De urinis ex Hippocrate, Galeno et aliis quibusdam
- Authority group
- Pseudo-Galenus (catalogue association; authorship remains anonymous)
- Edition reference
- De urinis ex Hippocrate, Galeno et aliis quibusdam, ed. Kühn, op. cit., vol. 19, 609– 628.
- CTS identifier
urn:cts:greekLit:tlg0530.tlg035.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital facsimile
- View facsimile ↗
- Facsimile rights
- Licence ouverte / Open Licence Etalab
19
613
πομφόλυγες νεφριτικὴν σημαίνει καὶ μακρὰν τὴν ἀῤῥωστίην
ἔσεσθαι. ὁκόσοισι δὲ λιπαρὴ ἡ ὑπόστασις καὶ ἀθρόη, τού-
τοισι νεφριτικὰ ὀξέα σημαίνει. ὁκόσοισι δὲ τῶν πυρετῶν
δεῖνοί τε ἀπ' ἀρχῆς εἰσι καὶ σφυγμοὶ κεφαλῆς καὶ οὖρον
λεπτὸν, τουτέοισι δεῖ προσδέχεσθαι πρὸς τὰς κρίσιας
παροξυνθησόμενον τὸν πυρετόν· οὐ θαυμάσαι μηδ' ἂν οὐ
δεῖ παραφρονήσειν ὅταν ἡ κεφαλὴ περιφέρεσθαι φαντάζη-
ται. ὁκόσοισι δὲ νεφριτικοῖς ἐοῦσι προειρημένα συμβαίνει
σημεῖα πόνοι τε περὶ τοὺς μύας τοὺς ῥαχιαίους γίνονται·
εἰ μὲν οὖν περὶ τοὺς ἔξω τόπους γίγνονται καὶ τὰ ἀποστή-
ματα προσδέχου ἔξω ἐσόμενα· ἢν δὲ μᾶλλον οἱ πόνοι περὶ
τοὺς ἔσω τόπους γίγνονται καὶ τὰ ἀποστήματα προσδέχου
εἴσω. ἢν οὐρέῃ αἷμα καὶ θρόμβους καὶ στραγγουρίην ἔχῃ
614
καὶ ὀδύνη ἐμπίπτῃ εἰς τὸ περιναῖον καὶ τὸ ὑπογάστριον
καὶ τὸν κτένα τὰ περὶ τὴν κύστιν νοσέειν σημαίνει. οἷσιν
ἐν ἀρχῇ τὰ οὖρα νεφελοειδέα ἢ καὶ παχέα, τοὺς τοιούτους
δεῖ ὑποκαθαίρειν ἢ καὶ τἄλλα ξυμφέρει. ὁκόσοις δὲ ἐν ἀρ-
χῇ τὰ οὖρα λεπτὰ, μὴ φαρμάκευε τοὺς τοιούτους· ἀλλ' ἢν
δοκεῖ κλύσε τούτους, ξυμφέρει οὕτω θεραπεύεσθαι. τεκμαί-
ρεσθαι δεῖ ἐκ τῶν οὔρων τὸ μέλλον ἔσεσθαι ἐν τοῖσι πυρε-
τοῖσι. ἢν μὲν γὰρ παχύτερα καὶ ὠχρότερα, ἦν βελτίω·
ἢν δὲ λεπτότερα καὶ μελάντερα, πονηρότερα. σωτηρίην μὲν
γὰρ δηλοῖ τὰ παχύτερα καὶ ὠχρότερα. ταῦτα δὲ τοῦ Ἱπ-
ποκράτους οὕτως ἐξηγεῖται ὁ Γαληνός. σαφῶς δὲ νῦν
τὰ παχύτερα τοῖς λεπτοῖς παραβάλλων εἶπεν· οὐ τοῖς κατὰ
φύσιν, τά γε μὴν λεπτὰ καὶ μέλανα χείριστα. πρὸς γὰρ
τῶν λεπτῶν μόνων γινομένων ἄπεπτον δηλοῦται τὸ νόσημα·
τὸ γὰρ ἀκριβῶς λεπτὸν ὑδατῶδές ἐστιν, ὥστε καὶ λευκόν.
ἢν δὲ μεταβολὰς ἔχει, χρόνον τε σημαίνει καὶ ἀνάγκη τῷ
νοσήματι μεταβάλλειν καὶ ἐπὶ τὰ χείρω καὶ ἐπὶ τὰ βελ-
τίω τὴν ἀνωμαλίαν· ἐπὶ τῶν πυρεκτικῶν μάλιστα νοσημά-
615
των εἶπέν που ὁ Ἱπποκράτης, ἡ ἐκ τῶν οὔρων σημείωσις
χρησιμωτάτη καθέστηκε.
Ἐπειδὴ δὲ πᾶν τὸ παρὰ φύσιν ἀπὸ τοῦ
κατὰ φύσιν εὑρίσκεται ἀπὸ τῶν κατὰ φύσιν ἀρξώμεθα.
οὖρον μὲν οὖν ἄριστον ἐπὶ τῶν ἐν ὑγείᾳ καὶ εὐεξίᾳ διακει-
μένων ἀνθρώπων ὑπόπυῤῥόν τε ἢ ὑπόξανθον καὶ τῷ πάχει
σύμμετρον κείμενον, τοιοῦτον τῇ χροιᾷ οἷον ἀπουρηθῇ, λείαν
δὲ καὶ λευκὴν καὶ ὁμαλὴν ὑπόστασιν ἔχον παρὰ πάντα τὸν
χρόνον, πλὴν δὲ κατὰ λόγον τοῦ πινομένου. ἐπὶ δὲ τῶν
γυναικῶν τὸ κατὰ φύσιν οὖρον τῇ χροιᾷ λευκότερον τοῦ
ἀνδρὸς εἶναι χρὴ καὶ ὑπόστασιν ἔχον πλείονα. τῶν δὲ
παιδίων ἱκανῶς ἔχειν παχεῖαν αὐτοῦ ὑπόστασιν χρὴ διὰ
τὴν τῶν παίδων ἀδηφαγίαν καὶ ἄτακτόν τε καὶ ἄκαιρον
κίνησιν. λείαν δὲ ὑπόστασιν Ἱπποκράτης καλεῖ καὶ τὸ
συνεχὲς καὶ ἀδιάσπαστον δηλῶσαι βουλόμενος. τὸ γὰρ λεῖον
ἀντίκειται τῷ τραχύνοντι. ὁμαλὴν δὲ, ἵνα δι' ὅλου ἀεὶ
ὅμοιον οὐρῆται καὶ μεταπεπεμμένον καὶ μὴ τὸ ἑξῆς ἄπε-
πτον μήτε τὴν ὑπόστασιν ἢ τὸ χῦμα ὅλον ἔχει ἀνώμαλον.
616
ζητῶμεν οὖν ἐπὶ τοῦ κατὰ φύσιν οὔρου χρῶμα καὶ σύστα-
σιν τοῦ χύματος καὶ τὰ παρεμφερόμενα ἐν τῷ χύματι οἷον
νεφέλην· ὑπὸ νεφέλης ἐναιώρημα καὶ τὴν ἐν τῷ πυθμένι
ὑπόστασιν. εὔδηλον γὰρ ὅτι κατὰ τούτων τρεπόμενον τὸ
οὖρον ἀπεψίαν τὴν ἐν ταῖς φλεψὶν ἐνδείκνυται.
Ἄριστον μὲν οὖν ἐστιν οὖρον ἐπὶ τῶν νο-
σούντων τὸ τοῖς ὑγιαίνουσιν ὁμοιότατον ὕπωχρον ἢ ὑπό-
ξανθον καὶ λευκὸν καὶ λείαν καὶ ὁμαλὴν ὑπόστασιν ἔχον·
ὑποδεέστερον δὲ τὸ ἔχον ἐναιώρημα λευκὸν καὶ λεῖον καὶ
ὁμαλόν. ἔστι δὲ τούτου ἀπεπτότερον τὸ νεφέλην τοιαύτην
ἔχον ἢ ὑπονέφελον. ἐφ' ὧν γὰρ πνεῦμά ἐστιν ἐν τῷ βάθει
παχὺ καὶ ἄπεπτον, ἢν μὲν ὀλίγον εἴη, συνεχώρησε τὴν ὕλην
λοιπὸν ἐπὶ τὸν πυθμένα φέρεσθαι τοῦ ἀγγείου· διαμερίζον
δὲ αὐτὴν οὐ συγχωρεῖ ἑνοῦσθαι. εἰ δέ τι πλεονάσῃ τὸ
ἄπεπτον ἐν τῷ βάθει πνεῦμα ἐωρίζει τὴν ὑπόστασιν κατὰ
τὸ μέσον τοῦ χύματος καὶ ποιεῖ τὸ καλούμενον ἐναιώρημα.
εἰ δὲ ἔτι καὶ μᾶλλον εἴη πλεῖον τὸ ἄπεπτον πνεῦμα, πρὸς
τὴν ἄνω ἐπιφάνειαν τοῦ χύματος φέρει τὴν ὑπόστασιν τὴν
617
καλουμένην νεφέλην ἢ ὑπονεφέλην. ἐφ' ὅσον οὖν ἰσχείη τὸ
πνεῦμα μερίζειν καὶ μετεωρίζειν τὴν ὑπόστασιν, ἐπὶ τοσοῦ-
τον ἀπεπτότερον νόμιζε εἶναι τὸ οὖρον. ἢν δὲ μήθ' ὑπό-
στασιν μήτε ἐναιώρημα μήτε ὑπονεφέλην μήτε νεφέλην ἴσχει
τὸ οὖρον εἰδέναι χρὴ ὅτι ὑπὸ τῶν νοσοποιῶν χυμῶν ἔπε-
ψεν ἡ φύσις. εἰ δὲ ποτὲ μὲν ἔχει ὑπόστασιν ἢ ἐναιώρημα
ἢ ὑπονεφέλην ἢ νεφέλην, ποτὲ δὲ οὒ, μάχην δηλοῖ τῆς φύ-
σεως πρὸς τὸ νόσημα. ἐπὶ μὲν γὰρ τῶν ἀκριβῶν τριταίων
καὶ ἐφημερίνων νεφέλη μόνον ἢ ἐναιώρημα πολλάκις
ἤρκεσε πρὸς λύσιν τοῦ νοσήματος, ἐνίοτε δὲ καὶ τὸ εὔ-
χρουν γενέσθαι τὸ οὖρον μόνον. πολλάκις δὲ τὸ λευκὸν
χρῶμα τοῦ παραφερομένου ἐν τῷ χύματι ἀπατᾷ τοὺς ἰδιώ-
τας, ὡς ὑπόστασιν χρηστὴν νομίζεσθαι μὴ οὖσαν χρηστήν·
συμβαίνει γὰρ ὠμὸν χυμὸν καὶ λευκὸν συνεκκρινόμενον τῷ
οὔρῳ ὑφίστασθαι καὶ φαντασίαν ὑποστάσεως χρηστῆς
παρέχειν· ἐνίοτε δὲ ἥπατος ἢ νεφρῶν πεπονθότων πύον
ἐκκρίνεται σὺν τῷ οὔρῳ καὶ ὑφιστάμενον ἀπατᾷ καὶ τὸν
τεχνίτην· ἀλλὰ πρότερον διορίζεσθαι χρὴ τῷ προπεπονηκέ-
618
ναι τὸν ἄνθρωπον ἢ νευρὸν ἢ ἧπαρ ἢ ἕτερόν τι μόριον
τῶν εἰωθότων διὰ τῶν οὔρων καθαίρεσθαι. ἔπειτα δὲ καὶ
δυσῶδες εὑρίσκεται τὸ μετέχον πύου· ὁ δὲ ὠμὸς χυμὸς
διορίζεται διὰ τῶν χρηστῶν ὑποστάσεων τῇ ἀνωμάλῳ συ-
στάσει τοῦ παρυφισταμένου. οὐ γὰρ συνεχὲς ἑαυτῷ μένει
ἀλλὰ διαμερίζεται εἰς μικρὰ οἷον ψαμμία καὶ οὐδ' ὅλως
λεῖόν ἐστι καθὼς ἡ ἀληθὴς ὑπόστασις. καὶ ἐπὶ μὲν οὖν
τῶν χρηστῶν οὔρων πρῶτον μὲν ἐπιφαίνεται νεφέλη, ἔπει-
τα ὑποκαταβαίνουσα ποιεῖ τὸ ἐναιώρημα. ἐπὶ τέλος δὲ
ὑφιζάνουσα ἐν τῷ πυθμένι τοῦ ἀγγείου ποιεῖ τὴν ὑπόστα-
σιν, δηλονότι ὅταν τελείως πεφθῇ· ἐπὶ δὲ τῶν ὠμῶν χυ-
μῶν εὐθὺς ἐξ ἀρχῆς εἰς τὸν πυθμένα τοῦ ἀγγείου ὑποχωρεῖ
πλῆθος πολὺ μετὰ τοῦ εἶναι κακόχρουν καὶ τὸ χῦμα ὅλον.
ἔπειτα δὲ κατὰ βραχὺ πεττόμενον καὶ λεπτυνόμενον αἰω-
ρεῖται κατὰ τὸ μέσον τοῦ χύματος καὶ ποιεῖ τὸ ἐναιώρημα.
ὅταν δὲ ἐπὶ πλέον λεπτυνθῇ καὶ πεφθῇ, ὑφίσταται ἐπὶ τὸ
χῦμα καὶ ποιεῖ τὴν νεφέλην καὶ πλανᾷ δηλονότι τοὺς ἰδιώ-
τας, ὡς ὑπολαμβάνειν ἐπὶ τὸ χεῖρον προβαίνειν τὴν ἀῤ-
ῥωστίην.
619
Εἰ μὲν γὰρ τὸ οὖρόν ἐστι χολωδέστερον καὶ
ἡ ὑπόστασις ὁμοία, ὀφείλεις κενῶσαι εἴτε δι' οὔρων εἴτε
καθάρσει. εἰ δὲ τὸ χρῶμα εἶεν χολῶδες, ἡ ὑπόστασις δὲ
λευκὴ, χολὴ μετὰ φλέγματος εἶεν καὶ κένωσον καὶ τὰ ἀμ-
φότερα. ἢν δὲ τὸ χρῶμα χολῶδες καὶ ἡ ὑπόστασις ἐρυθρὰ
εἴτε σαφῶς ἢ ἀμυδρῶς ἢ πλείονος γινομένης. εἰ μὲν ἔῤῥω-
ται ἡ δύναμις φλεβοτόμει, εἰ δὲ ἀσθενεῖ, κάθαρον τὸν τοιοῦ-
τον ἢ διαίτη ἀρκέσει μόνον.
Ἕτερόν τι δηλονότι τὸ λεπτὸν καὶ ὠχρὸν
οὖρον ἄπεπτον μὲν τῇ συστάσει, τῷ δὲ χρώματι πεπεμμέ-
νον· ἀσθένειαν δὲ δηλοῖ τουτέῳ τῆς φύσεως· τῷ μὲν γὰρ
χρώματι ὅ τι ἔπεψεν ὡς ῥᾴδιον ὄν· οὐκ ἔτι δὲ καὶ τῇ
συστάσει διὰ τὸ δυσκολώτερον. εἰ δὲ καὶ πολὺν χρόνον φέ-
ρεται τοῦτο ἀκίνδυνος μὲν οὐ δυνήσεται διαρκέσαι ὁ ἄν-
θρωπος ἕως ἂν πεφθῇ ἡ νόσος· τὸ γὰρ πάνυ λεπτὸν φαῦ-
λον. δηλοῖ γὰρ ἀπεψίαν παρ' ὅσον χρὴ τὸ θερμὸν ἐκβό-
σκεσθαι τὸ λεπτομερέστερον.
Τί δηλοῖ τὸ λεπτὸν καὶ πυῤῥὸν οὖρον; τὸ λεπτὸν τῇ
620
συστάσει καὶ πυῤῥὸν τῷ χρώματι βέλτιον τοῦ ὠχροῦ· ὅμως
ἄπεπτον διὰ τὴν σύστασιν.
Τί δηλοῖ τὸ ἐρυθρὸν οὖρον; ἀπεψίαν, οὐ θάνατον, ἀλλὰ
χρόνον δεῖσθαι εἰς πέψιν. ἔστι γὰρ ἐξ αἵματος
ἰχωροειδοῦς μήπω τελείαν πέψιν λαβόντος μηδὲ τὴν ἰδίαν
χρόαν καὶ διὰ τοῦτο χρονιώτερον σημαίνει τὸ νόσημα. ἐπὶ
δὲ τῶν συνόχων πυρετῶν ἐπὶ πλῆθος αἵματος συνισταμέ-
νων ἐκκρίνεται οὖρον ἐρυθρὸν καὶ παχὺ μετὰ ὑποστάσεως
ἐρυθρᾶς· καὶ δῆλον ὅτι τοῦτο καὶ τῷ χρώματι καὶ τῇ συ-
στάσει τοῦ χύματος καὶ τῷ παρυφισταμένῳ ἄπεπτον. τοῦ
δὲ ἀπέπτου νοσήματος τὸ οὖρον πυῤῥὸν μὲν τῷ χρώματι,
τὸ δὲ τῇ συστάσει λεπτόν.
Τί δηλοῖ τὸ λεπτὸν οὐρούμενον καὶ ἔξω ἀναθολούμε-
νον; ἄπεπτον μὲν διὰ περιουσίαν πνεύματος παχέος, δηλοῦν
δὲ τὴν φύσιν ἄρχεσθαι πέττειν.
Τί δηλοῖ τὸ παχὺ οὐρούμενον καὶ μένον παχύ; τὸ
τοιοῦτον οὐρούμενον καὶ αὖθις μένον οἷα τὰ τῶν ὑποζυγιῶν
ἀκμάζειν δηλοῖ τὴν τῶν παχέων χυμῶν καὶ πνευμάτων οἷον
621
ζύμωσιν· ἐπὶ τούτων κεφαλαλγίαι ἢ πάρεισιν ἢ παρέσονται
διὰ τὴν ἐν τοῖς χυμοῖς ταραχὴν καὶ τὰς ἀναθυμιάσεις.
Τί δηλοῖ τὸ παχὺ οὐρούμενον καὶ μετὰ ταῦτα καθι-
στάμενον; παύεσθαι μὲν τὴν ἐν τοῖς χυμοῖς ζύμωσιν καὶ
λεπτύνεσθαι μεμετρημένον δηλοῖ τὸ ποσὸν, ἐντεῦθεν καὶ
ἄρχεσθαι τὴν διάκρισιν.
Τί δηλοῖ τὸ λεπτὸν οὐρούμενον καὶ μένον τοιοῦτον;
ἐσχάτην ἀπεψίαν τὸ τοιοῦτον σημαίνει. εἰ γὰρ ἐνεχείρησεν
ἡ φύσις ἐπὶ τὴν πέψιν ἐγκύπτειν οὐκ ἂν τοιοῦτον ἀπέ-
κρινε. τοῦτο δὲ γίνεται ἢ δι' ἀσθένειαν τῆς δυνάμεως ἢ
δι' ἔμφραξιν ἢ διὰ τὸ χρόνιον εἶναι τὸ νόσημα. ἐπὶ γὰρ
τῶν τεταρταίων χρόνων ὄντων ἐν ἀρχῇ διὰ τὸ πλῆθος καὶ
τῆς ὕλης τὸ δυσπειθὲς διηθούμενον τὸ οὖρον λεπτὸν οὐρεῖται
οὐρεῖται λεπτὸν καὶ δι' ἔμφραξιν ἥπατος ἢ νεφρῶν, ἀλλ' ἐκ
τῆς ὀδύνης διαγινώσκεται δηλονότι τῆς τοπικῆς. οὐρεῖται
δὲ λεπτὸν καὶ λευκὸν καὶ ἐπὶ τῶν διακαῶν πυρετῶν καὶ
σημαίνει φρενίτιδα ἀπηλοῦν μεγάλην. καὶ γὰρ ὁ καῦσος
622
πυρετὸς πλῆθος δηλοῖ χολῆς, οὐ χρώννυται δὲ τὸ οὖρον·
καὶ εὔδηλον ὅτι οὐ μένει ἐν τοῖς ἀγγείοις ἡ χολὴ, ἀλλὰ τῇ
κουφότητι ἀνέδραμε εἰς τὸν ἐγκέφαλον· καὶ ἢν μὲν ἡ φρε-
νῖτις οὐ πάρεστιν, γίνωσκε αὐτὴν ἤδη ἔσεσθαι. ἢν δὲ καὶ
πάρεστι καὶ οὐρεῖται λεπτὸν καὶ λευκὸν μετὰ διακαεστάτου
πυρετοῦ, δηλονότι θάνατον προαγγέλλει. οὐ γὰρ ὑποφέρει
ἡ ἐν τῷ ἐγκεφάλῳ δύναμις ἤδη καταπροβεβλημένη τῷ δια-
καεῖ πυρετῷ ἐνέγκαι δριμύτητα καὶ δῆξιν χολῆς ἤδη σεση-
πυίας.
Πόθεν τὰ ἐλαιώδη γίνονται οὖρα; εἴωθεν
ὁ πυρετὸς πρότερον μὲν τὴν πιμελὴν ἐκτήκειν, ἔπειτα δὲ
τὴν σάρκα· ἔσχατον δὲ αὐτῶν τῶν στερεῶν σωμάτων κα-
θάπτεται. τῆς μὲν οὖν πιμελῆς τηκομένης τὰ ἐλαιώδη οὖ-
ρα ἐκκρίνεται, κατὰ βραχὺ δὲ ἡ πιμελὴ τήκεται· ὅθεν ἀρ-
χὴν ἔχει καὶ ἀνάβασιν καὶ ἀκμήν. ἐν ἀρχῇ μὲν οὖν τῆς
συντήξεως ἐλαιόχροα τὰ οὖρα ποιεῖ, ὥστε εἶναι ἀμφίβολα
εἴτε ὑδατώδη εἴτε ἐλαιώδη εἶναι· ἐν δὲ τῇ ἀναβάσει γίνον-
ται ἐλαιοφανῆ, ὥστ' ἐπισημειοτέραν τὴν μίξιν τοῦ ἐλαίου
623
ἔχειν· ἐν δὲ τῇ ἀκμῇ καὶ ἐν χρώματι καὶ ἐν συστάσει οἷον
ἔλαιόν ἐστι. καὶ ἢ τῶν νεφρῶν ἐστι τοῦτο μόνον ἢ τοῦ
παντὸς σώματος· καὶ εἰ μὲν τῶν νεφρῶν μόνον ᾖ, ἀθρόως
ἐκκρίνεται πλῆθος τοιοῦτον μετὰ πλείονος θερμασίας αἰσ-
θήσεως περὶ τοὺς νεφρούς· εἰ δὲ τοῦ παντὸς σώματος, κατὰ
βραχὺ τὴν προσθήκην ποιεῖται.
Τί σημαίνουσιν αἱ ὀροβοειδεῖς ὑπο-
στάσεις; ὅταν δαπανηθεῖσα ᾖ πιμελὴ, λοιπὸν ἡ σὰρξ τή-
κεται καὶ ὀροβοειδεῖς ὑποστάσεις ἐν τοῖς οὔροις ἐκκρίνει,
ἀλλὰ ἢ τῶν νεφρῶν ἐστιν ἢ τοῦ παντὸς σώματος. εἰ μὲν
οὖν ἐν πυρετοῖς φανείη τοιοῦτον οὖρον, τοῦ παντὸς σώμα-
τος δηλοῖ τὸ πάθος εἶναι· εἰ δὲ μὴ, τῶν νεφρῶν μόνων.
καὶ πάλιν εἰ μέν ἐστιν ἀπεψία τῶν οὔρων, ὅλου τοῦ σώ-
ματός ἐστι τὸ κακόν. εἰ δὲ πέψις μὲν ᾖ καὶ ὀροβοειδεῖς
ὑποστάσεις ἐκκρίνει τῶν νεφρῶν τὸ πάθος δηλοῖ.
Τί δηλοῦσιν αἱ πιτυρώδεις ὑποστάσεις; ὅταν ὁ πυρετὸς
δαπανήσῃ τὴν πιμελὴν καὶ τὸ πλέον τῆς σαρκὸς καὶ ἐν τῷ
βάθει τῶν ἀγγείων ἐγκατασκήψῃ γίνονται πιτυρώδεις αἱ
ὑποστάσεις, στεγνότεραι μὲν τῶν πεταλωδῶν, παχύτεραι δ'
624
ὅμως τούτων· ἐκκρίνεται δὲ ἐνίοτε κᾀκ τοῦ παντὸς σώμα-
τος κᾀκ τῆς κύστεως, ἀλλ' εἰ μὲν πυρετὸς παρείη ὅλου
τοῦ σώματος τὸ κακόν. ἢν δὲ μὴ, τῆς κύστεως μόνης· καὶ
εἰ μὲν ἄπεπτον εἴη τὸ οὖρον, τοῦ παντὸς σώματος τὸ πά-
θος ἐστίν. εἰ δὲ πεπεμμένον, τῆς κύστεως, ἀλλὰ καὶ τοπι-
κὴ ὀδύνη ἐστί.
Τί δηλοῦσιν αἱ πεταλώδεις; ὅταν αὐτὰ πάθωσι τὰ
στερεὰ πρῶτον μὲν ἐπιπολῆς διεξέονται καὶ εἰ μὲν μετὰ
πυρετοῦ, τὸ ὅλον κεκάκωται δηλονότι σῶμα. εἰ δ' οὖν ἐκ
μόνης τῆς κύστεως, ἔστι δὲ τὰ μὲν ἐκ τῆς κύστεως πεπεμ-
μένα, τὰ δὲ τοῦ παντὸς σώματος ἄπεπτα.
Τί δηλοῦσιν αἱ ἐν τοῖς οὔροις κριμνώδεις ὑποστάσεις;
ἐπειδὰν ὁ πυρετὸς ἐς τὸ βάθος τῶν ἀγγείων καταληφθῇ
καὶ μεῖζον πλάτος ἐπιλάβῃ καὶ μῆκος ἁδρότερον, γίγνονται
τῶν πιτύρων αἱ ὑποστάσεις καὶ καλοῦνται κριμνώδεις· ἀλλὰ
τὰ κριμνώδη δύο σημαίνουσιν· ἢ γὰρ ὑπερόπτησιν δηλοῦσι
τοῦ αἵματος ἢ σύντηξιν ἰσχυρὰν τῶν στερεῶν δηλονότι σω-
625
μάτων, καὶ εἰ μὲν λευκὴ ἡ ὑπόστασις εἴη, τῶν στερεῶν σω-
μάτων ἐστὶ τὸ πάθος, εἰ δὲ ἐρυθρὰ, τοῦ αἵματος.
Τί δηλοῖ τὸ δυσῶδες; σῆψιν καὶ νέκρωσιν τῆς φύσεως.
Τί δηλοῦσι τὰ μέλανα δηλονότι οὖρα; πάντα
ταῦτα εὐθὺς καὶ παχέα πάντως εἰσὶ καὶ ὀλέθρια. σπάνιον
γὰρ ἢ οὐδ' ὅλως εὑρεθήσεται μέλαν λεπτόν. τὸ γὰρ μέλαν
χρῶμα ἢ δι' ὑπερόπτησιν γίνεται αἵματος ἢ διὰ ψύξιν ὅλου
τοῦ σώματος ἢ τοῦ μελαγχολικοῦ καθαιρομένου χυμοῦ. αἱ
τρεῖς γοῦν αὐταὶ διαφοραὶ παχυτάτας κέκτηνται τὰς συστά-
σεις· καὶ ἐξ ἀνάγκης παχέα εὑρίσκονται τὰ μέλανα δηλονότι
τῶν οὔρων. ἐπὶ μὲν τῶν ὀξέων νοσημάτων ὀλέθριον ἐς
τοὐπίπαν τὸ μέλαν οὖρόν ἐστιν· ὅταν καὶ δυσῶδες ὑπάρχῃ
καὶ ἡ ὑπόστασις μέλαινα. ἀδύνατον γὰρ τὸν ὀξέως νο-
σοῦντα τοιοῦτον οὐρήσαντα μὴ ἀποθανεῖν· ἢν δὲ ἡ ὑπό-
στασις μέλαινα εἴη, ὀλεθριώτερον, ἢν δὲ ἐναιώρημα μὲν ἴσχῃ,
ἧττον κακόν. ὁμοίως καὶ ἢ νεφέλην ἔχει ὁμοίαν ἢ ὑπονε-
φελίζει, τὸ κακὸν ἠπιώτερον. τὸ δὲ μέλαν ποτὲ μὲν ἐνδεί-
626
κνυται ψύξιν, ποτὲ δὲ θέρμην, εἴτουν ὑπερόπτησιν. καὶ εἰ
μὲν οὖν πρότερον πελιδνὸν οὐρηθῇ, εἴθ' οὕτω γένηται μέ-
λαν, ψύξιν ἔχει. εἰ δὲ τὸ ξανθὸν προηγήσατο, ἔπειτα με-
τετράπη μέλαν, ὑπὸ πλείονος θερμοῦ ἐξυπεροπτηθὲν
μέλαν γέγονε. γνωστέον δὲ καὶ ἐπὶ τῇ παρακμῇ τοῦ τεταρ-
ταίου καὶ τῆς μελαγχολικῆς παρανοίας λυομένης οὖρα μέ-
λανα ἐκκρίνονται καὶ παχέα. τοῖς γὰρ σπληνώδεσι τὰ πολλὰ
τοιοῦτον οὐρεῖται ἡνίκα ἄῤῥωστος ὁ σπλὴν διακείμενος φαί-
νηται· οὐδεμίαν γὰρ διοίκησιν καὶ κατεργασίαν ποιεῖται τοῦ
μελαγχολικοῦ περιττώματος· ἡμεῖς δὲ ὀλέθρια ἔφαμεν εἶναι
ταῦτα ἐπὶ τῶν ὀξέων ἀῤῥωστημάτων. τοῖς μὲν ἀνδράσι καὶ
τῇσι γυναιξὶ τὰ μέλανα τῶν οὔρων κάκιστα, τοῖσι δ' αὖ
παιδίοισι τὰ ὑδατώδεα, ἧττον δὲ ὀλέθρια γίνονται τὰ μέ-
λανα τῶν ἐχόντων τὸν σπλῆνα ἄῤῥωστον καὶ οὐκ ἐκ δια-
καύσεως. τὸ δὲ ἐκ καταψύξεως μελαινόμενον πελιοῦταί πως
τὸ αἷμα, καθάπερ ἐπ' ἄλλων τινῶν. ἀλλ' ἐξ ἀναχύσεως τοῦ
μελαγχολικοῦ.
Ὥσπερ ἐπὶ τῶν διαχωρημάτων, οὕτω κἀπὶ
627
τῶν οὔρων κανόνι τῷ τῶν ὑγιαινόντων κεχρημένοι κατὰ
τῶν νοσούντων σημειωσόμεθα· οὖρον τοίνυν ἄριστόν ἐστι
τὸ τῶν ὑγιαινόντων ὁμοιότατον· τοιοῦτον δέ ἐστι τὸ ὑπό-
πυῤῥόν τε ἅμα καὶ ὑπόξανθον, εὐθὺς δὲ λεπτοῦ καὶ πά-
χους συμμέτρως ἔχον. οὔσης δὲ τριττῆς τῆς τῶν θολερῶν
οὔρων διαφορᾶς, ἢ γὰρ οὐρηθέντα τὰ τοιαῦτα καθίστανται
μὴ ὀλίγον ἢ μένει παραπλήσια ἄχρι παντός. ἢ καθαρὰ μὲν
ἐκκρίνεται, μετὰ ταῦτα δὲ ἀναθολοῦται, μοχθηρὸν μὲν τὸ
τρίτον εἰρημένον, ἐπιεικὲς δὲ τὸ πρῶτον, ἐν μέσῳ δ' ἀμφοῖν
ἐστι τὸ δεύτερον. τὸ δὲ ἐς κύτος ἄπεπτον· ὅπερ ἐστὶ τὸ
ὑδατῶδες ἀκριβῶς οἷον ἀπαγνωσμένης πέψεως σύμπτωμα
τοῦ φλεβώδους γένους ὑπάρχον· ὅταν δὲ καὶ ταχέως διεξέρ-
χηται, ὁ καλούμενος διαβήτης γίνεται· ἀλλὰ τοῦτο μὲν ἀπέ-
πτων οὔρων τὸ χείριστόν ἐστιν, ἐφεξῆς δὲ αὐτῶν τὸ λεπτὸν
καὶ λευκὸν οἷον τὸ ὕδωρ· τούτων ἐγγύς ἐστιν ἕτερον οὖρον
ἐν πολλαῖς νόσοις φαινόμενον, ἐγγὺς ἱκανῶς τοῦ λεπτοῦ καὶ
λευκοῦ· τὸ δὲ ὕπωχρον ἐφεξῆς ἐστι τούτου· τὸ δὲ ὠχρὸν
εἴη μὲν ἤδη τοῦτο καὶ ὑπόπυῤῥον, πέττεται δὲ ἤδη τῆς
628
χροιᾶς γε ἕνεκα· χρὴ δὲ αὐτὸ καὶ τῷ πάχει τοσοῦτον ἀπο-
κεχωρηκέναι τοῦ ὕδατος, εἰ μέλλει πεπέφθαι καλῶς ὅσον
καὶ τῷ χρώματι. εἰ δὲ τὴν κατὰ φύσιν χροιὰν ἀκριβῶς
φυλάττων ὑπόστασιν λευκὴν καὶ λείαν καὶ ὁμαλὴν καὶ πολ-
λὴν ποιεῖ, πέψεως μὲν ἂν εἴη ἀκριβοῦς γνώρισμα. τὰ πλείονα
δὲ τὸν ὠμὸν χυμὸν ἐκκαθαίρεσθαι δηλοῖ. κἂν παχύτερον
δὲ ᾖ μετρίου καὶ ἔχῃ τινὰ ὑπόστασιν, οὐ πάντως ἤδη ἄπε-
πτον· εἰ γὰρ ἤτοι κριμνώδεις ἢ πιτυρώδεις ἢ μελαίνας ἢ
πελιδνὰς ἢ χλωρὰς ἢ δυσώδεις ὑποστάσεις ἔχει, πρὸς τὸ
πᾶν τὸ τοιοῦτον ἄπεπτον εἶναι καὶ ἄλλο ὀλέθριον ὑπάρχει.
τὰ δὲ εὔχροά τε ἅμα καὶ ἤτοι τὰς ὑποστάσεις λευκὰς καὶ
λείας καὶ ὁμαλὰς ἢ νεφέλας τινὰς ὁμοίας ἢ ἐναιωρήματα
ποιούμενα πάντων ἐστὶν οὔρων χρηστότατα, καὶ μάλιστα
μὲν ὧν ἡ ὑπόστασις εἴη τοιαύτη· δεύτερα δὲ ὧν ἂν ἐναιω-
ρήματα· τρίτα δὲ ὧν νεφέλη καὶ ἁπλῶς τὰ τοῖς οὔροις ἐμ-
φερόμενα χρηστῶς· ὅσῳπερ ἂν ὑφιζάνῃ κάτω, τοσούτῳ
βελτίω γίνεται.
{ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΦΛΕΒΟΤΟΜΙΑΣ.} Ἐν πάσῃ ἡμέρᾳ καὶ νυκτὸς ὥρᾳ χρείας κατ-επειγούσης φλεβοτομήσεις σκοπὸν ἔχων ἐπὶ μὲν τῶν πυ-ρεττόντων τὴν παρακμὴν τοῦ παροξυσμοῦ, ἐπὶ δὲ τῶν εἴτεδι' ὀφθαλμίαν ἢ δι' ἄλλο τι τοιοῦτον χωρὶς πυρετοῦ δεο-μένων φλεβοτομίας, τὸ μέγεθος σκόπει τῆς ὀδύνης ἢ τῆςφλεγμονῆς. ἐν ᾗ γὰρ ἂν ὥρᾳ θεάσῃ τὴν ὀδύνην πραϋνομέ-νην φλεβοτομήσεις. μηδενὸς τοιούτου κατεπείγοντος, ἄμει-νόν ἐστιν ἕωθεν φλεβοτομεῖν· οὐκ εὐθέως ἅμα τῷ τὸν ὕπνονἐξαναστῆναι, ἀλλὰ προεγρηγορήσαντες χρόνῳ ὥρας μιᾶς.καὶ προλούειν δέ τινας ἄμεινον καὶ προπεριπατήσανταςἐνίους. ἐφ' ὧν δὲ προφυλακῆς χάριν φλεβοτομοῦμεν, ἐγχω-ρεῖ καὶ μετὰ τὸ πρᾶξαί τινα τῶν συνήθων ἔργων φλεβοτο-μεῖν. μέγεθος δὲ νοσήματος καὶ ῥώμη δυνάμεως οἱ πρῶτοισκοποὶ τῆς φλεβοτομίας. ἐπισκέπτεσθαι οὖν χρὴ ἐφεξῆςὁποία τις ἡ φυσικὴ κρᾶσίς ἐστι τοῦ ἀνθρώπου. καὶ τοὺςμὲν μελαίνας ἔχοντας φλέβας καὶ ἰσχνοὺς μετρίως καὶ μηδὲλευκοὺς μηδὲ ἁπαλοσάρκους ἀφειδέστερον κενώσεις· τοὺς δ'ἐναντίως φειδομένως· αἷμα μὲν ὀλίγον ἔχουσιν, εὐδιαφόρη-τόν τε τὴν σάρκα. κατὰ τοῦτον οὖν τὸν λόγον οὐδὲ τοὺςπαῖδας φλεβοτομήσεις, ἄχρι τεσσαρεσκαιδεκαετοῦς ἡλικίας ἐνδὲ ταῖς μεγίσταις φλεγμοναῖς καὶ ταῖς ἰσχυροτάταις ὀδύ-ναις, οὐδὲν οἶδα μεῖζον βοήθημα τοῦ ἄχρι λειποθυμίαςἐκκενῶσαι προσέχειν μέντοι καλῶς ἐν τῇ καθάρσει τοῦ σφυ-γμοῦ ἐφαπτόμενον αὐτὸν ἔτι ῥέοντος τοῦ αἵματος. ὥσπερκαὶ ἐπὶ τῶν ἄλλων τῶν φλεβοτομουμένων· εἶθ' ἃ πράττεινὅπως μήποτε λάθῃς ἀντὶ λειποθυμίας θάνατον ἐργασάμενος,ἐὰν δὲ ὥρα ἐαρινὴ καὶ τὸ χωρίον εὔκρατον φύσει καὶ ἡτοῦ παιδὸς φύσις εὔαρμος, ἀφαιρήσεις αἷμα· καὶ μᾶλλονὅπου οἱ κίνδυνοι ἐφεδρεύοιεν περιπνευμονίης ἢ συνάγχης ἢπλευρίτιδος, ἤ τινος ἄλλου ὀξέος καὶ σφοδροῦ νοσήματοςφλεβοτομεῖν, ὡς εἴρηται, σφυγμοῦ παρόντος. πᾶν γὰρ τὸπληγὲν μέρος οὐ προσέξεις τῷ ἀριθμῷ μόνῳ τῶν ἐτῶν,ἀλλὰ τῇ τοῦ σώματος ἕξει. χρὴ δὲ ἐπὶ τῶν ψυχρῶν ὡρῶνεὐλαβεῖσθαι κένωσιν δαψιλῆ, διὰ τὴν ἑπομένην κατάψυξιν.οὐχ οἷόν τε διὰ γραφῆς ἑκάστῳ τῶν ἀνθρώπων ἀφορίσαικενώσεως μέτρον, οἶδα γὰρ ἐπ' ἐνίων αὐτάρκως ἀφελὼν ἓξλίτρας αἵματος, τὸν πυρετὸν αὐτίκα σβεσθῆναί τε καὶ μη-δεμίαν ἀκολουθῆσαι τῆς δυνάμεως κένωσιν· ἐπ' ἐνίων δὲἡμίσειαν ἄνευ τοῦ παραβλάψαι, ἐφ' ὧν εἰ δύο τις ἐκένω-σεν, ἐσχάτως ἂν ἔβλαψε. καὶ τοῦτο οὖν οἶδα καὶ μίαν ἀφῄ-ρηκεν, ἐνίοτέ ἐστιν ὠφελῆσαι καὶ αὐτῆς ἔλαττον, ἀντισπά-σεως ἕνεκα. τὰς γὰρ κατ' εὐθεῖαν τῶν πασχόντων φλέβαςτέμνων, ἐν τάχει θεάσῃ σαφῆ τὴν ὠφέλειαν. εἰ δέ τιςκατὰ τὸν παράμεσον δάκτυλον φλέβα διαιρῶν, ἔνιοι δὲ τὴνμεταξὺ τοῦ τε μέσου καὶ παραμέσου δακτύλου φλέβα καὶσυγχωρήσαντες ῥεῖν τῷ αἵματι μέχρι περ ἂν αὐτομάτωςστῇ, τὸν σπλῆνα ὠφελεῖσθαι, ὡς καὶ τὴν ἐν ἀγκῶνι φλέβατέμνειν τὴν ἔνδον. ὠφελεῖ γὰρ ἱκανῶς σπλῆνα κακοπρα-γοῦντα κένωσις αἵματος, ἐξ ἀριστερᾶς χειρός· καὶ μέντοικἀπὶ τῶν πλευριτικῶν ἡ κατ' εὐθὺ τοῦ πάσχοντος φλεβο-τομία τὴν ὠφέλειαν ἐναργεστάτην ἐπεδείξατο πολλά-κις· ἡ δὲ ἐκ τῆς ἀντικειμένης χειρὸς ἢ πάντως ἀμυδρὰν ἢμεταχρόνιον. ὀδύνας δὲ ἰσχυροτάτας ὀφθαλμῶν, εἴτε ὠμιαίακαλουμένη φλὲψ ἢ ἡ ἀπ' αὐτῆς ἀποσχιζομένη κατ' ἀγκῶνατμηθεῖσα. ἐπὶ δὲ πλευρᾶς πεπονθυίας ἢ πνεύμονος ἢ δια-φράγματος ἢ σπληνὸς ἢ ἥπατός τε καὶ γαστρὸς τὴν διὰμασχάλης ἐπὶ τὴν κατ' ἀγκῶνα διάρθρωσιν ἀφικνουμένην.τέμνειν μὲν δεῖ μάλιστα ἀποσχιζομένην εἰς τὴν καμπὴν τῆςδιαρθρώσεως, ἣν ἴστε δήπου τῆς ὠμιαίας φλεβὸς ἀποσχι-ζομένης συναπιοῦσαν. τρεῖς γὰρ οὗτοι τρόποι τῆς κατ'ἀγκῶνα φλεβοτομίας εἰσὶν, ἥ τε ἔξω καὶ ἡ ἔσω καὶ ἡ μέση·ἡ μὲν οὖν ἔνδον ἐπὶ τῶν κάτω τοῦ τραχήλου πεπονθότωνὠφέλιμος, ἡ δ' ἐκτὸς ἢ κατὰ τὸ πρόσωπον ἢ κατὰ τὴν κε-φαλήν· ὁ δὲ μέσος τόπος ἐνίοτε μὲν ἀμφοτέρας ἔχει τὰςἀποσχιζομένας φλέβας κατὰ τὸ πρόσω τῆς χειρὸς ἐκτεινο-μένας, εἶτα ἐνταῦθα συναπτομένας. ἐνίοτε δὲ διὰ τάχεοςεἰς αὐτὰς ἀλλήλαις οὔσας ἐπὶ τὴν καμπὴν τῆς διαρθρώ-σεως. ὅταν οὖν ἀφανεστέρας οὔσης τῆς οἰκείας τῷ πά-σχοντι μορίῳ φλεβὸς, ἐπί τινα τῶν μέσων ἥκειν νίκην πυ-ρῶν τὴν ἀποσχιζομένην τῆς οἰκείας τέμνειν μᾶλλον. ἔστιδ' ὅτε καὶ τῆς κατωτέρω τῆς κατ' ἀγκῶνα διαρθρώσεως,αἱ κατὰ τὸν πῆχύν εἰσιν, ἃς διαιρεῖν οὐδὲν κωλύει μὴ φαι-νομένων τῶν κατ' ἀγκῶνα. ὥσπερ δὲ τὰ εἰρημένα πάνταμόρια ταῖς κατ' ἀγκῶνα φλεβοτομίαις ὠφελεῖται, οὕτω καὶκατωτέρω τούτων ἐστὶν ὅσαι ταῖς ἐπιγύναις τε καὶ σφυρά.ἔστι δὲ τῶν εἰρημένων τά τε κατ' ἰσχίον καὶ κύστιν καὶμήτραν καὶ νεφροὺς ἐπαμφοτερίζεται. διὸ καὶ ταῖς ἀπ'ἀγκῶνος ἐνίοτε φλεβοτομίαις ὑπακούουσιν, ὅταν ἡ φλεγμονὴπρόσφατος ᾖ καὶ πλῆθος αἵματος. ἢν δὲ ἡ διάθεσίς ἐστινἣν ἰδίως καλοῦμεν νεφρῖτιν, τὴν κατ' ἰγνὺν χρὴ τέμνεινκαὶ τὰς κατὰ τὰ σφυρὰ φλέβας. αἱ δὲ ἐν ταῖς μήτραιςφλεγμοναὶ τῶν ἐν ταῖς σκέλεσι φλεβῶν τεμνομένων, ὄφελοςοὐ μικρόν. ταῖς γὰρ ἀπ' ἀγκώνων κενώσεσι καὶ ἄλλο τιπρόσεστι μοχθηρὸν καὶ φυλακτέον ψῦχος καὶ τροφὴν σύμ-μετρον διδόναι ἐπὶ τρεῖς ἢ τέσσαρας ἡμέρας. λοιμοῦ δέποτε κατασχόντος ἰσχυροῦ τὴν Ἀσίαν, ὑφ' οὗ πολλοὶ διε-φθάρησαν, ὅθεν κᾀγὼ τῇ νόσῳ κατὰ τὴν δευτέραν ἡμέραν,ἀνέσεως μὴ γενομένης κατακνήσας τὸ σκέλος διὰ δυοῖν λι-τρῶν κένωσιν ἔασα γενέσθαι καὶ διὰ τοῦτο τὸν κίνδυνονἀπέφυγον. πολλοὶ δ' ἄλλοι χρησάμενοι τῷ βοηθήματι διε-σώθησαν καὶ μάλιστα οἳ δαψιλῶς τὸ αἷμα ἐκκένουν. ἔτιδὲ κεφαλαλγίας συμμέτρους ἀναιρεῖ καὶ παρισθμίων φλε-