺν ὄξει, μαλαγματῶδες ποιήσας ἐπιτίθει κατὰ τοῦ βρέγματος, καὶ ἐπάνω ἔρια, καὶ ἐπιδέσμει ἐλαφρῶς· ἢ ῥόδα καὶ μελίλωτα ἑφθὰ μετὰ ἀμύλου αὐτοὺς τοὺς ὀφθαλμοὺς κατάπλασον, ἢ ἄμυλον σὺν οἴνῳ λευκῷ, ἢ ὠοῦ λευκῷ. [Ἀνακολλήματα πρὸς ῥεύματα.] Κοχλίαν μετὰ τοῦ ὀστράκου κόψας, ἀπὸ τοῦ κροτάφου ἐπὶ τὸν κρόταφον κατάχριε. [Πρὸς τὰς αἱμάλωπας καὶ ὑποσφάγματα.] Πρὸς τὰς περὶ τοὺς ὀφθαλμοὺς γινομένας πληγὰς καὶ διὰ τοῦτο συμβαινούσας αἱματώδεις ὑποχύσεις, εὐθέως ἐν ἀρχῇ πρὸς τὰς φλεγμονὰς καὶ τὸ ἄλγημα, ποιεῖ περιστερᾶς ἐνσταζόμενον αἷμα, καὶ μάλιστα τὸ ἐκ τῶν ἁπαλῶν πτερῶν ἐκπιεζόμενον, καὶ τὸ λευκὸν τοῦ ὠοῦ, τὸν αὐτὸν τρόπον εἰς τὸν ὀφθαλμὸν ἐγχεόμενον, ἔτι δὲ ἐρίῳ καθαρῷ προσαναλαμβανόμενον, καὶ ἄνωθεν ἐπιτιθέμενον. εὐθετεῖ δὲ καὶ λέκιθος ὠοῦ κατωπτημένη, καὶ μετὰ οἴνου καταπλασσομένη. ἔτι δὲ ῥόδων τὰ φύλλα καὶ τὸ ἄνθος ἰδίᾳ, καὶ μετ᾿ οἴνου ὁμοῦ τριβόμενα, καὶ μετὰ χνοώδους ἀλφίτου καταπλασσόμενα. [Πρὸς τὰ γινόμενα περὶ τοὺς ὀφθαλμοὺς οἰδήματα διὰ πληγάς.] Λίαν ἁρμόττει…

Chapter 6

[Π…

The complete text is available when the reading interface loads.