Definitiones medicae
- Authority group
- Pseudo-Galenus (catalogue association; authorship remains anonymous)
- Edition reference
- Definitiones medicae, ed. Kühn, op. cit., vol. 19, 346–462.
- CTS identifier
urn:cts:greekLit:tlg0530.tlg041.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital facsimile
- View facsimile ↗
- Facsimile rights
- Licence ouverte / Open Licence Etalab
19
352
ράν. ἢ οὕτως. αἵρεσίς ἐστι σύστημα δογμάτων ἀκολουθούν-
των ἀλλήλοις τε καὶ τοῖς φαινομένοις ἢ νομιζομένων ἀκο-
λουθεῖν. δύναιτο δὲ ἄν τις καὶ οὕτως εἰπεῖν. αἵρεσίς ἐστι
συγκατάθεσις πλειόνων δογμάτων ἀλλήλοις καὶ τοῖς φαινο-
μένοις ἀκολουθούντων ἢ νομιζομένων ἀκολουθεῖν. εὑρίσκεται
δὲ καὶ τοιοῦτός τις ὅρος. αἵρεσίς ἐστι πρόσκλησις πλήθους
δογμάτων ἀκολουθίαν ἐχόντων ἑαυτοῖς καὶ τοῖς φαινομένοις.
ἢ οὕτως. αἵρεσίς ἐστι πρόσκλησις ἐπὶ πλήθει δογμάτων
ἀκολουθίαν ἐχόντων πρὸς ἄλληλα ἐφ' ἓν τέλος.
ιγʹ. Δόγμα ἐστὶ τὸ μὲν ἰδίως, τὸ δὲ κοινῶς λεγόμε-
νον. κοινῶς μὲν ἡ ἐνεργείᾳ πράγματος συγκατάθεσις, ἰδίως
353
δὲ πράγματος συγκατάθεσις, διὸ δὴ μᾶλλον ἡ λογικὴ αἵρε-
σις δογματικὴ κέκληται. δόγμα ἑκατέρως καλεῖται, τό τε
δοξαζόμενον καὶ ἡ δόξα αὐτή. τὸ μὲν πρότασίς ἐστι, τὸ δὲ
ὑπόληψις.
ιδʹ. Ἰατρικῆς αἱρέσεις αἱ πρῶται δύο ἐμπειρικὴ καὶ
λογικὴ καὶ τρίτη μεθοδική. δοκεῖ δὲ καὶ τετάρτην
αἵρεσιν ἐξευρεῖν Ἀγαθῖνος ὁ Λακεδαιμόνιος, ἣν ὠνόμασεν
ἐπισυνθετικὴν, ἔνιοι δὲ ἐκλεκτικήν. ἕτεροι τὴν ἑκτικήν.
ιεʹ. Ἔστιν ἡ ἐμπειρικὴ αἵρεσις τῶν πλειστάκις καὶ
κατὰ τὸ αὐτὸ καὶ ὡσαύτως πως ἑωραμένων.
ιστʹ. Λογικὴ αἵρεσίς ἐστιν ἐπιστήμη περὶ ἀδήλων καὶ
ἔργα τὰ ἐν τῷ ἰατρεύειν ταύτῃ ἑπόμενα.
ιζʹ. Ἡ μεθοδικὴ αἵρεσις γνῶσις φαινομένων κοινοτή-
των προσεχῶν καὶ ἀναγκαίων τῷ τῆς ἰατρικῆς τέλει. κοι-
νότητας δὲ λέγει τὸ στεγνὸν καὶ τὸ ὀῤῥῶδες καὶ τὸ ἐπιπε-
πλεγμένον.
ιηʹ. Ἀναλογισμός ἐστι λόγος ἀπὸ φαινομένου ὁρμώ-
354
μενος καὶ ἀδήλου κατάληψιν ποιούμενος. οἷον εἰ ἱδρῶτές
εἰσι, πόροι εἰσίν. οἱ μὲν γὰρ ἱδρῶτες πρᾶγμα φαινόμενόν
ἐστι, τὸ δὲ πόρους εἶναι ἄδηλον ὑπάρχει.
ιθʹ. Συλλογισμός ἐστι λόγος ἐν ᾧ τεθέντων τινῶν ἕτε-
ρόν τι τῶν τεθέντων κατ' ἀνάγκην συνάγεται πρότερον
ἀγνοούμενον.
κʹ. Ἐπιλογισμός ἐστι λόγος τὸ παρεκφαινόμενον τῆς
διανοίας εἰς ἐπίτασιν ἄγων.
καʹ. Θεώρημά ἐστι πρᾶγμα καθολικὸν ἀκολούθως τι-
θέμενον τῷ τῆς ἰατρικῆς τέλει. ἄλλως. θεώρημά ἐστιν
ἀξίωμα καθολικὸν συμπληρωτικὸν τῆς ἰατρικῆς τέλει διηνε-
κές. ἄλλως. θεώρημά ἐστιν οὗ τὸ ἐναντίον σπανίως ἐκβα-
τόν ἐστι.
κβʹ. Σπάνιόν ἐστιν οὗ τὸ ἐναντίον ἐκβατόν ἐστι.
κγʹ. Ἀμφίδοξόν ἐστιν οὗ τὸ ἐναντίον ἐπίσης ἐκβα-
τόν ἐστι.
κδʹ. Τέλος ἐστὶν οὗ ἕνεκα τὸ κατ' ἰατρικὴν πράσσε-
ται. ἢ οὕτως. τέλος ἐστὶν ἐφ' ὃ πάντα ἀναφέρεται τῶν
355
κατ' ἰατρικήν. δύναται καὶ οὕτως ὁρίσασθαι. τέλος ἐστὶ
κατ' ἰατρικὴν οὗ τυχόντες οὐδενὸς ἔτι δεόμεθα.
κεʹ. Τέλειός ἐστιν ἰατρὸς ὁ ἐν θεωρίᾳ καὶ πράξει
ἀπηρτισμένος.
κστʹ. Ἄριστος ἰατρός ἐστιν ὁ πάντα πράττων ἐν ἰα-
τρικῇ κατὰ τὸν ὀρθὸν λόγον.
κζʹ. Ἄνθρωπός ἐστι ζῶον λογικὸν, θνητὸν, νοῦν καὶ
ἐπιστήμης δεκτικόν.
κηʹ. Ζῶόν ἐστιν οὐσία ἔμψυχος, αἰσθητικὴ,
καθ' ὁρμὴν καὶ προαίρεσιν κινουμένη.
κθʹ. Ψυχή ἐστιν οὐσία ἀσώματος, αὐτοκίνητος κατὰ
Πλάτωνα. κατὰ δὲ τοὺς Στωϊκοὺς σῶμα λεπτομερὲς ἐξ ἑαυ-
τοῦ κινούμενον κατὰ σπερματικοὺς λόγους. κατὰ δὲ τὸν
Ἀριστοτέλη ἐντελέχεια σώματος φυσικοῦ ὀργανικοῦ δυνάμει
ζωὴν ἔχοντος. ἄλλως. ψυχή ἐστι πνεῦμα παρεσπαρμένον
ἐν ὅλῳ τῷ σώματι δι' οὗ ζῶμεν καὶ λογιζόμεθα καὶ ταῖς
λοιπαῖς αἰσθήσεσιν ἐνεργοῦμεν ὑπηρετοῦντος τοῦ σώματος.
356
λʹ. Σῶμά ἐστι μέγεθος τριχῇ διάστατον ἔχον ἐν ἑαυ-
τῷ μῆκος, βάθος, πλάτος. ἢ μέγεθος ἐκ τριῶν διαστημά-
των συνεστηκός.
λαʹ. Στοιχεῖόν ἐστιν ἐξ οὗ πρώτου καὶ ἁπλουστάτου
τὰ πάντα γέγονε καὶ εἰς ὃ ἁπλούστατον τὰ πάντα ἀναλυ-
θήσεται ὂν ἔσχατον. καὶ Ἀθηναῖος ὁ Ἀτταλεὺς ἐν τῷ τρί-
τῳ βιβλίῳ φησὶν οὕτως. στοιχεῖα τῆς ἰατρικῆς ἐστι καθά-
περ τινὲς τῶν ἀρχαίων ὑπέλαβον, τὸ θερμὸν καὶ τὸ ψυχρὸν
καὶ τὸ ὑγρὸν καὶ τὸ ξηρὸν, ἐξ ὧν πρώτων φαινομένων καὶ
ἁπλουστάτων καὶ ἐλαχίστων ὁ ἄνθρωπος συνέστηκε· καὶ εἰς
ἃ ἔσχατα φαινόμενα καὶ ἁπλούστατα καὶ ἐλάχιστα τὴν ἀνά-
λυσιν λαμβάνει.
λβʹ. Στοιχείωσίς ἐστιν ἡ τῶν αὐτῶν κατὰ τὸ αὐτὸ
καὶ ὡσαύτως διδασκαλία. οἱ δὲ οὕτως. στοιχείωσίς ἐστιν
ἀπὸ στοιχείων ἐπὶ τὸ τέλος ὁδός.
λγʹ. Συνέστηκεν ἡμῶν τὰ σώματα ἐκ στερεῶν, ὑγρῶν
καὶ πνευμάτων. στερεὰ μὲν οὖν ἐστιν ὀστᾶ, χόνδροι, νεῦρα,
μύες, φλέβες, ἀρτηρίαι καὶ τὰ ἐν κατακαλήψει σπλάγχνα.
357
ὑγρὰ δὲ οἱ χυμοὶ καὶ τὰ περιττώματα. τὸ δὲ πνεῦμα τὸ
ἔμφυτόν ἐστι θερμὸν τὸ ἐν τῇ καρδίᾳ. ἄλλως. ἐκ πόσων
συνέστηκεν ἡμῶν τὰ σώματα; ἐκ δεκατεσσάρων. νεύρων,
φλεβῶν, ἀρτηριῶν, ὀστῶν, αἵματος, πνεύματος, σαρκὸς, πι-
μελῆς, χόνδρων, ὀνύχων, μυελῶν, τριχῶν, χυμῶν καὶ ὑμένων.
ἄλλως. ἐκ τίνων συνέστηκεν ἡμῶν τὰ παθητικὰ σώματα;
ἐκ τεσσάρων. ἐξ αἵματος, φλέγματος, χολῆς ξανθῆς καὶ
μελαγχολικοῦ χυμοῦ· ἅτινα καὶ παθητικὰ στοιχεῖα καλοῦσί
τινες. ἄλλως. ἐκ τίνων συνέστηκεν ἡμῶν τὰ ὑλικὰ σώματα;
ἐκ τεσσάρων. πυρὸς, ἀέρος, γῆς καὶ ὕδατος· ἅτινα καὶ
ὑλικὰ στοιχεῖα καλοῦνται.
λδʹ. Ἀνατομή ἐστι θεωρία τῶν ἐν κατακαλύψει σπλάγ-
χνων. εἰσὶ τῆς ἀνατομῆς εἴδη δύο, τὸ μὲν κατ' ἐπιτήδευ-
σιν, τὸ δὲ κατὰ περίττωσιν. κατ' ἐπιτήδευσιν μὲν οὖν ἐστιν
ἡ ἀπὸ τῶν δογματικῶν παραλαμβανομένη θέα ἕνεκα τῆς ἐν
κατακαλύψει ἤτοι ἐπὶ τῶν ζώντων ἢ ἐπὶ τῶν τετελευτηκό-
των ἢ καὶ ἤτοι ὅλων ἢ μερῶν. κατὰ δὲ περίπτωσιν ἐκ
συντυχίας ἢ ὑπὸ μεγάλης τρώσεως γινομένη. προσχρῶνται
δὲ αὐτῇ μόνοι οἱ ἐμπειρικοί.
358
λεʹ. Χειρουργία ἐστὶ χειρῶν ἀτρόμων ὀξεῖα
κίνησις μετ' ἐμπειρίας. ἢ ἔντεχνος πρᾶξις ἐν ἰατρικῇ διὰ
χειρῶν ἢ ὀργάνων περιγινομένη τοῦ προσήκοντος τέλους.
λστʹ. Περικράνιος ὑμήν ἐστι νευρώδης περιειληφὼς
πᾶν τὸ κράνιον.
λζʹ. Μήνιγγές εἰσι τὰ περιέχοντα τὸν ἐγκέφαλον σώ-
ματα νευρώδη καὶ ἀρτηριώδη.
ληʹ. Ἐγκέφαλός ἐστι λευκὸς, μαλακὸς, ὥσπερ ἐξ ἀφροῦ
τινος πεπηγὼς, ὑγρὸς καὶ θερμός.
λθʹ. Παρεγκεφαλίς ἐστιν ὄπισθεν τοῦ ἐγκεφάλου τε-
ταγμένη ὁμοφυὴς ἐγκεφάλῳ καὶ ὁμόχροος.
μʹ. Νωτιαῖος μυελός ἐστιν ὁμοφυὴς ἐγκεφάλῳ καὶ ὁμό-
χρους· λιπαρώτερος δέ τε καὶ λευκότερος καὶ ἀκυρώτερος,
διὰ μέσης τῆς ῥάχεως καταγινόμενος.
μαʹ. Ὀφθαλμοί εἰσιν οἱ συνεστῶτες ἐκ τεσσάρων χι-
τώνων, ἀμφιβληστροειδοῦς, ῥαγοειδοῦς, κερατοειδοῦς καὶ ἐπι-
πεφυκότος. καὶ ὑγρῶν τριῶν, ὑελοειδοῦς, κρυσταλλοειδοῦς
καὶ ὠοειδοῦς ὡς ἤδη ἐπιπεφυκότος νευρώδους ἢ νεύρων
359
ὀπτικῶν. αἰσθητικοὶ τῶν ὑποκειμένων χρωμάτων καὶ με-
γεθῶν καὶ σχημάτων.
μβʹ. Ὦτα δὲ νευρώδη καὶ χονδρώδη αἰσθητικὰ φω-
νῶν καὶ τῶν ἐν αὐταῖς διαφορῶν.
μγʹ. Ῥῖνές εἰσι νευρώδεις καὶ χονδρώδεις ἀντιληπτι-
καὶ ὀσμῶν.
μδʹ. Γλῶσσά ἐστι φλεβώδης καὶ σαρκώδης, ὑποπίμε-
λος, αἰσθητικὴ χυμῶν, συνεργὸς τῇ καταπόσει τῆς τροφῆς
καὶ τῇ διαρθρώσει τῆς φωνῆς.
μεʹ. Φάρυγξ ἐστὶν ἡ ἔνδον στόματος χώρη, εἰς ἣν
ἀνήκει τό τε τοῦ στομάχου καὶ τὸ τοῦ λάρυγγος πέρας. διότι
συνεργὸς τῇ καταπόσει τε καὶ τῇ ἀναπνοῇ καὶ τῇ φωνῇ.
μστʹ. Λάρυγξ ἐστὶ χονδρώδης δι' οὗ τὸ πνεῦμα εἰσ-
πνέομεν, συνεργὸς καὶ πρὸς τὴν φωνήν.
μζʹ. Πνεύμων ἐστὶν ἀρτηριώδης ἐκ τῶν λείων καὶ
τραχειῶν ἀρτηριῶν σομφότερος, ὄργανον ἀναπνευστικόν.
μηʹ. Θώραξ ἐστὶν ἐκ φλεβῶν καὶ ἀρτηριῶν καὶ νεύρων κα-
τεσκευασμένος ὑπὸ τῆς φύσεως πρὸς τὸ τῆς ἀναπνοῆς ὅρμημα.
360
μθʹ. Καρδία ἐστὶ νευρώδης καὶ μυώδης καὶ φλε-
βώδης, ἔχουσα καὶ ἀρτηρίας. κωνοειδὴς τῷ σχήματι, ὑπο-
πίμελος, ἐξ ἧς ἐκπεφύκασιν ἀρτηρίαι καὶ φλέβες δι' ὧν
ἐπιπέμπεται αἷμα καὶ πνεῦμα. ἄλλως. καρδία ἐστὶ μυώ-
δης, ἔχουσα σχῆμα κωνοειδὲς καὶ δύο κοιλίας ἐν αἷς γεν-
νᾶται τὸ ἔμφυτον θερμὸν καὶ τὸ ζωτικὸν πνεῦμα. ἐξ ἧς
ἐκπεφύκασιν ἀρτηρίαι καὶ φλέβες ἐκφύονται. δι' ὧν χορη-
γεῖται τῷ παντὶ σώματι ὅ τε ζωτικὸς γόνος καὶ ἡ ἔμφυτος
θερμασία.
νʹ. Διάφραγμά ἐστι νευρῶδες, διεῖργον καὶ χωρίζον
τά τε ἐν τῷ θώρακι καὶ τὰ ὑπὸ τὸν θώρακα σπλάγχνα. ὅν
τινα καὶ ὑπεζωκότα καλοῦμεν.
ναʹ. Ἧπάρ ἐστιν οὐσίᾳ φλεβῶδες καὶ θερμὸν καὶ πο-
λύαιμον καὶ τὴν πρώτην ἐξαιμάτωσιν πλείστην ποιούμενον,
συνεργοῦν καὶ τῇ κοιλίᾳ πρὸς τὴν πέψιν τῇ παραθέσει συν-
θάλπον αὐτήν. ἄλλως. ἧπάρ ἐστιν οὐσία ἐρυθρὰ, σαρκώδη
μείωσιν ἔχουσα, τεταγμένη ἐν τοῖς δεξιοῖς μέρεσιν, ἐν ᾗ γεν-
νᾶται τὸ αἷμα πρὸς ἀποτροφὴν τοῦ παντὸς σώματος.
361
νβʹ. Σπλήν ἐστι φλεβώδης καὶ ἀρτηριώδης, λεπτὰ ἀγ-
γεῖα ἔχων καὶ πολλὰς μεταξὺ κοιλότητας τῶν ἀγγείων, διὰ
τοῦτο ἀραιὸς καὶ σομφός.
νγʹ. Στόμαχός ἐστι νευρώδης καὶ ἀρτηριώδης ἐργα-
λεῖον ὀρέξεως καὶ καταπόσεως ἢ καὶ πόρος ὑγρᾶς καὶ ξηρᾶς
τροφῆς.
νδʹ. Κοιλία ἐστὶ νευρώδης ὑποδοχεῖον τροφῆς ὑγρᾶς
καὶ ξηρᾶς πρὸς τὸ πέττεσθαι τὴν τροφὴν κατεσκευασμένη.
νεʹ. Ἔντερά ἐστι νευρώδη τὰ μὲν πρὸς τὴν πέψιν
συνεργοῦντα, τὰ δὲ πρὸς τὴν ὑποδοχὴν, τὰ δὲ πρὸς ἀπό-
κρισιν τοῦ περιττώματος γεγονότα. πόσων πηχῶν εἰσι τὰ
ἔντερα; τὰ ἔντερα δεκατριῶν πηχῶν εἰσιν ἕκαστον τῷ ἰδίῳ
πήχει μετρούμενον. πόσαι τάξεις ἐντέρων; ἐννέα. στόμαχος,
κοιλία, πυλωρὸς, δωδεκαδάκτυλος, ἔκφυσις, νῆστις, λεπτὸν,
τυφλὸν, κῶλον, ἀπευθυσμένον.
νστʹ. Νεφροί εἰσι σαρκώδεις ἐκ ψαφαρωτέρας σαρκὸς
362
συγκείμενοι, ἰσθμοὶ τοῦ ὑγροῦ περιττώματος καὶ ὥσπερ
προσλάκια ὑπὸ τῆς φύσεως γεγενημένοι.
νζʹ. Κύστις ἐστὶ νευρώδης ὑποδοχεῖον ἅμα καὶ ἐργα-
λεῖον ἐκκριτικὸν ὑγροῦ τοῦ περιττώματος.
νηʹ. Δίδυμοί εἰσι σαρκοειδεῖς καὶ εὔθρυπτοι, ὑγροὶ καὶ
θερμοὶ, συνεργοὶ τῇ πέψει τοῦ ἐν τοῖς παραστάταις σπέρ-
ματος.
νθʹ. Παραστάται εἰσὶν οἱ συγκείμενοι ἐκ φλε-
βὸς καὶ ἀρτηρίας εἰς τὸ αὐτὸ συμπεφυκυιῶν περιεκτικοὶ
σπέρματος.
ξʹ. Μήτρα ἐστὶν ἔξωθεν μὲν νευρώδης, ἐν δὲ τῷ ἔν-
δοθεν σαρκωδεστέρα, ἀγγεῖον κυητήριον. ταύτῃ καὶ ἡ ὑστέ-
ρα ὀνομάζεται, ὅτι ὑστάτη τῶν ἁπάντων μερῶν ἐστι. ἄλλως.
μήτρα ἐστὶν καὶ ἡ ὑστέρα λεγομένη. καὶ μήτρα μὲν λέγε-
ται διὰ τὸ εἶναι μητέρα πάντων τῶν βρεφῶν. ὑστέρα δὲ
λέγεται διὰ τὸ ὕστερον τῶν μορίων κεῖσθαι αὐτήν. πόσας
ἐνεργείας ἔχει μήτρα ἐν ταῖς συνουσίαις; τέσσαρας. ἑλκτι-
κὴν, καθεκτικὴν, ἀλλοιωτικὴν καὶ ἀποκριτικήν.
363
ξαʹ. Ἔκκρισίς ἐστι φορὰ τῶν παρακειμένων τοῖς σώ-
μασι περιττωμάτων.
ξβʹ. Κόπρος ἐστὶν ἀποκάθαρμα τροφῆς εἰς συντέλειαν
πέψεως καὶ ἀναδόσεως διακεκριμένον.
ξγʹ. Οὖρόν ἐστι περιήθημα τοῦ αἵματος ἐν τῇ μεγάλῃ
φλεβὶ καταφερόμενον διὰ νεφρῶν καὶ οὐρητήρων ἐν τῇ κύ-
στει. ἄλλως. οὖρόν ἐστι περίττωμα ὅπερ γεννᾶται μὲν ἐν
τῷ ἥπατι, διακρίνεται δὲ ἐν τοῖς νεφροῖς, παράκειται δὲ διὰ
τῶν οὐρητήρων παρὰ τὴν οὐροδόχον κύστιν, κἀκεῖθεν ἐξέρ-
χεται διὰ τοῦ τραχήλου τῆς κύστεως· ὃν τράχηλον καὶ οὐ-
ρήθραν ἐκάλουν διὰ τὸ ἐκεῖθεν φέρεσθαι τὸ οὖρον.
ξδʹ. Ποιητικὴ αἰτία τοῦ οὔρου ἐστὶν ἡ ἐν τῷ ἥπατι
ἐξαιμάτωσις.
ξεʹ. Τέσσαρές εἰσι χυμοὶ ἐξ ὧν τὸ ζῶον συνέστηκεν,
αἷμα, φλέγμα, χολαὶ δύο, ξανθή τε καὶ μέλαινα. ταῦτα
γὰρ ἃ καὶ στοιχεῖα τοῦ σώματος παῖδες ἰατρῶν καλοῦσιν,
ἐπειδὴ ἐκ τούτων συνεστήκαμεν. τούτων τὸ μὲν αἷμα θερ-
μόν ἐστι καὶ ὑγρὸν καὶ γλυκὺ, τὸ δὲ φλέγμα ψυχρὸν καὶ
364
ὑγρὸν καὶ ἁλυκὸν καὶ γλίσχρον· ἡ δὲ ξανθὴ χολὴ θερμὴ
καὶ ξηρὰ καὶ δριμεῖα καὶ δακνώδης· ἡ δὲ μέλαινα ξηρὰ
καὶ ψυχρὰ καὶ ὀξεῖα καὶ βαρυτάτη.
ξστʹ. Αἷμά ἐστι θερμὸν καὶ ὑγρὸν ἐν ταῖς φλεψὶ πλεῖον,
ἐν ἀρτηρίαις ὀλιγώτερον, ἐξ οὗ τὸ ζῶον τρέφεται.
ξζʹ. Φλέγμα ἐστὶ ψυχρὸν καὶ ὑγρὸν πρός τε τὴν κα-
τάποσιν τῶν σιτίων καὶ πρὸς τὰς κινήσεις τῶν ἄρθρων
ὑπὸ τῆς φύσεως ὑποβεβλημένον.
ξηʹ. Ξανθὴ χολή ἐστι θερμὴ καὶ ξηρὰ καὶ ἐπὶ τόνον
μὲν τοῦ στομάχου καὶ πρὸς τὰς ἐκκρίσεις τῆς κοιλίας γε-
γενημένη.
ξθʹ. Χολὴ μέλαινά ἐστι ψυχροτέρα τῆς ξανθῆς παρα-
κειμένη μέντοι ἐν τῷ σπληνὶ, ἀνακεκραμένη δὲ καὶ ἐν τῷ
αἵματι, ὥστε σχίζεσθαι αὐτὸ καὶ μὴ παχὺ καὶ ἀργὸν καὶ
δυσανάδοτον ἀποτελεῖσθαι.
οʹ. Τέσσαρές εἰσι διαφοραὶ τοῦ μελαγχολικοῦ
χυμοῦ· ὧν πρῶτός ἐστιν ὁ στοιχειώδης· καὶ ὁ ἐξ ὑπερο-
πλήσεως τῆς ξανθῆς χολῆς γενόμενος, ὅντινα καὶ ἀσφαλ-
τώδη ὀνομάζομεν διὰ τὸ στίλβειν αὐτὸν ἀσφάλτου δίκην καὶ
365
ὁ ἐκ τοῦ ἀπογεωθέντος φλέγματος ἢ τοῦ σαπέντος καὶ ὁ ἐκ
τοῦ τρυγώδους αἵματος. χολῆς ξανθῆς διαφοραὶ ἕξ· χολὴ
ἡ στοιχειώδης καὶ ἡ λεκιθώδης καὶ ἰσατώδης καὶ πρασώ-
δης καὶ ἰώδης καὶ ἡ ὠχρὰ καὶ αἱ τοῦ φλέγματος διαφοραί.
τὸ μέν ἐστι γλυκὺ, τὸ δὲ ἁλυκὸν, τὸ δὲ ἄποιον. καὶ κατὰ
τρεῖς τρόπους εἰσὶ τὰ ὑγρὰ ἐν τῇ γαστρὶ, ἢ μὲν γὰρ ἐπι-
πλέουσιν ἢ ἀναπεμπόμενά εἰσιν ἢ ἐμπεπλασμένα.
οαʹ. Μύξα ἐστὶν ἀποκάθαρμα τοῦ ἐγκεφάλου ὥστε
κουφίζεσθαι τὸ ἡγούμενον τῆς ψυχῆς μέρος.
οβʹ. Ἱδρώς ἐστι περιήθημα τῆς ἐν τῷ αἵματι λεπτῆς
καὶ ὀῤῥώδους ὑγρασίας.
ογʹ. Φλέψ ἐστιν ἀγγεῖον αἵματος καὶ τοῦ συγκεκρα-
μένου τῷ αἵματι φυσικοῦ πνεύματος, νευρώδης, τὴν αἴσθη-
σιν καὶ τὴν ὑγρὰν καὶ θερμὴν οὐσίαν ἔχουσα· ἔχει δὲ πλεῖον
τὸ αἷμα, ὀλιγώτερον δὲ τὸ ζωτικὸν πνεῦμα.
οδʹ. Ἀρτηρία ἐστὶν ἀγγεῖον αἵματος ἐλάττονος καὶ κα-
θαρωτέρου καὶ τοῦ συγκεκραμένου φυσικοῦ πνεύματος πλείο-
νος καὶ λεπτομερεστέρου, θερμοτέρα καὶ ξηροτέρα καὶ αἰ-
366
σθητικωτέρα τῆς φλεβὸς σφυγμωδῶς κινουμένη. ἄλλως.
ἀρτηρία ἐστὶ σῶμα κοῖλον διχίτωνον, ἐκ καρδίας ὁρμώμενον
πνεύματος ζωτικοῦ χορηγόν. δέχεται δὲ καθαρὸν ἀέρα ἐν
τῇ συστολῇ καὶ ἐκκρίνει ἐν τῇ διαστολῇ τὰ καπνώδη καὶ
λιγνυώδη περιττώματα· εἰσφέρουσα οὖν καθαρὸν ἀέρα ψύ-
χει τὴν καρδίαν καὶ τὸ ἔμφυτον θερμόν· ἡ χρεία γοῦν τοῦ
σφυγμοῦ αὕτη ἐστὶ τὸ ἐμψύχεσθαι διὰ τοῦ ἀέρος. ἔστι δὲ
καὶ αὕτη οὐσία τοῦ ἀέρος τὸ προστίθεσθαι τῷ ἡμετέρῳ
πνεύματι γέννησις καὶ προσθήκη τοῦ ψυχικοῦ πνεύματος.
οεʹ. Εἰσὶ κινήσεις ἐν ἡμῖν ὡς Ἀριστοτέλης ἐκ κατη-
γορίας λέγει ἕξ· γένεσις, φθορὰ, μείωσις, ἀλλοίωσις, αὔξη-
σις καὶ ἡ κατὰ τὸν τόπον φορά.
οστʹ. Νεῦρόν ἐστι σῶμα λευκὸν καὶ νᾶστον. νεύρων
τρεῖς εἰσιν αἱ διαφοραὶ, τὰ μὲν ἐξ ἐγκεφάλου καὶ νωτιαίου
ἐκπεφυκότα νεῦρα, ταῦτα κυρίως προσαγορεύεται· τὰ δὲ ἐκ
μυῶν τένοντες· τὰ δὲ ἐξ ὀστῶν σύνδεσμοι.
οζʹ. Νεῦρα τὰ ἀπ' ἐγκεφάλου καὶ μηνίγγων ἐκπεφυ-
367
κότα, κοινὰ, ξηρότερα καὶ ἧττον θερμότερα φλεβῶν καὶ ἀρ-
τηριῶν αἰσθητικώτερα τὰς προαιρετικὰς κινήσεις ἐκτελοῦντα.
οηʹ. Νεῦρα τὰ ἐξ ὀστῶν ἐκφυόμενα εἰσὶν τὰ
ἐξ ὀστῶν εἰς ὀστᾶ συνδετικὰ καὶ συνεκτικὰ τῶν ἄρθρων
καὶ τῶν μελῶν τοῦ σώματος.
οθʹ. Νεῦρον ἐκ μυὸς ἐκφυόμενον πέρας ἐστὶ μυὸς ἢ
ἀπονεύρωσις εἰς τὸ κινηθησόμενον μέρος ἐμφυομένη.
πʹ. Μύες εἰσὶ σώματα νευρώδη ἀναμεμιγμένης αὐτοῖς
καὶ σαρκὸς πρὸς κίνησιν τῶν σώματος μερῶν γεγονότες.
παʹ. Περιόστεοι ὑμένες εἰσὶν εἱλύματα λεπτὰ, ἰνώδη
ὥσπερ ἐνδύματα τῶν ὀστῶν ὑπὸ τῆς φύσεως γενόμενοι.
πβʹ. Πιμελή ἐστι παρέγχυμα τροφῆς περὶ τοὺς ὑμέ-
νας μάλιστα πηγνυμένη, ἀναίσθητος.
πγʹ. Σάρξ ἐστιν ἐξ αἵματος πεπηγυῖα, ὑγρὰ καὶ θερμὴ,
σκέπην τε καὶ τὴν μαλακότητα παρεχομένη τῷ σώματι.
πδʹ. Ὁ ἐν τοῖς ὀστέοις μυελός ἐστι περιεχόμενος ταῖς
κοιλότησιν τῶν ὀστῶν, λιπαρὸς καὶ ἀναίσθητος.
368
πεʹ. Χόνδροι εἰσὶ σώματα γεωδέστερα καὶ ἀναίσθητα,
ἅτινά εἰσι ῥὶς καὶ ὦτα.
πστʹ. Ὀστᾶ εἰσι σώματα ξηρὰ καὶ γεώδη καὶ ψυχρὰ
καὶ ἀναίσθητα. ἄλλως. ὀστοῦν ἐστι σῶμα γεωδέστερον, ψυ-
χρὸν καὶ ἀναίσθητον. ὀστοῦν ἐστι κατὰ μὲν Πλάτωνα μυε-
λὸς ὑπὸ θερμοῦ πηγνύμενος, κατὰ δὲ ἐνίους τῶν ἰατρῶν
σύγκρισις γεώδης καὶ στερεὰ καὶ ἀναίσθητος καὶ ἄναιμος.
κοινὰ δὲ ἡ ἀναισθησία καὶ μὴ ἀνωμαλία χόνδρου καὶ ὄνυ-
χος. ἀλλ' ὁ μὲν χόνδρος εἰκών ἐστιν ὀστοῦ. παράκειται
γὰρ ἐν τοῖς ἄρθροις πλειστάκις. ὄνυξ δὲ ὀστέου εἴη ἂν
ἐπιφάνεια ἢ δέρματος ἄφαψις σκληρὰ καὶ ξηρά.
πζʹ. Ὀδόντες εἰσὶν οἱ διαιροῦντες τὴν τροφὴν καὶ κα-
τεργαζόμενοι καὶ συνεργοῦντές τι καὶ πρὸς τὴν τῆς
φωνῆς διάρθρωσιν.
πηʹ. Οὐρανίσκος ἐστὶ τὸ ἀνώτερον μέρος τοῦ στόμα-
τος ἐκ τῆς πρὸς οὐρανὸν ὁμοιότητος τὸ ὄνομα λαμβάνων.
πθʹ. Γαργαρέων ἐστὶ σαρκίον τῆς φάρυγγος ἀπηρ-
τησμένον, φωνῆς ὄργανον καὶ πνεύματος ἀποτέλεσμα.
369
Ϟʹ. Φατνία εἰσὶν αἱ κοιλότητες τῶν ὀστῶν ἐν αἷς οἱ
ὀδόντες ἐῤῥίζωνται.
Ϟαʹ. Ὄνυχές εἰσιν ἀποτελεύτησις τῶν νεύ-
ρων εὐπρεπείας χάριν γεγονότες καὶ ὡς ἐπιλαμβάνεσθαί τι
τοῖς δακτύλοις εὐκολώτερον. οἱ δὲ οὕτως. ὄνυχές εἰσι δέρ-
ματος ἔφαψις ξηρὰ καὶ ψυχρὰ καὶ ἀναίσθητος.
Ϟβʹ. Θρὶξ σῶμά ἐστι ξηρὸν καὶ ψυχρὸν καὶ ἀναίσθη-
τον πρὸς σκέπην καὶ κόσμον γεγενημένη. κατὰ πόσους τρό-
πους ἐγένοντο αἱ τρίχες εἰς τὸν ἄνθρωπον; κατὰ δύο. αἱ
μὲν πρὸς κόσμον ἐν τῇ κεφαλῇ καὶ ἐν γενείοις· διὰ χρείαν
δὲ ἐν τοῖς βλεφάροις καὶ ἐν τοῖς ὀφρύσιν. διὰ τί ἐπὶ τῆς
κεφαλῆς φύονται πολλαὶ τρίχες; διά τε τὴν ξηρότητα τοῦ
δέρματος καὶ διὰ τὸ πλῆθος τῶν αἰθαλωδῶν περιττωμάτων
τῶν κάτωθεν ἄνω ἐς τούτους τόπους ἀναφερομένων. διὰ
τί ἐπὶ τῶν ἀκμαστικῶν ἡλικιῶν δασύτης ἐστὶ τριχῶν; διὰ
τὸ εἶναι πλῆθος περιττωμάτων καὶ πόρους μεγάλους καὶ
διὰ τὸ τούτων δέρμα μηδὲ λίαν ξηρότερον μηδὲ μαλακώτε-
ρον. διὰ τί ἐπὶ τῶν παίδων ψιλότης ἐστὶ τριχῶν; διά τε
370
τὸ μὴ εἶναι πολλὰ αἰθαλώδη περιττώματα καὶ διὰ τὸ μὴ
εἶναι πόρους. κατὰ πόσους τρόπους γίνονται φαλακροὶ οἱ
ἄνθρωποι; κατὰ δύο. ἢ δι' ἄκραν ξηρότητα ἢ δι' ἄκραν
ὑγρότητα, ὥσπερ ἡ γῆ τὸν χορτὸν ἡ ἔχουσα πολὺ ὕδωρ
σήπει.
Ϟγʹ. Δέρμα ἐστὶ σῶμα νευρῶδες σκεπάζον ὅλην τὴν
περιοχὴν ὅλου τοῦ σώματος, εὐπρεπείας χάριν τὸν τοῦ ὅλου
λόγον καὶ ὥστε ἀπερύκειν τὰ αἴτια γεγενημένον.
Ϟδʹ. Σπέρμα ἐστὶν ἡ συνεσπαρμένη δύναμις ἐν ὑγρῷ
περιέχουσα τούτου τὸν λόγον, ἥτις δύναμις τυγχάνουσα τῶν
προσηκόντων λόγων καὶ ὑλῶν ἐξαπλοῦται εἰς γένεσιν ἀν-
θρώπου. ἢ οὕτως ἑτέρως. σπέρμα ἐστὶν ὑγρὸν ἐν παρα-
στάταις περιεχόμενον ἐκ θερμοῦ πνεύματος, ἐξ οὗ οἷόν τε
φῦναι ἄνθρωπον. ἄλλως. σπέρμα ἐστὶ πνεῦμα ἔνθερμον
ἐν ὑγρῷ ἐξ ἑαυτοῦ κινούμενον καὶ δυνάμενον τοιοῦτον γεν-
νᾷν οἷον ἀφ' οὗ καὶ ἀφέθη· ἢ τὸ μεθ' ὑγροῦ ψυχῆς ὑλι-
κοῦ μέρους ἀπόσπασμα μετὰ τοῦ ὑγροῦ πνεύματος. ὁ δὲ
Κιτιεὺς Ζήνων οὕτως ὡρίσατο. σπέρμα ἐστὶν ἀνθρώπου ὃ
371
μεθίησιν ἄνθρωπος μεθ' ὑγροῦ ψυχῆς μέρους ἅρπαγμα καὶ
σύμμιγμα τοῦ τῶν προγόνων γένους, οἷόν τε αὐτὸ ἦν καὶ
αὐτὸ συμμιχθὲν ἀπεκρίθη.
Ϟεʹ. Φύσις ἐστὶ πῦρ τεχνικὸν ὁδῷ βαδίζον εἰς γένε-
σιν καὶ ἐξ ἑαυτοῦ ἐνεργητικῶς κινούμενον. ἑτέρως κατὰ
Πλάτωνα. φύσις ἐστὶ θεία τέχνη. ἢ φύσις ἐστὶν οἵα τεχνικὴ
δύναμις. ἑτέρως. φύσις ἐστὶ πνεῦμα ἔνθερμον ἐξ ἑαυτοῦ
κινούμενον καὶ κατὰ τὰς σπερματικὰς δυνάμεις γεννῶν τε
καὶ τελειοῦν καὶ διατηροῦν τὸν ἄνθρωπον. ἢ οὕτως. φύσις
ἐστὶ δύναμις ἐξ ἑαυτῆς κινουμένη, αἰτία γενέσεώς τε καὶ
διαπλάσεως καὶ τελειότητος γεννῶσά τε καὶ τελειοῦσα τὸν
ἄνθρωπον. φύσις καὶ ἡ κρᾶσις λέγεται, φύσις καὶ ἡ ἕξις.
φύσις καὶ ἡ καθ' ὁρμὴν κίνησις. φύσις καὶ ἡ διοικοῦσα τὸ
ζῶον δύναμις λέγεται. δύναται δὲ καὶ οὕτως ὁρίσασθαι.
φύσις ἐστὶ πνεῦμα ἔνθερμον ἐξ ἑαυτοῦ κινούμενον κατὰ
σπερματικοὺς λόγους γεννῶν τε καὶ τελειοῦν καὶ διατηροῦν
τὸν ἄνθρωπον ἐν χρόνοις καὶ μεγέθεσιν ὡρισμένους.
372
Ϟστʹ. Ἕξις ἐστὶ πνεῦμα συνέχον καὶ συγκρα-
τοῦν τὰ μέρη.
Ϟζʹ. Ὄρεξίς ἐστι πόθος καὶ ἐπιζήτησις τροφῆς καὶ
πότου.
Ϟηʹ. Κατάποσίς ἐστιν ὁλκὴ στερεοῦ καὶ ὑγροῦ ἀπὸ
στομάχου εἰς κοιλίαν γινομένη. ἢ οὕτως. κατάποσίς ἐστιν
εἰσφορὰ τροφῆς τῆς ὑγρᾶς καὶ στερεᾶς ἐκ στόματος διὰ στο-
μάχου εἰς κοιλίαν γινομένη.
Ϟθʹ. Πέψις ἐστὶ μίξις καὶ χύλωσις ὥσπερ ἕψησις
τροφῆς ἐν κοιλίᾳ καὶ ἐν ἐντέροις κατὰ μεταβολὴν εἰς ἀνά-
δοσιν τετελεσμένη. ἑτέρως. πέψις ἐστὶ κατεργασία τροφῆς
κατὰ μεταβολὴν ἐν κοιλίᾳ καὶ ἐν ἐντέροις. ἢ οὕτως. πέψις
ἐστὶν ἀλλοίωσις ἑτοίμη πρὸς ἐξαιμάτωσιν, ἥτις γίνεται ὑπὸ
τῆς φύσεως διὰ θερμασίας ἑψήσει παραπλησίως. πῶς Ἱπ-
ποκράτης καὶ Ἐρασίστρατος καὶ Ἐμπεδοκλῆς καὶ Ἀσκλη-
πιάδης τὰς πέψεις τῆς τροφῆς φασι γίνεσθαι; τὰς πέψεις
τῆς τροφῆς Ἱπποκράτης μὲν ὑπὸ τοῦ ἐμφύτου θερμοῦ φησι
γίνεσθαι, Ἐρασίστρατος δὲ τρίψει καὶ λειώσει καὶ περι-
373
στολῇ τῆς γαστρὸς καὶ ἐπικτήτου πνεύματος ἰδιότητι. Ἐμ-
πεδοκλῆς δὲ σήψει· οἱ δὲ ἐξ ὠμῶν ἔφασαν τὰς ἀναδόσεις
γίγνεσθαι, ὥσπερ καὶ Ἀσκληπιάδης ὁ Βιθυνός· ὁ δ' αὐτὸς
οὗτος καὶ τὴν γυμνασίαν τῶν πέντε αἰσθήσεων ἀπεφήνατο
εἶναι τὴν ψυχήν.
ρʹ. Ἐξαιμάτωσίς ἐστιν ἡ εἰς αἷμα τῆς τροφῆς μετα-
βολή.
ραʹ. Ἀνάδοσίς ἐστιν ὁλκὴ τῆς πεφθείσης καὶ οἰκονο-
μηθείσης καὶ ἐξαιματωθείσης τροφῆς εἰς πάντα τὰ τοῦ σώ-
ματος μόρια καὶ μέρη ὑπὸ τοῦ ἐμφύτου θερμοῦ. οἱ δὲ
οὕτως. ἀνάδοσίς ἐστιν ὁλκὴ τῆς πεφθείσης τροφῆς ὑπὸ τοῦ
κατὰ φύσιν θερμοῦ εἰς ὅλον τὸ σῶμα μετὰ τῆς οἰκείας με-
ταβολῆς καὶ κατεργασίας.
ρβʹ. Αὔξησίς ἐστιν ἡ εἰς μῆκος καὶ πλάτος καὶ βάθος
πρόβασις τῶν σωμάτων.
ργʹ. Θρέψις ἐστὶν ἡ εἰς τὴν περιοχὴν καὶ τὸ πλάτος
γινομένη πρόσθεσις τοῖς σώμασιν.
ρδʹ. Τέσσαρές εἰσιν ἡλικίαι, πρώτη μὲν ἡ τῶν νέων·
374
δευτέρα δὲ ἡ τῶν ἀκμαζόντων, καὶ τρίτη ἡ τῶν μέσων καὶ
τετάρτη ἡ τῶν γερόντων. οἱ νέοι μὲν θερμοὶ τὴν κρᾶσιν
καὶ ὑγροὶ καὶ τῷ ἔαρι παραπλήσιοι· οἱ δὲ ἀκμάζοντες θερ-
μοὶ καὶ ξηροὶ καὶ τὴν αὐτὴν κρᾶσιν τῷ θέρει προσκεκτη-
μένοι. οἱ μέσοι ψυχροὶ καὶ ξηροὶ εἰσὶ τῇ κράσει
ὅμοιοι τῷ φθινοπώρῳ· οἱ δὲ γέροντες ψυχροὶ καὶ ὑγροὶ
καὶ τῷ χειμῶνι παραπλήσιοι. πλεονάζει τοῖς μὲν νέοις τὸ
αἷμα, τοῖς δὲ ἀκμάζουσι ξανθὴ χολὴ, τοῖς δὲ μέσοις ἢ
παρακμάζουσιν ἡ μέλαινα, τοῖς δὲ γέρουσι τὸ φλέγμα. ὅτι
τὸ ἔμφυτον θερμὸν πολὺ μὲν ἐν τοῖς νέοις, ἀκμάζον δὲ ἐν
τοῖς ἀκμάζουσι, μέσον δὲ ἐν τοῖς μέσοις, ὀλίγιστον δὲ ἐν
τοῖς γέρουσιν.
ρεʹ. Νεότης ἐστὶ καθ' ἣν αὔξεται τὸ ζῶον ἐπίδοσιν
λαμβάνοντος ἐν αὐτῷ τοῦ θερμοῦ καὶ τοῦ ὑγροῦ καὶ ἴσων
ὄντων τῶν ἀπερχομένων τοῖς προσφερομένοις ἢ πλείονος
ὄντος τοῦ προσγινομένου ἢ τοῦ ἀπογιγνομένου.
ρστʹ. Ἀκμή ἐστιν ἡλικία καθ' ἣν ηὔξηται καὶ τετε-
λείωται τὸ ζῶον τελείων ἐν αὐτῷ τοῦ θερμοῦ καὶ τοῦ ὑγροῦ
καὶ ἴσων ὄντων τῶν ἀπερχομένων τοῖς προσφερομένοις.
375
ρζʹ. Γῆράς ἐστιν ἡλικία καθ' ἣν ὑπομειοῦται καὶ ὑπο-
λείπει τὸ ζῶον ἐλαττόνων ἐν αὐτῷ γινομένων τοῦ θερμοῦ
καὶ τοῦ ὑγροῦ· καὶ πλειόνων δὲ ἐν αὐτῷ γινομένων τοῦ ψυ-
χροῦ καὶ τοῦ ξηροῦ.
ρηʹ. Ἀναπνοή ἐστι κίνησις θώρακος καὶ πνεύμονος.
μέρη δὲ αὐτῆς εἰσι δύο, εἰσπνοὴ καὶ ἐκπνοή. ἢ οὕτως. ἀνα-
πνοή ἐστιν ὁλκὴ ἀέρος διὰ στόματος καὶ μυκτήρων εἰς ἐγ-
κέφαλον καὶ διὰ φάρυγγος καὶ πνεύμονος εἰς καρδίαν· πά-
ρεισι δέ τοι καὶ εἰς τὴν κοιλίαν. καὶ ἐκ τοῦ ληφθέντος
πάλιν ὀλίγη τις ἀνταπόδοσις εἰς τὸ περιέχον γίνεται.
ρθʹ. Διαπνοή ἐστιν ὁλκὴ ἀέρος ἀπροαίρετος ὑπὸ τοῦ
φυσικοῦ θερμοῦ διὰ τῆς ἐπιφανείας ἅμα τοῖς συναπερχο-
μένοις αὐτοῦ σώματος γινομένη. ἑτέρως. διαπνοή ἐστιν
ἐκ τοῦ σώματος ὁλκὴ ἀέρος μετ' ὀρέξεως φυσικῆς δι' ὅλου
τοῦ σώματος καὶ πάλιν δι' ἐξόδων ἀπόκρισις.
ριʹ. Σφυγμός ἐστι διαστολὴ καὶ συστολὴ καρδίας καὶ
ἀρτηριῶν φυσική. μέρη δὲ τοῦ σφυγμοῦ εἰσι δύο, διαστολὴ
καὶ συστολή· ἢ οὕτως. σφυγμός ἐστι κίνησις κατὰ διαστο-
376
λὴν καὶ συστολὴν κυρδίας καὶ ἀρτηριῶν καὶ ἐγκεφάλου καὶ
μηνίγγων φυσικὴ καὶ ἀπροαίρετος. δυνατὸν καὶ οὕτως ὁρί-
σασθαι. σφυγμός ἐστι κίνησις φυσικὴ καὶ ἀπροαίρετος τοῦ
ἐν καρδίᾳ καὶ ἀρτηρίαις θερμοῦ εἰς ἑαυτὸ καὶ ἀφ' ἑαυτοῦ
συγκινοῦσα ὁμοίως τήν τε καρδίαν καὶ τὰς ἀρτηρίας. ἄλ-
λως. σφυγμός ἐστι κατὰ διαστολὴν καὶ συστολὴν πρὸς ἔμ-
ψυξιν τοῦ ἐμφύτου θερμοῦ καὶ αὔξησιν τοῦ ζωτικοῦ τόνου
καὶ γέννησιν τοῦ ψυχικοῦ πνεύματος. ἄλλως. σφυγμός ἐστιν
ἄγγελος ἀψευδὴς τῶν ἐν βάθει κεκρυμμένων καὶ τῶν ἀφα-
νῶν προφήτης καὶ τῶν ἀδήλων ἔλεγχος ἐν ἁρμονικῇ κινήσει
καὶ μαντικῇ πληγῇ διάθεσιν ἀόρατον προαγορεύων.
ριαʹ. Γένος τοῦ σφυγμοῦ κίνησίς ἐστιν ἡ ἀτε-
λεύτητος καὶ ἀπροαίρετος ἡ ἐν τῇ τῆς ἀεικινησίας διαστολῇ
καὶ συστολῇ συνισταμένη καὶ ἐν τῇ καρδίᾳ τε καὶ ταῖς ἀρ-
τηρίαις ἀρχὴν ἔχουσα. ἡ ἀρτηρία κυκλοειδῶς κινεῖται ἢ
ἐπ' εὐθείας. δηλονότι οὐ κινεῖται ἐν κύκλῳ. ὅτι δὲ οὐδ'
ἐπ' εὐθείας ἐντεῦθεν εἴσῃ σαφῶς. τὰ ἐπ' εὐθείας κινού-
μενα πάντα μεταβαίνει τόπον ἐκ τόπου καὶ πέρας ἴσχει
377
κινήσεως· οὐκ ἄρα ἐπ' εὐθείας κινεῖται. εἰ δὲ δύο οὐσῶν
κινήσεων οὐδεμίαν κίνησιν κινεῖται, οὐκ ἄρα κινεῖται. ἀλλὰ
τοῦτο ψευδῶς καὶ τῇ αἰσθήσει μαχόμενον. κινεῖται οὖν.
ἐπεὶ δὲ κινεῖται, δεικτέον ποίαν κίνησιν κινεῖται ἡ ἀρτηρία.
φαμὲν τοίνυν μικτὴν ποιῆσαι τὴν κίνησιν ἔν τε κύκλῳ καὶ
ἐπ' εὐθείας. εἰ δὲ μικτή ἐστιν ἡ ταύτης, ὡς εἴρηται, κί-
νησις εὔλογος ἀπόδειξις τὸ κέντρον.
ριβʹ. Κέντρον δὲ λέγω τὸ μὲν μέσον σημεῖον κατὰ τὴν
σύμπτωσιν τῆς ἀρτηρίας διαστελλομένης οὑτωσοῦν ἐπὶ τὰ
ἔξω ῥεῖν καὶ πάλιν ἀπὸ τῶν ἔξω ἐπὶ τὸ κέντρον πίπτειν,
δόξειν ἐπ' εὐθείας κινεῖσθαι. εἰ δὲ θέλεις αὐτοῖς τοῖς
πράγμασι τὴν τῆς ἀρτηρίας θεάσασθαι κίνησιν, ἔστω σοι
εἰκὼν σαφὴς τοῦ λεγομένου. ἀναλαβὼν λίθον τις ἀκοντίσει
ἐν ὕδατι, εἶτα τὴν ἐκ τοῦ λίθου πληγὴν νοήσεις τὴν ἀρτη-
ρίαν, ὁ γενόμενος ἐκ ταύτης κύκλος σαφῆ σοι τὴν διαστο-
λὴν ἀπεργάζεται. εἰ δὲ αὖ πάλιν μὴ ἐπ' ἄπειρον ἰόντα
378
τούτου τὸν κύκλον νοήσεις, ἀλλὰ στάντα καὶ ἀρξάμενον μετ'
ὀλίγον ἐλαττοῦσθαι, ἕως ἂν εἰς ἐκεῖνον καταντήσει τὸν τό-
πον, ὅθεν τὴν ἀρχὴν τῆς γεννήσεως ἔλαβεν.
ριγʹ. Ἡγεμονικόν ἐστι ψυχῆς τὸ ἄρχον τῶν μερῶν τῆς
ψυχῆς, τὸ βασιλεῦον καὶ ἐπιτάσσον, καθιδρυμένον δὲ ἐν τῇ
βάσει τοῦ ἐγκεφάλου. οἱ δὲ οὕτως. ἡγεμονικὸν ψυχῆς ἐστι
τὸ κατάρχον τῆς ὅλης τοῦ ζώου διοικήσεως, τεταγμένον δὲ
ἐν τῇ καρδίᾳ τοῦ ἐγκεφάλου.
ριδʹ. Ὑπηρετικὸν μέρος τῆς ψυχῆς τὸ ὑποτεταγμένον
καὶ ὑπηρετοῦν τῷ ἡγεμονικῷ, τεταγμένον δὲ ἐν τῷ ἄλλῳ
λοιπῷ σώματι.
ριεʹ. Αἴσθησίς ἐστι πάθος ψυχῆς διὰ σώματος ἀγ-
γελικὸν τοῦ κινητικοῦ. τί διαφέρει αἴσθησις καὶ αἰσθητή-
ριον καὶ αἰσθητὸν καὶ αἰσθητικόν; διαφέρει. αἴσθησις μὲν
γάρ ἐστιν ἡ ἐνεργοῦσα δύναμις, αἰσθητήριον δὲ τὸ αἴσθη-
σίν τινα ἐμπεπιστευμένον ὄργανον, αἰσθητὸν δὲ τὸ τῇ αἰ-
σθήσει ὑποπῖπτον, αἰσθητικὸν δὲ αὐτὸ τὸ αἰσθανόμενον,
οἷον αἴσθησις μὲν, ὅρασις, γεῦσις, ὄσφρησις καὶ αἱ λοιπαὶ
379
αἰσθήσεις ἀκοὴ καὶ ἁφή. αἰσθητήριον ἤτοι ὀφθαλμὸς ἢ
ῥὶς ἢ γλῶττα, ἃ καὶ ὄργανα αἰσθητικὰ προσαγορεύεται.
αἰσθητὸν δὲ τὸ ξύλον ἢ ὁ λίθος ἢ κίων καὶ πάντα τὰ ὑπο-
πίπτοντα ταῖς αἰσθήσεσιν. αἰσθητικὸν δὲ ὁ Θέων καὶ ὁ
Δίων καὶ τἄλλα ὅσα αἰσθάνεται ζῶα.
ριστʹ. Αἰσθήσεις εἰσὶ πέντε, ὅρασις, ἀκοὴ,
γεῦσις, ὄσφρησις, ἁφή. διακονοῦνται δὲ αὗται καὶ ὑπηρε-
τοῦνται τῇ ψυχῇ, ὥσπερ Ἀσκληπιάδης ὁ Βιθυνός φησιν
καὶ τὴν οὖν γυμνασίαν τῶν πέντε αἰσθήσεων ψυχὴν εἶναι.
ριζʹ. Ὅρασίς ἐστιν ἡ γινομένη διὰ τῶν ὀφθαλμῶν τῷ
συγκεκραμμένῳ ἐν αὐτοῖς πνεύματι λεπτῷ μάλιστα κατὰ
τὸν τῆς κόρης τόπον τυγχάνοντι, δι' οὗ αἱ ὁρατικαὶ ἀντι-
λήψεις γίνονται. τί ἐστιν ὄψις; ὄψις ἐστὶ δύναμις οὐσίας
ἀερώδους φανώδης, ὅρασις δ' ἐνεργητική.
ριηʹ. Ἀκοή ἐστιν ἡ γινομένη διὰ τοῦ ἐγκεκραμένου
τοῖς ὠσὶ πνεύματος ξηροτέρου μᾶλλον ὄντος ἤπερ λεπτο-
μερεστέρου, δι' οὗ αἱ ἀκουστικαὶ ἀντιλήψεις γίνονται.
ριθʹ. Ὄσφρησίς ἐστιν ἡ ἀποτελουμένη διὰ τοῦ ἐν ταῖς
380
ῥισὶ πνεύματος ὄντος ἐνίκμου καὶ ἀτμωδεστέρου,
δι' οὗ καὶ τῶν ὀσφραντῶν ἀντιλήψεις γίνονται.
ρκʹ. Γεῦσίς ἐστιν ἡ γιγνομένη ποιότης τῷ ἐν τῇ γλώσ-
σῃ πνεύματι ὄντι ὑγροτέρῳ μᾶλλον.
ρκαʹ. Ἁφή ἐστιν ἡ ἀποτελουμένη διὰ τοῦ πνεύματος
ἐληλυθότος διὰ τοῦ σώματος, δι' οὗ αἱ σωματικαὶ ἀντιλή-
ψεις γίνονται.
ρκβʹ. Μεταβατικὴ κίνησίς ἐστι τῶν ὅλων ζώων καθ'
ὁρμὴν γινομένη κατάρχοντος μὲν τοῦ ἡγεμονικοῦ, ὑπηρε-
τοῦντος δὲ τοῦ ἐν τοῖς νεύροις πνεύματος συνεκτεινομένου
καὶ παραφέροντος τὰ μέλη.
ρκγʹ. Φωνὴ ψόφος τίς ἐστιν ἔμψυχος. ἄλλως. φωνή
ἐστιν ἡ γινομένη καθ' ὁρμὴν τοῦ ἡγεμονικοῦ ἐκτεινομένου
καὶ συνεκτείνοντος τὸ πνεῦμα τὸ διὰ φάρυγγος μέχρι τοῦ
πνεύμονός τε καὶ τοῦ στόματος καὶ τῆς γλώττης τούτων
διατυπτόντων τὸν πλησιάζοντα ἀέρα. ἄλλως. φωνή ἐστιν
ἀποτέλεσμα τοῦ ἐν ἡμῖν τεθησαυρισμένου πνεύματος δια-
σειόμενον διὰ τραχείας ἀρτηρίας καὶ εἰδοποιούμενον διὰ
γλώττης καὶ ἐπιγλωττίδος. ἄλλως. φωνή ἐστιν ἀπήχησις
381
πνεύματος κατὰ προαίρεσιν ἡμῶν γινομένη συστελλομένων
τῶν μεσοπλευρίων μυῶν καὶ προσκρουόντων τῇ τραχείᾳ ἀρ-
τηρίᾳ, λάρυγγι, φάρυγγι, ἐπιγλωττίδι καὶ ἀπαγγέλλουσα τὰς
ψυχικὰς διαθέσεις.
ρκδʹ. Μνήμη ἐστὶ κατοχὴ καὶ συντήρησις τῶν προ-
κεκριμένων ἐν τῇ ψυχῇ ἢ τῶν προκεκινηκότων τὴν ψυχήν.
οἱ δὲ οὕτως. μνήμη ἐστὶ κατάληψις παρεληλυθότος, οὗ τὸ
παρὸν ἐξ αἰσθήσεως καταλαμβάνεται.
ρκεʹ. Ἀνάμνησίς ἐστι πλείονος ἐγγενομένου μεταξὺ χρό-
νου πρὸς ἀλλήλους γενομένης τῆς διανοίας, ὥστε πάλιν ἀνα-
μιμνήσκεσθαι τὰ προκεκινηκότα τῇ ψυχῇ.
ρκστʹ. Ἐπίνοιά ἐστιν ἐναποκειμένη νόησις,
νόησις δὲ λογικὴ φαντασία.
ρκζʹ. Ὕπνος ἐστὶν ἄνεσις ψυχῆς κατὰ φύσιν ἀπὸ τῶν
περάτων ἐπὶ τὸ ἡγεμονικόν. οἱ δὲ οὕτως. ὕπνος ἐστὶν ἡ
ψυχῆς καταφορὰ κατὰ φύσιν ἀπὸ τῶν περάτων ἐπὶ τὴν ἀρ-
χήν. ἄλλως. ὕπνος ἐστὶν ἡσυχία καὶ παῦλα τῶν ἡγεμονι-
κῶν. τίς ποιητικὴ αἰτία τοῦ ὕπνου; ἡ ἐν ἐγκεφάλῳ χρηστὴ
382
ὕλη. ἢ ὑπνόποιός ἐστιν ἡ χρηστὴ ὕλη ἀπὸ τοῦ στομάχου
εἰς τὸν ἐγκέφαλον ἀναφερομένη καὶ ἡ μᾶλλον ὑγροτέρα καὶ
μετρίως θερμοτέρα ἐστί.
ρκηʹ. Ἐγρήγορσίς ἐστιν ἔντασις ψυχῆς καὶ ἀπὸ τῆς
ἀρχῆς εἰς πάντα τὰ μέρη καὶ τὰ μόρια τοῦ σώματος.
ρκθʹ. Ὑγίειά ἐστι τῶν πρώτων κατὰ φύσιν ἡ εὐκρα-
σία τῶν ἐν ἡμῖν χυμῶν ἢ τῶν φυσικῶν δυνάμεων ἀπαρα-
πόδιστος ἐνέργεια. ἢ ὑγίειά ἐστιν εὐκρασία τῶν τεσσάρων
πρώτων στοιχείων ἐξ ὧν τὸ σῶμα συνέστηκε, θερμοῦ, ψυ-
χροῦ, ὑγροῦ, ξηροῦ· οἱ δὲ οὕτως. ἁρμονία τῶν συνιστών-
των τὸν ἄνθρωπον θερμῶν τε καὶ ψυχρῶν ὑγρῶν τε καὶ
ξηρῶν. πόσα παρέπεται τῇ ὑγιείᾳ; τρία. κάλλος, εὐεξία,
ἀρτιότης. κάλλος ποῖον; κάλλος μὲν οὐχ ὁποῖον κωμμωτι-
κῆς δι' ἐπιχρισμάτων προσώπου καὶ βαφῆς τριχῶν καὶ τῶν
τούτοις ἐοικότων περιγινόμενον. ποία εὐεξία; εὐεξία δὲ ἡ
οὐχὶ ἀπὸ γυμναστικῆς, ἀλλ' ἡ κατ' ἐπακολούθησιν τῆς ὑγιείας
συνισταμένη. ποία ἀρτιότης; ἀρτιότης δ' ἐστὶν ἡ τῶν με-
383
ρῶν ἀπηρτισμένων ῥῶσίς τε καὶ συμμετρία. πάλιν δὲ τῷ
κάλλει παρέπεται τρία, εὔχροια καὶ μελῶν ἀναλογία τε καὶ
εὐρυθμία. ἔνιοι γοῦν τὸ κάλλος οὕτως ὡρίσαντο. κάλλος
ἐστὶν εὐρυθμία μελῶν μετ' εὐχροίας. εὔχροια καὶ μελῶν
ἀναλογία τε καὶ εὐρυθμία εἰσὶ τὸ κάλλος. τί διαφέρει
ὑγίεια εὐεξίας; ὑγίεια εὐεξίας τούτῳ διαφέρει ὅτι ὑγίεια
μὲν καὶ ἔστιν εὐεξία σύμμετρος, ἡ δὲ εὐεξία, ὑγίεια ἐπιτε-
ταμένη· ἡ δὲ ἐπὶ τῶν γυμναστικῶν εὐεξία οὐδὲ ὑγίεια ἄν
τις εἴη.
ρλʹ. Ἀρεταὶ μὲν σώματος ὑγίεια, ῥώμη, κάλλος, ἀρ-
τιότης. ψυχῆς δὲ ἀρεταὶ, φρόνησις, σωφροσύνη, ἀνδρεία,
δικαιοσύνη. τίς τούτων ἀναλογία; ὑγίεια μὲν πρὸς σωφρο-
σύνην. ἡ μὲν γὰρ ὑγίεια εὐκρασία τῶν πρώτων καὶ σύ-
στασίς ἐστιν, ἡ δὲ σωφροσύνη τὸ καθαρεύειν παντὸς πά-
θους τὴν ψυχὴν ἡδονῆς, φόβου, λύπης, ἐπιθυμίας· δι' ἣν
αἰτίαν τὰς ὁρμὰς τῆς ψυχῆς ἀταράχους παρέχεται· καὶ σύ-
384
στασις αὕτη ψυχῆς ἐστι καὶ ὑγίεια. πάλιν ἀναλογία ἐστὶ
ῥώμη σώματος πρὸς ἀνδρείαν ψυχῆς. ἡ μὲν γὰρ ῥώμη εὐ-
τονία ἐστὶ σώματος καὶ ἰσχὺς ἀκαταγώνιστος τοῖς νομιζο-
μένοις τὸ σῶμα φθείρειν. ἡ δὲ ἀνδρεία ῥώμη ψυχῆς καὶ
ἰσχὺς πρὸς τὰς ὑπομονὰς τῶν ἰσχυρῶν φαντασιῶν θανάτου,
πόνου, ταλαιπωρίας καὶ καθ' ὅλου παντὸς τοῦ δοκοῦντος
εἶναι δεινοῦ καὶ φοβεροῦ. προσέοικε δὲ τῷ κάλλει
πάλιν ἡ δικαιοσύνη· τὸ μὲν γὰρ κάλλος ἐν συμμετρίᾳ με-
λῶν μετ' εὐχροίας νοεῖται, ἡ δὲ δικαιοσύνη ἐν συμμετρία
τοῦ ὑπερβάλλοντος ἑκάστου. ἀπονεμητικὴ γάρ ἐστιν ἑκάστῳ
τῶν πρὸς ἀξίαν, οἷον θεοῖς, γονεῦσι, συγγενέσι, φίλοις, οἰ-
κείοις, πολίταις. τῇ δὲ φρονήσει ἡ ἀρτιότης. ἀρτιότης
μὲν γὰρ συμπλήρωσίς ἐστι τῶν τῆς ψυχῆς ὀρθῶν καταλή-
ψεων ὥσπερ καὶ τῶν μελῶν. οὕτω δὲ καὶ ἡ φρόνησις.
ρλαʹ. Τὸ κατὰ φύσιν μέν ἐστιν ἡ ὑγίεια. τὸ δὲ παρὰ
φύσιν ἡ νόσος. τὸ φύσει δὲ οὔτε κατὰ φύσιν ἐστὶν οὔτε
ἤδη παρὰ φύσιν, οἷον ὁ λεπτὸς ἄγαν καὶ ξηρὸς ἢ ὁ παχὺς
385
ἤδη καὶ πιμελώδης ἢ ὁ γρυπὸς ἢ ὁ γλαυκὸς ἢ ὁ σιμὸς ἢ
ὁ ῥεβός· οὗτοι καὶ οὕτως ἔχοντες κατὰ φύσιν μὲν οὐ διά-
κεινται, παραβεβήκασι μὲν γάρ τι οὗτοι τὸ σύμμετρον· οὐδὲ
μὴν παρὰ φύσιν ἔχουσιν, οὐ γὰρ ἐμποδίζονται εἰς τὰς ἐνερ-
γείας. τὸ δὲ οὐ φύσει τοιοῦτόν ἐστι τὸ μήτε παρὰ φύσιν
ἐστὶ μήτε κατὰ φύσιν μήτε φύσει ἐστί. ὥσπερ οἱ τὰς λευ-
κὰς ἔχοντες καὶ τὰς ἀκροχόρδωνας ἄλφους τε καὶ μύρμηκας
καὶ εἴ τι ὅμοιον. ταῦτα γὰρ οὔτε κατὰ φύσιν, ἔξω γάρ εἰσι
τοῦ κατὰ φύσιν, οὔτε μὴν παρὰ φύσιν, οὐδὲ γὰρ ἐμποδίζει
ταῖς κατὰ φύσιν ἐνεργείαις. οὔτε δὲ φύσει, οὐ γὰρ ἐξ ἀρ-
χῆς γέγονεν, οὐδ' ἀπὸ τῆς πρώτης γενέσεως. λείπεται ἄρα
οὐ φύσει εἶναι. ἐγγίζει δὲ τῷ λόγῳ τῷ κατὰ φύσιν τὸ φύ-
σει καὶ τῷ παρὰ φύσιν τὸ οὐ φύσει.
ρλβʹ. Τῶν ἐν ἡμῖν μερῶν τὰ μὲν πρὸς τὸ ζῇν ἡμᾶς
ἀπὸ τῆς φύσεως, τὰ δὲ πρὸς τὸ εὖ ζῇν ὑπὸ τῆς φύσεως
γέγονε. τὰ μὲν οὖν πρὸς τὸ ζῇν γεγονότα τὰ κύρια τυγχά-
386
νει οἷον ἐγκέφαλος καὶ καρδία καὶ πνεύμων καὶ ἧπαρ καὶ
γαστήρ· ὧν παθόντων τι ἐξ ἀνάγκης ἤτοι παραυτίκα ἢ
ὕστερον τὸ ζῶον τελευτᾷ. τὰ δὲ πρὸς τὸ εὖ ζῇν ὀφθαλμοὶ,
πόδες, χεῖρες καὶ τὰ ἄλλα μόρια. τούτων γὰρ παθόντων
ζῇ μὲν τὸ ζῶον, ζῇ δὲ οὐ καλῶς.
ρλγʹ. Νόσος ἐστὶ δυσκρασία τῶν πρώτων κατὰ φύσιν
ἢ δυσκρασία τῶν ἐν ἡμῖν χυμῶν. ἢ τῶν φυσικῶν δυνά-
μεων παραποδισμός. ἢ ἐκτροπὴ τοῦ σώματος ἐκ τοῦ κατὰ
φύσιν εἰς τὸ παρὰ φύσιν. ἢ νόσος ἑστὶ δυσκρασία τῶν
πρώτων καθ' ἣν ἐπικρατεῖ τὸ ξηρὸν καὶ τὸ ψυχρὸν ἢ τὸ
θερμὸν ἢ τὸ ὑγρόν. αἱ νοσωδέσταται κατασκευαὶ τῶν σω-
μάτων ἐξ ἐναντίων τῇ κράσει σύγκεινται μορίων, ὥσπερ αἱ
ἄρισται κατασκευαὶ τῶν σωμάτων συνεστήκασιν ἐκ συμμέ-
τρων μὲν τῶν ὀργανικῶν, ἐξ εὐκρασίας δὲ τῶν ὁμοιομερῶν.
ρλδʹ. Πάθος ἐστὶ παραποδισμὸς τῆς κατὰ φύσιν ἐνερ-
γείας νοσώδης ἤ τινος ἤ τινων ἢ μιᾶς ἢ πάντων τῶν τῆς
387
φύσεως ἐνεργημάτων. τινὲς δὲ οὕτως ὡς Ἡροφίλιοι. πά-
θος ἐστὶ τὸ μὴ διαπαντὸς ἐν τῷ αὐτῷ χρόνῳ λυόμενον καὶ
ἐλάττονι δέ ποτε καὶ ἐν πλείονι.
ρλεʹ. Νόσημά ἐστιν ἕξις νοσώδης ἢ ὅλου τοῦ
σώματος ἢ μέρους. ἔτι τῶν νοσημάτων τὰ μέν ἐστι συνεχῆ,
τὰ δὲ διαλείποντα, τὰ δὲ ὀξέα, τὰ δὲ κατοξέα, τὰ δὲ χρό-
νια. συνεχῆ μὲν ὁ ἡμιτριταῖος καὶ ὁ τυφώδης οὕτω κα-
λούμενος πυρετὸς καὶ ὁ καῦσος. διαλείποντα δέ ἐστι ταῦτα,
ἀμφημερινὸς, τριταῖος, τεταρταῖος, πεμπταῖος καὶ τὰ τού-
τοις ὅμοια. ὀξέα δὲ φρενῖτις, λήθαργος, πλευρῖτις, περι-
πνευμονία, καῦσοι καὶ τριταῖοι συνεχεῖς. κατοξέα δὲ συν-
άγχη, κυνάγχη, ἀποπληξία, χολέρα, τέτανος καὶ τὰ τούτοις
ὅμοια. χρόνια δὲ φθόη, ἐπίληψις, ἀρθρῖτις, νεφρῖτις,
ὕδρωψ, ἀτροφία καὶ τὰ τούτοις ἐοικότα. ἔτι τῶν νοσημά-
των τὰ μέν ἐστιν ὀξέα καὶ συνεχῆ ὡς οἱ καῦσοι καὶ φρε-
νίτιδες καὶ πλευρίτιδες· καὶ γὰρ ὀξέα ταῦτα καὶ συνεχῆ
τυγχάνει. τὰ δὲ οὔτε ὀξέα οὔτε συνεχῆ ὡς τὰ χρόνια νο-
388
σήματα. τὰ δὲ ὀξέα μὲν, οὐ συνεχῆ δὲ, ὡς οἱ τριταῖοι πυ-
ρετοί· τὰ δὲ συνεχῆ μὲν, οὐκ ὀξέα δὲ, ὡς ἡμιτριταῖοι καὶ
οἱ τυφώδεις.
ρλστʹ. Τῶν πυρετῶν τέσσαρές εἰσι καιροὶ, οὓς καὶ χρό-
νους προσαγορεύομεν, εἰσβολὴ, αὔξησις, ἀκμὴ καὶ παρακμή.
ρλζʹ. Τῶν νοσημάτων διαφορὰς οἶδεν Ἱπποκράτης ἐν-
νέα, ὀξὺ, κάτοξυ, κακόηθες, χρόνιον, μέσον, ὀλέθριον, πε-
ριεστηκὸς, κινδυνῶδες, ἀκίνδυνον.
ρληʹ. Ὀξὺ μὲν οὖν ἐστι πάθος τὸ δυνάμει καὶ φαντα-
σίᾳ μέγα καὶ χαλεπὸν κρινόμενον τοὐπίπαν ἐν ἡμέραις
ἑπτά. ἄλλως. ὀξὺ νόσημα μέγα τί ἐστι καὶ πρὸς τὴν ἀκμὴν
ἐπειγόμενον διὰ ταχέων. ἢ ἐκ τοῦ Ἱπποκράτους, ὀξὺ νό-
σημά ἐστιν ὃ μέγα καὶ ὀλέθριον ὃ τοὺς πλείστους τῶν ἀν-
θρώπων κτείνει. ἄλλως. ὀξὺ πάθος ἐστὶ τὸ εὐπετῆ τὴν λύ-
σιν ἢ ἀναίρεσιν ὅσον ἐφ' ἑαυτῷ ἔχον.
ρλθʹ. Κάτοξυ πάθος ἐστὶ τὸ δυνάμει καὶ φαντασίᾳ
μεῖον καὶ χαλεπώτερον τοῦ ὀξέος τοὐπίπαν κρινόμενον ἐν
389
ἡμέραις ἑπτά. τοῦτο καὶ ὀξύτατον προσαγορεύειν εἴωθεν
Ἱπποκράτης. ἄλλως. κάτοξυ νόσημά ἐστι τὸ αὐτίκα ἀκμά-
ζον. αὐτίκα δὲ ἀκουστέον περὶ τὴν πρώτην τετράδον ἢ μι-
κρὸν ταύτης ἐξώτερον. ἄλλως. μεταξὺ νόσημα τὸ τῆς ζʹ
ἡμέρας οὐκ ἐξωτέρω προϊὸν, ἀλλ' ἤτοι κατ' αὐτὴν ἢ καὶ
πρωϊαίτερον κρινόμενον.
ρμʹ. Κακόηθες νόσημά ἐστι τὸ δυνάμει μὲν μέγα καὶ
χαλεπὸν, φαντασίᾳ δὲ ἀσθενὲς οὐκ ἔχον κρίσεως χρόνους
ὡρισμένους. ἄλλως. κακόηθες νόσημά ἐστιν ὅσον κίνδυνον
ἀπειλεῖ τοῖς κάμνουσιν, οὐκ ἀποκόπτει τὴν τῆς σωτηρίας
ἐλπίδα.
ρμαʹ. Χρόνιον νόσημά ἐστι τὸ μεταβάλλον ἐπὶ τὸ χεῖ-
ρον καὶ ἐπὶ τὸ κρεῖττον καὶ κρινόμενον ἐν μησὶ καὶ ἐνιαυ-
τοῖς ἢ καὶ συναποθνῆσκον τῷ ἀνθρώπῳ.
ρμβʹ. Μέσον νόσημά ἐστι τὸ μεταξὺ χρονίου
καὶ ὀξέος μεταβάλλον καὶ αὐτὸ ἐπὶ τὸ κρεῖττον καὶ ἐπὶ τὸ
χεῖρον, κρινόμενον τοὐπίπαν ἐν ἡμέραις ἑξήκοντα ἢ ὀγδοή-
κοντα.
390
ρμγʹ. Ὀλέθριον νόσημά ἐστι τὸ πάντῃ πάντως ὄλε-
θρον ἐπιφέρον ἤτοι ἐν ὀλίγῳ χρόνῳ ἢ ἐν πλείστῳ.
ρμδʹ. Περιεστηκὸς νόσημά ἐστιν ὅπερ οὐδέποτε ἀναι-
ρετικὸν γίνεται ὅσον ἐφ' ἑαυτὸ, ἐπειδὴ πολλάκις δι' ἁμάρ-
τημα κινδυνῶδες γίνεται.
ρμεʹ. Κινδυνῶδες νόσημά ἐστι τὸ ῥοπὴν ἴσην ἔχον καὶ
πρὸς ὄλεθρον καὶ πρὸς σωτηρίαν. λέγοιτο δ' ἂν τοῦτο καὶ
ἀμφίβολον.
ρμστʹ. Ἀκίνδυνον νόσημά ἐστι τὸ ἀεὶ ῥέπον ἐς σω-
τηρίαν ὅσον ἐφ' ἑαυτὸ, τῇ δυνάμει ταὐτὸν ὑπάρχον
τῷ περιεστηκότι.
ρμζʹ. Μέγα κατὰ φαντασίαν νόσημά ἐστιν ὡς τὸ ἐν
σεσαρκωμένοις τόποις τραῦμα πολὺν ἔχον τόπον· τὸ δὲ κατ'
ἀποτέλεσμα μέγα νόσημα ὡς τὸ κατὰ νεῦρον ἢ μυὸς νύγμα
πρὸς τὴν ὄψιν μικρὸν φαινόμενον, δυνάμει δὲ μέγα ὑπάρχον.
ρμηʹ. Ἀῤῥώστημά ἐστι νόσημα ἐγκεχρονισμένον μετ'
ἀσθενείας πλείονος. ἢ ἀῤῥώστημά ἐστι νόσημα ἀσθενὲς
ἐλαττοῦν τὴν δύναμιν.
391
ρμθʹ. Νόσημα ἔμμονόν ἐστιν ἔμμονος κατασκευὴ παρὰ
φύσιν περὶ τὰ μετέχοντα τοῦ ζῇν σώματα· οἱ Ἡροφίλειοι
πάθος λέγουσιν εἶναι τὸ δύσλυτον καὶ ἀκίνητον οὗ τὴν αἰ-
τίαν ἐν ὑγροῖς εἶναι.
ρνʹ. Σποραδικὰ νοσήματά ἐστι τὰ ἐν παντὶ χρόνῳ
καὶ τόπῳ γινόμενα. ἄλλως. σποραδικὰ νοσήματά ἐστιν ἃ
καταλαμβάνει ἰδίᾳ ἕκαστον. ἄλλως. σποράδες αἱ νόσοι διά-
φοροι οὐχ ὁμονογενεῖς ἄλλαι ἄλλοις συμβαίνουσιν.
ρναʹ. Ἔνδημά ἐστι τὰ ἔν τισι πλεονάζοντα τόποις.
ἄλλως. ὅσα πλεονάζει διὰ παντὸς ἔν τινι χώρᾳ, ἅ πέρ
ἐστιν ἔνδημα.
ρνβʹ. Ἐπίδημά ἐστι τὰ κατά τινας χρόνους περὶ πλείο-
νας ἐν τῷ αὐτῷ τόπῳ γινόμενα.
ρνγʹ. Λοιμός ἐστι νόσημα ἐπὶ πάντας ἢ τοὺς πλεί-
στους παραγινόμενον ὑπὸ διαφθορᾶς ἀέρος, ὥστε τοὺς πλεί-
στους ἀπόλλυσθαι. φέρεται δὲ καὶ τοιοῦτός τις ὅρος. λοι-
μός ἐστι κοινὸν πάθος πλείστων ὑπὸ τὸν αὐτὸν
392
καιρὸν κατὰ πόλεις καὶ ἔθνη ὀξεῖς κινδύνους καὶ θανάτους
ἐπιφέρον. δυνατὸν καὶ οὕτως ὁρίσασθαι. λοιμός ἐστι τροπὴ
ἀέρος ὥστε μὴ τετηρηκέναι τὰς ὥρας τὴν ἰδίαν τάξιν μετὰ
τοῦ καὶ πολλοὺς ἀποθνήσκειν ὑπὸ τοῦ αὐτοῦ νοσήματος.
ρνδʹ. Αἴτιόν ἐστιν ὃ ποιοῦν τι ἐν τῷ…
…
The complete text is available when the reading interface loads.