De victus ratione in morbis acutis ex Hippocratis sententia liber
- Authority group
- Pseudo-Galenus (catalogue association; authorship remains anonymous)
- Edition reference
- De victus ratione in morbis acutis ex Hippocratis sententia liber, ed. J. Westenberger, Galeni de diaeta Hippocratis in morbis acutis [Corpus medicorum Graecorum 5.9.1. Leipzig: Teubner, 1914]: 369–392.
- CTS identifier
urn:cts:greekLit:tlg0530.tlg037.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
19
186
μεταθέντι δ' αὐτῷ 〈τὰ βοηθήματα οὐδὲ εἰ καλῶϲ τύχοι〉 τοῦ καιροῦ,
τὰ τῆϲ τάξεωϲ εὐϲτοχεῖται. ἀλλὰ περὶ τούτων ἐν ἄλλοιϲ.
Τὰ νῦν δὲ περὶ τῶν καιρῶν διαληψόμεθα διδάϲκοντεϲ, ὡϲ ἀπ'
ἀρχῆϲ μέχρι τέλουϲ τὸν τόπον ἐκπεριώδευϲε πάντα, 〈καὶ〉 πρώταϲ τὰϲ
ἐκ 〈τοῦ〉 Περὶ τῶν νούϲων παραθηϲόμεθα λέξειϲ, ἐν αἷϲ προμηνύϲαϲ,
ὡϲ ἀναγκαῖον ἐπίϲταϲθαι, ‘τί καιρὸϲ καὶ τί ἀκαιρία’, τότ' ἐπιζεύγνυϲι
ταῦτα· “καιροὶ δὲ τὰ μὲν καθάπαξ εἰϲὶν ἐν τῇ τέχνῃ πολλοὶ καὶ παν-
τοῖοι, ὥϲπερ καὶ τὰ νοϲήματα καὶ τούτων αἱ θεραπεῖαι. εἰϲὶν 〈δὲ〉
ὀξύτατοι μέν, ὅϲοιϲιν ἢ ἐκψύχουϲι δεῖ ὠφελῆϲαι ἢ οὐρῆϲαι ἢ ἀποπα-
τῆϲαι μὴ δυναμένοιϲ ἢ ἀποπνιγομένοιϲιν ἢ γυναῖκα τίκτουϲαν ἢ τι-
τρωϲκομένην ἀπαλλάξαι καὶ ὅϲα τοιαῦτά ἐϲτι. καὶ οὗτοι μὲν οἱ καιροὶ
ὀξεῖϲ καὶ οὐκ ἀρκέει ὀλίγῳ ὕϲτερον· ἀπόλλυνται γὰρ οἱ πουλλοὶ ὀλίγῳ
ὕϲτερον. ὁ μέντοι καιρόϲ ἐϲτιν, ἐπὴν πάθῃ τι 〈τούτων〉 ὁ ἄνθρωποϲ,
187
ὅ,τι ἄν 〈τιϲ〉 πρὸ τοῦ | τὴν ψυχὴν μεθεῖναι ὠφελήϲῃ, τοῦθ' ἅπαν ἐν
καιρῷ 〈ὠφέληϲεν〉.” 〈μέγιϲτον οὖν, εἴ τιϲ ἀκριβῶϲ τῆϲ〉 ὠφελείαϲ ἐπί-
ϲταται τὸν καιρόν· πᾶν γὰρ ὅ,τι ἄν τιϲ ἐν καιρῷ παραλάβῃ, τοῦτο
ὅϲον 〈τε καθ' αὑτὸ δύναται καὶ ὅϲον〉 ἐπὶ τῷ νῦν παραληφθῆναι
ὠφέληϲεν. εἰπὼν δὲ περὶ τῶν ὀξυτάτων καὶ τῶν ἀνυπερθέτωϲ ἀπαι-
τούντων τὴν βοήθειαν ἑξῆϲ καὶ περὶ τῶν ἀναβεβλημένων διδάϲκει και-
ρῶν· “ἕτερα δὲ νοϲήματά ἐϲτιν, οἷϲι καιρόϲ 〈ἐϲτι θεραπεύεϲθαι τὸ
πρωῒ τῆϲ ἡμέρηϲ, διαφέρει δὲ οὐδέν, ἢ πάνυ πρωῒ ἢ ὀλίγῳ ὕϲτερον.
ἕτερα δὲ νουϲήματά ἐϲτιν, οἷϲι καιρὸϲ〉 θεραπευθῆναι ἅπαξ τῆϲ ἡμέρηϲ,
καὶ ὁπηνίκα γε, οὐδὲν διαφέρει. ἕτερα 〈δὲ διὰ〉 τρίτηϲ ἢ τετάρτηϲ
ἡμέρηϲ, ἄλλα ἅπαξ τοῦ μηνόϲ, ἄλλα διὰ τριῶν μηνῶν καὶ τοῦ τρίτου
ἢ ἱϲταμένου ἢ φθίνοντοϲ, οὐδὲν διαφέρει. τοιοῦτοι καιροί εἰϲιν ἐνίοιϲ
καὶ ἀκρίβειαν οὐκ ἔχουϲιν ἄλλην 〈ἢ〉 τοιαύτην.” ἤρξατο μὲν ἀπὸ 〈τῆϲ〉
188
ϲτιγμιαίαϲ τῶν καιρῶν ὑποϲτάϲεωϲ, εἶθ' οὕτω παρῆλθεν | ἐπὶ τὰϲ ὥραϲ,
καὶ ἀπὸ τῶν ὡρῶν ἐπὶ τὰϲ ἡμέραϲ, ἀπὸ δὲ τούτων ἐπὶ τοὺϲ μῆναϲ
καὶ τῶν μηνῶν τοὺϲ κατ' αὔξηϲιν ἢ μείωϲιν τῆϲ ϲελήνηϲ ἀριθμου-
μένουϲ. ὅπερ δοκεῖ τιϲιν ἴϲωϲ παράδοξον εἶναι, δείξω 〈δὲ〉 μέγα τι
πρὸϲ 〈τὴν〉 τῶν νοϲημάτων ἀναϲκευὴν δυνάμενον καὶ μάλιϲτα τῶν
χρονίων, ἐν οἷϲ ἐπιτέτραπται τῷ τεχνίτῃ τοὺϲ προϲήκονταϲ ἀναμένειν
καιρούϲ, 〈διὰ τὸ〉 ϲυμπάϲχειν καὶ ϲυμμεταβάλλειν τοῖϲ οὐρανίοιϲ τὰ
ἐπίγεια. ‘ϲύμπνοια γὰρ μία καὶ ξύρροια μία’ οὐ μόνον ἐν τοῖϲ ἡμετέροιϲ
ϲώμαϲιν, ἀλλὰ κἀν τοῖϲ ὅλοιϲ. ἀντιλαμβάνεται γοῦν τῆϲ ἐν τῷ περι-
έχοντι ἀέρι μεταβολῆϲ 〈τῆϲ παρὰ τὰϲ ἄϲτρων τινῶν κινήϲειϲ〉 τά τε φυτὰ
καὶ τὰ ζῷα καὶ πολὺ πλεῖον 〈τῆϲ〉 παρὰ τὸν τῆϲ ϲελήνηϲ μεταϲχημα-
τιϲμόν· ἐγγυτέρω γὰρ τῆϲ γῆϲ τὸ ἀπ' αὐτῆϲ θερμόν· ὅθεν καὶ 〈αἱ〉 ϲάρκεϲ
ἐνίων ζῴων καὶ τὰ ϲπλάγχνα ϲυναύξεταί 〈τε καὶ ϲυμμειοῦται〉 καὶ
καθόλου 〈τὰ ϲώματα〉 τὰ μὲν εὐθηνεῖ, τὰ δὲ τήκεται. ϲυνεπιϲημαίνει
δὲ καὶ τὰ τῶν ἀνθρώπων ϲώματα καὶ πολὺ πλεῖον ἐν νόϲοιϲ. ἱκανὴ
γὰρ ἡ τῆϲ ὑγείαϲ ἰϲχὺϲ ϲυγκρύπτειν τὰ τοιαῦτα παθήματα· νόϲοι δὲ
189
αἱ μὲν κατὰ ἀφαίρεϲιν φθίνοντοϲ τοῦ μηνὸϲ ϲυνε|πιϲημαίνουϲι πρὸϲ τὸ
χεῖρον, αἱ δὲ κατὰ περιουϲίαν τε καὶ πλημμυρίδα αὐξανομένου πιέζουϲι
τὰ μάλιϲτα. καλὸν οὖν ἐπίϲταϲθαι τὸν τεχνίτην, ὡϲ οὐ μόνον ἐν ταῖϲ
ὑπὲρ 〈τὰϲ Ἡρακλέουϲ ϲτήλαϲ〉 ὠκεανίοιϲ θαλάτταιϲ ἀναχώρηϲίϲ τε καὶ
ἔφοδοϲ γίνεται τῶν ὑδάτων παρὰ τοὺϲ ποιοὺϲ τῆϲ ϲελήνηϲ μεταϲχηματι-
ϲμούϲ, ἀλλὰ κἀν τοῖϲ ἡμετέροιϲ ϲώμαϲίν ἐϲτί τιϲ ἄμπωτιϲ 〈τῶν〉 ὑγρῶν, ἐφ'
ᾧ δυνατὸν αὐξανομένου τοῦ μηνὸϲ τὰ πληρωτικὰ μᾶλλον τῶν βοηθη-
μάτων παραλαμβάνοντι φθίνοντοϲ ἀφαιρέϲει χρῆϲθαι. τὰ 〈δ'〉 ἐναντία
τῷ ὅλῳ μαχόμενα οὐ μόνον τῶν νοϲούντων 〈ἕνεκα φεύγειν〉 πειρα-
τέον, ἀλλὰ καὶ τῶν ἰατρῶν· οὕτω γὰρ τῇ τέχνῃ ϲυνεργάζεται καὶ τὸ
θεῖον. διὸ δὴ κατὰ τὸ τοῖϲ εἰρημένοιϲ ἀκόλουθον ἀναφέρει τὸν λόγον
καὶ μέχρι τῆϲ τῶν ὡρῶν περιτροπῆϲ, ὅτε φηϲίν· “ἀκαιρίη δὲ τὰ τοι-
αῦτα· ὅϲα μὲν τῶν παθῶν πρωῒ δεῖ θεραπεύεϲθαι, μεϲημβρίηϲ θερα-
πευόμενα ἀκαίρωϲ θεραπεύεται· ἀκαίρωϲ δὲ ταύτῃ, ἐπεὶ ῥώμην ἴϲχει
τὴν ἐπὶ τὸ κάκιον διὰ τὴν οὐκ ἐν καιρῷ θεραπείην. ὅϲα δὲ ἑϲπέρηϲ,
ἤν τε μεϲημβρίηϲ ἤν τε τῆϲ νυκτὸϲ θεραπεύηται, ἀκαίρωϲ. καὶ ἢν τοῦ |
190
ἦροϲ δέῃ θεραπευθῆναι, 〈θεραπεύηται〉 δὲ χειμῶνοϲ, ἢ τοῦ 〈μὲν〉 χει-
μῶνοϲ δέῃ, τοῦ θέρεοϲ 〈δὲ〉 θεραπεύηται, 〈ἢ〉 ὅ,τι ἤδη δεῖ θερα-
πεύεϲθαι, τοῦτο ἀναβάλληται, καὶ ὅ,τι ἀναβάλλεϲθαι, ἤδη θεραπεύηται,
τὰ τοιαῦτα ἀκαίρωϲ θεραπεύεται.” καὶ ταῦτα μὲν ἐν παρέργῳ τοῦ λόγου
τοῦ μέλλοντοϲ εἰρήϲθω.
Βούλομαι δὲ ἤδη τὰ κυριώτερα γράφειν. ἔϲτι δὲ ταῦτα· τινὰϲ
διττοὺϲ ἐπίϲταται καιροὺϲ <Ἱπποκράτηϲ>, τοὺϲ μὲν τῶν ὅλων νοϲημά-
των, τοὺϲ δὲ τῶν ἐπὶ μέρουϲ παροξυϲμῶν. λέγει γοῦν ἐν Ἐπιδημίαιϲ,
ὡϲ ἀναγκαία τεθεωρῆϲθαι καὶ τῆϲ ὅληϲ νόϲου 〈καὶ τῶν μερικωτέρων
παροξυϲμῶν〉 ἡ ἐπίδοϲιϲ καὶ χάλαϲιϲ 〈ὡϲ πλεῖϲτον ἀπεχούϲηϲ ἔτι τῆϲ〉
ἀκμῆϲ, πρὸϲ ἑκατέρουϲ δ' ἀποβλέποντα τοὺϲ καιροὺϲ ἀεὶ προϲφέρειν τὰ
βοηθήματα. καὶ τοῦτο ῥᾴδιον μὲν ἐπὶ πάντων διδάξαι· δειχθήϲεται δ' ἐπὶ
τῆϲ τροφῆϲ. τροφὴ γὰρ τὸ κάλλιϲτον ἐν διαίτῃ βοήθημα· μόνον γοῦν τοῖϲ
λοιποῖϲ ϲυγκρινόμενον ἰϲοϲθενεῖ, πρὸϲ δὲ καὶ καθέλκει τὰ πάντα. τούτου
μάρτυϲ ὢν 〈<αὐτὸϲ> φαίνεται〉 ‘διαίταϲ’ καλέϲαϲ τὰϲ τροφάϲ. τῇ γὰρ τοῦ
191
παν|τὸϲ προϲηγορίᾳ τὸ μέροϲ ἐκόϲμηϲεν *** ἔϲτι δὲ πᾶϲ οὗτοϲ 〈ὁ〉 λόγοϲ
ἐναντιώτατοϲ μὲν <τοῖϲ νεωτέροιϲ>, ἀκόλουθοϲ δὲ 〈ταῖϲ ὑποθέϲεϲι〉 τῆϲ
ἰατρικῆϲ. ἀξιοῖ γὰρ <Ἱπποκράτηϲ> ἀπὸ τῶν πρώτων ἡμερῶν ἐπίϲταϲθαι
τὸν ἰατρόν, τί μὲν ταχέωϲ, τί δὲ βραδέωϲ ἀκμάϲει, καὶ τοῦτο προκατα-
μαθόντα προϲεπιϲκοπεῖν τοῦ κάμνοντοϲ τὴν δύναμιν καὶ ὥϲπερ ἐν
ζυγῷ τινι τῇ ἑαυτοῦ διανοίᾳ περὶ ἑκατέρων ϲταθμίζεϲθαι, πότερον
ἀγόμενοϲ ἀπὸ τῆϲ ἀρχῆϲ λεπτῶϲ ἐξαρκέϲει ὁ κάμνων, ὥϲτε καὶ κατὰ
τὴν ἀρχὴν 〈καὶ κατὰ τὴν〉 ἀκμὴν λεπτῶϲ διαιτηθῆναι (“ὅταν γὰρ
ἀκμάζῃ τὸ νόϲημα, τότε λεπτοτάτῃ διαίτῃ ἀναγκαῖον χρέεϲθαι”), ἢ προ-
απαυδήϲει καὶ οὐχ ὑπομενεῖ λεπτῶϲ ἀρχῆθεν ἀγόμενοϲ [καὶ κατὰ τὴν
ἀκμήν]· εἰ δὲ μέλλει προκαταλύεϲθαι πρὸ τῆϲ ἀκμῆϲ, περὶ δὴ τὰϲ πρώ-
ταϲ ἡμέραϲ ἀναλαμβάνειν τὴν δύναμιν, ἵν' ἰϲχύϲῃ παρούϲηϲ τῆϲ ἀκμῆϲ
λεπτῶϲ διαιτᾶϲθαι. οὐ γὰρ ἐπὶ πάντων εἴρηται τὸ ‘κατὰ τὴν ἀρχὴν
πιοτέρωϲ διαιτᾶν’, ἀλλ' ἐπὶ τῶν μελλόντων καταλύεϲθαι περὶ τὴν ἀκμήν.
192
μαν|θάνωμεν δὲ καὶ τὸν λόγον τοῦ δόγματοϲ· οὕτω γὰρ μᾶλλον αὐτῷ
τεθαρρηκότεϲ χρηϲόμεθα πρὸϲ τὰ ἔργα. ἡ φύϲιϲ ϲῴζουϲα τὴν ἀρχέγο-
νον καὶ πρώτην ἑαυτῆϲ εὐκραϲίαν ὀρέγεται 〈μὲν〉 εὐκαίρωϲ τῶν προϲ-
φερομένων, διοικεῖ δὲ καλῶϲ τὰ ληφθέντα καὶ διαδίδωϲιν εἰϲ ὅλον τὸ
ϲῶμα 〈καὶ〉 τάϲ τε προϲθέϲειϲ καὶ τὰϲ ἀφαιρέϲειϲ ποιεῖται ϲυμμέτρουϲ.
ὅταν δ' ἐπιπεϲόντα τὰ νοϲήματα ϲτάϲιν τινὰ καὶ ἀναρχίαν ἐργάϲηται,
ἐφ' ὅϲον ἂν ἰϲχύϲῃ τὰ πάθη, ἐπὶ τοϲοῦτον ἡ φύϲιϲ καταπονεῖται. περὶ
μὲν οὖν τὰϲ τῶν νοϲημάτων ἀρχὰϲ βραχεῖά τιϲ ἡ τοῦ κατὰ φύϲιν ἐκ-
τροπή, πολὺ δὲ τὸ τῆϲ φύϲεωϲ οἰκεῖον. περὶ δὲ τὰϲ ἀκμὰϲ ἡ τοῦ παρὰ
φύϲιν ἰϲχὺϲ 〈περιττή〉, πολὺ 〈δὲ τὸ〉 τῆϲ φύϲεωϲ ἀϲθενέϲ. διόπερ εἰ μέλλει
τιϲ ἐξ ἀρχῆϲ λεπτῶϲ ἀγόμενοϲ περὶ τὴν ἀκμὴν ὁλοϲχερεϲτέραϲ ἀπαιτεῖν
τροφὰϲ προαναλωθείϲηϲ τῆϲ δυνάμεωϲ, τοῦτον ἀξιοῖ ϲτηρίξαι κατὰ τὴν
ἀρχήν, ἵνα τῆϲ ἀκμῆϲ παραγενομένηϲ λεπτῶϲ διαιτᾶται. καὶ γὰρ εὔλογον
193
ἐν τῷ χαλεπωτάτῳ τῆϲ νόϲου καιρῷ καὶ ἐν ᾧ μάλιϲτα ἡ φύϲιϲ | πεπί-
εϲται ὀλιγόϲιτον εἶναι καὶ λεπτότατα προϲφερόμενον, 〈ἵνα τὸ προϲ-
κείμενον〉 μήτε ϲπαράξῃ κατὰ τὴν ἀνάδοϲιν μήτε πολλὴν ποιήϲηται τὴν
πρόϲθεϲιν, ἀλλ' ἐμβροχαῖϲ μὲν παραπληϲίωϲ παραμυθήϲηται, διαπορεύ-
ηται δ' ὅλον τὸ ϲῶμα μήτε πόνου μήτε χρόνου πρὸϲ τὴν οἰκονομίαν
δεηθέν. οὐ γὰρ ἐν μὲν τῇ τῶν μερικῶν παροξυϲμῶν ἀκμῇ φυλάϲϲεϲθαι
χρὴ τὰϲ τῆϲ τροφῆϲ παραθέϲειϲ, ἐν δὲ ταῖϲ τῶν ὅλων νοϲημάτων ἀκμαῖϲ
ὁλοϲχερεϲτέραϲ διδόναι τροφάϲ.
‘παράκειται γάρ’, φηϲί, ‘παρακμή’. † ἐγὼ δ' οὐ ζητῶ, τί τὸ μέλλον,
ἀλλὰ τί τὸ παρόν· οὐ γὰρ ἀκμὴ διδάϲκει τὸ φιλανθρωπότερον, ἀλλὰ παρα-
κμή *** τοῦ νοϲήματοϲ ἰϲχύϲ ἐϲτιν ἀνυπέρθετοϲ ἢ πολλάκιϲ τὸ μέγεθοϲ
οὐκ ἴϲμεν κἄν τε δύναμιϲ ἀκμάϲαι; ταῦτα γὰρ τὰ πολὺ τὰ πλεῖϲτα. ὅτι δ'
οὐ πάνταϲ περὶ τὴν ἀρχὴν βούλεται τρέφειν πιότερον, ἀλλὰ τοὺϲ μέλλον-
ταϲ περὶ τὴν ἀκμὴν καταλύεϲθαι, δῆλον ἐκ τῶν ἐπιφερομένων. τί γάρ φηϲιν;
“οὐδ' οἷόν τε παρὰ καιρὸν οὔτε ϲφοδροτάταϲ κενεαγγείαϲ ποιεῖϲθαι οὔτ'
194
ἀκμαζόντων τῶν νοϲημάτων καὶ ἐν | φλέγμαϲιν ἐόντων προϲφέρειν.” καὶ
πάλιν· “τοῦτ' οὖν ἡγητέον μέγιϲτον διδακτήριον, ὅτι οὐ ϲτερητέαι αἱ
πρῶται ἡμέραι τοῦ ῥοφήματοϲ 〈ἢ〉 τοίου 〈ἢ τοίου〉 τοῖϲ μέλλουϲι μικρὸν
ὕϲτερον ῥοφήμαϲιν ἢ τοίοιϲιν 〈ἢ τοίοιϲι〉 χρῆϲθαι.” προειληφέναι δὲ τοῦτο
δεῖ, ὅτι περὶ τῶν ὀξέων ὁ λόγοϲ ἐϲτί. καὶ μετ' ὀλίγον παρίϲτηϲιν, ὡϲ
οὐκέτι ὁλικῶϲ, ἀλλ' ἐπὶ τινῶν ἐντάϲϲει τὴν τοιαύτην ἀγωγήν, λέγων·
“πάντ' οὖν ταῦτα μεγάλα μαρτύρια, ὅτι οὐκ ὀρθῶϲ ἄγουϲιν εἰϲ τὰ
διαιτήματα οἱ ἰατροί· ἀλλ' ἐν ᾗϲί 〈τε νούϲοιϲιν〉 οὐ χρὴ κενεαγγεῖν
τοὺϲ μέλλονταϲ ῥοφήμαϲι διαιτᾶϲθαι, κενεαγγοῦϲιν, ἐν ᾗϲί τε οὐ χρὴ
μεταβάλλειν ἐκ κενεαγγείηϲ ἐϲ τὰ ῥοφήματα, ἐν ταύτῃϲι μεταβάλ-
λουϲι, καὶ ὡϲ τὸ πολὺ 〈ἀπαρτὶ〉 [ἐνίοτε] ἐν τοῖϲι τοιουτέοιϲι καιροῖϲ
μεταβάλλουϲιν εἰϲ τὰ ῥοφήματα ἐκ τῆϲ κενεαγγείηϲ, ἐν οἷϲι πολλάκιϲ
ἀρήγει ἐκ τῶν ῥοφημάτων πληϲιάζειν τῇ κενώϲει, ἢν οὕτωϲ τύχῃ
παροξυνομένη ἡ νοῦϲοϲ.” οὗτοϲ δ' ἐϲτὶν ὁ κατὰ τὴν ἀκμήν, ἐν ᾧ ϲυν-
αναγκαζόμενοι διὰ τὴν τῆϲ δυνάμεωϲ κατάλυϲιν ἐκ τῶν λεπτοτέρων
195
ἐπὶ τὰ ὁλοϲχερέϲτερα παραγίνονται | ἤδη τῶν ϲωμάτων 〈κατεχομένων〉
ὑπὸ τῆϲ φλεγμονῆϲ. “οὐ δὴ οἷόν τε παρὰ καιρὸν οὔτε ϲφοδρὰϲ τὰϲ
κενεαγγείαϲ ποιέειν οὔτε ἀκμαζόντων 〈τῶν〉 νουϲημάτων καὶ ἐν φλεγ-
μονῇ ὄντων 〈προϲφέρειν〉.” μήτ' ἀμέτρουϲ φηϲὶν ἀνατάϲειϲ παραλαμβά-
νειν μήτ' ἀκαίρωϲ τρέφειν. ἐπὶ πολλῶν δ' ἀκαιρότατόν ἐϲτιν ἡ μέχρι
τρίτηϲ ἀνάταϲιϲ, βλαβερὸν δὲ καὶ κακὸν καὶ ἡ παρὰ μίαν τῆϲ τροφῆϲ
προϲφορά, 〈εἴ τιϲ ἀναγκαϲθήϲεται ἀκμάζοντοϲ τοῦ νοϲήματοϲ ὁλοϲχερε-
ϲτέραϲ διδόναι τροφάϲ〉. πρὸϲ γὰρ τοὺϲ οὕτω διαιτῶνταϲ ἀποβλέπων
ταῦτα πάντα γράφει. ἀρχὴν γὰρ 〈οὐ〉 πάνυ ἁμάρτημα ἡ διάτριτοϲ, καὶ
ἐχρῶντο πρόϲ 〈γε τοὺϲ δεομένουϲ καὶ οἱ περὶ τὸν〉 <Ἱπποκράτην> ταύτῃ.
μάρτυϲ αὐτὸϲ <Ἱπποκράτηϲ> πάλιν ἐν τῷ πρὸϲ τὰϲ Κνιδίαϲ γνώμαϲ εἰ-
πών· “οἶδα δὲ τοὺϲ ἰητροὺϲ τὰ ἐναντιώτατα ἢ ὡϲ δεῖ ποιοῦνταϲ. βούλον-
ται γὰρ πάντεϲ 〈ὑπὸ τὰϲ〉 ἀρχὰϲ τῶν νούϲων προταριχεύϲαντεϲ 〈τοὺϲ
ἀνθρώπουϲ ἢ〉 δύο ἢ τρεῖϲ ἢ καὶ πλείουϲ ἡμέραϲ οὕτωϲ προϲφέρειν τὰ
ῥοφήματα καὶ τὰ ποτά.” καὶ οὐ μέμφεται, ὅτι τινὰϲ ἀνέτεινον μέχρι
τῶν εἰρημένων ἀριθμῶν, ἀλλ' ὅτι πάνταϲ. καὶ γὰρ αὐτὸϲ ἀνατείνει καὶ |
196
μέχρι τριῶν καὶ τεττάρων ἡμερῶν, ἀλλὰ τοὺϲ δεομένουϲ. “τοὺϲ δ' ἀκα-
ταϲτάτουϲ τῶν πυρετῶν ἐᾶν, μέχρι ἂν ϲτῶϲιν· [καὶ] ὅταν δὲ ϲτῶϲιν,
ἀπαντῆϲαι [οὕτωϲ προϲφέρει γὰρ ῥοφήματα καὶ τὰ ποτὰ] διαίτῃ [ἐπὶ]
προϲηκούϲῃ.” καὶ ἀξιοῖ τὴν τρίτην καὶ τὴν τετάρτην εὐλαβεῖϲθαι· ‘αὗται
γὰρ αἱ ἡμέραι μάλιϲτα τίκτουϲι τὰϲ παλιγκοτήϲιαϲ’ καί, ὡϲ αὐτόϲ φηϲιν,
“ἑτερορρεπεῖϲ ποιέουϲι τοὺϲ κάμνονταϲ” “〈καὶ ὅϲα ἐϲ φλεγμονὴν καὶ〉
ἐϲ ἀκαθαρϲίην ὁρμᾷ καὶ ὅϲα εἰϲ πυρετούϲ.” καί φηϲιν, ὡϲ “πολλοῦ
ἄξιον τοῦτο τὸ μάθημα· τίνι γὰρ οὐκ ἐπικοινωνεῖ τῶν ἐπικαιροτάτων
ἐν τῇ τέχνῃ, οὐ κατὰ τὰ ἕλκεα μόνον, ἀλλὰ καὶ 〈κατὰ ἄλλα πολλὰ
νουϲήματα; εἰ μή τιϲ φήϲειε καὶ〉 τἆλλα νοϲήματα ἕλκεα εἶναι· ἔχει
γάρ τινα ἐπιείκειαν καὶ οὗτοϲ ὁ λόγοϲ.” ἴδωμεν οὖν καὶ τὰ ἑξῆϲ, δι'
ὧν ϲυνηγορεῖ τοῖϲ ἀνατείνουϲιν ἐπὶ πλείουϲ ἡμέραϲ· “καὶ ἴϲωϲ τι καὶ
εἰκὸϲ δοκέει αὐτέοιϲιν εἶναι μεγάληϲ τῆϲ μεταβολῆϲ γενομένηϲ τῷ ϲώ-
197
ματι μέγα τι κάρτα καὶ ἀντιμεταβάλλειν. 〈τὸ δὲ μεταβάλλειν μὲν〉
εὖ ἔχει μὴ ὀλίγον, ὀρθῶϲ μέντοι 〈γε μεταβιβαϲτέη〉 ἡ μεταβολή.”
〈ἐπαινεῖ δὴ τὸν〉 ἀνατείνοντα καὶ μέχρι τρίτηϲ, ἀλλ' ὀρθῶϲ 〈τε καὶ〉
τεχνικῶϲ, τουτέϲτι τὸν δεόμενον 〈καὶ〉 ὑπομενοῦντα, 〈καὶ〉 ὅταν ὑπο-
βάλλῃ [τὸ μὲν γένοϲ] τὸ μέγεθοϲ τῆϲ διαθέϲεωϲ, ἡ ὥρα, ἡ χώρα, ἡ
ἡλικία, τὰ τῆϲ προηγηϲαμένηϲ διαίτηϲ. 〈ὡϲ δὲ〉 βεβαιότερον τῆϲ μετα-
βολῆϲ ἐπῄνεϲε τοῦτο τὸ 〈‘κατὰ τὴν ἀρχὴν πιοτέρωϲ διαιτᾶν’〉, ἵνα μὴ
περὶ τὰϲ πρώταϲ ἡμέραϲ ἀφελὼν τὰϲ προϲφοράϲ, ὅτε καὶ ὁ κάμνων
λαμβάνειν ἠδύνατο καὶ ἡ φύϲιϲ διοικεῖν τὰ ληφθέντα, περὶ τὴν ἀκμὴν
μεταβολῇ καταλυομένην ὁρῶν τὴν δύναμιν εἶτα μαχομέναϲ αὐτῇ ποιῇϲ
〈προϲθέϲειϲ〉, ὅτε μὴ δύναται μηδὲ ῥοφήματα διοικεῖν ὁ κάμνων, τότε
πιέζων τε αὐτὸν καὶ πνίγων ταῖϲ τροφαῖϲ. ἰδεῖν γοῦν ἔϲτι <τοὺϲ> λόγῳ
μὲν <μεθοδικούϲ>, ἔργῳ δ' ἀμεθόδουϲ τῶν ἰατρῶν τὸν οἶνον τότε καὶ |
198
τὰ κρέα διδόνταϲ καὶ ὥϲπερ εἰϲ ἄψυχον ἄγγοϲ εἰϲχέονταϲ τὰϲ τροφάϲ.
τῷ μὲν οὖν καλῶϲ κατὰ τὴν ἀρχὴν ἀνατείναντι μένει καὶ κατὰ τὴν
ἀκμὴν ἡ δύναμιϲ ἑϲτῶϲα, τῷ δὲ παρὰ τὸ δέον ταῖϲ ἀνατάϲεϲι χρηϲα-
μένῳ περὶ τὴν ἀρχὴν κατάγνυται τὰ μὲν ὑπὸ τῆϲ νόϲου, τὰ δ' ὑπὸ τῆϲ
ἀτεχνίαϲ βιαϲθεῖϲα. ἐμέμψατο 〈δὲ〉 καὶ ἐν ἄλλοιϲ τοὺϲ τοιούτουϲ τῶν
ἰατρῶν εἰπών· “τί γὰρ 〈ἂν〉 ἦν κακόν, εἰ τὰ ἐπίχειρα τῆϲ ἀμαθίηϲ ἐκο-
μίζοντο οἱ τὰ τῆϲ τέχνηϲ κακῶϲ δημιουργοῦντεϲ; νῦν δὲ τοῖϲιν οὐδὲν
αἰτίοιϲι τῶν καμνόντων, οἷϲ οὐχ ἱκανὴ ἐφαίνετο ἡ τοῦ νοϲεῖν λύπη,
εἰ μὴ προϲέλθοι καὶ τοῦ ἰητροῦ ἀπειρίη.” χρὴ οὖν οὕτωϲ ἀεὶ περὶ τὰϲ
ἀρχὰϲ καὶ ταῖϲ ἀνατάϲεϲι χρῆϲθαι, ὡϲ μὴ μέλλειν περιττὰϲ τὰϲ ἀκμὰϲ
εἶναι ἐπιεικέϲτατον, καὶ 〈μᾶλλον ἔτι〉 μετὰ τὰϲ ἀνατάϲειϲ καὶ μάλιϲτα
τὰϲ πολυημέρουϲ ταῖϲ προϲφοραῖϲ. μάθωμεν δὲ κἀκ τῶν ἐπιφερομένων·
καὶ γὰρ ϲυνῆψε τὸν λόγον· “τὸ δὲ μεταβάλλειν μὲν εὖ ἔχει μὴ ὀλίγον,
199
ὀρθῶϲ μέντοι γε μεταβιβαϲτέη καὶ ἡ μεταβολὴ καὶ | ἡ πρόϲαρϲιϲ τῶν
γευμάτων ἔτι μᾶλλον” [ἀπὸ κοινοῦ τοῦ ὀρθῶϲ καὶ βεβαίωϲ ὠφελεῖ
γίγνεϲθαι]. κακὸν μὲν γὰρ τὸ ἐν ὁποτέρῳ διαμαρτάνειν, κάκιον δὲ τὸ ἐν
τῇ προϲθέϲει. ἀκούωμεν 〈δ' αὐτοῦ καὶ〉 τὰ ἀπὸ τούτου λέγοντοϲ· “προϲ-
τεκμαρτέα τε καὶ ἡ ἰϲχὺϲ καὶ ὁ τρόποϲ τοῦ νοϲήματοϲ ἑκάϲτου καὶ τῆϲ
φύϲιοϲ τοῦ ἀνθρώπου καὶ τοῦ ἔθεοϲ τῆϲ διαίτηϲ τῆϲ τοῦ κάμνοντοϲ οὐ
μόνον ϲιτίων, ἀλλὰ καὶ ποτῶν. πολλῷ δ' ἧϲϲον ἐπὶ τὴν πρόϲθεϲιν ἰτέον,
ἐπεὶ τήν γε ἀφαίρεϲιν ὅλωϲ ἀφελεῖν πολλαχοῦ λυϲιτελέϲ, ὅπου διαρκεῖν
μέλλει ὁ νοϲῶν, ἔϲτ' ἂν τῆϲ νούϲου ἡ ἀκμὴ πεπανθῇ.” οὐκ ἄρ' 〈ἐχρῆν
δοκιμάζειν μόνον〉 τὴν δύναμιν, εἰ οἵα τε φέρειν φλεβοτομίαν ἢ λάπαξιν,
ἀλλὰ προϲβλέπειν καὶ τούτων παροφθέντων, εἰ ὑπομένειν ἱκανὴ καὶ
βαϲτάϲαι τῆϲ νόϲου τὴν ἀκμήν.
206
Ἀλλά τίϲ φηϲι τῶν παραχαραϲϲόντων τὴν μέθοδον· ‘κἀγὼ
τῇ δυνάμει προϲέχω.’ πρὸϲ ὃν ἔϲτιν εἰπεῖν· καὶ πῶϲ βλέπειϲ τὴν
δύναμιν; μὴ γὰρ φαίνεται; οὐ 〈γὰρ〉 πολλάκιϲ δοκῶν ἰϲχυρόϲ τιϲ
κατὰ τὴν πρόχειρον φανταϲίαν ἀϲθενήϲ ἐϲτιν καὶ εὐδιάλυτοϲ; [ὁ γὰρ
δοκῶν ἰϲχυρὸϲ] μὴ γὰρ τὰ δι' ὧν ἡ δύναμιϲ γνωρίζεται παραλαμβά-
νειϲ, ἡλικίαν, ὥραν, χώραν, τὰ παραπλήϲια; μὴ γὰρ ἔξεϲτί ϲοι τῶν |
207
ϲφυγμῶν ἅψαϲθαι; ἀλλ' οὐδ' ἂν ἅψει γνωρίϲειαϲ, πότερον ἐν πνεύ-
ματι ἡ δύναμιϲ ἢ ἐν ὑγροῖϲ ἢ ἐν τοῖϲ ϲτερεοῖϲ. προϲέχειϲ ταῖϲ φυ-
ϲικαῖϲ ἐνεργείαιϲ, ἵνα 〈μανθάνῃϲ τὰ τῆϲ δυνάμεωϲ; καὶ ἴϲωϲ γιγνώ-
ϲκειϲ〉 μέν, ἐπὶ πόϲον ἡ δύναμιϲ ἐμποδίζεται· εἰ δὲ νῦν μὲν 〈τῷ νοϲή-
ματι μὴ〉 ἐπιτρέπει, ὕϲτερον δὲ διαλυθήϲεται, δύναϲαι προβλέψαι; ἐπι-
ϲκοπεῖ τῆϲ φύϲεωϲ τὰ κράματα; προγιγνώϲκειϲ τὰϲ ἀκμάϲ; οἶδαϲ, 〈ἐν〉
τίνι μὲν μόνιμον, ἐν τίνι δ' εὐκεράϊϲτον ἡ δύναμιϲ; διακρίνειϲ τὸν ἀπὸ
199
τῆϲ μεϲημβρίαϲ ἢ τὸν ἀπὸ τῆϲ ἄρκτου; | ὥϲτε μή μοι λέγε· ‘κἀγὼ βλέπω
τὴν δύναμιν.’ οὐ γὰρ οὕτωϲ βλέπειϲ, ὡϲ ἐχρῆν· ὅπωϲ δ' ἂν ἐπιβλέπῃϲ,
200
πρὸϲ τῷ μηδὲν λέγειν καινὸν ἀνατρέπειϲ ϲεαυτοῦ | τὰ καθολικά. τίϲ
οὖν ὁ τεχνικὸϲ λόγοϲ; “ϲυντεκμαίρεϲθαι δὲ καὶ τὸν νοϲέοντα καὶ τὴν
ἀκμὴν τῆϲ νόϲου, καὶ πότερον ἐκεῖνοϲ ἀπαυδήϲει πρότερον καὶ οὐκ
ἐξαρκέϲει τῇ διαίτῃ, ἢ ἡ νοῦϲοϲ πρότερον ἀπαυδήϲει καὶ ἀπαμβλυνεῖται.”
Ἐπιϲτάμενοϲ δ', ὡϲ οὐ τοῦ τυχόντοϲ ἰατροῦ ἀπὸ τῆϲ πρώτηϲ
εἰϲβολῆϲ τῶν νοϲημάτων εἰδέναι τίνα μὲν ταχέωϲ, τίνα δὲ βραδέωϲ
ἀκμάζει, πολλὰϲ ἔδωκε τὰϲ εἰϲ τοῦτο ἀφορμὰϲ διὰ παϲῶν μὲν τῶν
ϲυντάξεων, μάλιϲτα δὲ καὶ διὰ τῆϲ δευτέραϲ Ἐπιδημίαϲ εἰπών· “περὶ
τὰϲ ἀρχὰϲ τῶν νούϲων ϲκεπτέον, εἰ αὐτίκα ἀνθεῖ· δῆλον δὲ τῇ ἐπι-
δόϲει.” γνώϲῃ, φηϲί, αὐτὴν τὴν ἀκμὴν ἐγγὺϲ οὖϲαν ἢ μακράν, ἐὰν
καλῶϲ ἐπιϲκοπήϲῃϲ τὴν ἐπίδοϲιν· τὰ μὲν γὰρ [ὀρθῶϲ] κατὰ μικρὸν
ἐπιδιδόντα βραδεῖαν, τὰ δὲ ταχέωϲ ἐπαναβαίνοντα ταχεῖαν διδάϲκει
τὴν ἀκμήν. “τὰϲ δ' ἐπιδόϲιαϲ τῇϲι περιόδοιϲι· καὶ αἱ κρίϲιεϲ ἐντεῦθεν
201
δῆλοι.” διὰ μὲν τῆϲ ἐπιδόϲεωϲ γνωρίϲειϲ τὴν ἀκμήν, τὴν δ' | ἐπίδοϲιν
διὰ τῶν περιόδων. ἄλλο γὰρ τὸ καθ' ἡμέραν ἐπιϲημαίνεϲθαι καὶ ἄλλο
τὸ παρὰ μίαν ἢ δύο. καὶ 〈τούτοιϲ μὲν〉 οὐκ ἠρκέϲθη, προϲέθηκε δὲ τὰ
τεχνικώτερα· “καὶ τοῖϲιν ἐν τῇϲι περιόδοιϲι παροξυϲμοῖϲιν” ϲκεπτέον,
“εἰ πρωϊαίτερον ἢ οὔ, καὶ εἰ πλείονα χρόνον ἢ οὔ, καὶ 〈εἰ〉 μᾶλλον ἢ
οὔ.” καὶ 〈γὰρ ἀναγκαῖον, εἴ τιϲ μετ' ἀϲφαλείαϲ〉 βούλεται ταχύνουϲαν
ἢ βραδύνουϲαν ἀκμὴν προδιαγνῶναι, παρατηρεῖν μὲν καὶ τὰ προειρη-
μένα, πότερον ἠπειγμένωϲ ἢ ϲχέδην πρόειϲιν ἡ ἐπίδοϲιϲ, καὶ πότερον
ὁ [τε] τρόποϲ ἐγγὺϲ ϲυνεχείαϲ ἢ μακράν, ϲὺν δὲ τούτοιϲ καὶ τοὺϲ ἐν
ταῖϲ περιόδοιϲ παροξυϲμούϲ, “εἰ πρωϊαίτερον ἢ οὔ,” τουτέϲτιν 〈εἰ〉
προλαμβάνουϲιν· οἱ μὲν γὰρ προληπτικοὶ πρὸϲ τοῦ τάχουϲ, οἱ 〈δ'〉
ἐφυϲτερητικοὶ πρὸϲ τῆϲ βραδυτῆτοϲ μᾶλλον. ἐπεὶ δὲ δύναται προλαβὼν
ὁ παροξυϲμὸϲ καὶ προκαταλῆξαι, προϲέθηκε· “καὶ εἰ πλείονα χρόνον ἢ
οὔ.” ἔτι δ' ἐπιϲτάμενοϲ, ὡϲ οὐκ ἐν τῷ μήκει μόνον τῶν παροξυϲμῶν
καὶ τῇ βραχύτητί ἐϲτιν ἡ διαφορά, ἀλλὰ καὶ ἐν τῇ ϲφοδρότητι καὶ
202
ἀμυδρότητι, καὶ δυνατὸν ἐν ἴϲῳ τῆϲ ἐπιϲημαϲίαϲ διαϲτήματι | χαλεπώ-
τερόν τινα παροξυνθῆναι ἢ κουφότερον, διὰ τοῦτο προϲέθηκε· “καὶ εἰ
μᾶλλον ἢ οὔ.” ὅταν ἴδῃϲ μεγάλα διαβαίνουϲαν τὴν ἐπίδοϲιν καὶ τὸν
ἑξῆϲ παροξυϲμὸν ἀεὶ τοῦ προηγηϲαμένου πολλῷ μὲν ἐπιμηκέϲτερον,
πολλῷ δὲ χαλεπώτερον, γίνωϲκε, ὅτι αὐτίκα ἀνθεῖ. “καὶ γὰρ | τῶν
παραχρῆμα ἀπολλυμένων διὰ τοῦτο ταχεῖαι αἱ κρίϲιεϲ, ὅτι ταχέεϲ οἱ
πυρετοὶ καὶ ξυνεχέεϲ καὶ ἰϲχυροί.” ἐκ δὲ τῶν ἐναντίων τὸ ἐναντίον.
“ἴϲωϲ” γὰρ “καὶ ἄλλων πραγμάτων κοινῶν τὰ μὲν θᾶϲϲον 〈βραχύτερα,
τὰ δὲ〉 βραδύτερον μακρότερα.” οὐ μόνον 〈δ'〉 ἐν ταῖϲ Ἐπιδημίαιϲ, ἀλλὰ
καὶ ἐν τοῖϲ Ἀφοριϲμοῖϲ δίδωϲί ϲοι τὰϲ ἐφόδουϲ, δι' ὧν τήν τε ἐγγὺϲ
οὖϲαν ἀκμὴν τήν τε πόρρω προκαταλήψει· “τοὺϲ δὲ παροξυϲμοὺϲ καὶ
τὰϲ καταϲτάϲιαϲ δηλώϲουϲιν αἱ νοῦϲοι” (καὶ γὰρ τούτων αἱ μὲν ὀξεῖαι
φύϲει, αἱ δὲ φύϲει χρόνιαι) “καὶ αἱ ὧραι τοῦ ἔτεοϲ·” ὅϲαι γὰρ αὐτῶν
ϲυλλαμβάνονται τοῖϲ νοϲήμαϲιν, ϲυμμαχοῦϲαι ταχείαϲ ποιήϲονται καὶ
τὰϲ 〈‘τῶν περιόδων πρὸϲ ἀλλήλαϲ〉 ἐπιδόϲειϲ’ καὶ τὰϲ ἀκμάϲ. διόπερ
ἀναγκαῖον εἰδέναι “ἀγαθὸν ὅ τι κοινὸν ἐν τῇ καταϲτάϲει ἢ ἐν τῇ νούϲῳ.”
203
[καὶ τῇ περιόδῳ | πρὸϲ ἀλλήλαϲ ἐπιδόϲιεϲ] ταῦτα κοινὰ ταῖϲ Ἐπιδη-
μίαιϲ 〈καὶ τοῖϲ Ἀφοριϲμοῖϲ〉. προϲθήϲει δέ ϲοι καὶ ἄλλην τινὰ περι-
ουϲίαν, δι' ἧϲ ἐπιϲτήϲει τὴν ἀκμήν· “καὶ τοῖϲ ἐπιφαινομένοιϲ· οἷον ἐν
πλευριτικοῖϲι πτύελον, αὐτίκα ἢν ἐπιφαίνηται ἀρχομένου, βραχύνει· ἢν
δὲ ὕϲτερον ἐπιφαίνηται, μηκύνει” (“πεπαϲμοὶ” γὰρ “ταχυτῆτα κρίϲιοϲ
καὶ ὑγείαϲ ἀϲφάλειαν ϲημαίνουϲι”)· “καὶ οὖρα καὶ διαχωρήματα καὶ
ἱδρῶτεϲ καὶ εὔκριτα καὶ δύϲκριτα καὶ μακρὰ καὶ βραχέα [τ' ἀναβητικὰ]
τὰ 〈νοϲήματα〉 ἐπιφαινόμενα δηλοῖ.” ἔχειϲ, φηϲίν, ἀφθονίαν ἐντυγχάνων
μου ταῖϲ ϲυντάξεϲιν· καὶ οὐ μόνον ὀξεῖαν καὶ ἀναβεβλημένην ἀκμήν,
ἀλλὰ καὶ ἄλλα πολλὰ τῶν μελλόντων προϲεπιγνώϲῃ· μόνον πρόλαβε
καὶ πιϲτοῦ τοῦτο, ὅτι ‘τὸν ἰατρὸν ἄριϲτόν ἐϲτι πρόνοιαν ἐπιτηδεύειν’,
οὐ μόνον εἰϲ εὐδοξίαν, ἀλλὰ πολὺ πλέον εἰϲ θεραπείαν. ταῦτα προ-
καταϲτηϲάμενοϲ οἴϲει τὸν λόγον ἐπὶ τὰ ἔργα. |
204
“Ὁκόϲοιϲι μὲν οὖν αὐτίκα 〈ἡ ἀκμή〉, αὐτίκα λεπτῶϲ διαιτᾶν.”
ποῦ γὰρ δέδοικαϲ τὴν τῆϲ δυνάμεωϲ κατάλυϲιν εὐθέωϲ τῆϲ ἀκμῆϲ ἐπι-
πεϲούϲηϲ, ὥϲπερ ἐπὶ ϲυνάγχηϲ, εἰ τύχοι; ἔξεϲτιν ἄρ' ὅλωϲ τοῦ πάθουϲ
γενέϲθαι μηδὲν περὶ τῆϲ δυνάμεωϲ εὐλαβούμενον. “οἷϲ δ' ὕϲτερον ἡ
ἀκμή, 〈ἐϲ ἐκεῖνο〉” τὸ τῆϲ ἀκμῆϲ “καὶ πρὸ ἐκείνου ϲμικρὸν ἀφ-
αιρετέον· ἔμπροϲθεν δὲ πιοτέρωϲ διαιτᾶν, ὡϲ ἐξαρκέϲῃ ὁ νοϲέων.” ἐν-
θάδε γὰρ ἀμφοτέρων ἅμα, καὶ τοῦ πάθουϲ καὶ τῆϲ δυνάμεωϲ, χρὴ
ϲτοχάζεϲθαι. τὸ δὲ “πιοτέρωϲ” ἐϲτὶ τῆϲ ‘ἐϲχάτωϲ λεπτῆϲ 〈διαίτηϲ〉 μικρὸν
ἁδροτέρωϲ’. “ἐν δὲ τοῖϲ παροξυϲμοῖϲ ὑποϲτέλλεϲθαι.” διὰ ταύτηϲ τῆϲ
λέξεωϲ πάνυ διδάϲκει θεραπευτικὸν καὶ τεχνικὸν τὸ ἐπικειμένου βαρυ-
τέρου παροξυϲμοῦ μὴ δεῖν παρατιθέναι τροφήν. εἴτε γὰρ κατ' ἐπανά-
βαϲιν ἀεὶ γίγνοιντο ϲφοδρότεροι παροξυϲμοί, καλὸν τῆϲ δυνάμεωϲ προ-
ηρεθιϲμένηϲ ἐπὶ τὰϲ ἀφαιρέϲειϲ παραγίνεϲθαι· εἴτε πάλιν μὲν κουφό-
205
τερον, πάλιν δὲ βαρύτερον ἐπιϲημαίνοιντο, πάλιν | τεχνικὸν τὸ μὴ τρέ-
φειν πρὸ τοῦ χαλεπωτέρου παροξυϲμοῦ, ἀλλ' ἀεὶ μετὰ τὴν βαρυτέραν
ἐπιϲημαϲίαν. ἀλλὰ παροξῦναι φῂϲ [ϲημαϲίαν] τὸ νόϲημα δοὺϲ τὰϲ πρώ-
ταϲ ἡμέραϲ τὴν τροφὴν ἀνέξων τὸν θεραπευόμενον. ἀλλὰ πλέον ὠφελεῖϲ
〈εἰϲ〉 ϲωτηρίαν 〈ἀναρρώϲαϲ〉 τὴν δύναμιν. παντὶ δὲ τῷ βοηθήματι βλάβη
ϲυνέζευκται· ὃ γὰρ ὠφελεῖ, καὶ βλάπτει. θρέψαϲ οὖν 〈ἐν〉 ἀρχῇ τὸν
μέλλοντα καταλύεϲθαι περὶ τὴν ἀκμὴν ἐπ' ὀλίγον μὲν αὐξήϲω τὸ νόϲημα,
ἐπὶ πολὺ δ' ἀναρρώϲω τὴν δύναμιν. ὁ δὲ δόξαϲ μένειν 〈δεῖν〉 τὴν
〈παρακμὴν〉 οὔτε δύναμιν ἀνακτήϲεται παροξύναϲ τε τὸ νόϲημα ἄντικρυϲ
θάνατον οἴϲει. “αἱ δὲ κατ' ἀρχὰϲ ἁμαρτάδεϲ οὐχ ὁμοίωϲ ταύτῃϲιν ἀν-
ήκεϲτοι.” φανερὸν ὡϲ οὐχ ἑκὼν ἐν ταῖϲ πρώταιϲ ἡμέραιϲ ἐπὶ τὴν δό-
ϲιν ἔρχεται τῆϲ τροφῆϲ, ἀλλ' ὥϲπερ ἐν ϲτενοχωρίᾳ τινὶ ἀποληφθεὶϲ
τὸν ἐπιτηδειότατον ἐκλέγεται καιρόν. εἰ δὲ μηδὲν εὐλαβητέον, τεχνι-
κώτατον ἡγεῖται τὸ μέχρι τρίτηϲ καὶ τετάρτηϲ ἡμέραϲ, ποτὲ 〈δὲ〉 καὶ
206
〈ε̅〉 ἔτι | χρῆϲθαι ταῖϲ ἀνατάϲεϲιν, ὅταν ἢ τὰ ϲχήματα 〈τῶν νόϲων
τοῦτον〉 τὸν τρόπον ϲυναναγκάζῃ ἢ πολλή τιϲ ὑποκέηται περιουϲία
καὶ ἀντὶ φλεβοτομίαϲ καὶ ἄλλων κενωτικῶν μακροτέραν ἐκκρίνωμεν
ἀνάταϲιν. τοῖϲ μὲν γὰρ ἐν διατρίτῳ, τοῖϲ δὲ πρὸ διατρίτου, τοῖϲ δὲ
μετὰ τὴν διάτριτον καλῶϲ ἡ πρώτη δίδοται τροφή. καὶ καθ' ὅλου μὲν
δεῖ τυγχάνειν τῆϲ ϲυμμετρίαϲ· εἰ δὲ τοῦτο μὴ δυνατόν, ἐπὶ τὴν πολυ-
ήμερον ῥέπειν μᾶλλον ἀνάταϲιν ἤπερ ἐπὶ τὴν ταχίονα τῆϲ τροφῆϲ
207
παράθεϲιν τῆϲ δυνάμεωϲ μηδὲν κωλυούϲηϲ. | ποϲάκιϲ δ' ἀϲθενῆϲαι
δοκεῖ μέλλειν ἡ δύναμιϲ, διὰ δὲ τῆϲ ἀφαιρέϲεωϲ ἀναρρώννυται, ἄκουϲον
<Ἱπποκράτουϲ> διελέγχοντοϲ τοὺϲ εἰκαιοτέρουϲ τῶν ἰατρῶν· “οὐδὲ γὰρ
τῶν τοιούτων ὁρέω ἐμπείρουϲ ἐόνταϲ τοὺϲ ἰητρούϲ, ὡϲ χρὴ διαγινώϲκειν
τὰϲ ἀϲθενείαϲ ἐν τῇϲι νούϲοιϲιν, εἴτε διὰ κενεαγγείην ἀϲθενέονται εἴτε δι'
ἄλλον τινὰ ἐρεθιϲμὸν εἴτε διὰ πόνον καὶ ὀξύτητα τῆϲ νούϲου, ὁκόϲα τε
ἡμέων ἡ φύϲιϲ ἑκάϲτοιϲιν ἐκτεκνοῖ πάθεα καὶ εἴδεα παντοῖα· καίτοι γε εἰϲ
208
ϲωτηρίην ἢ θά|νατον φέρει γινωϲκόμενα ἢ ἀγνοούμενα τὰ τοιαῦτα.” οὐκ
ἄρα μικρὸν τὸ κινδύνευμα ἀγνοήϲαντι, πότε μὲν ἡ δύναμιϲ δι' ἔνδειαν
καταλύεται, ὥϲτε προϲθεῖναι τροφήν, πότε 〈δὲ〉 διὰ μέγεθοϲ φλεγμονῆϲ
ἄγχεται, ὥϲτε ἀφελεῖν, πότε 〈δὲ δι'〉 ἄλλον τινὰ ἐρεθιϲμόν, τουτέϲτι τρο-
πὴν καὶ διαφθορὰν τῶν παρακειμένων. ὡϲ γὰρ ἡ λυχνιαία φλὸξ καὶ δι'
ἔλλειψιν τοῦ λίπουϲ ἀποϲβέννυται καὶ διὰ πολλὴν καὶ ἀθρόαν ἐπίχυϲιν
καὶ ὅταν μὴ καθαρὸν καὶ ἀργιλῶδεϲ ᾖ, τὸν αὐτὸν τρόπον καὶ τὸ ἐν ἡμῖν
θερμόν, ἢ 〈φλόξ τιϲ ἢ〉 φύϲιϲ οὖϲα παραπλήϲιοϲ τῇ φλογί, καὶ ἐνδείᾳ καὶ
περιουϲίᾳ 〈καὶ κακίᾳ〉 τροφῆϲ διαφθείρεται. “ὁκόϲα τε ἡ φύϲιϲ ἡμέων
ἑκάϲτοιϲιν ἐκτεκνοῖ πάθεα καὶ εἴδεα παντοῖα.” οἱ μὲν γὰρ φύϲει λιμώ-
δειϲ, οἱ δὲ εὐκάκωτον ἔχοντεϲ ϲτόμαχον καὶ λιποθυμικὸν ἀπὸ τῶν
ἐλαχίϲτων διαθέϲεων μεγάλωϲ κακούμενοι καὶ ὥϲπερ ἕρματοϲ ἀεὶ δε-
όμενοι τῆϲ τροφῆϲ. καὶ ἄλλαι δ' εἰϲὶν ἰδιοϲυγκριϲίαι, 〈ἃϲ〉 πάϲαϲ δεῖ
209
βλέπειν, ὅπωϲ μήτε ἁμαρτήμαϲιν μήτ' αἴϲχεϲι περι|πίπτωμεν. “μεῖζον
μὲν γὰρ κακόν ἐϲτιν, ἢν διὰ τὸν πόνον καὶ τὴν ὀξύτητα τῆϲ νούϲου
ἀϲθενέοντι προϲαγάγῃϲ ποτὸν ἢ ῥόφημα πλεῖον ἢ ϲιτίον οἰόμενοϲ διὰ
κεναγγείην ἀϲθενέειν, 〈ἀεικὲϲ δὲ〉 καὶ διὰ κεναγγείαν ἀϲθενέοντα μὴ
γνῶναι καὶ πιέζειν τῇ διαίτῃ. φέρει μὲν γάρ τινα κίνδυνον καὶ αὕτη ἡ
ἁμαρτάϲ, πολλῷ δ' ἥττονα τῆϲ προτέραϲ. καταγελαϲτοτέρη δὲ πολλῷ
αὕτη μᾶλλον ἡ ἁμαρτὰϲ τῆϲ ἑτέρηϲ. εἰ γὰρ ἄλλοϲ ἰητρὸϲ ἢ καὶ ἰδιώ-
τηϲ ἐλθὼν καὶ γνοὺϲ τὰ ϲυμβεβηκότα δοίη πιεῖν καὶ φαγεῖν, ἃ ὁ ἕτεροϲ
ἐκώλυϲεν, ἐπιδήλωϲ ἂν δοκοίη ὠφεληκέναι. τὰ δὲ τοιαῦτα μάλιϲτα
καθυβρίζεται τῶν χειρωνακτέων 〈ὑπὸ τῶν〉 ἀνθρώπων. δοκέει γὰρ αὐ-
τοῖϲιν ὁ εἰϲελθὼν ἰητρὸϲ ἢ ἰδιώτηϲ ὡϲπερεὶ τεθνεῶτα ἀναϲτῆϲαι. γε-
γράψεται οὖν καὶ περὶ τουτέων ϲημεῖα, οἷϲι δεῖ ἕκαϲτα τούτων δια-
γινώϲκειν.” περὶ μὲν τῶν καθόλου καιρῶν τοϲαῦτα καὶ περὶ τῆϲ πρώτηϲ
δόϲεωϲ τῆϲ τροφῆϲ. |
210
Ἴδωμεν δὲ καὶ τὰ περὶ τῶν μερικωτέρων. “τοῖϲιν ἐν τῇϲι
περιόδοιϲι παροξυνομένοιϲι μηδὲν διδόναι ἢ ἀναγκάζειν, ἀλλ' ἀφαιρέειν
τῶν προϲθεϲίων πρὸ τῶν κρίϲεων.” 〈καὶ〉 “ὑποϲτέλλεϲθαι· τὸ προϲτι-
θέναι γὰρ βλάβη.” εἴτ' ἐν τοῖϲ κατὰ περίοδόν εἰϲί τινοϲ παροξυϲμῶν
διαλείμματοϲ μεταξὺ γινομένου εἴτ' ἐν τοῖϲ κατὰ ϲυνέχειαν ἔκ τινων
διαϲτημάτων ἐπανανεάζουϲιν, ἁπλῶϲ δήποτε τοῖϲ παροξυνομένοιϲ μη-
δὲν διδόναι μήτε ϲιτία μήτε ποτὰ μήτε διακλύϲματα. ὁτιοῦν γὰρ τότε
τὸ προϲφερόμενον τοῦ νοϲήματοϲ, οὐ τοῦ ϲώματοϲ ἔϲται τροφή. “ἤν
τιϲ τῷ πυρέϲϲοντι τροφὴν διδῷ, 〈ἣν ὑγιεῖ, τῷ μὲν〉 ὑγιαίνοντι ἰϲχὺϲ
αὕτη, τῷ 〈δὲ〉 κάμνοντι νόϲοϲ.” “μηδ' ἀναγκάζειν,” τουτέϲτι μηδ'
ἀναγκαϲτικῷ μηδενὶ χρῆϲθαι (παρηγορίαϲ μᾶλλον μὲν οὖν δεῖται ἢ βίαϲ
ἐν τοῖϲ παροξυϲμοῖϲ), 〈ἀλλὰ κατὰ τὸ ἐναντίωϲ〉 ἔχειν τὸν τῆϲ ἀνέϲεωϲ
211
〈καὶ τὸν τῆϲ ἐπιτάϲεωϲ〉 καιρὸν ἐν 〈μὲν〉 ἐκεί|νῳ τὰ ϲφοδρὰ καὶ ἀναγ-
καϲτικὰ παραλαμβάνειν τῶν βοηθημάτων, ἀφ' οὗ δ' ἂν ἐπιπέϲωϲιν οἱ
παροξυϲμοί, τὰ πραϋντικά. ὅνπερ γὰρ τρόπον τὰ ϲφόδρα ἄγρια ὄντα
τῶν θηρίων ὁ μὲν ἠρέμα προϲιὼν καὶ καταψήχων καὶ φιλοφρονούμενοϲ
ἡμεροῖ, ὁ δ' ἀντοργιζόμενοϲ καὶ μετὰ βίαϲ ἐπιὼν προϲαγριαίνει, ὡϲαύ-
τωϲ καὶ τὰ νοϲήματα τρόπον τινὰ ἠγριωμένα κατὰ τοὺϲ παροξυϲμοὺϲ
〈ὁ μὲν〉 παραμυθούμενοϲ καὶ πραΰνων ἐλαφρύνει τε καὶ τιθαϲεύει, ὁ
δ' ἀντιτείνων καὶ τὰϲ βίαϲ προϲφέρων ἐπεγείρει καὶ ποιεῖ χαλεπώτερα.
διὰ ταῦτα καὶ τὰ τοιαῦτα οὔτε τοῖϲ ἀναγκαϲτικοῖϲ βούλεται χρήϲαϲθαι
κατὰ τοὺϲ ἀναγκαϲτικοὺϲ παροξυϲμοὺϲ οὔτε ταῖϲ τροφαῖϲ, ἅμα μὲν διὰ
τὴν πρόϲθεϲιν, ἅμα δὲ καὶ διὰ τὴν ἐν ταῖϲ οἰκονομίαιϲ ταραχήν. “καὶ
ὁκόϲα κατὰ περιόδουϲ παροξύνεται, ἐν τοῖϲ παροξυϲμοῖϲ ὑποϲτέλλεϲθαι.”
“τὸ προϲτιθέναι γὰρ βλάβη.” οὐ μόνον δὲ ἐν τοῖϲ Ἀφοριϲμοῖϲ ἀξιοῖ
μηδενὶ χρῆϲθαι κινητικῷ, μήτε προϲθετικῷ μήτε κενωτικῷ, ἐν τοῖϲ παρο-
212
ξυϲμοῖϲ μήτε οὖϲι μήτε μέλλουϲιν (ἀλλὰ καταρρόπῳ καὶ τῇ νόϲῳ καὶ
τοῖϲ ἐν τῇ νόϲῳ 〈παροξυϲμοῖϲ), ἀλλὰ καὶ ἐν τῷ Περὶ νούϲων〉, ἔτι δὲ ἐν
ἄλλοιϲ, καὶ μεγαλοφωνότερον· “ὅταν δὲ καταιγίζωϲιν αἱ νόϲοι, ἡϲυχά-
ζειν χρὴ καὶ τὸν κάμνοντα καὶ τὸν ἰητρόν, ὡϲ μή τι ἐξεργάϲηται.”
πάντων δὲ ϲαφέϲτερον καὶ μεγαλοπρεπέϲτερον ἐν τῷ Πρὸϲ τὰϲ Κνιδίαϲ
γνώμαϲ, ὅτε φηϲί· “καιρὸν δὲ τῆϲ δόϲεωϲ τοῦ ῥοφήματοϲ τόνδε μά-
λιϲτα φυλάττεϲθαι κατ' ἀρχὰϲ καὶ διὰ παντὸϲ τοῦ νοϲήματοϲ· ἐπὰν
μὲν οἱ πόδεϲ ψυχροὶ ἔωϲιν, ἐπιϲχεῖν τοῦ ῥοφήματοϲ τὴν δόϲιν, μάλιϲτα
δὲ καὶ τοῦ ποτοῦ ἀπέχεϲθαι, ὅταν δὲ ἡ θέρμη καταβῇ ἐϲ τοὺϲ πόδαϲ,
τότε διδόναι 〈καὶ〉 νομίζειν τι μέγα δύναϲθαι τὸν καιρὸν τοῦτον ἐν
πᾶϲι τοῖϲι νουϲήμαϲιν, οὐχ ἥκιϲτα δ' ἐν τοῖϲ ὀξέϲι, μάλιϲτα δ' ἐν τοῖϲι
μᾶλλον πυρετώδεϲι καὶ ἐπικινδυνοτάτοιϲ”.
ἀλλά τίϲ φηϲι τῶν μηδὲ λέξεωϲ Ἑλληνικῆϲ ἐπαΐειν δυναμένων ἐν
ἀκμῇ παρατιθέναι τὸν <Ἱπποκράτην> τοῖϲ πυρέϲϲουϲι τὰϲ τροφάϲ· ὅταν
γὰρ 〈ἡ〉 θέρμη καταβήϲηται εἰϲ τοὺϲ πόδαϲ, τότε ἀκμάζειν τὸν πυρετὸν
213
ἅπαντοϲ ἴϲωϲ καὶ ὁμοίωϲ τοῦ ϲώματοϲ τεθερμα|ϲμένου. ὢ τῆϲ ἀϲυνεϲίαϲ
καὶ τῆϲ ἄκραϲ ἀπαιδευϲίαϲ· ὁ <τοῖϲ ἀρχαίοιϲ> τολμῶν ἀντιλέγειν οὐδὲ
τὸ καταβαίνειν οἶδε τί ποτ' ἐϲτίν. μαθέτωϲαν οὖν πρότερον ὁριϲμοὺϲ
οἱ τὰ <ἐκείνου> ϲιλλοῦντεϲ· οὐκ ἐν ἀκμῇ, ἀλλ' ἐν ἀνέϲει τοῦ πυρετοῦ
δίδωϲιν <Ἱπποκράτηϲ> τὴν τροφήν. τί γάρ φηϲιν; “ὅταν δ' ἡ θέρμη
καταβῇ εἰϲ τοὺϲ πόδαϲ, τότε διδόναι.” πᾶν δὲ τὸ καταβὰν ἐκλέλοιπε μὲν
τοὺϲ 〈τόπουϲ τοὺϲ〉 ἄνω, ἐν δὲ τοῖϲ κάτω γεγένηται· 〈ὅθεν δῆλον, ὡϲ
διδόναι βούλεται〉 οὐκ ἐκταθείϲηϲ, ἀλλὰ μεταϲτάϲηϲ τῆϲ θερμαϲίαϲ εἰϲ τὰ
κάτω χωρία. καὶ τοῦτο αὐτὸϲ προϲεκδιδάϲκει ϲαφῶϲ, ὥϲτε τοὺϲ ἠλιθιω-
τάτουϲ νοῆϲαι. λέγει δὲ οὕτωϲ· “ποδῶν δὲ ψυχρῶν ἐόντων μήτε ποτὸν
μήτε ῥόφημα μήτ' ἄλλο τι δίδου τοιόνδε, ἀλλὰ μέγιϲτον ἡγέου τοῦτο
εἶναι, διαφυλάϲϲεϲθαι, ἕωϲ ἂν θερμοὶ γένωνται ϲφόδρα· εἶθ' οὕτωϲ τὸ
ϲυμφέρον πρόϲφερε. ὡϲ γὰρ ἐπὶ 〈τὸ〉 πολὺ ϲημεῖόν ἐϲτι μέλλοντοϲ
παροξύνεϲθαι τοῦ πυρετοῦ ψύξιϲ ποδῶν. εἰ δ' ἐν τῷ τοιούτῳ καιρῷ
προϲοίϲειϲ, τὰ μέγιϲτα ἐξαμαρτήϲειϲ· τὸ γὰρ νόϲημα αὐξήϲειϲ οὐ ϲμικρῶϲ.
ὁκόταν δὲ 〈ὁ〉 πυρετὸϲ λήγῃ, τοὐναντίον οἱ πόδεϲ θερμότεροι γίνονται
214
τοῦ ἄλλου ϲώ|ματοϲ. αὔξεται μὲν γὰρ ψύχων τοὺϲ πόδαϲ, ἐξαπτόμενοϲ
ἀπὸ τοῦ θώρακοϲ 〈καὶ〉 εἰϲ τὴν κεφαλὴν ἀναπέμπων τὴν φλόγα. ϲυν-
δεδραμηκότοϲ δὲ [τοῦ] ἁλέοϲ τοῦ θερμοῦ παντὸϲ ἄνω καὶ ἀνατεθυμια-
μένου ἐϲ τὴν κεφαλὴν εἰκότωϲ οἱ πόδεϲ ψυχροὶ γίνονται ἄϲαρκοι καὶ
νευρώδεεϲ φύϲει ὄντεϲ, ἔτι δὲ πολὺ ἀπέχοντεϲ τῶν θερμοτάτων τόπων
ψύχονται ϲυναθροιζομένου τοῦ θερμοῦ ἐϲ τὸν θώρακα. 〈καὶ〉 πάλιν
ἀνάλογον 〈λυομένου〉 τοῦ πυρετοῦ 〈καὶ〉 κατακερματιζομένου ἐϲ τοὺϲ
πόδαϲ καταβαίνειν. κατὰ τόνδε οὖν τὸν χρόνον ἡ κεφαλὴ καὶ ὁ θώραξ
κατέψυκται.” οὐκ ἄρα ἐϲτὶν ἐν ὅλῳ τῷ ϲώματι τότε ἡ θερμαϲία οὐδ'
ἐπιτέταται, ἀλλ' ὥϲπερ ἐπειγόντων 〈τῶν〉 παροξυϲμῶν ἐπὶ τὴν ἀκμὴν
ἀθρόωϲ καὶ διηνεκῶϲ τὰ μέϲα ἐπυρπολήθημεν 〈καὶ〉 τὴν κεφαλήν, καὶ
νῦν ἐπείπερ ἐϲτὶν ἄνεϲιϲ, ἐκλέλοιπε μὲν τὰ κυριώτατα μέρη, περὶ δὲ
τοὺϲ πόδαϲ ἄκρωϲ ἐνδιατρίβει, καὶ τοῦτο γίνεται φύϲει. λογικώτατα
γὰρ ἰϲχυρῶϲ καταψυχθέντα ταῦτα καὶ ἰϲχυρῶϲ ἀλεαίνεται τῆϲ φύϲεωϲ
215
ἀεὶ διαδοχαῖϲ ἀνταποδιδούϲηϲ τὸ ἐναντίον. | ὅθεν καὶ διὰ ψυχρῶν τιϲ
ὁδεύϲαϲ χωρίων ὅταν εἰϲ ἀλέαν 〈ἢ〉 κατάλυϲιν ἔλθῃ, διαπύρουϲ ἴϲχει
τοὺϲ πόδαϲ, ἐπεὶ καὶ μᾶλλον ἐψύγηϲαν, καὶ τοῖϲ μᾶλλον 〈θερμανθεῖϲι
τὸ ψῦχοϲ ἕπεται〉 ὡϲ ἐπίπαν ϲφοδρότερον. διὸ καὶ ἐν τοῖϲ χαλεπω-
τάτοιϲ τῶν πυρετῶν, ὅταν ἡ εἰϲβολὴ μετὰ καταψύξεωϲ γένηται 〈τῶν〉
ποδῶν, καὶ 〈τὰ〉 τῆϲ ἀνέϲεωϲ μετὰ τοῦ ϲφόδρα θερμανθῆναι τοὺϲ πό-
δαϲ ϲυμβαίνει. διὸ καὶ ἐξεργαζόμενοϲ τὸν τόπον φηϲί· “τοῦ δὲ ἕνεκεν
〈τότε οὐ προϲαρτέον, ὅτι,〉 ὁκόταν οἱ πόδεϲ ψυχροὶ ἔωϲιν, θερμὴν
ἀνάγκη τὴν ἄνω κοιλίην εἶναι καὶ πολλῆϲ ἄϲηϲ μεϲτὴν καὶ ὑποχόνδριον
ἐντεταμένον καὶ ῥιπταϲμὸν τοῦ ϲώματοϲ διὰ τὴν ἔνδον ταραχὴν καὶ
μετεωριϲμὸν καὶ ἀλγήματα· καὶ ἕλκεται καὶ ἐμεῖν ἐθέλει, καὶ ἢν πονηρὰ
ἐμέῃ, ὀδυνᾶται. θέρμηϲ δὲ καταβάϲηϲ εἰϲ τοὺϲ πόδαϲ καὶ οὔρου ὑπ-
ελθόντοϲ καὶ ἢν μὴ ἰδρώϲῃ, πάντα λωφᾷ. κατὰ τόνδε οὖν τὸν καιρὸν
δεῖ τὸ ῥόφημα διδόναι, τότε δὲ ὄλεθροϲ.” ὀγκοῦται μάλιϲτα διὰ τὴν
ἐκ τῆϲ ἀκαιρίαϲ βλάβην ἐπὶ τῶν ὀξέων νοϲημάτων “〈ὄλεθρον〉” ἢ θάνα-
τον εἰπὼν τὸ τρέφειν ὑπὸ παροξυϲμόν. [διαρρήδην γοῦν καὶ ταῦτα |
216
πρὸϲ ταῦτα] ἔδει μὲν οὖν αὐτάρκωϲ ἤδη ϲε δεδιδάχθαι· εἰ δ' ἔτι ποθεῖϲ
μανθάνειν, ἄκουε διαρρήδην καὶ ταῦτα προϲτάττοντα <Ἱπποκράτην>·
“τοῖϲι ῥοφήμαϲι χρέω διαφυλάττων τοὺϲ παροξυϲμούϲ, ὅπωϲ μὴ προϲ-
οίϲῃϲ 〈ἐόντων μηδὲ〉 μελλόντων, ἀλλὰ ληγόντων ἢ ἄρτι παυϲαμένων
〈καὶ ὡϲ πορρωτάτω τῆϲ ἀρχῆϲ〉.” 〈ληγόντων μὲν οὖν χρὴ τῶν〉 παρο-
ξυϲμῶν διδόναι τὰϲ τροφὰϲ τὴν παντελῆ 〈παρακμὴν〉 μὴ περιμείναντα,
ἐπὰν ἢ βουλιμιώδειϲ 〈ὦϲιν〉 ἢ 〈ἀϲθενεῖϲ〉 ἄγαν οἱ νοϲοῦντεϲ ἢ κακού-
μενοι ϲφοδρῶϲ πρὸϲ τῶν μακρῶν ἀνατάϲεων ἢ τῶν ἀπὸ ϲτομάχου τι
† καταπεπήγει καὶ ϲφόδρα δὲ κατεψυγμένην κατὰ τὰϲ ἀνέϲειϲ ἐν-
θέρμοιϲ ἔτι τοῖϲ ϲώμαϲι παραθετέον τὴν τροφήν, τὸ δὲ κυριώτατον,
ὅταν ἐϲτενοχωρημένον ᾖ τὸ διάϲτημα τῆϲ ἀνέϲεωϲ. ὁ γὰρ μικρὸν προϲ-
βάλλων τῆϲ προκαταλήψεωϲ 〈οὐ μικρὸν ὠφελεῖ〉 πορρωτέρω διδοὺϲ τῆϲ
μελλούϲηϲ ἐπιϲημαϲίαϲ. πότε δ' “ἄρτι παυϲαμένων,” <αὐτὸϲ> ἐϲαφήνιϲεν
217
εἰπών· “καὶ ὡϲ πορρωτάτω τῆϲ ἀρχῆϲ.” ὅπωϲ | γὰρ μὴ περικαταλάβῃ
ἀδιοίκητον τὴν τροφὴν ἡ ἐπιϲημαϲία, ἀλλὰ ϲαφῶϲ πεφθεῖϲαν καὶ ἐξ-
οικειωθεῖϲαν τῷ ϲώματι, 〈τοῦτο προϲτάττει. ἱκανῶν οὖν γινομένων
τῆϲ ἀνέϲεωϲ διαϲτημάτων ἄρτι〉 παυϲαμένηϲ τῆϲ ἐπιϲημαϲίαϲ δίδωϲι
τὰϲ τροφάϲ· 〈καὶ γὰρ οὗτοϲ ὁ〉 καιρὸϲ πλεῖϲτον ἀπέχει τοῦ μέλλοντοϲ
παροξυϲμοῦ.
ἔτι δὲ 〈καὶ τάδε〉 τῷ Πρὸϲ τὰϲ Κνιδίαϲ γνώμαϲ προϲτίθηϲιν
ὁμολογοῦντα μὲν τοῖϲ προλελεγμένοιϲ, ϲυμφωνοῦντα δὲ τοῖϲ ἔργοιϲ·
“τῆϲ διαιτητικῆϲ [ὅ] ἐϲτι μέγιϲτον παρατηρεῖν καὶ φυλάττειν ἐν τοῖϲ
μακροῖϲιν ἀρρωϲτήμαϲι τὰϲ ἐπιτάϲειϲ τῶν πυρετῶν καὶ τὰϲ ἀνέϲειϲ,
ὥϲτε καὶ τοὺϲ καιροὺϲ πεφυλάχθαι, ὁκότε μὴ δεῖ τὰ ϲιτία προϲενεγκεῖν,
〈καὶ ἀϲφαλέωϲ ὁπότε δεῖ προϲενεγκεῖν εἰδέναι·〉 ἔϲτιν δὲ ὅταν πλεῖϲτον
ἀπέχωϲιν τῆϲ ἐπιτάϲιοϲ.” αὕτη φωνὴ πάλιν 〈ἐν〉 τοῖϲ ἔργοιϲ εὖ γε-
γυμναϲμένου. μέγιϲτον γὰρ ὄντωϲ τὸ ἐν τοῖϲ χρονίοιϲ παρατηρεῖν
τοὺϲ καιρούϲ, διότι λεληθότεϲ οἱ παροξυϲμοὶ καὶ διὰ ϲυμβόλων καταλαμβά-
νονται, οἷον ἐξ ἀγρυπνίαϲ, βάρουϲ, δυϲκινηϲίαϲ, ὀνειρωγμῶν, ἀχροίαϲ,
218
ἀνορεξίαϲ, | τῶν ὁμοίων. ἐπὶ γὰρ τῶν ὀξέων μεγίϲτων ὑποκειμένων
πυρετῶν μεγάλα τὰ διαφέροντα τῶν παροξυϲμῶν καὶ τῶν ἀνέϲεών
ἐϲτιν, ὥϲτε καὶ τοῖϲ ἰδιώταιϲ πολλάκιϲ ὑποπίπτει· ἐπὶ δὲ τῶν χρονίων
βληχροὶ μὲν οἱ πυρετοὶ καὶ μόλιϲ καταλαμβανόμενοι, κεκρυμμένοι δὲ
καὶ οἱ παροξυϲμοὶ καὶ βράδιϲτα τὰ πλεῖϲτα ἐπιφερόμενοι, ὡϲ καὶ αὐτοὺϲ
διαλανθάνει τοὺϲ νοϲοῦνταϲ. ὅθεν ἀκριβὲϲ πάλιν ϲημεῖον τοῦ † καὶ δυ-
νάμενον τοῦ παρ' ὀλίγον ἐπιγινώϲκειν διαφορὰϲ ἄνευ τοῦ ***
Ἐπὶ δὲ τῶν ἀνενδότων πυρετῶν, οὓϲ καὶ ϲυνόχουϲ καλοῦμεν,
ἀκόλουθόν ἐϲτι κατὰ τὸν ὄρθρον διδόναι τροφήν. πολλαχοῦ γὰρ ἄλλῃ
καὶ ἐν Ἐπιδημίᾳ δευτέρᾳ ὡμοίωϲεν ἐνιαυτῷ τὴν ἡμέραν, ὡϲ ἐοικέναι
τὸν 〈μὲν〉 ὄρθρον ἔαρι, τὸ δὲ μέϲον ἡμέραϲ θέρει, τὸ δὲ ἀπὸ τούτου
φθινοπώρῳ, τὸ δὲ πρὸϲ νύκτα χειμῶνι. ὅθεν ὥϲπερ φθινόπωρον τῶν
219
ὡρῶν θανατωδέϲτατον, “ἦρ δὲ ὑγιεινότατον”, οὕτωϲ | δείλη μὲν ὀχληρὸν
καὶ παροξυντικόν, ὄρθροϲ δὲ φιλανθρωπίαϲ καὶ ῥᾳϲτώνηϲ ποιητικόν.
“ὡϲ τοῦ ἐνιαυτοῦ περίοδον ἔχοντοϲ τῶν νούϲων, οἵην 〈ἡ〉 ἡμέρη τῆϲ
νούϲου, 〈οἷον τὸ δείληϲ παροξύνεϲθαι, τοιοῦτον τῆϲ νούϲου καὶ〉 ἑκά-
ϲτηϲ καταϲτάϲιοϲ πρὸϲ ἀλλήλαϲ.” διόπερ εἰ μηδὲν ἴχνοϲ εἴη τῆϲ ἐπι-
δόϲεωϲ, 〈πάντων τῶν τῆϲ ἡμέραϲ〉 καιρῶν 〈ὁ μάλιϲτα τῷ ἔαρι τά τε
ἄλλα ὅμοιοϲ πρὸϲ τὸ ὑγιεινὸν〉 καὶ τῇ τοῦ ἀέροϲ εὐκραϲίᾳ παρεοικὼϲ
(οὗτοϲ δέ ἐϲτιν ὁ περὶ τὸν ὄρθρον) ἐπιτηδειότατον ἂν εἴη πρόϲ τε
τὰϲ ἄλλαϲ βοηθείαϲ καὶ πρὸϲ 〈τὰϲ δόϲειϲ〉 τῆϲ τροφῆϲ.
ταῦτα ἱκανὰ μὲν πρὸϲ τὸ παραϲτῆϲαι τὸ προκείμενον, ἐξόν γε
παραϲτῆϲαι ἀπόμοιραν 〈μακροτέραν〉 τῶν παρ' <Ἱπποκράτει> 〈καλῶϲ〉
εἰρημένων, ἅμα 〈τε〉 τεχνικὸν ταμιεύεϲθαί τινα τῶν ῥητῶν τὰ μὲν
εἰϲ τὸ Περὶ ἔθουϲ γραφηϲόμενον ἡμῖν, τὰ δὲ εἰϲ τὸ Περὶ ποϲοτήτων
καὶ ποιοτήτων. τοϲούτων 〈δὲ〉 [ἐκεῖ] κειμένων ἀγαθῶν παρὰ <τἀνδρὶ>
καὶ τοϲαύτηϲ περιουϲίαϲ καὶ δαψιλείαϲ καθ' ἓν ἕκαϲτον θεώρημα |
220
οἱ μὲν οὐδὲ 〈ἀναγνόντεϲ〉 ἀντιλέγουϲιν τὰϲ ϲυντάξειϲ, οἱ δ'
ἀπαραϲκεύωϲ ἐρχόμενοι πρὸ τοῦ τὰ πρῶτα γράμματα μαθεῖν, δέον
μέμφεϲθαι τὴν αὑτῶν ἀμάθειαν, ἀϲάφειαν κατηγοροῦϲι διὰ τὴν οἰκείαν
ἀϲθένειαν οὐ δυνάμενοι χωρῆϲαι τὸ μέγεθοϲ τῆϲ <ἐκείνου> δυνάμεωϲ.
τοιοῦτον γὰρ οἶμαί τι πεπόνθαϲι πρὸϲ τὴν <Ἱπποκράτουϲ> γραφὴν αἱ
τῶν ἀϲυνέτων καὶ ταπεινῶν ἀνθρώπων ψυχαί, ὁποῖον αἱ ὄψειϲ αἱ πρὸϲ
τὸν ἥλιον ἀποβλέπουϲαι. καὶ γὰρ ἐκεῖναι τῷ τοῦ θεοῦ περιαυγούμεναι
κάλλει τὴν ἰδίαν ἀϲθένειαν ἀπελέγχονται πρὸϲ 〈τὸ〉 ϲέλαϲ οὐ δυνηθεῖϲαι
ὑπομεῖναι τῶν ἀκαμάτων 〈ἀκτίνων〉, καὶ αἱ τῶν ἀμυήτων ἀνθρώπων
ψυχαί, αἱ μὴ προτετελεϲμέναι τοῖϲ 〈τῆϲ〉 ἐγκυκλίου παιδείαϲ ὅροιϲ, περι-
αϲτραπτόμεναι τῷ κάλλει τῆϲ γραφῆϲ καὶ 〈τῷ〉 τῶν δογμάτων φωτὶ
καταλαμπόμεναι τρόπῳ τινὶ τυφλοῦνται καὶ ἀποϲτραφεῖϲαι τῶν μειζό-
νων ἢ κατ' αὐτὰϲ ἐπὶ τὰ μικρὰ καὶ ἀλαμπῆ καὶ ϲύμμετρα ταῖϲ αὑτῶν
221
ἀμαθίαιϲ | παραγίγνονται. ἡμεῖϲ δ' οὐκ ἐκείνων ἕνεκεν, ἀλλὰ τῶν εὐπαι-
δεύτων καὶ χαριεϲτέρων καὶ ταῦτα ϲυνεταξάμεθα καὶ πάντα τὰ δι' ὧν
〈ὡϲ〉 τελειότατα γίγνοιτο 〈ἂν τὰ〉 καθ' <Ἱπποκράτην> ἰατρικά, πάλιν
ἀναγραφῆϲ ἀξιώϲομεν.
{ΓΑΛΗΝΟΥ ΟΡΟΙ ΙΑΤΡΙΚΟΙ.} <Προοίμιον.> Τὴν περὶ τῶν ὅρωνπραγματείαν πολυωφελεστάτην ὑπάρχουσαν πᾶσι τοῖς ἰατροῖς,μάλιστα δὲ τοῖς εἰσαγομένοις τῶν νέων, ἔκρινα, καθὼς ἠξίω-σας, καὶ συναγαγεῖν καὶ ἀναγράψαι, ἰατρῶν ἄριστε Θεῦθρα.τῆς γὰρ ἰατρικῆς τέχνης βιωφελοῦς οὔσης καὶ ἐπὶ σωτηρίᾳτῶν ἀνθρώπων εὑρημένης, ἐχούσης τε πολλὰ καλὰ θεωρή-ματα καὶ δυσέφικτα δοκοῦντα τυγχάνειν, χρησιμώτατοι γε-νήσονται οἱ ὅροι δι' ὀλίγων τὰ πολλὰ διδάσκειν δυνάμενοι·ἐν πάσαις γὰρ ταῖς τέχναις καὶ ταῖς ἐπιστήμαις ἀρίστη δι-δασκαλία πέφυκεν οὐχ ἡ διὰ πολλῶν καὶ ἀπείρων, ἀλλ' ἡδι' ὀλίγων καλῶς διαγινωσκομένη. οἱ μὲν οὖν ἀρχαῖοι καὶοἱ πρὸ Ἱπποκράτους γενόμενοι ὧν ἡμεῖς τοῖς βιβλίοις ἐνε-τύχομεν, οὔτε ὡρίσαντό τινα τῶν κατὰ τὴν τέχνην οὔτεπολλὰ συγγράμματα ἀπέλιπον, ἀλλὰ πάνυ ὀλίγα. τούτουςμὲν οὖν ἐπαινεῖν ἄξιον, ὅτι πρῶτοι ταῖς ἐπιβολαῖςἐχρήσαντο καὶ ἐσπούδασαν εὑρεῖν τι χρήσιμον τῷ βίῳ. ἐπι-γενόμενος δὲ τούτοις Ἱπποκράτης τήν τε ἰατρικὴν συνέγρα-ψε καὶ ὡρίσατο αὐτὴν ἐν τῷ περὶ τέχνης, ἀρχηγὸς ἀεὶ τῶνκαλῶν γενόμενος, διὰ τοῦτο περὶ οὗ πάντες οἱ Ἕλληνεςμεμνήσονται εἰς τὸν ἅπαντα αἰῶνα, ἐπειδή περ κοινὸς εὐερ-γέτης ἁπάντων ἐγένετο. μετὰ δὲ τοὺς τούτου χρόνους οἱγενόμενοί τινες συνέγραψαν ὅρους, καὶ οὗτοι δὲ οὐ πάντας.δοκοῦσι δὲ ἐπιμελεῖς γεγονέναι ἐν τῇ τοιαύτῃ θεωρίᾳ οἵ τεἀπὸ τῆς Ἡροφίλου αἱρέσεως καὶ Ἀπολλώνιος ὁ Μεμφίτης,ἔτι δὲ καὶ Ἀθηναῖος ὁ Ἀτταλεὺς, ἀλλὰ καὶ οὗτοι οὔτε τῇτάξει τῇ δεούσῃ ἐχρήσαντο οὔτε συνήγαγον τὴν πραγμα-τείαν, ἀλλὰ διεσπαρμένως ἐν τοῖς βιβλίοις συνέγραψαν. ἔτιδὲ καὶ ἐνδεῶς ἀνεγράφησαν· οὔτε γὰρ πάντες ὡρίσαντο τὰκατὰ τὴν ἰατρικήν. ὅτι δὲ φιλαλήθως λέγομεν δυνατὸνμανθάνειν τοῖς ἐντυγχάνουσι τοῖς τῶν εἰρημένων ἀνδρῶνσυγγράμμασιν. ἡμεῖς δὲ πάλιν λέγομεν ἐγκείμενοι καὶτοὺς εἰρημένους μὲν ὑπὸ τῶν προγενεστέρων ὅρους αὐταῖςλέξεσιν ἀναγράψομεν καὶ τὴν τάξιν τὴν δέουσαν αὐτοῖς ἐπι-θήσομεν· καὶ εἴ τινες δὲ μή εἰσιν εἰρημένοι ὑπὸ τῶν…