De venae sectione
- Authority group
- Pseudo-Galenus (catalogue association; authorship remains anonymous)
- Edition reference
- De venae sectione, ed. Kühn, op. cit., vol. 19, 519–528.
- CTS identifier
urn:cts:greekLit:tlg0530.tlg036.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital facsimile
- View facsimile ↗
- Facsimile rights
- Licence ouverte / Open Licence Etalab
γμονάς. τὰ δὲ χρονιώτερα τῶν τοιούτων συμπτωμάτων ταῖςτομαῖς καὶ ἐγχαράξεσι διαλυόμενα. καὶ δὴ καὶ τοὺς ἐκνόσων δυσχερῶς εἰς τὴν κατὰ φύσιν ἕξιν ἑαυτοὺς ἀφικνου-μένους, οὐδὲν οὕτως ἐπὶ τὴν προσήκουσαν εὐστροφίαν ἄγει,ὡς ἡ δι' ἐγχαράξεις ἀποκένωσις τοῦ αἵματος. ἐν τῷ με-ταξὺ δὲ τοῦ λιχάνου καὶ μεγάλου δακτύλου τμηθεῖσα φλὲψκαὶ ῥεύσας μέχρις ἂν αὐτομάτως παύσηται, χρόνιον ἄλγη-μα καὶ μᾶλλον εἰ κατ' ἐκεῖνο τὸ μέρος ἔρειδον ἰάσαιτο.τῶν δὲ καθαιρομένων καὶ πλείω τοῦ μέτρου κενούντων καὶψυχόντων καὶ ἐκλυομένων καὶ σπωμένων καταπαύειν τὴνκάθαρσιν χρὴ καὶ ὕδωρ χλιαρὸν διδόντες, ἐμεῖν προτρέπο-μεν· ἄμεινον δὲ χρῖσαι θερμῷ ἐλαίῳ χεῖρας καὶ πόδας·ἵστησι δὲ οὐδενὸς ἧττον καὶ ὕπνου καὶ λουτροῦ. τῶν δὲμὴ ἱκανῶς καθαρθέντων αἱ ἀλουσίαι συμφερώτεραι, ἐπικα-θαίρονται γὰρ νύκτωρ· ἐνδεέστερον δὲ τούτους χρὴ διαιτᾶν·τῶν δὲ ἀσφαλῶς καθαρθέντων, ὠά τε καὶ χόνδρον καὶ ῥο-φήματα καὶ οἶνον γλυκὺν, ὡς παρακινεῖν τὸ ἔντερον ἐν τῇκαθάρσει διὰ ξεσμόν· ἁρμόξει δὲ καὶ τῇ ὑστεραίᾳ γάλα πί-νειν μετὰ νάματος θυγατέρων ταύρων ἢ γλυκέος, οὕτω γὰρτὰς ἐπιῤῥεούσας συντήξεις κατακλύζων ἀποδείξῃ παντελῶςτὴν κάθαρσιν. {<ΠΑΥΛΟΥ.>} {Περὶ τῆς ἐν τῇ φλεβοτομίᾳ ἐπισκέψεως.} Ἐπισκέπτεσθαι δὲ χρὴ τὸν μέλλοντα φλεβοτομεῖν, μὴκόπρου πολύ τις ἐπίσχεσις ἐν τοῖς ἐντέροις ἐστί. κενοῦ-μεν αὐτὴν διὰ μαλακοῦ κλύσματος, ἵνα μὴ αἱ φλέβες ἀπὸτῶν ἐντέρων ἕλξωσί τινα σηπεδονώδη τῶν περιττωμάτωνοὐσίαν. τοὺς μὲν οὖν διὰ νούσου παρούσης χρῄζοντας τῆςαἵματος ἀφαιρέσεως ἐν ἅπαντι καιρῷ φλεβοτομήσομεν, τὴνἀκμὴν καὶ μόνην ἐν πυρετοῖς, τὸν μερικὸν φυλαττόμενοιπαροξυσμόν. εἰ δὲ συνεχὴς πυρετὸς εἴη, πάντως ἑωθινὸςκαιρός ἐστιν ἐπιτηδειότερος, ὅσοι δὲ μὴ νόσου παρούσης,ἀλλὰ προφυλακῆς ἕνεκα τὴν τοῦ αἵματος ἐπιζητοῦσι κένω-σιν, τούτοις τὸ ἔαρ ἐπιτήδειον. ἐν δὲ ταῖς ἡλικίαις ἄχριτεσσαρεσκαίδεκα ἐτῶν ἡ κένωσις παραιτητέα. ὥσπερ αὖκαὶ μετὰ τῶν ἑξήκοντα ἐνιαυτῶν, εἰ μή τις ἀπαραίτητοςἀνάγκη ἡμᾶς βιάζοιτο καὶ καθόλου τοὺς ἀσθενεστέρως ἔχον-τας, τὴν δύναμιν παραφυλακτέον καὶ τὰς ὑπὸ τῇ γλώσσῃδὲ φλέβας, ὡς ἐπὶ συναγχικοῦ πάθους, ἐγκαρσίως ἐκτέ-μνομεν φυλαττόμενοι τὴν σφίγξιν. τινὲς δὲ καὶ τὰς ἐν τοῖςμεγάλοις κανθοῖς διαφανεῖς φλέβας, ὡς ἐπὶ τῶν ἐν τῇ κε-φαλῇ ἢ τοῖς ὀφθαλμοῖς χρονίων νοσημάτων ὁμοιοτρόπωςδιαιροῦσιν. ἐν δὲ τῷ ποδὶ καθάπερ ἐπὶ ἰσχιαδικῶν ἢ κατὰτὴν ὑστέραν τῇ ἀνωτέρω τοῦ ἔνδοθεν ἀστραγάλου τέμνουσινἐς ὠφέλειαν. {<ΕΞ ΙΠΠΟΚΡΑΤΟΥΣ.>} Τὰ δὲ ὀξέα πάθη φλεβοτομήσεις, ἢν ἰσχυρὸν φαίνηταιτὸ νόσημα καὶ οἱ ἄγοντες τὴν ἀκμάζουσαν ἡλικίαν καὶ ῥώ-μη παρῇ αὐτέοισιν. ἢν μὲν οὖν σύναγχος ᾖ, ἐκλεκτῷ ἀνα-κάθαιρε εἴτ' ἄλλο τι τῶν πλευριτικῶν. ἢν δὲ ἀσθενέστεροιφαίνωνται, ἢν καὶ πλέον τοῦ αἵματος ἀφέλοις κλυσμῷ κατὰτὴν κοιλίαν χρέεσθαι διὰ τρίτης ἡμέρας, ἕως ἐν ἀσφαλείῃγένηται ὁ νοσέων καὶ λιμοῦ χρῄζοι. φλεβοτομέειν οὖν τὸνβραχίονα χρὴ τὸν δεξιὸν τὴν ἔσω φλέβα· καὶ ἀφαιρέειντοῦ αἵματος κατὰ τὴν ἕξιν καὶ τὴν ἡλικίην διαλογιζόμενοςτὸ πλέον καὶ τὸ ἔλασσον. ξυμπίπτει δὲ τοῖσι πλείστοισιναὐτῶν τοιάδε. ἐρυθήματα προσώπου καὶ ὀμμάτων στάσιεςκαὶ διαστάσιες χειρῶν, πρισμοὶ ὀδόντων, σφυγμοὶ, σιαγόνωνσυναγωγὴ καὶ κατάψυξις ἀκρωτηρίων, πνευμάτων ἀπολήψιεςἀνὰ τὰς φλέβας. φλεβοτομέειν ἐν ἀρχῇσιν εὐθέως, μετεώ-ρων ἐόντων πάντων τῶν λυπεόντων πνευμάτων καὶ ῥευμά-των, εὐβοηθητότερον γάρ ἐστι.{ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΗΣ ΙΠΠΟΚΡΑΤΟΥΣ ΔΙΑΙΤΗΣ ΕΠΙ ΤΩΝ ΟΞΕΩΝ ΝΟΣΗΜΑΤΩΝ} *** ἠρεμίαν δὲ καὶ παρηγορίαν ἐνδείκνυται καὶ τὸ πείθεινμᾶλλον ἢ βιάζεϲθαι πάντων ἀπεχόμενον τῶν κινητικῶν βοηθημάτων.“ὅταν δὲ καταιγίζωϲιν αἱ νοῦϲοι, ἡϲυχάζειν καὶ τὸν κάμνοντα καὶ τὸνἰητρόν, ὡϲ μή τι ἐξεργάϲωνται.” τοῦτ' αὐτὸ καὶ περὶ τῶν μερικωτέρωνἐθέϲπιϲε παροξυϲμῶν εἰπών· “τοῖϲιν ἐν τῇϲι περιό|δοιϲι παροξυνο-μένοιϲι μὴ δοῦναι μηδὲν μηδ' ἀναγκάζειν,” ὅπερ ἔϲτι μηδ' ἀναγκαϲτικῷμηδενὶ χρῆϲθαι (οὔτε γὰρ προϲθετικὸν οὔτε βίαιον οὐδὲν ἐν τοῖϲ παρο-ξυϲμοῖϲ ἀξιοῖ παραλαμβάνεϲθαι)· τάχα δὲ καὶ ὅταν φῇ· “τὰ κρινόμενακαὶ τὰ κεκριμένα ἀρτίωϲ μὴ κινέειν μηδὲ νεωτεροποιεῖν, μήτε φαρμα-κίῃϲι μήτ' ἄλλοιϲιν ἐρεθιϲμοῖϲιν, ἀλλ' ἐᾶν.” ἱκανὸν ἔϲτω 〈τὸ〉 τοῦ παρο-ξυϲμοῦ κακόν, μὴ ϲυνελθέτω δὲ τούτῳ καὶ τὸ ἀπὸ τῆϲ 〈ἀπειρίαϲ τοῦ〉τεχνίτου. ἀλλὰ περὶ μὲν τῶν ἐνδείξεων καὶ ὕϲτερον διαϲκεψόμεθα. Ἴδωμεν δὲ ἔπειτα τὰϲ διαφορὰϲ καὶ τὰϲ τοιαύταϲ τῶν και-ρῶν. φαμέν, ὡϲ ἄρα τῶν νοϲημάτων τὰ μὲν ὀξεῖϲ ἔχει φύϲει τοὺϲτέϲϲαραϲ καιρούϲ, τὰ δὲ [οὐδὲ] πάνταϲ τοὺϲ τέϲϲαραϲ ἀναβεβλημένουϲ,ἔνια δ' αὐτῶν ἀμείβει τὴν βραδυτῆτα πρὸϲ τὸ τάχοϲ, τὰ μὲν ἐν ἀρχῇ,τὰ δ' ἐπὶ τέλοϲ, τὰ δ' ὡϲ ἔτυχεν. προθεὶϲ 〈γὰρ〉 ἐν Ἐπιδημίᾳ 〈α̅〉τὰϲ κατὰ ϲχήματα πυρετῶν διαφοράϲ, ϲυνεχῶν, ἡμιτριταίων | ἢ ἀμφη-μερινῶν, τεταρταίων, τῶν λοιπῶν, 〈αὐταῖϲ〉 λέξεϲιν ἐπιφέρει ταῦτα·“εἰϲὶ δὲ [ταῦτα] τρόποι καὶ καταϲτάϲιεϲ καὶ παροξυϲμοὶ τούτωνἑκάϲτου τῶν πυρετῶν ὁμοίωϲ ξυνεχέων καὶ διαλειπόντων. αὐτίκαγὰρ ξυνεχὴϲ ἔϲτιν οἷϲιν ἀρχόμενοϲ ἀνθεῖ καὶ ἀκμάζει μάλιϲτα καὶ ἀν-άγει ἐπὶ τὸ χαλεπώτερον, περὶ δὲ κρίϲιν καὶ ἅμα κρίϲει ἀπολεπτύνεται,ἔϲτι δ' οἷϲιν ἄρχεται μαλακῶϲ καὶ ὑποβρύχια, ἐπαναδιδοῖ 〈δὲ καὶ παρο-ξύνεται καθ' ἡμέρην ἑκάϲτην, περὶ δὲ κρίϲιν ἅλιϲ ἐξέλαμψεν, ἔϲτι δ'οἷϲιν ἀρχόμενοϲ πρηέωϲ ἐπιδιδοῖ〉 καὶ παροξύνεται καὶ μέχρι τινὸϲ ἀκμά-ϲαϲ πάλιν ὑφίηϲιν μέχρι κρίϲεωϲ καὶ περὶ κρίϲιν. ξυμπίπτει δὲ ταῦταγίνεϲθαι ἐπὶ παντὸϲ πυρετοῦ καὶ παντὸϲ νουϲήματοϲ.” ἔϲτηϲα μέν, φηϲίν,τὸν λόγον ἐπὶ τῶν ϲυνεχῶν πυρετῶν διὰ τὸ εὔϲημον, τὰ δ' εἰρημένατῶν καιρῶν κινήματα οὐ μόνον ἐπὶ παντὸϲ ϲυμπίπτει πυρετοῦ, ἀλλὰ καὶἐπὶ παντὸϲ νοϲήματοϲ. ὥϲτε μὴ παρ' <Ἐραϲιϲτράτου> μηδὲ παρά <τινοϲτῶν νεωτέρων> μανθάνειν 〈ἀναγκαῖον〉 ἡμῖν, ὡϲ καὶ ὀφθαλμία καὶ |ὠταλγία περιοδίζουϲιν, ἀλλὰ παρὰ <τοῦ εὑρόντοϲ ἅμα καὶ τελειώ-ϲαντοϲ τὴν ἰατρικήν>. “ξυμπίπτει” γὰρ “ταῦτα,” φηϲί, “γίγνεϲθαι ἐπὶπαντὸϲ πυρετοῦ καὶ ἐπὶ παντὸϲ νουϲήματοϲ”, ϲυνεμφαινομένου καὶ τοῦπᾶν νόϲημα τοὺϲ τέϲϲαραϲ ἔχειν καιρούϲ. ἀνήγαγε 〈δὲ〉 τὸν λόγον ἐπὶ τὴνχρείαν εἰπών· “δεῖ τὰ βοηθήματα ϲκοπεύμενον ἐκ τούτων προϲφέρειν.” ἐπεὶ δ' οὐ μόνον ἐκ τούτων τὰ διαιτήματα λαμβάνει, διὰ τοῦ-το προϲέθηκε· “πολλὰ δὲ καὶ ἄλλα ἐπίκαιρα ϲημεῖα τούτοιϲ ἐϲτὶνἠδελφιϲμένα, περὶ ὧν τὰ μέν πού τι γέγραπται, τὰ δὲ γεγράψεται,πρὸϲ ἃ δεῖ διαλογιζόμενον δοκιμάζειν 〈καὶ〉 ϲκοπεῖϲθαι, τίνι τού-των ὀξὺ καὶ θανατῶδεϲ ἢ περιεϲτικὸν καὶ τίνι προϲαρτέον ἢ οὔ,καὶ πότε καὶ πόϲον καὶ τί τὸ προϲφερόμενον ἔϲται.” καὶ τίϲ ὁ φιλο-ϲυντομώτατοϲ ἦν ὁριϲμὸϲ βοηθήμαϲιν 〈εἰ μὴ〉 ὃν <Ἱπποκράτηϲ> φηϲί,τῷ ποιῷ καὶ τῷ ποϲῷ καὶ τῷ ποτέ; 〈ἔχει δὲ διπλῆν δύναμιν τὸ ποτέ〉·καὶ γὰρ ἡ τάξιϲ ἐν τούτῳ καὶ ὁ καιρόϲ. ὁ γοῦν πρότερον τρέφων,εἶτ' ἀποθεραπεύων ἐν τῷ ποτὲ διαμαρτάνει· ὅ,τι γὰρ | ὁ παρὼν ἀπαι-τεῖ καιρόϲ, οὐ προϲφέρει, ὅ,τι 〈δὲ〉 μὴ δεῖται, τοῦτο παραλαμβάνει·