The Greek Library Author

Anonymous

De urinis compendium

Authority group
Pseudo-Galenus (catalogue association; authorship remains anonymous)
Edition reference
De urinis compendium, ed. Kühn, op. cit., vol. 19, 602–608.
CTS identifier
urn:cts:greekLit:tlg0530.tlg034.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Licence ouverte / Open Licence Etalab

Παρυφιστάμενον λέγεται τὸ ἐν αὐτῷ οὔρῳ ἕτερόν τιἐμφαῖνον καὶ οἱονεὶ μηδὲν ὁριζόμενον καὶ ὑφιστάμενον· περὶτούτου δὲ τοῦ παρυφισταμένου τέσσαρά τινα θεωρεῖται πρὸςἀκριβῆ διάγνωσιν, σύστασις, χροιὰ, τόπος καὶ χρόνος. καὶσύστασις μὲν ἢ ὁμαλὴ ἢ ἀνώμαλος, καλεῖται δὲ καὶ τρα-χεῖα· χροιὰ δὲ ἢ κατὰ φύσιν ἐστὶ λευκὴ μὴ καταβαφεῖσαὑπὸ χυμοῦ τινος ἢ ἄλλως πως πλεονεκτήσαντος καὶ ἐπι-χρώσαντος αὐτήν. καὶ ταῦτα μὲν ἐπὶ τοῦ κατὰ σύστασινκαὶ χροιάν. τοῦ δὲ τόπου τρεῖς εἰσι λεγόμεναι διαφοραὶ,ἀνωτίρα, μέση καὶ κατωτέρα· καὶ εἰ μὲν ἐν τῷ οὔρῳ ἄνωκρέμαται τὸ παρυφιστάμενον καλεῖται νεφέλη· εἰ δ' ἐν τῷμέσῳ μετεωρίζηται, καλεῖται ἐναιώρημα· εἰ δ' ἐν τῷ πυθμένιτοῦ ἀγγείου πάλιν παρυφίσταται, καλεῖται ὑπόστασις. καὶπάλιν τὸ μὲν διεσπασμένον καὶ μετέωρον ἐν τῷ οὔρῳ λέγε-ται νεφέλη, σημαίνει πλῆθος παχέων πνευμάτων ἀποκλη-σθέντων ἐν τῷ βάθει καὶ δυναμένων ἐν τῷ τέως ὑπὸ τῆςφύσεως λεπτυνθῆναι· τὸ δὲ ὑποκατελθὸν καὶ κατὰ τὴν μέ-σην χώραν μεῖνον λέγεται ἐναιώρημα, πέψιν μὲν τῶν χυμῶνσημαίνει, ἀλλ' οὐ τελείαν. ὑπόστασις μὲν γὰρ τῇ φύσειγρωρίζεται, τῷ τόπῳ καὶ τῇ θέσει διαλλαττομένη. τὸν δὲτόπον ἀμείβει ἡ τοῦ πνεύματος περιουσία. τοῦτο δὲ τὸπνεῦμα ἀπὸ τῆς κατὰ μέρος πέψεως λεπτύνεται καὶ δια-φορεῖται καὶ ἡ μὲν τελεία πέψις γίνεται καὶ ὑπὸ τῆς φύ-σεως τοῦτο τὸ πνεῦμα λεπτύνεται. καὶ τελείως διαπνευσθὲντὸ ἐναιώρημα φαίνεται κάτω καὶ ποιεῖ τὴν ὑπόστασιν καὶτότε τελεία δηλοῦται ἡ πέψις ἐκ τούτων τῶν τριῶν, λέγωδὴ συστάσεως, χρώματός τε καὶ τόπου καὶ ὁ χρόνος τοῦνοσήματος μερισθήσεται. εἰ μὲν γὰρ ἄνω ἐπιπολάζει ἡ λε-γομένη νεφέλη, ἀρχὴν δείκνυσι τῆς τοῦ νοσήματοςδιακρίσεως· εἰ δ' ἐν τῷ μέσῳ θεωρεῖται μεταΐζουσαν τὴνπέψιν δηλοῖ· εἰ δὲ κάτω ἀποκαταστήσεται, τὴν τελείαν καὶἀσφαλῆ πέψιν δηλοῖ τοῦ νοσήματος. ὅσον οὖν λεπτύνεταιτὸ πνεῦμα καὶ κατέρχεται τὸ παρυφιστάμενον, τοσοῦτον καὶτὰ νοσήματα καὶ τὰ συμπτώματα χαυνότερα ἑαυτῶν γενή-σονται. ἐν τούτοις οὖν θεωρεῖται ὁ χρόνος τοῦ νοσήματοςἐκ τῶν μετεώρων τῆς πέψεώς τε καὶ τῆς ἀπεψίας· ἃ δὲφαῦλα καὶ πονηρὰ οὖρά εἰσι ταῦτα· τὰ χλωρὰ καὶ τὰ πε-λιδνὰ, τὰ αἱματώδη, τὰ μέλανα καὶ λίαν παχέα· τὰ χλωρὰ,τὰ πελιδνὰ, τὰ πυῤῥὰ καὶ λίαν ἄκραια, τὰ ὠμὰ καὶ λεπτὰκαὶ μηδεμίαν ἔχοντα ὑπόστασιν μοχθηρὰ μὲν καὶ δυσώδη·ὁμοίως τά τε λιπαρὰ καὶ ἐλαιώδη, φαῦλα δὲ ἔτι τὰ λεπτὰκαὶ ὑδατώδη. νεφέλαι δὲ καὶ ὑποστάσεις πονηραὶ αἱ πε-λιδναὶ, αἱ μέλαιναι, αἱ ζωφώδεις, αἱ ποικίλαι, αἱ διεσπασμέ-ναι, αἱ κριμνώδεις, αἱ δίαιμοι, αἱ πιτυρώδεις, αἱ χλωραὶ,αἱ φλεγματώδεις καὶ δυσώδεις. τὰ δὲ ἀνυπόστατα οὖραπονηρὰ πάντα, καὶ ταῦτα μὲν σημαίνουσι πλῆθος αἰτιῶν,διαφοράς τε νοσημάτων καὶ αὔξησιν τούτων καὶ μείωσιν,διάκρισίν τε καὶ κρίσιν, πέψιν τε καὶ ἀπεψίαν καὶ τρόπουςκινδύνων γενησομένων· σκοπεῖν δὲ τὸν ἰατρὸν ἐπὶ πάντωντούτων τὴν ἀκρίβειαν, τὴν δίαιταν καὶ τὸ πλῆθος τῶν αἰ-τιῶν καὶ τὴν ὑπεροχὴν εἰς τὸ ἀδιαμάρτητον φυλαχθῆναι.καὶ ταῦτα δὲ πάντα ἐξ οὔρων τε καὶ τῆς τούτων διαγνώ-σεως καὶ προῤῥήσεως καὶ θεωρίας.{ΠΕΡΙ ΟΥΡΩΝ ΕΚ ΤΩΝ ΙΠΠΟΚΡΑ- ΤΟΥΣ ΚΑΙ ΓΑΛΗΝΟΥ ΚΑΙ ΑΛΛΩΝ ΤΙΝΩΝ.} Οὖρον δὲ ἄριστόν ἐστιν, ὅταν λευ-κή τε ἡ ὑπόστασις εἴη καὶ λείη καὶ ὁμαλὴ περὶ πάντα τὸνχρόνον ἔστ' ἂν κριθῇ ἡ νοῦσος. σημαίνει γὰρ τὴν ἀσφά-λειάν τε καὶ τὸ νόσημα ὀλιγοχρόνιον ἔσεσθαι. ἢν δὲ καὶδιαλείπει καὶ ποτὲ μὲν καθαρὸν οὐρεῖ, ποτὲ δ' ὑφίσταταιτὸ λευκόν τε καὶ λεῖον, καὶ χρονιωτέρα γίνεται ἡ νοῦσοςκαὶ ἧττον ἀσφαλής. εἰ δὲ εἴη τό τε οὖρον ὑπέρυθρον καὶἡ ὑπόστασις ὑπέρυθρός τε καὶ λείη πολυχρονιώτερον μὲντοῦτο τοῦ προτέρου, σώτερον δὲ κάρτα. κριμνώδεις δὲ ἐντοῖς οὔροις αἱ ὑποστάσεις πονηραί. τούτων δὲ ἔτι κακίουςκαὶ πεταλώδεις· λεπταὶ δὲ καὶ λευκαὶ κάρτα φαῦλαι· τού-των δ' ἔτι κακίους αἱ πιτυρώδεις. νεφέλαι δὲ ἐναιωρούμε-ναι καὶ ἐμφερόμεναι τοῖς οὔροις λευκαὶ μὲν ἀγαθαὶ, μέλαι-ναι δὲ φαῦλαι. ἢν δὲ λεπτὸν οὖρον εἴη καὶ πυῤῥὸν ἄπεπ-τον εἶναι δηλοῖ τὸ νόσημα καὶ πολυχρόνιον. τὸ δὲ οὖροντοιοῦτον ὂν ἀκινδύνως μὲν οὐ δυνήσεται ὁ ἄνθρωπος διαρ-κέσαι ἔστ' ἂν πεπανθῇ τὸ οὖρον, θανατωδέστερα δὲ τῶνοὔρων τά τε δυσώδη καὶ ὑδατώδη καὶ μέλανα καὶ παχέα.τοῖσι μὲν ἀνδράσι καὶ τῇσι γυναιξὶ τὰ μέλανα τῶν οὔρωνκάκιστα· τοῖσι δ' αὖ παιδίοισι τὰ ὑδατώδεα. ὁκόσοισι δὲτὰ οὖρα λεπτά τε καὶ ὠμὰ πολυχρόνια ἂν καὶ τὰ ἄλλα ση-μεῖα ὡς περιεσόμενα εἴη, τουτέους ἂν ὑπόστασιν δεῖ προσ-δέχεσθαι εἰς τὰ κάτω τῶν φρενῶν χωρία καὶ τὰς λιπαρότη-τας δὲ τὰς ἄνω ὑφισταμένας ἀραχνοειδεῖς μέμφεσθαι χρὴ,συντήξεως γὰρ σημεῖόν ἐστι. σκοπεῖν δὲ δεῖ τῶν οὔρων ἐνοἷς εἰσιν αἱ νεφέλαι ἄν τε κάτω ὦσιν ἄν τε ἄνω, καὶ τὰχρώματα ὁκοῖα ἔχωσι καὶ τὰς μὲν κάτω φερομένας σὺν τοῖςχρώμασιν οἷς εἰρήκαμεν ἀγαθὰς εἶναι νομίζειν καὶ ἐπαι-νέειν· τὰς δὲ ἄνω ξὺν τοῖσι χρώμασιν οἷσιν εἴρη-ται· κακὰς εἶναι καὶ μέμφεσθαι. μὴ ἐξαπατάτω δέ σεαὐτὴ ἡ κύστις νόσημα ἔχουσα τῶν οὔρων τι ἀποδιδῶ τού-των· οὐ γὰρ τοῦ ὅλου σώματος σημεῖόν ἐστιν, ἀλλ' αὐτῆςκαθ' ἑαυτήν. ὁκόσοισιν οὖρα παχέα, θρομβώδη, ὀλίγα, οὐκἀπυρετοῖσι πλῆθος ἐλθὸν ἐκ τούτων λεπτὸν ὠφελέει, μάλι-στα δὲ τοσαῦτα ἔρχεται οἷσιν ἐξ ἀρχῆς ἢ διὰ ταχέων ὑπό-στασιν ἴσχει. οἷσι δὲ οὖρα ἀνατεταραγμένα οἷον ὑποζυγίου,τουτέοισι κεφαλαλγίαι ἢ πάρεισιν ἢ παρέσονται. οἷσινἑβδομαῖα κρίνεται, τουτέοισιν ἐπὶ νεφέλῃ ἴσχει τὸ οὖρον τῇτετάρτῃ ἐρυθρὸν ὂν καὶ τὰ ἄλλα κατὰ λόγον. ὁκόσοισινοὖρα διαφανέα, λευκὰ, πονηρὰ, μάλιστα δὲ ἐν τοῖσι φρενι-τικοῖς ἐπιφαίνεται. οἷσιν ἐλπὶς ἐς ἄρθρα ἀφίστασθαι ῥύε-ται τῆς ἀποστάσεως οὖρον παχὺ καὶ πολὺ καὶ λευκὸν γιγνό-μενον οἷον ἐν τοῖσι κοπιώδεσι πυρετοῖσι τεταρταίοισιν ἄρ-χεται ἐνίοισι γίγνεσθαι. ἢν δὲ καὶ ἐκ ῥινῶν αἱμοῤῥαγήσῃ,καὶ πάνυ ταχέως λύεται. ὁκόσοισιν ἢ αἷμα ἢ πῦον οὐρῇτῶν νεφρῶν ἢ τῆς κύστιος ἕλκωσιν σημαίνει. ὁκόσοισινὑποχόνδρια μετέωρα διαβορβορύζοντα ὀσφύος ἀλγήματοςἐπιγενομένου, τουτέοισι κοιλίαι καθυγραίνονται ἢ μὴ φῦσαικαταῤῥαγῶσιν ἢ οὔρου πλῆθος ὑπέλθῃ· ἐπὶ πυρετοῖς δὲταῦτα. οἷσιν ἐν τῷ οὔρῳ παχὺ ἐόντι σαρκία σμικρὰ ὥσπερτρίχες συνεξέρχονται, τουτέοισιν ἀπὸ τῶν νεφρῶν ἐκκρίνε-ται. ὁκόσοισι δὲ ἐν τῷ οὔρῳ παχὺ ἐόντι πιτυρώδεα συν-εξουρεῖται, τούτων ἡ κύστις ψωριᾷ. ὁκόσοισι ἀπὸ ταὐτο-μάτου αἷμα οὐρέουσι, τουτέοισιν ἀπὸ τῶν νεφρῶν σημαίνειφλεβίου ῥῆξιν. οἷσιν ἐν τοῖς οὔροις ψαμμώδεα ὑφίσταται,τούτοις ἡ κύστις λιθιᾷ. ἢν δὲ ψαμμῶδες αἷμα οὐρέει καὶθρόμβους καὶ στραγγουρίην ἔχῃ καὶ ὀδύνη ἐμπίπτῃ πρὸςτὸ ἐπιγάστριον καὶ τὸν κτένα καὶ τὸ περιναῖον τὰ περὶτὴν κύστιν πονέει. ἢν δὲ αἷμα καὶ πῦον οὐρέῃ καὶ λεπί-δας καὶ ὀδμὴ βαρείη τῆς κύστεως ἕλκωσιν σημαίνει. οὔ-ρησις νύκτωρ πολλὴ γιγνομένη σμικρὴν τὴν διαχώρησινσημαίνει. ὁκόσοισι πυρέσσουσιν ἐν τοῖς οὔροισι κριμνώ-δεες ὑποστάσεις γίνονται μακρὴν τὴν ἀῤῥωστίην σημαίνου-σιν. ὁκόσοισι δὲ χολώδεις αἱ ὑποστάσιες, ἄνωθεν δὲ λε-πταὶ, ὀξείην τὴν ἀῤῥωστίην σημαίνουσιν. ὁκόσοισι διεστη-κότα τὰ οὖρα γίγνονται, τουτέοισι ταραχὴ ἐν τῷ σώματιἰσχυρή ἐστιν. ὁκόσοισι δὲ ἐν τοῖσιν οὔροισιν ἐφίστανται