De succedaneis liber
- Authority group
- Pseudo-Galenus (catalogue association; authorship remains anonymous)
- Edition reference
- De succedaneis liber, ed. Kühn, op. cit., vol. 19 (1830; repr. 1965) 721–747.
- CTS identifier
urn:cts:greekLit:tlg0530.tlg031.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital facsimile
- View facsimile ↗
- Facsimile rights
- Licence ouverte / Open Licence Etalab
19
727
ἀντὶ γῆς Σαμίας, λευκογράφις Αἰγυπτία.
ἀντὶ γλήχωνος, ὕσσωπον.
ἀντὶ γλυκυῤῥίζης χυλοῦ, συκαμίνου χυλὸς ἢ γλυκοκαλάμου
χυλός.
ἀντὶ γογγυλίδος, ἡλιοτροπίου βοτάνης καρπός.
ἀντὶ γυπὸς κόπρου, περιστερᾶς κόπρος.
Δ.
Ἀντὶ δαμασσωνίου, καρπήσιον ἢ καλαμίνθη ἢ ἠρύγγιον.
ἀντὶ δαύκου σπέρματος, σίου σπέρμα.
ἀντὶ δαφνίδων, ἕρπυλλον ξηρόν.
728
ἀντὶ δικτάμνου, γλήχων ἢ ἐλελίσφακος.
ἀντὶ διφρυγοῦς, μίσυ ὀπτὸν ἢ λίθος φρύγιος ἢ χαλκὸς κε-
καυμένος ἢ λίθος πυρίτης.
ἀντὶ δορυκνίου, ὑοσκυάμου ἢ ἐλελισφάκου σπέρμα.
ἀντὶ δρακοντίου, ἄρον.
Ε.
Ἀντὶ ἐβένου, λώτινον ξύλον.
ἀντὶ ἐβίσκου ῥίζης, ῥίζα παπύρου ἢ φύλλα μορέας.
ἀντὶ ἐλαίας δακρύου, ὑποκιστίδος χυλός.
ἀντὶ ἐλαίας Αἰθιοπικῆς δακρύου, ἀκακίας μέρη βʹ.
ἀντὶ ἐλαίου κικίνου, δάφνινον ἢ ἔλαιον παλαιόν.
ἀντὶ ἐλαίου παλαιοῦ, σικυώνιον, ἐλαίου τὸ διπλοῦν, στέαρ
παλαιὸν χοίρειον, τὸ διπλοῦν ἔλαιον ἕψε μετὰ στέατος
ὑὸς παλαιοῦ.
ἀντὶ ἐλαίου ῥοδίνου, ἔλαιον μήλινον.
ἀντὶ ἐλαίου σπανοῦ, θάλλους ἐλαίῳ ἁπαλοὺς θλάσας ἐπί-
βαλλε.
ἀντὶ ἐλαίου χαμαιμηλίνου, ἔλαιον ῥόδινον.
729
ἀντὶ ἐλαίου ῥαφανίνου, ἔλαιον κίκινον.
ἀντὶ ἐλατηρίου χυλοῦ, πράσου χυλὸς ἢ χυλὸς συκέας.
ἀντὶ ἐλαφείου στέατος, ὕειον.
ἀντὶ ἐλελισφάκου, καλαμίνθη.
ἀντὶ ἐλλεβόρου μέλανος, στρουθίου ἢ παπύρου ῥίζα.
ἀντὶ ἑλενίου, κόστος.
ἀντὶ ἐννεαφύλλου, κολοκυνθίδος σπέρμα ἢ ποταμογείτων.
ἀντὶ ἐπιθύμου, κολοκυνθίδος σπέρμα.
ἀντὶ ἐρέγμου, στρούθιον.
ἀντὶ ἐρίκης, κικὶς ὀμφακίτις.
ἀντὶ ἐρίκης καρποῦ, κισσὸς ὄμφαξ.
ἀντὶ ἐρίνου φύλλων, φύλλα μορέας ἢ κόπρος ἴβεως.
ἀντὶ ἑρπύλλου, ποταμογείτων ἢ πύρεθρον.
ἀντὶ ἐρυσίμου, ἔρεγμον ἢ στρούθιον.
ἀντὶ εὐζώμου σπέρματος, ἐρυσίμου σπέρμα.
ἀντὶ εὐπατορίου, χαμαιπίτυς.
ἀντὶ εὐφορβίου, κόπρος περιστερᾶς ἀγρίας ἢ ἀγαρικόν.
730
Ζ.
Ἀντὶ ζιγγιβέρεως, πύρεθρον.
Η.
Ἀντὶ ἡδυόσμου, καλαμίνθη.
ἀντὶ ἡλιοτροπίου σπέρματος, γογγυλίδος σπέρμα.
Θ.
Ἀντὶ θαψίας, καρδάμου ἢ εὐζώμου σπέρμα.
ἀντὶ θαψίας χυλοῦ, χαμαιλέοντος μέλανος χυλὸς ἢ ἐλύδριον.
ἀντὶ θερμουντιάδος, γλυκόφυλλον.
ἀντὶ θείου ἀπύρου, σανδαράχη.
ἀντὶ θρίδακος, ἴντυβον.
Ι.
Ἀντὶ ἰξοῦ δρυΐνου, χαμαιλέων μέλας.
ἀντὶ ἰοῦ σιδήρου, λιθάργυρος ἢ σκωρία σιδήρου.
ἀντὶ ἰοῦ χαλκῆς, χολὴ γυπὸς ἢ πέρδικος.
731
ἀντὶ ἱππούρεως, χαμαιπίτυς.
ἀντὶ ἴριδος Ἰλλυρικῆς, ἑλένιον ἀρωματικόν.
Κ.
Ἀντὶ καδμίας, λευκογραφὶς Αἰγυπτία.
ἀντὶ καλάμου ἀρωματικοῦ, σφάγνος.
ἀντὶ καλαμίνθης, ἄγριον ἡδύοσμον.
ἀντὶ καλλικέρω, τῆλις.
ἀντὶ κανθαρίδων, φαλάγγια.
ἀντὶ καππάρεως ῥίζης, ἐρίκης ῥίζα ἢ μυρίκης.
ἀντὶ καρδαμώμου, ξυλοκάρπασον ἢ κύπερις ἀμμωνιακή.
ἀντὶ κασσίας, μάννα κιννάμωμον διπλοῦν ἢ βράθυ.
ἀντὶ καστορίου, ἀγάλλοχον ἢ σίλφιον ἢ σιλφῶν βδεουσῶν
ἔντερα.
ἀντὶ κάγχρυος, δαφνῆς κόκκοι ἢ πύρεθρον.
ἀντὶ κεδρέας, κεδρίδες.
ἀντὶ κεδρίδων, λάδανον.
ἀντὶ κεραυνίου, λευκογραφίς.
732
ἀντὶ κέρατος ἐλάφου, κέρας αἰγός.
ἀντὶ κηροῦ, ἔρεγμος μετὰ προπόλεως ἕψεται καὶ τρίβεται.
ἀντὶ κηρύκων, ὄστρεα.
ἀντὶ κίκεως, γλοιὸς ἀπὸ παλαίστρας.
ἀντὶ κικίδος, μυρίκης καρπός.
ἀντὶ κινναβάρεως, ῥοδοειδές.
ἀντὶ κινναμώμου, πήγανον ἄγριον διπλοῦν ἢ τριπλοῦν καὶ
ποιεῖ κρεῖττον τοῦ κινναμώμου ἢ λιβάνου φλοιοῦ τὸ
πρὸς ἶσον ἢ κυπέρεως Ἀττικῆς τὸ ἶσον ἢ κασσίας σύ-
ριγγος διπλάσιον ἢ βράθυος διπλοῦν.
ἀντὶ κισσήρεως, γῆ Κρητική.
ἀντὶ κισσοῦ ὀποῦ, ὀπὸς Περσικός.
ἀντὶ κλινοποδίου, ἡλιοτρόπιον.
ἀντὶ κνιδοσπέρμου, κονίου σπέρμα.
ἀντὶ κνίκου σπέρματος, ἄγνου σπέρμα.
ἀντὶ κολοκυνθίδος, σπέρμα κίκεως, ὃ ἔστι κρότωνος.
ἀντὶ κολοφωνίας, ἀπόχυμα.
ἀντὶ κομαρέας, ἀμμωνιακὸν θυμίαμα.
733
ἀντὶ κόπρου αἰλούρου, κόπρος ἰχνεύμονος.
ἀντὶ κόπρου γυπὸς, περιστερᾶς κόπρος.
ἀντὶ κόπρου λύκου, κυνὸς κόπρος.
ἀντὶ κόπρου τρυγόνος, κόπρος περιστερᾶς.
ἀντὶ κοραλλίου, σύμφυτον ἢ μῶλυ.
ἀντὶ κόστου, ἀμμωνιακὸν, κεδρίδες, ἑλένιον.
ἀντὶ κοτυληδόνος, ὀνοκάρδιον ἢ ἀναγαλλίς.
ἀντὶ κρινανθέμου, ἀφροδισιάς.
ἀντὶ κρόκου, κροκόμαγμα.
ἀντὶ κροκομάγματος, ἀλόη Ἰνδικὴ ἢ ἀγάλλοχον Ἰνδικόν.
ἀντὶ κροκοδείλου στέατος, κυνὸς θαλαττίου στέαρ.
ἀντὶ κυμίνου, κράμβης σπέρμα.
ἀντὶ κυμίνου Αἰθιοπικοῦ, μελάνθιον.
ἀντὶ κυνοσβάτου, ἁλικακάβου σπέρμα.
ἀντὶ κυπέρεως, ἀρκευθὶς ἡ μεγάλη, ἀρκευθίδων μῆλα ἢ
καρδάμωμον.
ἀντὶ κύφεως, ἰσχὰς κεκαυμένη.
ἀντὶ κωνείου, κοριάνδρου ἢ ψυλλίου σπέρμα.
734
Λ.
Ἀντὶ λαγωοῦ θαλαττίου, κόγχος ποτάμιος ἢ λαγωὸς ποτά-
μιος.
ἀντὶ λαδάνου, σάμψυχον.
ἀντὶ λαθυρίδων, κόκκος κνίδιος.
ἀντὶ λαπάθου ῥίζης, ῥίζα πυρέθρου ἢ κυνάρας.
ἀντὶ λεπιδίου ῥίζης, φύλλα καππάρεως.
ἀντὶ λεπιδίου, ἐρυθρόδανον.
ἀντὶ λευκίνου ἄνθους, στρούθιον.
ἀντὶ λημνίας σφραγίδος, σανδαράχη.
ἀντὶ λιβάνου, γῆ ἀμπελίτις.
ἀντὶ λιβάνου φλοιοῦ, μάννα λιβάνου.
ἀντὶ λιβάθρου, τράκτυλος.
ἀντὶ λίθου Ἀσίου, λίθος γαγάτης, κόπρος αἰγὸς ἢ
ἅλες ἀμμωνιακοὶ κεκαυμένοι ἢ σανδαράχη.
ἀντὶ λίθου μαγνήτου, λίθος Φρύγιος.
ἀντὶ λίθου ὀνυχίτου, λίθος ἀχάτης.
ἀντὶ λίθου πυρίτου, λίθος πυρόβολος.
735
ἀντὶ λίθου Φρυγίου, λίθος ἀργυρίτης ἢ πυρίτης.
ἀντὶ λίθου ἀχάτου, λίθος σαρδόνυξ.
ἀντὶ Χαλκηδονίου, λίθος κυάνεος.
ἀντὶ λίθου ὑακίνθου, λίθος βηρύλλιος.
ἀντὶ λίθου σμαράγδου, λίθος ἴασπις.
ἀντὶ λίθου σπόγγου, λίθος ὁ ἐξουρούμενος.
ἀντὶ λινοσπέρμου, κυάμου χυλός.
ἀντὶ λιβυστικοῦ σπέρματος, ῥίζα λυβιστικοῦ ἢ σπέρμα στα-
φυλίνου ἢ σίου.
ἀντὶ λυχνίδος, ἀκανθίου σπέρμα.
ἀντὶ λωτοῦ σπέρματος, σεύτλου σπέρμα.
Μ.
Ἀντὶ μαγνησίας ὑελίνου, πτύελον Ἰταλικόν.
ἀντὶ μαγνήτου, λίθος Φρύγιος ἢ αἱματίτης.
ἀντὶ μαλαβάθρου, κασσία σφαιρίτης ἢ ναρδοστάχυς ἢ τρά-
κτυλος ἢ νάρδος Ἰνδική.
ἀντὶ μαλάχης, τῆλις.
736
ἀντὶ μανδραγόρου, ἐλαίας δάκρυον.
ἀντὶ μανδραγόρου χυλοῦ, δορύκνιον.
ἀντὶ μάννης, λιβάνου φλοιός.
ἀντὶ μαστίχης, σχοίνου καρδία ἢ τερεβινθίνη.
ἀντὶ μελιλώτου, λωτὸς ἄγριος.
ἀντὶ μέλιτος, ἕψημα.
ἀντὶ μενδησίου οἴνου, οἶνος Ἰταλικός.
ἀντὶ μήκωνος, μανδραγόρου χυλός.
ἀντὶ μηλοκυδωνίων, μελίλωτον.
ἀντὶ μήου, μυροβάλανος.
ἀντὶ μίσυος ὀπτοῦ, διφρυγές.
ἀντὶ μίσυος Κυπρίου, ὤχρα Κύπρια.
ἀντὶ μισυδίου, ὤχρα.
ἀντὶ μολυβδαίνης, λιθάργυρον.
ἀντὶ μολύβδου κεκαυμένου, ψιμμίθιον.
ἀντὶ μόρων χυλοῦ, βάτων φύλλα.
ἀντὶ μυελοῦ ἐλαφείου, στέαρ ἐλάφειον ἢ μυελὸς μόσχειος.
ἀντὶ μυελοῦ μόσχου, οἴσυπος ἢ μυελὸς ἐλάφειος.
737
ἀντὶ μυοχόδων, μυίας ἴσα.
ἀντὶ μυροβαλάνου, πεύκινον ἢ γλαύκιον.
ἀντὶ μυρσινίτου, ὀπὸς μορέας ἢ ῥοδακίνου.
ἀντὶ μυρσίνου ἐλαίου, σχίνινον ἢ μήλινον.
Ν.
Ἀντὶ νάπυος, καρδάμου ἢ γογγυλίδος σπέρμα.
ἀντὶ νάπυος σπέρματος, γογγυλίδος σπέρμα.
ἀντὶ νάρδου Συριακῆς, σχοῖνος ἀρωματικὸς ἢ σχοίνου ἄνθος.
ἀντὶ νάρδου ἀγρίας, νάρδος Ἰνδική.
ἀντὶ νάρδου Ἰνδικῆς, νάρδος Κελτική.
ἀντὶ νίτρου ἐρυθροῦ, ναρδόσταχυς.
ἀντὶ νίτρου, ἀφρόνιτρον ἢ ἅλας ὀπόν.
Ξ.
Ἀντὶ ξυλοβαλσάμου, ῥίζα λευκοΐου.
ἀντὶ ξιφίου γλευκίου ῥίζης, σατυρίου σπέρμα.
738
ἀντὶ ξυλοκαρπάσου, κιννάμωμον.
ἀντὶ ξυλοκασίας, κιννάμωμον.
Ο.
Ἀντὶ οἰνάνθης χυλοῦ, χυλὸς ἀμπελίνου βλαστοῦ ἢ δένδρου
ἢ ξηρὸς ὄμφαξ.
ἀντὶ οἰνάνθης χυλοῦ, ἀμπελόξυλον.
ἀντὶ οἴνου Ἰταλικοῦ, οἶνος Μενδήσιος.
ἀντὶ οἴνου Ῥοδίου, αὐστηρὸς οἶνος.
ἀντὶ οἴνου Συριακοῦ, οἶνος Ῥόδιος.
ἀντὶ ὀμφακίου, ῥοῦ χυλός.
ἀντὶ ὄμφακος, σίδια ἢ κικὶς ὀμφακίτις.
ἀντὶ ὀνοκαρδίου, ψύχα βοτάνη.
ἀντὶ ὀποῦ βαλσάμου, δάδινον, σμύρνης στακτὴ, ὀπὸς καρ-
πάσου, καρπὸς βαλσάμου.
ἀντὶ ὀποῦ Θήβης, ὀπὸς μήκωνος.
ἀντὶ ὀποῦ ἰτέας, ὀπὸς κισσοῦ μέλανος.
ἀντὶ ὀποῦ καρπάσου, ὀπὸς μυρσίνης.
739
ἀντὶ ὀποῦ Κυρηναϊκοῦ, ὀπὸς Συριακὸς, λάσαρος ἢ μόσχου
μυελὸς ἢ ὀπὸς σιλφίου.
ἀντὶ ὀποῦ μήκωνος, μανδραγόρου χυλός.
ἀντὶ ὀποῦ μορέας, κισσοῦ ὀπός.
ἀντὶ ὀποπάνακος, καστόριον, γάλα συκαμίνου, ὑγρόπισσα.
ἀντὶ ὀποῦ Περσικοῦ, κισσός.
ἀντὶ ὀποῦ πευκεδάνου, γλυκυρίζης χυλός.
ἀντὶ ὀποῦ πευκίνου, γλευκυρίζα.
ἀντὶ ὀποῦ ῥοδοδάφνης, ἰξὸς δρύϊνος.
ἀντὶ ὀποῦ συκῆς, ὀπὸς μορέας.
ἀντὶ ὀποῦ Συριακοῦ, ὀπὸς μορέας.
ἀντὶ ὀρμίνου, λινόσπερμον.
ἀντὶ ὀρνιθογάλων, ἀνθυλλίς.
ἀντὶ ὀρύζης, κρίθινον ἄλευρον ἢ κριθάλευρον.
ἀντὶ ὀστρέων, κύρηκες.
Π.
Ἀντὶ πάνακος ῥίζης γο. αʹ, ὀποπάνακος 𐅻 αʹ.
ἀντὶ παπύρου ῥίζης, ἐλλέβορος μέλας.
740
ἀντὶ πεπέρεως, ζιγγίβερ.
ἀντὶ πεπέρεως λευκοῦ, μέλαν πέπερι διπλάσιον.
ἀντὶ πεπέρεως μακροῦ, πεπέρεως λευκοῦ βʹ.
ἀντὶ περιστερᾶς κόπρου, κόπρος τρυγόνος ἢ γυπός.
ἀντὶ περιστερεῶνος, χαμαιλέα ἢ χαμαιλευκή.
ἀντὶ περσαίας φύλλων ξηρῶν, ῥόδα ξηρά.
ἀντὶ πευκεδάνου, γλυκυῤῥίζης χυλός.
ἀντὶ πισσελαίου, ὑγρόπισσον.
ἀντὶ πίσσης βρυττίας ὑγρᾶς, ἄσφαλτος, πίσση ἐγχώριος
περίσση.
ἀντὶ πιτυοκάμπης, σφῆκες εἰς κεδρίαν σαπέντες.
ἀντὶ πολίου σπέρματος, εὐζώμου σπέρμα.
ἀντὶ πολυγόνου χυλοῦ, χυλὸς ἀρνογλώσσου.
ἀντὶ πολυποδίου, ῥίζα χαμελαίας ἢ χαμαιλέοντος.
ἀντὶ πολυτρίχου, ἀψίνθιον.
ἀντὶ πομφόλυγος, καδμία κεκαυμένη.
ἀντὶ ποταμογείτονος, ἕρπυλλος.
ἀντὶ προπόλεως, λάδανον ἢ ἀμμωνιακόν.
741
ἀντὶ πτερίδος, κνεώρου σπέρμα ἢ κνίδης.
ἀντὶ πυρέθρου, ζιγγίβερ.
ἀντὶ πυρέθρου ῥίζης, ῥίζα λαπάθου.
Ρ.
Ἀντὶ ῥέου, κενταύριον.
ἀντὶ ῥαφανίου ἐλαίου, κίκινον ἔλαιον.
ἀντὶ ῥητίνης, κολοφωνίας ἀπόχυμα.
ἀντὶ ῥητίνης πευκίνης, ῥητίνη τερεβινθίνη.
ἀντὶ ῥητίνης πιτυίνης ξηρᾶς, σαγαπηνόν.
ἀντὶ ῥητίνης τερεβινθίνης, ῥητίνη πευκίνη.
ἀντὶ ῥίζης καππάρεως, μυρίκης ῥίζα.
ἀντὶ ῥίζης λαπάθου, ῥίζα κιννάρας.
ἀντὶ ῥίζης κιννάρας, ἀσφοδέλου ῥίζα.
ἀντὶ ῥόδων ξηρῶν, φύλλα περσαίας ξηρά.
ἀντὶ ῥοδοειδοῦς, σινωπίς.
ἀντὶ ῥοὸς Συριακῆς, λαπάθου ῥίζα.
742
ἀντὶ ῥοῦ μαγειρικοῦ ξηροῦ, σάμψυχος.
ἀντὶ ῥοῦ βυρσοδεψικοῦ, κικίδες.
Σ.
Ἀντὶ σαγαπηνοῦ, χαλβάνη ἢ πίτυος ῥητίνη ξηρά.
ἀντὶ σαλαμάνδρας, σαῦρα χλωρά.
ἀντὶ σαμψύχου, ῥοῦς μαγειρικὸς ξηρός.
ἀντὶ σαντονικοῦ, ἀβρότονον.
ἀντὶ σαραπιάδος, παιονίας ῥίζα.
ἀντὶ σατυρίου, εὐζώμου σπέρμα ἢ ἐλελισφάκου.
ἀντὶ σαφίνου, ἔλαιον κίκινον.
ἀντὶ σηπίας ὀστράκου, κίσσηρις.
ἀντὶ σησάμου, λινόσπερμον.
ἀντὶ σησαμοειδοῦς, πίεσμα ἀμαραντινόν.
ἀντὶ σινήπεως, κάρδαμον ἢ καρδάμωμον.
ἀντὶ σίου, ἀσπαράγου ῥίζα ἢ λυβιστικοῦ.
ἀντὶ σισυμβρίου, ὤκιμον.
743
ἀντὶ σκαμμωνίας, κολοκυνθὶς, κρότωνες κίκεως, ἐντεριῶνες
ἢ λαθύρις.
ἀντὶ σκίγκου, σατύριον.
ἀντὶ σκίλλης, βολβός.
ἀντὶ σκωρίας μολύβδου, ἕλκυσμα.
ἀντὶ σκωρίας Κυπρίας, μελαντηρία Αἰγυπτική.
ἀντὶ σμύρνης Τρωγλοδύτιδος, κάλαμος ἀρωματικός.
ἀντὶ σουσίνου ἐλαίου, τήλινον.
ἀντὶ σποδίου, πομφόλυξ.
ἀντὶ σποδοῦ Κυπρίας, σποδὸς φύλλων ἐλαίας.
ἀντὶ σταφίδος ἡμέρου, φοίνικος Συριακοῦ σάρξ.
ἀντὶ στέατος ἀλώπεκος, στέαρ ἄρκτειον.
ἀντὶ στέατος ἐλαφείου, στέαρ χήνειον.
ἀντὶ στέατος μοσχείου, στέαρ χοίριον παλαιόν.
ἀντὶ στέατος ὑαίνης, στέαρ χήνειον ἢ στέαρ ἀλώπεκος.
ἀντὶ στίμμεως Κοπτικοῦ, λεπὶς χαλκοῦ.
ἀντὶ στοιχάδος, χαμαίδρυς.
ἀντὶ στροβίλων, σικύου σπέρμα.
744
ἀντὶ στρουθίου, εὐφόρβιον, ἐλλέβορος λευκός.
ἀντὶ στρουθίου ῥίζης, ἐλλεβόρου μέλανος ῥίζα.
ἀντὶ στυπτηρίας, ἅλας ὀρυκτόν.
ἀντὶ στυπτηρίας σχιστῆς, σίδιον.
ἀντὶ στύρακος, καστόριον.
ἀντὶ συμφύτου, κενταύριον.
ἀντὶ σίσωνος Συριακοῦ, πετροσέλινον Μακεδονικόν.
ἀντὶ σηρικοῦ, λιθάργυρος.
ἀντὶ σφάγνου, βράθυ.
ἀντὶ σφάγνου ἀρωματικοῦ, σχοῖνος εἰργασμένος.
ἀντὶ σφέκλης, σανδαράχη.
ἀντὶ σφονδυλίου, κύπρου σποδὸς ἢ φύλλων ἐλαίας.
ἀντὶ σχίνου, τερέβινθος.
ἀντὶ σχοίνου, πολυγόνου ῥίζα.
ἀντὶ σχοίνου ἀρωματικοῦ, καρδάμωμον ἢ κιννάμωμον.
ἀντὶ σώρεως, λιθάργυρος διφρυγὲς ἢ μελαντηρία.
745
Τ.
Ἀντὶ ταυροκόλλης, ἰχθυοκόλλα.
ἀντὶ τευκρίου, χαμαίδρυς.
ἀντὶ τερεβινθίνης, μαστίχη ἢ ῥητίνη στροβιλίνη.
ἀντὶ τιτάνου, γῆ Ἐρετρία.
ἀντὶ τραγακάνθας, κόμμι, τερεβινθίνη.
ἀντὶ τριβόλου, σατύριον.
ἀντὶ τρωξίμου, μαιούνιόν τε καὶ μαιούλιον.
Υ.
Ἀντὶ ὑακίνθου, ἄνθος ἰσάτεως.
ἀντὶ ὑγροπίσσης, ὀποπάναξ.
ἀντὶ ὑοσκυάμου σπέρματος, κυνοσβάτου σπέρμα ἢ καρπός.
ἀντὶ ὑποκυστίδος, ἀκακίας χυλός.
ἀντὶ ὑποκυστίδος σπέρματος, τραγάκανθα.
ἀντὶ ὑποκυστίδος χυλοῦ, ἀκακίας ἢ ἀκάνθης χυλός.
ἀντὶ ὑπερικοῦ, ἀνήθου σπέρμα.
ἀντὶ ὑσσώπου κηρωτῆς, μύελος μόσχειος.
746
ἀντὶ ὑσσώπου, θύμον.
ἀντὶ ὑαίνης χολῆς, πέρδικος χολή.
Φ.
Ἀντὶ φέκλης, σανδαράχη.
ἀντὶ φοῦ, σφάγνος.
ἀντὶ φύκου, ἄγχουσα.
ἀντὶ φύλλου, ναρδοστάχυς ἢ ἴρις Ἰλλυρική.
Χ.
Ἀντὶ χαλβάνης, σαγαπηνὸν ἢ τερεβινθίνη.
ἀντὶ χαλκάνθης, λεπὶς χαλκοῦ.
ἀντὶ χαμαίδρυος, λαπάθου ἀγρίου ῥίζα.
ἀντὶ χαμαιλέοντος χυλοῦ, ἰτέας χυλός.
ἀντὶ χαμαιμήλου, ἀνθέμις.
ἀντὶ χολῆς γαλῆς, χολὴ καμήλου.
ἀντὶ χολῆς ἔχεως, χολὴ ἰχνεύμονος.
ἀντὶ χολῆς καμήλου, χολὴ ἀσκαλαβώτου.
747
ἀντὶ χολῆς μυγαλῆς, χολὴ πιθήκου.
ἀντὶ χολῆς πιθήκου, χολὴ καμήλου.
ἀντὶ χολῆς ὑαίνης, χολὴ πέρδικος.
ἀντὶ χυλοῦ χαμελαίας ἰτέας χυλός.
Ψ.
Ἀντὶ ψυλλίου, φακὸς ὁ ἐπὶ τῶν τελμάτων.
ἀντὶ ψιμμυθίου, μόλυβδος κεκαυμένος ἢ σκωρία μολίβδου.
Ω.
Ἀντὶ ὠκίμου, σισύμβριον.
ἀντὶ ὠκιμοειδοῦς, ἡδύοσμον ἄγριον.
ἀντὶ ὤχρας, μίσυ Κύπριον.
ἀντὶ ὠῶν λεκίθων ὀπτῶν, μύελος ἐλάφου.
ἀντὶ ὠοῦ τοῦ λευκοῦ, γάλα γυναικεῖον.
ἀντὶ ὠῶν πυῤῥῶν, μέλι ἢ ἕψημα.
{ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΘΗΡΙΑΚΗΣ ΠΡΟΣ ΠΑΜΦΙΛΙΑΝΟΝ.} Πολλάκις ἐπιζητοῦντί σοι, κράτιστε Παμφιλιανὲ,τὴν μέθοδον τῆς θηριακῆς ἀντιδότου καὶ τὴν χρῆσιν παρ' ἡμῶνἀκοῦσαι τὰ μὲν ἐκ τοῦ παραστάντος ἡμῖν ῥηθέντα οὔτεσε νομίζω διαμνημονεύειν οὔτε ἐμαυτὸν ἀποχρώντως εἰρη-κέναι. νυνὶ δὲ ἐπὶ σχολῆς γενόμενος καὶ διὰ τῆς μνήμηςἀνακαλεσάμενος ὅσα κατὰ τὴν περιοδίαν εἶδον ἐν Ῥώμῃ,παρά τε τοῖς ὑφηγησαμένοις ἡμῖν κατορθούμενα διὰ τοῦφαρμάκου τούτου καὶ ὅσα χρησάμενος αὐτὸς ἐπιτυχὼν κα-τώρθωσα, ταῦτ' ᾠήθην δεῖν σοι προσφωνῆσαι συναγαγὼν,μετὰ τοῦ καὶ τοὺς τρόπους τῆς χρήσεως ὑπογράφειν, καὶτὰς διαφορὰς τῶν παθῶν, καὶ τοὺς καιροὺς ἐφ' ὧν τινων,καὶ πότε χρώμενος αὐτῇ τις οὐκ ἂν διαμαρτάνοι.κομιδῇ γὰρ ἀκούσου τινὸς εἶναι δοκεῖ μοι τὸ ἀποκρύπτε-σθαί τι τῶν εἰς σωτηρίαν διαφερόντων, ὑπὲρ ἧς ἅπαντες οἱκατὰ τὴν μητρόπολιν εὔχονται δικαίως, ἅτε δὴ κατ' ἰδίανεὐεργετούμενοι καὶ κοινῇ κοσμούμενοι, διὰ τῶν ὑπὲρ τῆςπρονοίας τῇ πόλει πάσῃ κατασκευαζομένων κοινωφελῶν ἔργων.οἶδα δὲ καὶ τὰς ἄλλας πόλεις ἁπάσας ὅσαι Κρητικαὶ τῆςσῆς γνώμης τὸ περὶ πάντας δεξιὸν καὶ ἐπιεικὲς οὐ τιμώσαςμόνον, ἀλλὰ καὶ ἀγαπώσας. εἰσὶ δὲ καὶ ἐπὶ τῆς Αἰγύπτου