De historia philosophica
- Authority group
- Pseudo-Galenus (catalogue association; authorship remains anonymous)
- Edition reference
- De historia philosophica, ed. H. Diels, Doxographi Graeci, Berlin: Reimer, 1879 (repr. Berlin: De Gruyter, 1965): 597–648.
- CTS identifier
urn:cts:greekLit:tlg0530.tlg042.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
3
φιλοσοφίαν σεμνότητος ἐπί τινα τρόπον κατελήλυθεν οὐ πάνυ παρὰ τοῖς
ἀκριβέσι τῶν φιλοσόφων εὐδοκιμηκότα. τούτου δὲ <Μητρόδωρος> ἠκρο-
ᾶτο ***
4
{<πῶς τὴν φιλοσοφίαν ὥρισαν.>}
Ὡρίσθη δὲ τῶν φιλοσοφιῶν ἡ μὲν ἐξ ἀνδρὸς ὥσπερ ἡ κατ' <Ἐπί-
κουρον>· 〈ἡ δὲ〉 ἐκ τέλους [καὶ δόγματος] ὥσπερ ἡ <Εὐδαιμονική>·
ὁ γὰρ <Ἀνάξαρχος> τέλος τῆς κατ' αὐτὸν ἀγωγῆς τὴν εὐδαιμονίαν ἔλεγεν.
ἡ δὲ ἐξ ἐνεργείας ὡς ἡ <Περιπατητική>· τὸν γὰρ <Ἀριστοτέλη> κατὰ
τοὺς περιπάτους συνουσίας πρὸς ὁμιλητὰς ποιούμενον τῆς ἐπωνυμίας ταύτης
κατηξιωκέναι τὴν κατ' αὐτὸν φιλοσοφίαν. ἡ δὲ δι' ἔνστασιν ὡς ἡ <Κυνική>
[διαλεκτική]. ἡ δ' ἀπὸ τόπου ὡς ἡ <Στωικὴ> καὶ <Ἀκαδημαϊκή>. ἡ δὲ
ἀπὸ διαθέσεως ὡς ἡ <Σκεπτική>. ἡ δὲ ἐξ ἀνδρὸς καὶ πόλεως καὶ δόγματος
ὡς ἡ κατὰ <Ἀρίστιππον Ἀριστιππικὴ> μὲν ἀπὸ τοῦ εὑρηκότος, <Κυρη-
ναϊκὴ> δὲ ἀπὸ τῆς πόλεως, ἧς ἐκεῖνος μετεῖχεν, <ἡδονικὴ> δὲ ἀπὸ τοῦ τέλους
τῆς κατ' αὐτὸν φιλοσοφίας· τὸν γὰρ <Ἀρίστιππον> τῇ ἡδονῇ προσκεκλίσθαι
μᾶλλον.
[περὶ τοῦ λογικοῦ μέρους τῆς φιλοσοφίας. τὸ λογικὸν μέρος τῆς φιλο-
σοφίας τῶν ὕστερον γεγονότων τινὲς ὑπενόησαν προτετάχθαι ἡγούμενοι δεῖν
τοὺς μέλλοντας ἀκριβῶς φιλοσοφεῖν μὴ πρότερον τοῖς ἄλλοις μέρεσιν ἐπι-
χειρεῖν, πρὶν ἢ τί τῶν ὄντων ἕκαστόν ἐστι γιγνώσκειν.]
5
Οἱ μὲν γὰρ ἔφασαν τὴν φιλοσοφίαν εἶναι δύναμιν γνωστικὴν καὶ περι-
ποιητικὴν ἀρίστου βίου, ἄριστον βίον εἰπόντες τὸ ζῆν ἕκαστον κατ' ἀρετήν,
οἱ δὲ ἄσκησιν ἀνθρώποις [ἀρίστης ζωῆς] ἐπιτηδείας τέχνης ὡρίσαντο, ἄσκησιν
μὲν τὴν φιλοσοφίαν εἰπόντες, ἐπιτηδείαν δὲ τέχνην τὴν σοφίαν ὀνομάσαντες,
ἥ τίς ἐστι κατάληψις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων. εἰσὶ δ' οἳ
θεωρητικὴν ἕξιν αἱρετῶν καὶ φευκτῶν ὑπέλαβον χρῆναι μᾶλλον ὀνομάσαι
[δὲ] αὐτήν, αἱρετὰ μὲν τὰ ἀγαθὰ φήσαντες εἶναι, φευκτὰ δὲ τὰ κακά, καὶ
ἀγαθὸν τὸ δι' ἑαυτοῦ αἱρετὸν ὠφελείας τῷ μετιόντι γιγνόμενον αἴτιον, κακὸν
δὲ τὸ δι' ἑαυτοῦ ἐκκλινόμενον βλάβης καθιστάμενον αἴτιον.
6
{<πόσα μέρη τῆς φιλοσοφίας.>}
Μέρη δὲ τῆς φιλοσοφίας κατὰ τοὺς πλείστους ἀκριβεστάτους εἶναι δο-
κοῦντας τρία παρειλήφαμεν, τό τε λογικὸν δι' οὗ καταμανθάνομεν, τί τῶν
ὄντων ἕκαστον κατ' οὐσίαν καὶ κατὰ συμβεβηκός, καὶ τὰς διαφορὰς τούτων
πρὸς ἄλληλα καὶ τὰ τοιαῦτα γινώσκομεν· καὶ τὸ φυσικὸν δι' οὗπερ ἔστι
καθορᾶν, τίς ἡ αἰτία τοῦ τάξει προϊέναι τῶν οὐρανίων τὴν κίνησιν ὅσα
φέρεσθαι δοκεῖ, καὶ τίνες αὐτῶν ταχυτῆτες ἢ βραδυτῆτες πρὸς ἄλληλα καὶ
ὅσα τούτων ἐστὶν ὅμοια. καὶ τρίτον τὸ πάντων ἀναγκαιότατον καὶ τοῖς
ἐπιτηδεύμασι χρησιμώτατον τὸ ἠθικόν, δι' οὗ μανθάνομεν ἀλλήλοις ὁμιλεῖν
καὶ συμβάλλειν προσηνῶς, καὶ τοὺς μὲν θρασυτάτους ὑπερορᾶν οὐ μισοῦντες,
ἀλλὰ καὶ γελῶντες καὶ ἐλεοῦντες, τοὺς δὲ σπουδαιοτάτους καὶ ἐπιεικεστάτους
στέργειν, ὡς τούτων μὲν τὸν βίον ῥᾴονα καὶ βελτίους τὰς πρὸς ἀλλήλους
ἐντεύξεις ποιουμένων, ἐκείνων δὲ τὸ ἦθος δυσπρόσοδον καὶ παντάπασιν ἀνο-
μίλητον τὸν βίον ἀπεργαζομένων.
7
{<περὶ αἱρέσεων.>}
Τὴν αἵρεσιν ὑπολαμβάνουσί τινες εἰρῆσθαι τριχῶς, κοινῶς καὶ ἰδίως
καὶ ἰδιαίτατα. κοινῶς μὲν τὴν τινὶ πράγματι τῶν κατὰ τὸν βίον συγκατά-
θεσιν, ἰδίως δὲ τὴν ἐν τέχνῃ, ἰδιαίτατα δὲ τὴν ἐν τῇ φιλοσοφίᾳ· κατ'
ἔννοιαν δὲ τὴν αἵρεσιν εἶναι πρόσκλισιν δογμάτων πολλῶν πρὸς ἄλληλα συμ-
φώνων ἢ πρὸς ἓν τέλος ἀναφερόντων. τέσσαρας δὲ εἶναι ταύτας γενικω-
τάτας νομίζουσιν οἱ περὶ τούτων διειληφότες, μίαν μὲν τὴν <δογματικὴν> τὴν
πολλοῖς συγκατατιθεμένην καὶ βεβαιω〈τικήν, δευ〉τέραν δὲ τὴν <σκεπτικὴν> τὴν
περὶ πάντων ζητητικήν. πρὸς δὲ τούτοις εἶναι τρίτην τὴν <ἐριστικὴν> τὴν
διὰ σοφισμάτων νικᾶν ἐν ταῖς ζητήσεσιν ἐσπουδακυῖαν· σοφίσματα δὲ τὰ
τοιαῦτα νομίζουσιν, οἷον ‘ὅπερ εἰμὶ ἐγὼ οὐκ εἶ σύ, ἄνθρωπος δέ εἰμι, σὺ
ἄρα οὐκ ἄνθρωπος,’ καὶ τοὺς τοιούτους μειρακιώδεις λόγους καὶ ἐριστικούς.
μικτὴν δ' αἵρεσιν προσειρήκασι τὴν τισὶ μὲν δόγμασι συγκατατιθεμένην, περὶ
πολλῶν δ' ἠπορηκυῖαν καὶ μὴ πάντα διεξιοῦσαν συγκαταθετικῶς. εἶναι
δὲ δογματικοὺς *** καὶ † τοῖς <Ἐπικούρῳ> προορισμένοις, σκεπτικοὺς δὲ
<Ζήνωνα> τὸν Ἐλεάτην καὶ <Ἀνάξαρχον> τὸν Ἀβδηρίτην καὶ τὸν ἄγαν ἠκρι-
βωκέναι τὴν ἀπορητικὴν ὑποληφθέντα <Πύρρωνα>. ἐριστικοὺς δὲ κεκλή-
κασιν <Εὐκλείδην> καὶ <Μενέδημον> καὶ <Κλεινόμαχον>. τοὺς δὲ τὴν
μικτὴν αἵρεσιν μετεληλυθότας ὑπάρχειν <Ξενοφάνην> μὲν περὶ πάντων ἠπο-
ρηκότα, δογματίσαντα δὲ μόνον τὸ εἶναι πάντα ἓν καὶ τοῦτο ὑπάρχειν θεὸν
πεπερασμένον λογικὸν ἀμετάβλητον, τὸν δὲ <Δημόκριτον> ὁμοίως περὶ μὲν
τῶν ἄλλων μηδενὸς ἀποφηνάμενον, ἓν δόγμα δὲ καταλελοιπότα τὸ περὶ τῶν
ἀτόμων καὶ τοῦ κενοῦ καὶ τοῦ ἀπείρου.
8
{<τίς ἀρχὴ φιλοσοφίας.>}
Ἀρχὴ δὲ λέγεται τριχῶς· ἡ μὲν ὡς αἰτιώδης, ἡ δὲ ὡς ἐν τρόπῳ
συστάσεως, ἡ δὲ ἀποδείξεως. αἰτιώδης μὲν οὖν ἐστιν ἀρχή, ὅταν ζητήσωμεν,
τί ποτ' ἐστὶ τὸ πεποιηκὸς εἰς ἐπίνοιαν τοὺς πρώτους ἐλθεῖν φιλοσοφίας.
ἐν τρόπῳ δὲ συστάσεως, ὅταν ζητήσωμεν ποῖον μέρος πρῶτον [ἐκ] τῆς
τέχνης συνέστηκεν· ἀποδείξεως δέ, ὅταν τὰ ὑφ' ἡμῶν κατασκευαζόμενα
ἀποδεικνύωμεν. αἰτία δὲ φιλοσοφίας εὑρέσεώς ἐστι κατὰ <Ξενοκράτη> τὸ
ταραχῶδες ἐν τῷ βίῳ καταπαῦσαι τῶν πραγμάτων.
9
{<περὶ σημείου.>}
Σημεῖον τοίνυν οἱ μὲν διαλεκτικοί φασιν ἀξίωμα ἐν ὑγιεῖ συνημμένῳ
προκαθηγούμενον ἐκκαλυπτικὸν τοῦ λήγοντος. τῶν δὲ σημείων τὰ μέν ἐστιν
ἐνδεικτικὰ τὰ δὲ ὑπομνηστικά· ὑπομνηστικὸν μὲν οὖν ἐστιν, ὅπερ συμπαρα-
τηρηθὲν τῷ σημειωτῷ ἅμα 〈τῷ〉 φανῆναι τὸ σημεῖον καὶ τοῦ σημειωτοῦ
εἰς γνῶσιν ἡμᾶς ἄγει, ὁποῖόν ἐστιν ἐπὶ τοῦ καπνοῦ· τοῦτον γὰρ ἰδόντες
εὐθὺς γινώσκομεν, ὅτι ἐκ πυρὸς γεγονώς ἐστιν. ἐνδεικτικὸν δέ ἐστι σημεῖον
τὸ μὴ πρότερον συμπαρατηρηθὲν τῷ σημειωτῷ, οὗ δὲ φανέντος εἰς γνῶσιν
ἀφικόμεθα τοῦ σημειωτοῦ, ὥσπερ ἐπὶ τῆς γάλα ἐχούσης εὐθὺς γινώσκομεν,
ὅτι τετοκυῖά ἐστιν.
10
{<περὶ συλλογισμοῦ.>}
Συλλογισμὸς δέ ἐστι λόγος διδομένων ἀποκρίσεων παρὰ τῶν διαλεγο-
μένων συνάγων συμπέρασμα ἀπροσδόκητον ὡς ἐν τῇ Πολιτείᾳ παρὰ <Πλάτωνι>.
τοῦ γὰρ <Θρασυμάχου>, εἰρηκότος ὅτι τὸ δίκαιόν ἐστι 〈τὸ〉 τοῦ κρείττονος
συμφέρον 〈συνάγει ὁ <Σωκράτης>, ὅτι καὶ δίκαιόν ἐστι τὸ μὴ συμφέρον〉
αὐτοῖς προστάττουσι ποιεῖν.
11
{<περὶ ὅρου.>}
Ὅρος δέ ἐστι λόγος σύντομος εἰς γνῶσιν ἡμᾶς ἄγων ἑκάστου πράγματος
ἢ λόγος διὰ βραχείας ὑπομνήσεως ἐμφανὲς ἡμῖν ἀπεργαζόμενος τὸ ὑπο-
κείμενον πρᾶγμα· τῶν δὲ ὅρων οἱ μέν εἰσιν οὐσιώδεις, οἱ δὲ ἐννοηματικοί.
12
{<περὶ κριτηρίου.>}
Κριτήριόν ἐστι πράγματος διαγνωστικὴ κατανόησις. κριτήριον δέ ἐστι
διττόν· τό τε ᾧ χρώμενοι βιοῦμεν καὶ τὸ περὶ ὑπάρξεως καὶ ἀνυπαρξίας.
λέγεται δὲ τὸ κριτήριον τριχῶς, κοινῶς ἰδίως ἰδιαίτατα.
13
{<περὶ ἀληθοῦς.>}
Ἀληθές ἐστι τὸ ἀντικείμενόν τινι. διηλλαγμένον δὲ τὸ ἀληθὲς τῆς
ἀληθείας τριχῶς οὐσίᾳ συστάσει δυνάμει. οὐσίᾳ μέν, ἐπειδὴ τὸ ἀληθὲς
ἀσώματόν ἐστιν (ἀξίωμα γάρ ἐστι καὶ λεκτόν), ἡ δὲ ἀλήθεια σῶμά ἐστιν·
ἐπιστήμη γὰρ πάντων ἐστὶν ἀληθῶν, ἡ δὲ ἐπιστήμη πως ἡγεμονικόν ἐστι,
τὸ δὲ ἡγεμονικὸν πνεῦμα εἶναι δοκεῖ, ὅπερ σωματοφυὲς μάλιστα ἂν εἰκότως
δοκοίη. συστάσει δὲ διήλλακται ταῦτα τῷ τὸ μὲν ἀληθὲς ἁπλοῦν εἶναι, οἷον
‘ἐγὼ διαλέγομαι’, τὴν 〈δ'〉 ἀλήθειαν ἡμῖν εὑρῆσθαι περιληπτικὴν οὖσαν
πάντων ἀληθῶν. δυνάμει δὲ ἐξήλλακται τῷ τὸ μὲν ἀληθὲς καὶ φαύλῳ
τινὶ ἐπιγίνεσθαι (λέγει γάρ ποτε ἀληθῶς καὶ ὁ μὴ πάνυ ἐσπουδασμένος),
τὴν δὲ ἀλήθειαν μόνοις ἔντροφον εἶναι τοῖς σπουδαίοις [τρόποις].
14
{<περὶ διαιρέσεως.>}
Τὴν διαίρεσιν ὑπολαμβάνουσι χωρισμὸν εἶναι τῶν συνεληλυθότων εἰς ἕν.
διαιρεῖσθαι δὲ νομίζουσιν ὀνόματα εἰς σημαινόμενα καὶ ὅλον εἰς [μέρος
καὶ] μέρη καὶ γένη εἰς εἴδη καὶ *** † διαφορὰς εἰς τὸ καθ' ἕκαστον
καὶ εἰς συμβεβηκότα.
15
{<περὶ ἀποδεικτικῆς.>}
Ἐπειδὴ δοκεῖ τῷ λογικῷ μέρει τῆς φιλοσοφίας προσήκειν ὁ περὶ τῶν
ἀναποδείκτων λόγος, εὔλογόν ἐστι καὶ περὶ τούτων εἰπεῖν. ἀναποδείκτους
καλοῦσι συλλογισμοὺς τοὺς διὰ τὰς !!!!!!!!! τὴν ἀπόδειξιν ἢ οὐ δεο-
μένους ἑτέρου μηνύματος. εἰσὶ δὲ οἵδε· 〈πρῶτος〉 ὁ ἐκ συνημμένου καὶ
ἡγουμένου τὸ λῆγον ἐπιφέρων, οἷον ‘〈εἰ〉 ἡμέρα ἔστιν, φῶς ἔστιν· 〈ἀλλὰ μὴν
ἡμέρα ἔστιν, φῶς ἄρα ἔστιν〉’. δεύτερος δὲ ὁ ἐκ συνημμένου καὶ τοῦ ἀντικειμένου
τοῦ λήγοντος τὸ ἀντικείμενον τοῦ ἡγουμένου ἐπιφέρων, οἷον ‘〈εἰ〉 ἡμέρα ἔστι, φῶς
ἔστιν· 〈οὐκ ἔστι δὲ φῶς, οὐκ ἄρα ἡμέρα ἔστιν〉’. τρίτος δὲ ὁ ἐξ ἀποφατικοῦ
συμπλοκῆς καὶ ἑνὸς τῶν ἐν τῇ συμπλοκῇ τὸ ἀντικείμενον τοῦ λοιποῦ ἐπι-
φέρων, οἷον ‘οὐχὶ καὶ ἡμέρα ἔστι καὶ νὺξ ἔστιν· 〈ἡμέρα δὲ ἔστιν, οὐκ ἄρα
νὺξ ἔστιν〉’. τέταρτος δὲ ὁ ἐκ διεζευγμένου καὶ ἑνὸς τῶν 〈ἐπεζευγμένων τὸ〉
ἀντικείμενον τοῦ λοιποῦ ἐπιφέρων, οἷον ‘ἤτοι νῦν ἡμέρα ἔστιν 〈ἢ〉 νύξ [οὐκ] ἔστιν·
ἀλλὰ μὴν ἡμέρα, οὐκ ἄρα νὺξ ἔστι.’ πέμπτος ὁ 〈ἐκ〉 διεζευγμένου καὶ τοῦ ἀντι-
κειμένου ἑνὸς τῶν ἐν τῷ διεζευγμένῳ [τοῦ ἀντικειμένου] τὸ λοιπὸν ἐπι-
φέρων, οἷον ‘ἢ ἡμέρα ἔστιν 〈ἢ〉 νὺξ ἔστιν· ἀλλὰ μὴν νὺξ οὐκ ἔστιν, ἡμέρα
ἄρα ἔστιν.’
16
{<περὶ τοῦ φυσικοῦ.>}
Ὅσα μὲν εἰκὸς ἦν περὶ τῶν συντελούντων εἰς τὸ λογικὸν μέρος τῆς
φιλοσοφίας εἰπεῖν, [ἐν] ἑτέρωθι διῆλθον διὰ πλειόνων. ἐνταῦθα δὲ ἡμεῖς
συντομώτατα περὶ τούτων διαλεχθέντες ἐν συμμετρίᾳ καὶ ἐπὶ τὰ φυσικώτερα
χωρήσομεν. καὶ περὶ τούτων εἰ λέγοι τοῖς πᾶσι ῥᾳδίως ἐπιτιμῶντες *** μὴ
πάνυ δυσχεραίνειν, καὶ περὶ τούτου δυνατοὶ εἶναι νομίζομεν λέγειν τι.
σπουδάζοντες γὰρ ἐγνωκέναι ταῦτα καὶ τοῖς ἄλλοις ἀνεπίφθονον εἶναι νομί-
ζομεν ἐμφανῆ καθιστάναι καὶ τοῖς πρῶτα μαθοῦσιν οὕτως ἂν ὑπολάβοιμεν
διὰ ῥᾳστώνης ὑπάρχειν, ἀπὸ τούτων τὰ προτέλεια τῶν κατὰ φιλοσοφίαν
λαμβάνοντας. τῶν οὖν πρότερον ἀπὸ τῶν ἀρχῶν τῶν τε δραστικῶν καὶ
τῶν ὑλικῶν ἠργμένων τῆς φυσικῆς πραγματείας, ταὐτὰ ἡμῖν εἰκότως διανοη-
θέντες ἁρμόττειν, νομίζομεν ἀπὸ τούτων 〈τὴν〉 ἀρχὴν ποιεῖσθαι τῶν λόγων.
εἰρηκότων τοίνυν ἐκείνων, ὡς τὸ πάντων δραστικώτατον αἴτιον τῶν ὄντων
καὶ γινομένων ἐστὶ θεός, καὶ νῦν ὁμοίως ἡμῖν ποιητέον. <Πλάτων> μὲν
οὖν καὶ <Ζήνων> ὁ Στωικὸς περὶ τῆς οὐσίας τοῦ θεοῦ διεληλυθότες οὐχ
ὁμοίως περὶ ταύτης διενοήθησαν, ἀλλ' ὁ μὲν <Πλάτων> θεὸν ἀσώματον,
<Ζήνων> δὲ σῶμα, περὶ τῆς μορφῆς μηδὲν εἰρήκοτες. <Ἐπίκουρος> δὲ ἀν-
θρωπόμορφον τοῦτον ὑπέλαβεν. Οἱ <Στωικοὶ> δὲ ἰδίαν μὲν ἰδέαν οὐκ ἔχειν
διηνεκῶς, πνεῦμα δὲ πυρῶδες ὁμοιούμενον πᾶσι ῥᾳδίως, οἷς ἂν προσρυῇ.
τόπον δὲ κρατεῖν ὡρισμένον καὶ κινεῖσθαι μεταβατικῶς μόνον <Ἐπίκουρος>
αὐτὸν εἰπεῖν ἐπεχείρησεν. οἱ δὲ <Στωικοὶ> ἔμφυτον μὲν ἐπὶ πάντων διή-
κειν, ὁμοιούμενον δὲ ἑκάστῳ κινούμενον καὶ μεταλλάττον. προνοεῖν τε τῶν
ἀρχομένων κατ' ἀρετὴν οἱ <Στωικοὶ> [διοικητικὸν] τὸν θεὸν εἰρήκασι. μηδενὸς
δὲ τῶν ἁπάντων ἐπιμέλειαν ἔχειν <Ἐπίκουρος> διισχυρίζεται λέγων τὸ
μακάριον καὶ ἀδιάφθαρτον οὔτ' αὐτὸ πράγματα ἔχειν οὔθ' ἑτέρῳ παρέχειν.
ἀγαθὸν δὲ πᾶσιν ἀνθρώποις τὸν θεὸν διατελεῖν <Πλάτων> ὑπείληφεν καὶ πάντων
συλλήβδην τῶν κατὰ τὸν βίον καθηγητικὸν † οὐκ ἄλλον νενόμικεν.
17
Τὸν κόσμον οἱ μὲν γενητὸν εἶναι νομίσαντες τὸν θεὸν ἔφασαν γενονέναι
τούτου δημιουργόν. ἀλλ' οἱ μὲν γενητὸν εἶναι συγκεχωρηκότες οὐχ ὁμοίως
περὶ τοῦ τέλους κεκρίκασιν. ἀλλὰ <Πλάτων> μὲν ἀνώλεθρον εἶναι νομίζει
καὶ ἀθάνατον διὰ τὴν εὐτεχνίαν τοῦ πεποιηκότος. <Στωικοὶ> δὲ φθορᾶς
ἐπιδεκτικὸν εἶναι 〈καὶ〉 διὰ πυρὸς γίνεσθαι τούτου τὴν μεταβολὴν εἰς τὸ
ἄπειρον χεομένου κατά τινα χρόνον τῆς ὕλης ἀναπαυομένης καὶ τῆς ἐνερ-
γείας λῆξιν λαμβανούσης. αὖθις δὲ τῶν ὄντων ἀνανεουμένων ἐκ πυρὸς καὶ
μεταβαλλόντων κατ' ἀρχὰς εἰς τὴν τῶν ἄλλων στοιχείων φύσιν καὶ πάλιν
συγκρινομένων καὶ σωματοποιουμένων ὑπὸ τοῦ θεοῦ καὶ τῶν πάντων
ἐκ νέας κοσμοποιουμένων. καὶ οἱ μὲν ἄλλοι πάντες ὑπολαμβάνοντες εἶναι
τὸν θεὸν τῶν ἁπάντων δημιουργὸν αὐτῷ μόνῳ τὴν αἰτίαν τῶν γιγνομένων
προσάπτειν ἐπικεχειρήκασι. <Πλάτων> δὲ καὶ τὰς ἰδέας εἰσήγαγεν, αἷς ἴσα
μὲν ἀπεργάσασθαι δύναται· εἰσάγουσι δὲ καὶ τὴν ἄποιον ὕλην, ὅσοι οὐκ ἂν ἴσα
τὰ καθ' ἕκαστα συντελεῖσθαι διδόασιν, ἀλλὰ † ταύτης τε ὑπ' αὐτῆς τὰ ἀπο-
τελέσματα γίγνεσθαι.
18
Καὶ περὶ μὲν τῆς δραστικῆς αἰτίας ἐπὶ τοσοῦτον. διεξελθεῖν δ' ἂν
εἴη καιρὸς καὶ περὶ τῆς ὑλικῆς. οἱ φυσικοὶ περὶ ταύτης εἰπόντες εἶναι
μὲν ἀρχὴν ὑλικὴν ἅπαντες ὁμοίως δεδώκασιν, οὐ μὴν ἅπαντες εἶναι τὴν
αὐτήν. ἀλλὰ <Φερεκύδης> μὲν ὁ Ἀσσύριος γῆν εἶναι ταύτην ἐνόμισε,
<Θαλῆς> δὲ ὕδωρ, <Ἀναξίμανδρος> δὲ τὸ ἄπειρον, <Ἀναξιμένης> δὲ καὶ
<Διογένης ὁ Ἀπολλωνιάτης> ἀέρα, πῦρ δὲ <Ἵππασος> ὁ Μεταποντῖν
<Ξενοφάνης> δ' ὁ Κολοφώνιος γῆν καὶ ὕδωρ. <Ἵππων> δὲ ὁ Ῥηγῖνος πῦρ
καὶ ὕδωρ, <Οἰνοπίδης> δὲ ὁ Χῖος πῦρ καὶ ἀέρα, <Ὀνομάκριτος> δὲ ἐν τοῖς
Ὀρφικοῖς γῆν καὶ πῦρ καὶ ὕδωρ, οἱ <Στωικοὶ> δὲ τέσσαρα στοιχεῖα γῆν καὶ
πῦρ καὶ ὕδωρ καὶ ἀέρα, <Ἀριστοτέλης> δὲ τούτοις προσέθηκε καὶ τὸ κυ-
κλοφορητικὸν σῶμα. <Ἐμπεδοκλῆς> δὲ τέτταρσι στοιχείοις προσήγαγε 〈φιλίαν
καὶ νεῖκος〉, τῶν μὲν τεσσάρων στοιχείων ὑλικῶν ὄντων 〈καὶ〉 τῆς φιλίας
ταῦτα συγκρινούσης, τοῦ δὲ νείκους διαλύοντος καὶ διακρίνοντος· <Δημό-
κριτος> δὲ καὶ <Ἐπίκουρος> τὰς ἀτόμους ἀρχὰς πάντων νομίζουσιν, <Ἡρα-
κλείδης> δὲ ὁ Ποντικὸς καὶ <Ἀσκληπιάδης> ὁ Βιθυνὸς ἀνάρμους ὄγκους
τὰς ἀρχὰς ὑποτίθενται τῶν ὅλων, <Ἀναξαγόρας> δὲ ὁ Κλαζομένιος τὰς
ὁμοιομερείας, <Διόδωρος> δὲ ὁ Κρόνος ἐπικεκλημένος ἀμερῆ καὶ ἐλάχιστα
σώματα, <Πυθαγόρας> δὲ τοὺς ἀριθμούς, οἱ <μαθηματικοὶ> δὲ τὰ πέρατα
τῶν σωμάτων, <Στράτων> δὲ ὁ φυσικὸς προσωνομασμένος τὰς ποιότητας.
19
Ἀρχὴν δὲ καὶ αἰτίαν τινὲς μὲν ᾠήθησαν μηδὲν ἀλλήλων διαφέρειν,
τινὲς δὲ τὴν ἀρχὴν καθηγητικὴν πάντων εἶναι νομίζουσιν οὐκ αἰτίαν οὖσαν
τοῦ παντὸς ἀποτελέσματος. τὸ δὲ ἐν ἑκάστῳ πρῶτον εἶναι δοκοῦν τὸ
αἴτιον ἡγήσαντο καθεστάναι, δι' ὃ γίγνεται τὰ ἀποτελέσματα. αἴτια δὲ
ὑπέθεντο τέσσαρα· προκαταρκτικόν, ὃ πεποιηκὸς παραμεμένηκεν, καὶ 〈συν-
εκτικόν〉, οὗ παρόντος τὸ ἀποτέλεσμα πάρεστι καὶ πεπαυμένου παρενήλλακται
καὶ αὐξομένου εἰς ἐπίδοσιν πρόεισι καὶ μειουμένου ἐλαττοῦται, 〈τὸ δὲ〉 συναί-
τιον ὑπάρχειν ἔφασαν, ὃ τὴν ἴσην δύναμιν συμβάλλεται πρὸς τὸ ἀποτέ-
λεσμα ὡς ἐπὶ τῶν ἀροτικῶν βοῶν, συνεργὸν δὲ δοκεῖ τὸ μικρὰν ῥοπὴν πρὸς
τὸ ἀποτέλεσμα εἰσάγον ὡς ἐπὶ δυοῖν δοκὸν ἅμα φερόντων δυσκόλως καὶ
ῥᾷον οἰσόντων, εἰ τρίτος ἐπιγίνοιτο συνδιακουφίζων.
20
{<περὶ φύσεως.>}
Φύσιν τινὲς εἶναι λέγουσι πνεῦμα ἔντεχνον ὁδοποιητικόν. ἄλλοι δὲ
τὴν τῶν σωμάτων σύγκρισιν εἶναι καὶ διάκρισιν τὴν φύσιν ὑπολαμβάνουσιν.
<Ἀριστοτέλης> δὲ ἀρχὴν κινήσεως καὶ ἠρεμίας εἴρηκεν, ὡς πρῶτόν ἐστι,
καὶ οὐ κατὰ συμβεβηκὸς γεγενῆσθαι νομίζει. φυσικὰ δὲ εἶναι λέγει τὰ περὶ
τὸν ἀέρα, φυτὰ ζῷα καὶ τὰ τοιαῦτα.
21
{<περὶ διαφορᾶς στοιχείων καὶ ἀρχῆς.>}
Τῶν ἀπὸ <Ἰωνίας> φιλοσόφων οὐδὲν διαλλάττειν αὐτὰ νομιζόντων
<Πλάτων> πλεῖστον διενηνοχέναι ταῦτα κέκρικε τῆς ἀρχῆς. καὶ γὰρ οὐδὲν
εἶναι πρότερον, ἀφ' οὗ γεννᾶσθαι ταύτην. συμβέβηκεν δὲ στοιχείων
προτέραν εἶναί τιν' ἀειδῆ καὶ ἄμορφον οὐσίαν, ἣν οἱ μὲν ἄποιον ὕλην, οἱ
δὲ ἐντελέχειαν καὶ στέρησιν ὀνομάζουσιν. ἔτι δὲ τὰ μὲν στοιχεῖα εἶναι
σύνθετα καὶ ἀποτελέσματα, τὴν δ' ἀρχὴν οὐδέτερον τούτων ὑπάρχειν. ὥστ'
εἰκότως ὁ <Πλάτων> τὴν ἐν τούτοις παραλλαγὴν κατειληφὼς ἀποφαίνεται.
22
{<περὶ κινήσεως.>}
Τὴν κίνησιν σχεδὸν τῶν φιλοσόφων πάντες οἱ ἀκριβέστατοι γίνεσθαι
νομίζουσιν. εἶναι γὰρ τὴν μὲν τοπικὴν μετάβασιν, ὅταν ἀπὸ τόπου εἰς
τόπον ἕτερον φαίνηταί 〈τι〉 μεταβαῖνον, τὴν δὲ φυσικήν, ὅταν ᾖ ἕτερον ἐξ
ἑτέρου γιγνόμενον, ἀποφαίνονταί τινες. τρίτον δὲ τὴν γένεσιν, ὅταν ἐξ οὐκ
ὄντων γένηταί τι. τὴν δὲ φθοράν, ὅταν ἐξ ὄντος πρὸς τὸ μὴ εἶναι κα-
θιστῆται, καθάπερ ἐπὶ τῶν ἀπογιγνομένων ζῴων, τὴν δ' αὐξητικήν, ὅταν
ἀπὸ βραχέος τι πρὸς τὸ μεῖζον προίῃ. τὴν δὲ μειωτικήν, ὅταν ἐκ μείζονος
βραχύνηταί τι καὶ πρὸς τὸ ἔλαττον μεθαρμόζηται.
23
{<περὶ σωμάτων.>}
Σῶμα τινῶν ὑπολαβόντων τὸ οἷόν τε ποιεῖν ἢ πάσχειν, ἕτεροι τὸ τριχῇ
διαστατὸν μετὰ ἀντιτυπίας τὸ σῶμα καθεστάναι φασίν. εἶναι μὲν γὰρ σημεῖον,
οὗ μέρος οὐδέν, ἐπιφάνειαν δὲ τὸ μήκους καὶ πλάτους μετέχον, τοῦτο δὲ
ὁπόταν καὶ βάθος προσλάβῃ, σῶμα νομίζουσιν εἶναι. τινὲς δὲ τὰ πέρατα
σώματα εἶναι ὑπειλήφασιν.
24
{<περὶ ψυχῆς.>}
Πολλὴν μὲν ἔστιν εὑρεῖν παρὰ τοῖς προτέροις ἀντίρρησιν περὶ τῆς
ψυχῆς γενομένην, ἀλλ' ὅμως ἵνα μὴ τὸν τῆς εἰσαγωγῆς τρόπον ὑπερβαίνειν
δοκῶμεν, τὰ πᾶσιν εἰρημένα περὶ ταύτης διεξιόντες, ὅσα τοῖς ὀνομαστοτάτοις
εἰρῆσθαι περὶ ταύτης νομίζομεν, ὡς ἐν βραχέσι πειρώμεθα λέγειν. ψυχὴν
τοίνυν οἱ μὲν πνεῦμα παντὶ τῷ σώματι περικείμενον ὅπου μὲν μᾶλλον, ὅπου
δὲ ἧττον νομίζουσιν εἶναι (οὗτοι δὲ οἱ περὶ τὸν <Ἀσκληπιάδην> εἰσίν),
ἄλλοι δὲ δύναμιν δι' ἧς ζῶμεν. οἱ δὲ κινήσεως ἀρχὴν πάντων τῶν γι-
νομένων τε καὶ τῶν ὄντων. <Ἐπίκουρος> δὲ τὸν ἐφελκόμενον ἔξωθεν ἀέρα
διὰ τῆς εἰσπνοῆς τὴν ψυχὴν ὑπέλαβεν. τὴν δὲ οὐσίαν αὐτῆς οἱ μὲν ἀσώ-
ματον ἔφασαν, ὡς <Πλάτων>, οἱ δὲ σῶμα † συγκινοῦν, ὡς <Ζήνων> καὶ οἱ
ἐξ αὐτοῦ. πνεῦμα γὰρ εἶναι ταύτην ὑπενόησαν καὶ οὗτοι. θνητὴν μὲν
ψυχὴν ὁ <Ἐπίκουρος> καὶ <Δικαίαρχος> ᾠήθησαν, ἀθάνατον δὲ <Πλάτων>
καὶ οἱ <Στωικοί>. ἀλλ' ὁ <Πλάτων> ἀεικίνητον καὶ οὐδέποτε διαφθαρησο-
μένην. οἱ <Στωικοὶ> δὲ καθ' ἑκάστην τοῦ κόσμου μεταβολὴν διαμένειν
ἀθάνατον, ἕως ἂν 〈ᾖ〉 ἡ τοῦ κόσμου μεταβολὴ συστᾶσα *** καὶ ταύτην
τυχεῖν διαφθαρῆναι. τοῖς δὲ σώμασι συνδεῖσθαι νομίζουσιν οἱ μὲν αὐτο-
φυεῖς † ἡκούσας ἐγκρατεῖς οὔσας [ὥστε ταύτας πασχούσας τῷ ἐπιθυμεῖν]
ἡδονῶν τῶν διὰ τῶν σωμάτων αὐταῖς προσγινομένων. οἱ δὲ κατὰ θεὸν
ἐγγίνεσθαι τοῖς σώμασι βουλόμενοι μηδὲν τῶν στοιχείων ἀργὸν μηδὲ ζῴου
ἄμοιρον εἶναι διὰ τέλους. ἐξαμαρτάνειν δὲ τὰς ψυχὰς οἱ μὲν αὐτεξουσίους
οὔσας καὶ διὰ τὰς σφετέρας ἐπιθυμίας ἐπὶ τὸ πλημμελὲς τρεπομένας· τῶν
ἡδέων γὰρ οὔσας ὀρεκτικὰς διὰ τὴν σωμάτων κακὴν ἕξιν μηδὲν διωθεῖσθαι
τὰς φαυλοτάτας τῶν ἀτοπωτάτων εἶναι νομιζομένων. οἱ δὲ καθ' εἱμαρ-
μένην πάντα συμβαίνειν νομίσαντες καὶ τὴν ψυχὴν ἀπροαιρέτως τοῖς πλημ-
μελήμασι περιπίπτειν ὑπολαμβάνουσι. διδόναι δὲ δίκην τὰς πονηροτέρας
τῶν σωμάτων ἀπαλλαττομένας ὁ <Πλάτων> οἴεται καὶ τὰς ἄμεινον βεβιω-
κυίας εἰς θεὸν ἀναπέμπεσθαι καὶ τοῖς ἄστροις ἐγκαταλέγεσθαι. <Στωικοὶ>
δὲ τούτων οὐδὲν προσίενται, ἀλλ' ἐπειδὰν ἀποχωρισθῶσι τῶν σωμάτων
φασὶ τὰς ἀκρατεστέρας καὶ τῶν ἡδέων ἐπιθυμητικὰς αὖθις [ἐφιεμένας τῶν
διὰ τῶν σωμάτων ἡδονῶν προσγιγνομένων] ἐγκαταδύεσθαι πάλιν τοῖς σώ-
μασιν ἐξ ἀρχῆς καὶ μηδέποτε παύεσθαι τούτοις περιπιπτούσας, ἕως ἂν
παιδεύσεως τῆς προσηκούσης τύχωσι καὶ τῶν καλῶν εἰς γνῶσιν ἀφικόμεναι
χρηστὸν ἕλωνται βίον. καὶ μετὰ τὴν διάλυσιν καὶ τὴν ἀπαλλαγὴν τοῦ
σώματος καθ' αὑτὰς † διαφανεῖς σπουδαίων δεομένων ἰδέας μετελθούσας τὰς
ἀγαθὰς καὶ μετὰ ταῦτα διὰ παντὸς οὔσας ταῖς πάλαι οὕτω διακειμέναις.
εἶναι δὲ τὰ μέρη τῆς ψυχῆς <Πλάτων> μὲν τρία νενόμικε λογικὸν θυμικὸν
ἐπιθυμητικόν. <Ἀριστοτέλης> δὲ προσήγαγε καὶ τὸ φυσικόν τε καὶ τὸ ζω-
τικόν. <Στωικοὶ> δὲ τέσσαρα μέρη τῆς ψυχῆς εἶναί φασι λογικὸν αἰσθητικὸν
φωνητικὸν σπερματικόν· τινὲς δὲ τὴν ψυχὴν ἁπλῆν καὶ ἀμερῆ τυγχάνειν
εἰρήκασιν. οὐδὲν γὰρ ἄλλο τὴν ψυχὴν ὑπολαμβάνουσιν ἢ φρόνησιν ὑπάρχειν,
ἣν καὶ νοῦν καὶ νόησιν προσειρήκασι. <Μνήσαρχος> δὲ τὴν <Στωικῶν>
ὑπόληψιν ἐπικρίνων τὸ φωνητικὸν 〈καὶ〉 τὸ σπερματικὸν περιεῖλεν οἰηθεὶς
τῆς αἰσθητικῆς δυνάμεως ταῦτα μετέχειν, μέρη δὲ τῆς ψυχῆς ᾠήθη
μόνον τὸ λογικὸν καὶ τὸ αἰσθητικόν, ᾧ καὶ μᾶλλον ἄν τις συγχωρήσειεν
εὐλόγως.
25
{<Περὶ ἰδέας.>}
Ἰδέα ἐστὶν οὐσία ἀσώματος, αὐτὴ μὲν ὑφεστῶσα καθ' αὑτήν, εἰκο-
νίζουσα δὲ τὰς ἀμόρφους ὕλας καὶ αἰτία γιγνομένη. <Πλάτων> δὲ συγχωρεῖ,
ὅσον δυνατόν, τοῖς νοήμασι καὶ ταῖς φαντασίαις ζητεῖν περὶ τοῦ θεοῦ.
<Ἀριστοτέλης> δὲ εἴδη μὲν καὶ ἰδέας ἀπέλιπεν, οὐ μὴν κεχωρισμένας τῆς
ὕλης· οἱ δὲ <Στωικοὶ> ἐννοήματα ἡμέτερα τὰς ἰδέας εἶναι νομίζουσιν.
26
{<Περὶ ἐλαχίστων.>}
Τῶν τεσσάρων στοιχείων πράγματα βαρύτατα οἷον στοιχεῖα ἀπὸ στοι-
χείων ἢ ψήγματα νομίζουσιν εἶναί τινες τὰ λεγόμενα ἐλάχιστα. <Ἡρά-
κλειτος> δὲ εἰσάγει ταῦτα νοήσει μόνον ληπτά.
27
{<Περὶ χρωμάτων.>}
Χρῶμά ἐστι ποιότης σώματος ὁρατή. Οἱ <Πυθαγόρειοι> δὲ χροιὰν
καὶ χρῶμα ἐκάλουν τὴν ἐπιφάνειαν τοῦ σώματος. <Ἐμπεδοκλῆς> δὲ
τὸ τοῖς πόροις τῆς ὄψεως ****** ἀπ' αὐτῶν σύμμετρα μόρια
ἔχουσαν πρὸς τὴν ὄψιν. <Ζήνων> δὲ ὁ Στωικὸς τὰ χρώματα ἐπίχρωσιν
τῆς ὕλης ὑπέλαβεν. οἱ δὲ ἀπὸ <Πυθαγόρου> τὰ γένη τῶν χρωμάτων λευκόν
τε καὶ μέλαν καὶ ἐρυθρὸν νομίζουσιν, τὰς δ' ἄλλας διαφορὰς παρὰ τὰς
ποιὰς μίξεις τῶν στοιχείων, τὰς δὲ τῶν ζῴων παρὰ τὰς τῶν τόπων καὶ
τῶν ἀέρων.
28
{<Περὶ σχημάτων.>}
Σχῆμά ἐστιν ἐπιφάνεια καὶ περιγραφὴ καὶ πέρας σώματος.
29
{<Περὶ μίξεως.>}
Οἱ μὲν <παλαιότεροι> τὰς τῶν στοιχείων 〈μίξεις〉 κατ' ἀλλοίωσιν ἤτοι
κρᾶσιν ᾠήθησαν γίγνεσθαι, οἱ δὲ περὶ <Ἀναξαγόραν> καὶ <Δημόκριτον>
κατὰ παράθεσιν. <Ἐμπεδοκλῆς> δὲ ἐκ μικροτάτων οἴεται τὰ στοιχεῖα
συγκρίνειν. <Πλάτων> δὲ τὰ μὲν τρία εἶναι * εἰς ἄλληλα λέγει, τὴν δὲ γῆν
ἀμετάβλητον μόνην.
30
{<Περὶ κενοῦ.>}
Οἱ ἀπὸ <Πυθαγόρου> καὶ οἱ φυσικοὶ πάντες μέχρι <Πλάτωνος> ἐν τῷ
κόσμῳ κενὸν εἶναι λέγουσιν. <Λεύκιππος> δὲ καὶ <Δημόκριτος> καὶ <Ἐπί-
κουρος> τὰ μὲν ἄτομα ἄπειρα τῷ πλήθει, τὸ δὲ κενὸν ἄπειρον τῷ μεγέθει.
Οἱ <Στωικοὶ> δὲ ἐντὸς μὲν τοῦ κόσμου κενὸν οὐδὲν εἶναι νομίζουσιν, ἔξωθεν
δ' αὐτοῦ ἄπειρον. <Ἀριστοτέλης> δὲ τοσοῦτον εἶναι κενὸν ἔξω τοῦ οὐ-
ρανοῦ, ὥστ' ἀναπνεῖν εἰς αὐτὸ τὸν οὐρανόν. ἔνδοθεν γὰρ εἶναι τόπον πύρινον.
31
{<Περὶ χώρας.>}
Οἱ <Στωικοὶ> καὶ <Ἐπικούρειοι> διαλλάττειν τὸν τόπον τῆς χώρας
ἐνόμισαν. τὸν μὲν γὰρ τόπον ὑπὸ σώματος κατὰ μέν τι κατέχεσθαι, κατὰ
δέ τι οὐδαμῶς.
32
{<Εἰ ἓν τὸ πᾶν.>}
Οἱ μὲν ἀπὸ τῆς <Στοᾶς> ἕνα κόσμον εἰρήκασι καὶ τοῦτον σωματικόν.
<Ἐμπεδοκλῆς> δὲ κόσμον ἕνα, οὐ μέντοι τὸ πᾶν εἶναι κόσμον, ἀλλὰ μικρόν
τι τοῦ παντὸς μέρος, τὸ δὲ λοιπὸν ἀργὴν ὕλην. <Πλάτων> δὲ κόσμον ἕνα
φησὶ καὶ ἓν τὸ πᾶν εἶναι γενητόν *** ἐὰν μὴ πάντα περιέχῃ, 〈ἐκ〉
τοῦ μὴ ἔσεσθαι ὅμοιον τῷ παραδείγματι τοῦτ' ἔστι τῷ θνητῷ κόσμῳ, ἐὰν
μὴ μονογενὴς ᾖ, 〈ἐκ〉 τοῦ μὴ ἔσεσθαι αἰώνιον, εἰ τὸ ἐλλιπές τι ἔχει.
33
{<Πῶς συνέστηκεν ὁ κόσμος.>}
Συνέστηκε τοίνυν ὁ κόσμος περικεκλεισμένως ἐσχηματισμένος τὸν τρόπον
τοῦτον, τῶν βαρυτάτων σωμάτων 〈εἰς τὸ〉 κάτω, τῶν δὲ κουφοτάτων εἰς τὸ
ἄνω φερομένων, 〈τῶν〉 δὲ πέριξ ἐκ τούτων συνηρμοσμένων.
34
{<Πόθεν ἔχομεν ἔννοιαν θεῶν.>}
Ὁρίζονται τὸν θεὸν οἱ <Στωικοὶ> πνεῦμα νοητὸν οὐκ ἔχον μορφήν,
μεταβαλλόμενον δὲ εἰς ὃ βούλεται. ἔχομεν δὲ ἔννοιαν τούτου ἐκ τοῦ
κάλλους καὶ μεγέθους τῶν φαινομένων αὐτοῦ δημιουργημάτων. οὐδὲν γὰρ
τῶν καλῶν εἰκῆ γεγένηται, ἀλλ' ὑπὸ δημιουργοῦ σοφοῦ. ὅθεν <Εὐριπίδης>
εἶπεν· ‘ἀστέρες δ' ἐν οὐρανῷ ποίκιλμα τέκτονος σοφοῦ’. ἐλάβομεν δὲ
ἔννοιαν ἐκ τοῦ τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς λοιποὺς τῶν ἀστέρων
τὴν ὑπόγειον φορὰν ἐνεχθέντας ὁμοίους ἀνατέλλειν τοῖς χρώμασι καὶ τοῖς
σχήμασιν, ἴσους δὲ καὶ τοῖς μεγέθεσι καὶ κατὰ τόπους τοὺς αὐτοὺς
καὶ χρόνους.
35
{<Περὶ θεοῦ.>}
Ὅσα κατ' ἀρχὰς περὶ θεοῦ λέγοντες παρολελοίπαμεν, ταῦτα νῦν ἐροῦμεν.
τοὺς μὲν τῶν πρότερον πεφιλοσοφηκότων εὕροιμεν 〈ἂν〉 θεοὺς ἠγνοηκότας,
ὥσπερ <Διαγόραν> τὸν Μήλιον καὶ <Θεόδωρον> τὸν Κυρηναῖον καὶ <Εὐή-
μερον> τὸν Τεγεάτην· οὐ γὰρ εἶναι θεοὺς εἰπεῖν τετολμήκασιν. ἔοικε δὲ
ταύτην τὴν ὑπόληψιν <Εὐριπίδης> † ἐπὶ θεοὺς διὰ δέος τῶν Ἀρεοπαγιτῶν
ἐκκαλυμένον τοῦτο δι' ἕξιν ὑφίστασθαι. <Ἀναξαγόρας> δὲ τὸν θεὸν ἐπὶ
τὸ διατεταχέναι τὸν κόσμον παρειληφὼς ἑστηκότα τὰ σώματα κατ' ἀρχὰς
διακεκοσμηκέναι φησί, νοῦν δ' εἶναι τὸν πεποιηκότα ταῦτα ὑπέλαβεν.
<Πλάτων> δὲ οὐχ ἑστηκότα ταῦτα ὑπέθετο, ἀτάκτως δὲ κινούμενα ὑπὸ τοῦ
θεοῦ εἰς τάξιν ἦχθαι καὶ τοῦ προσήκοντος μετειληφέναι. <Θαλῆς> δὲ νοῦν
τοῦ κόσμου τὸν θεὸν ἡγήσατο. <Ἀναξίμανδρος> δὲ τοὺς ἀπείρους οὐρανοὺς
θεοὺς εἶναι νομίζει. <Δημόκριτος> δὲ νοῦν ἐν πυρὶ σφαιροειδεῖ τὴν τοῦ
κόσμου ψυχὴν ὑπολαμβάνει. <Πυθαγόρας> δὲ τῶν ἀρχῶν τὴν μονάδα θεὸν
καὶ τὸ ἀγαθὸν ᾠήθη, ἥτις ἐστὶν ἡ τοῦ ἑνὸς φύσις, αὐτὸς ὁ νοῦς. τὴν δ'
ἀόριστον δυάδα μόνην τὸ κακόν, περὶ ἥν ἐστιν ὁ ὁρατὸς κόσμος. καὶ
<Πλάτωνι> μὲν τοῦτο δοκεῖ τὸν θεὸν ἀμιγῆ πάσης ὕλης καὶ μηδενὶ παθητῷ
συμπεπλεγμένον. <Ἀριστοτέλης> δὲ τὸν ἀνωτάτω θεὸν εἶδος χωριστὸν
ἐπιβεβηκότα τῇ σφαίρᾳ τοῦ παντός· ὅθεν ἐστὶν αἰθέριον σῶμα τὸ μέ-
γιστον ὑπ' αὐτοῦ νομιζόμενον, διῃρημένον κατὰ τὰς σφαίρας [διαιρέσεις] τῇ
μὲν φύσει ἡμῶν συναφεῖς, τῷ δὲ λόγῳ κεχωρισμένας· ὥστ' εἶναι ζῷον
σύνθετον ἐκ σώματος καὶ θεότητος καὶ τὸ μὲν * αἰθέριον, κινούμενον,
κυκλοφορητικόν, τὴν δὲ ψυχὴν λόγον ἀκίνητον, αἴτιον τῆς κινήσεως κατ'
ἐνέργειαν. Οἱ <Στωικοὶ> δὲ τὸν θεὸν πῦρ ἔντεχνον ἢ πνεῦμα νομίζουσιν,
ὁδῷ βαδίζον ἐπὶ κόσμου γένεσιν, ἐμπεριειληφὸς πάντας τοὺς σπερματικοὺς
λόγους, καθ' οὓς ἕκαστα καθ' εἱμαρμένην γίνεσθαι, καὶ διήκειν δι' ὅλου
τοῦ κόσμου τὰς προσηγορίας μεταλαμβάνον [τε] κατὰ τὰς τῆς ὕλης δι' ἧς κε-
χώρηκε παραλλάξεις. θεοὺς δὲ καὶ τὸν κόσμον καὶ τοὺς ἀστέρας καὶ τὴν γῆν
εἶναι νομίζουσιν, τὸ δὲ ἀνώτατον πάντων τὸν νοῦν εἶναι, τὸν θεόν. <Ἐπί-
κουρος> δὲ ἀνθρωποειδεῖς εἶναι τοὺς θεούς, λόγῳ δὲ πάντας θεωρητοὺς
διὰ τὴν λεπτομέρειαν τῆς τῶν εἰδώλων φύσεως· ὁ δὲ αὐτὸς τέτταρας φύσεις
κατὰ γένος ἀφθάρτους *** ὁμοιότητας. αὗται λέγονται καὶ ὁμοιομέρειαι
καὶ στοιχεῖα τῷ αὐτῷ.
36
{<Περὶ ἡρώων καὶ δαιμόνων.>}
<Θαλῆς> μὲν καὶ <Πλάτων> καὶ <Πυθαγόρας> καὶ πρὸς τούτοις οἱ
<Στωικοὶ> γιγνώσκουσιν ὁμοίους εἶναι καὶ τούτους οὐσίας ψυχικάς. τοὺς δ'
ἥρωας ψυχὰς κεχωρισμένας τῶν σωμάτων, τὰς μὲν ἀγαθὰς τῶν τὸν βίον
διαγαγόντων ἄριστα ἀνθρώπων, κακὰς δὲ τῶν πονηρῶν. <Ἐπίκουρος> δὲ
οὐδέτερον τούτων συγκεχώρηκεν.
37
{<Περὶ χρόνου.>}
Τὸν χρόνον εἶναι <Πυθαγόρας> ὑπείληφε τὴν σφαῖραν τοῦ περιέχοντος.
<Πλάτων> δὲ διάστημα τῆς τοῦ κόσμου κινήσεως. <Ἐρατοσθένης> δὲ τὴν
τοῦ κόσμου πορείαν.
38
{<Περὶ οὐσίας χρόνου.>}
Τοῦ δὲ χρόνου τὴν οὐσίαν οἱ <Στωικοὶ> ἡλίου τὴν κίνησιν νομίζουσιν.
<Πλάτων> δὲ τὴν πορείαν τούτου. καὶ <τινὲς> μὲν ἀγένητον τὸν χρόνον εἶναι,
<Πλάτων> δὲ γενητόν.
39
{<Περὶ γενέσεως καὶ φθορᾶς.>}
Οἱ περὶ <Μέλισσον> καὶ <Ζήνωνα> τὸν Ἐλεάτην καὶ <Παρμενίδην> γέ-
νεσιν καὶ φθορὰν ἀνῃρήκασιν ἀκίνητον εἶναι τὸ πᾶν ὑπολαβόντες. <Ἐμπε-
δοκλῆς> δὲ καὶ <Ἐπίκουρος> καὶ ὅσοι κατὰ συναθροισμὸν τῶν λεπτομερῶν
σωμάτων κοσμοποιοῦσι συγκρίσεις μὲν καὶ διακρίσεις εἰσάγουσι, γενέσεις δὲ
καὶ φθορὰς οὐκ οἰκείως. οὐ γὰρ κατὰ ποιὰν ἀλλοίωσιν, ἀλλὰ κατὰ παράθε-
σιν καὶ συναθροισμὸν γίνεσθαι τὰ πάντα νομίζουσιν. <Πυθαγόρας> δὲ καὶ
ὅσοι παθητὴν 〈τὴν〉 ὕλην ὑποτίθενται, κυρίως γένεσιν καὶ φθορὰν λέγουσι
γίγνεσθαι· ἐκ γὰρ ἀλλοιώσεως καὶ τροπῆς στοιχείων καὶ διαλύσεως ***
40
{<Περὶ ἀνάγκης.>}
Τὴν ἀνάγκην <Θαλῆς> ἰσχυροτάτην εἶναί φησι. κρατεῖν γὰρ αὐτὴν τοῦ
παντός. <Πυθαγόρας> δὲ καὶ περικεῖσθαι τῷ κόσμῳ τὴν ἀνάγκην ὑπο-
λαμβάνει. <Παρμενίδης> δὲ καὶ <Δημόκριτος> πάντα κατὰ ἀνάγκην συμ-
βαίνειν εἰρήκασιν· εἶναι δὲ τὴν αὐτὴν εἱμαρμένην καὶ δίκην καὶ πρόνοιαν.
<Πλάτων> δὲ τὰ μὲν εἰς πρόνοιαν, τὰ δὲ εἰς ἀνάγκην ἀνάγεται.
41
{<〈Περὶ〉 τῆς οὐσίας.>}
Τῶν ἀρχῶν καὶ τῶν στοιχείων αἰτίαν χρηστικὴν τὴν ἀνάγκην <Ἐμ-
πεδοκλῆς> ἡγεῖται. <Δημόκριτος> δὲ τὴν ἀντιτυπίαν καὶ φορὰν καὶ πλη-
γὴν τῆς ὕλης. <Πλάτων> δὲ ὁτὲ μὲν τὴν ὕλην, ὁτὲ δὲ τὴν τοῦ ποιοῦντος
πρὸς αὐτὴν σχέσιν.
42
{<Περὶ εἱμαρμένης.>}
<Ἡράκλειτος> οὐσίαν εἱμαρμένης λόγον διὰ παντὸς διήκοντα. ἡ δὲ
εἱμαρμένη ἐστὶ τὸ αἰθέριον σῶμα, σπέρμα τῆς τῶν πάντων γενέσεως.
<Πλάτων> λόγον ἢ νόμον ἀίδιον τῆς τοῦ παντὸς φύσεως. <Χρύσιππος>
δύναμιν πνευματικήν, τάξιν τοῦ παντὸς διοικητικήν. καὶ πάλιν ἐν τοῖς Ὅροις
λέγει τὴν εἱμαρμένην, καθ' ἣν τὰ μὲν γεγονότα γέγονε, τὰ δὲ γινόμενα
γίνεται, τὰ δὲ γενησόμενα γενήσεται. οἱ δὲ ἄλλοι <Στωικοὶ> εἱρμόν. <Ποσει-
δώνιος> δὲ τρίτον ἀπὸ Διός· πρῶτον γὰρ εἶναι τὸν Δία, εἶτα τὴν φύσιν,
εἶτα τὴν εἱμαρμένην.
43
{<Περὶ τύχης.>}
<Πλάτων> αἰτίαν ἐν προαιρετικοῖς κατὰ συμβεβηκὸς παρακολούθημα.
<Ἀναξαγόρας> δὲ καὶ οἱ <Στωικοὶ> αἰτίαν ἄδηλον ἀνθρωπίνῳ λογισμῷ. καὶ
τὰ μὲν εἶναι κατὰ ἀνάγκην, τὰ δὲ καθ' εἱμαρμένην, τὰ δὲ κατὰ προαίρεσιν,
τὰ δὲ κατὰ τύχην, τὰ 〈δὲ〉 κατὰ τὸ αὐτόματον.
44
{<Περὶ κόσμου.>}
<Πυθαγόρας> πρῶτος ὠνόμασε τὴν τῶν ὅλων περιοχὴν κόσμον ἐκ τῆς
ἐν αὐτῷ τάξεως. <Θαλῆς> ἕνα τὸν κόσμον. <Δημόκριτος> καὶ <Ἐπί-
κουρος> καὶ ὁ τούτου καθηγητὴς <Λεύκιππος> ἀπείρους κόσμους ἐν τῷ
ἀπείρῳ κενῷ. <Ἐμπεδοκλῆς> δὲ τὸν τοῦ ἡλίου δρόμον εἶναι περιγραφὴν τοῦ
πέρατος τοῦ κόσμου. Οἱ <Στωικοὶ> διαφέρειν τὸ πᾶν καὶ τὸ ὅλον· τὸ μὲν
γὰρ ἅπαν εἶναι σὺν τῷ κενῷ ἀπείρῳ, ὅλον δὲ χωρὶς τοῦ κενοῦ εἶναι ***
τὸ ὅλον καὶ 〈τὸν〉 κόσμον.
45
{<Περὶ σχήματος.>}
Οἱ μὲν <Στωικοὶ> τὸν κόσμον σφαιροειδῆ, ἄλλοι κωνοειδῆ, ἄλλοι
κυκλοειδῆ. <Ἐπίκουρος> ἐνδέχεσθαι τούτων ἕκαστον.
46
{<Εἰ ἔμψυχος ὁ κόσμος.>}
Οἱ μὲν ἄλλοι πάντες ἔμψυχόν τε τὸν κόσμον καὶ προνοίᾳ διοικούμενον.
<Δημόκριτος> δὲ καὶ <Ἐπίκουρος> ὅσοι τὸ αὐτόματον εἰσάγουσιν, οὐδέτερον
τούτων συγχωροῦσι, φύσει δέ τινι ἀλόγῳ διοικεῖσθαι. <Ἀριστοτέλης> οὔτε
ἔμψυχον εἶναι ὅλον δι' ὅλου 〈οὔτε〉 αἰσθητὸν οὔτε προνοίᾳ διοικούμενον. τὰ
μὲν γὰρ οὐράνια τούτων πάντων μετέχειν. σφαίρας γὰρ περιέχειν ἐμψύχους
καὶ ζωτικούς, τὰ δὲ περίγεια μηδενὸς τούτων μετειληφέναι μήτε προηγου-
μένως μήτε κατὰ συμβεβηκός.
47
{<Εἰ ἄφθαρτος ὁ κόσμος.>}
Τὸν <Πυθαγόραν> καὶ <Πλάτωνα> ὑπὸ θεοῦ γεγονέναι τὸν κόσμον
καὶ πάντας τοὺς διαδεδεγμένους τούτους ὑπολαμβάνειν εἰρήκασιν. καὶ εἶναι
μὲν ὅσον ἐπὶ τῇ φύσει φθαρτόν, αἰσθητὸν γὰρ ὑπάρχειν, οὐ μὴν φθαρησό-
μενον προνοίᾳ τοῦ πεποιηκότος. <Ἐπίκουρος> δὲ καὶ οἱ <Στωικοὶ> φθαρτὸν
νομίζουσιν, ὅτι γενητός. <Ἀριστοτέλης> δὲ τὸ ὑπὸ τὴν σελήνην μέρος
παθητὸν καὶ φθαρτόν, ἐν ᾧ καὶ περίγεια.
48
{<Πόθεν τρέφεται ὁ κόσμος.>}
<Ἀριστοτέλης>· εἰ τρέφεται, φθαρήσεσθαι νενόμικεν, οὐδέτερον δὲ
τούτων τῷ κόσμῳ συμβεβηκέναι. <Πλάτων> ἐκ τοῦ φθίνοντος κατὰ μετα-
βολὴν τρέφεσθαι τοῦτόν φησιν. <Φιλόλαος> ὁ Πυθαγόρειος διττὴν εἶναι τὴν
τροφὴν ὑπέλαβεν· τὸ μὲν ἐξ οὐρανοῦ πυρὸς ῥυέντος, τὸ δ' ἐξ ὕδατος σε-
ληνιακοῦ περὶ τοὺς ἀστέρας ἀποχεομένου.
49
{<Ἀπὸ ποίου στοιχείου ἦρκται ὁ θεὸς κοσμοποιεῖν.>}
Οἱ <φυσικοὶ> ἀπὸ γῆς ἦρχθαι λέγουσιν αὐτὸν καθάπερ ἀπὸ κέντρου.
<Πυθαγόρας> δὲ ἀπὸ πυρός. <Διοκλῆς> τὸν μὲν αἰθέρα πρῶτον διακριθῆναί
φησι, δεύτερον δὲ πῦρ, ἐφ' ᾧ γῆν ἐξενηνέχθαι, εἶτα ὕδωρ, ἐξ οὗ ἀναθυ-
μιαθῆναι τὸν ἀέρα. γενέσθαι δὲ τὸν μὲν οὐρανὸν ἐκ τοῦ αἰθέρος, τὸν δὲ
ἥλιον ἐκ τοῦ πυρός. <Πλάτων> δὲ ὁρατὸν γεγονέναι τὸν κόσμον, ὃν
γίγνεσθαι πρὸς παράδειγμα τοῦ νοητοῦ. τοῦ δὲ ὁρατοῦ προτέραν μὲν τὴν
ψυχήν, μετ' αὐτὴν δὲ τὸ σωματοειδὲς γεγονέναι ἐκ τοῦ πυρὸς μὲν καὶ γῆς
πρῶτον, ὕδατος δὲ καὶ ἀέρος δεύτερον. <Πυθαγόρας> σώματα τῶν στερεῶν
ᾠήθη, ἅπερ καλεῖ μαθηματικά. ἐκ μὲν γὰρ τοῦ κύβου γεγονέναι τὴν γῆν
φησιν, ἐκ δὲ τῆς πυραμίδος τὸ πῦρ, ἐκ δὲ τοῦ ὀκταέδρου *** τὸ ὕδωρ,
ἐκ δὲ τοῦ δωδεκαέδρου τὴν τοῦ παντὸς σφαῖραν. <Πλάτων> δὲ συμφέρεται
καὶ ἐν τούτοις τῷ <Πυθαγόρᾳ>.
50
{<Περὶ τάξεως τοῦ κόσμου.>}
<Παρμενίδης> στεφάνους εἶναι πεπλεγμένους πρὸς ἀλλήλους τὸν μὲν
ἐκ τοῦ ἀραιοῦ, τὸν δὲ ἐκ τοῦ πυκνοῦ· καὶ τὸ περιέχον δὲ τὸ πᾶν στοιχεῖον
δίκην στεφάνου στερεοῦ εἶναι, πρῶτον πῦρ, εἶτα αἰθέρα, μεθ' ὃν ἀέρα μεθ' ὃν
ὕδωρ. <Ἐμπεδοκλῆς> δὲ μὴ διὰ παντὸς ἑστῶτας μηδὲ ὡρισμένους τόπους
τῶν στοιχείων ὑπείληφεν, ἀλλὰ πάντα τῶν ἄλλων ἀντιλαμβάνειν.
51
{<Τίς ἡ αἰτία τοῦ τὸν κόσμον κλιθῆναι.>}
<Διογένης> καὶ <Ἀναξαγόρας> μετὰ τὸ συστῆναι τὸν κόσμον καὶ τὰ
ζῷα ἐκ τῆς γῆς συμφῦναι, τὸν κόσμον ἐκ τοῦ αὐτομάτου εἰς τὸ μεσημβρινὸν
κλιθῆναι ἴσως ὑπὸ προνοίας, ἵνα τινὰ μὲν ἀοίκητα γένηται, τινὰ δὲ οἰκητὰ
κατὰ ψῦξιν καὶ ἐκπύρωσιν. <Ἐμπεδοκλῆς> τοῦ πυρὸς εἴξαντος τῇ τοῦ
ἡλίου ὁρμῇ ἐπικλῖναι τὰς ἄρκτους καὶ τὰ μὲν βόρεια ὑψωθῆναι, τὰ δὲ
νότια ταπεινωθῆναι.
52
{<Περὶ τοῦ ἐκτός.>}
*** ἐκτὸς εἶναι τοῦ κόσμου, εἰς ὃ ἀναπνεῖν τὸν κόσμον καὶ ἐξ οὗ.
οἱ δὲ <Στωικοὶ> εἰς ὃ ἀναπνεῖν μόνον. <Πλάτων> δὲ μήτε ἐκτὸς εἶναι τοῦ
κόσμου μήτε ἐντὸς κενόν, ἐκτὸς δὲ μικρόν τι εἰς ὃ ἀναπνεῖν.
53
{<Τίνα δεξιὰ τοῦ κόσμου.>}
<Πυθαγόρας> καὶ <Πλάτων> καὶ <Ἀριστοτέλης> δεξιὰ τοῦ κόσμου
ἔφασαν εἶναι τὰ ἑῷα, ἀφ' ὧν ἀρχὴν εἶναι τῆς κινήσεως, ἀριστερὰ δὲ τὰ
ἑσπέρια. <Ἐμπεδοκλῆς> δὲ δεξιὰ εἶναι τὰ κατὰ τῶν θερινῶν τροπικῶν,
ἀριστερὰ δὲ τὰ κατὰ τῶν χειμερινῶν.
54
{<Περὶ οὐρανοῦ.>}
<Ἀναξιμένης> τὴν περιφορὰν τὴν ἐξωτάτην γῆν εἶναι. <Ἐμπεδοκλῆς>
δὲ στερέμνιον ὑπάρχειν τὸν οὐρανὸν οἴεται ἐξ ἀέρος παγέντος ὑπὸ πυρὸς
κρυσταλλοειδοῦς, τό τε πυρῶδες καὶ τὸ ἀερῶδες ἑκάτερα τὰ ἡμισφαίρια
περιέχειν. <Ἀριστοτέλης> ἐκ πέμπτου σώματος πύρινον εἶναι τὸν οὐρανὸν
ἐκ θερμοῦ καὶ ψυχροῦ συνεστῶτα.
55
{<Περὶ διαιρέσεως οὐρανοῦ.>}
<Θαλῆς> [τὸν οὐρανὸν οὐ] μεμερίσθαι τὴν τοῦ παντὸς σφαῖραν εἰς κύκλους
τινὰς προσαγορευομένας ζώνας, καλεῖσθαι δὲ αὐτῶν τὸν μὲν ἀρκτικὸν καὶ ἀει-
φανῆ, τὸν δὲ τροπικὸν θερινόν, τὸν δὲ χειμερινὸν τροπικόν *** ἀφανῆ.
λοξὸν δὲ τοῖς τρισὶ μέσον τὸν καλουμένον ζῳδιακὸν ὑποβεβλῆσθαι. <Πυ-
θαγόρας> δὲ πρῶτος ἐπινενοηκέναι λέγεται τὴν λόξωσιν τοῦ ζῳδιακοῦ
κύκλου, ἣν <Οἰνοπίδης> ὁ Χῖος ὡς ἐπίνοιαν ἰδίαν σφετερίζεται.
56
{<Τίς ἡ οὐσία τῶν πλανητῶν καὶ ἀπλανῶν.>}
<Θαλῆς> ὑπολαμβάνει γεώδη μὲν εἶναι τὰ ἄστρα, ἔμπυρα δέ. <Ἐμπε-
δοκλῆς> δὲ πύρινα μόνα. <Ἀναξαγόρας> δὲ τὸν περικείμενον αἰθέρα ἀέρα
πύρινον ᾠήθη, τῇ δὲ εὐτονίᾳ τῆς περιδινήσεως ἀναρπάσαντα πέτραν ἀπὸ
τῆς γῆς καὶ καταφλέξαντα ταύτην ἠστερικέναι. <Διογένης> δὲ κισηροειδῆ
τὰ ἄστρα λέγει, διάπνοιαν 〈δ'〉 αὐτὰ νοεῖται κόσμου. <Πλάτων> δὲ ἐκ μὲν τοῦ
πλείστου μέρους πυρίνους εἶναι τοὺς ἀστέρας ὑπολαμβάνει, μετέχοντας δὲ
τῶν ἄλλων στοιχείων κόλλης τρόπον. <Ξενοφάνης> δὲ ἐκ νεφῶν πεπυρω-
μένων συνεστάναι τοὺς ἀστέρας ἡγεῖται, σβεννυμένους δὲ καθ' ἑκάστην
ἡμέραν ἀναζωπυρεῖσθαι νύκτωρ καθάπερ τοὺς ἄνθρακας. τὰς γὰρ ἀνατολὰς
καὶ δύσεις ἐξάψεις εἶναι καὶ σβέσεις. <Ἡρακλείδης> δὲ καὶ οἱ <Πυθαγό-
ρειοι> ἕκαστον τῶν ἀστέρων κόσμον εἶναι νομίζουσι γῆν περιέχοντα καὶ
αἰθέρα ἐν τῷ ἀπείρῳ ἀέρι. ταῦτα δὲ τὰ δόγματα ἐν ἐνίοις Ὀρφικοῖς φέ-
ρεσθαι λέγουσι κοσμοποιοῦσι τῶν ἀστέρων ἕκαστον. <Ἐπίκουρος> δὲ οὐδὲν
ἀπογιγνώσκει τούτων ἐχόμενος τοῦ ἐνδεχομένου.
56a
{<〈Περὶ σχημάτων ἀστέρων.〉>}
Οἱ <Στωικοὶ> σφαιρικοὺς τοὺς ἀστέρας καθάπερ τὸν κόσμον οἴονται
καὶ ἥλιον καὶ σελήνην. <Κλεάνθης> κωνοειδεῖς. <Ἀναξιμένης> ἥλιον δίκην
καταπεπηγέναι τῷ κρυσταλλοειδεῖ. Ἔνιοι πέταλα πύρινα νομίζουσιν εἶναι
ὥσπερ ζῳγραφήματα τοὺς ἀστέρας.
57
{<Περὶ τάξεως.>}
<Ξενοφάνης> κατ' ἐπιφάνειαν οἴεται κινεῖσθαι τοὺς ἀστέρας. <Δημό-
κριτος> τὰ μὲν ἀπλανῆ πρῶτον, μετὰ δὲ ταῦτα τοὺς πλανήτας, ἐφ' οἷς
ἥλιον καὶ σελήνην. <Πλάτων> 〈μετὰ〉 τοὺς ἀπλανεῖς πρῶτον λέγει φαίνεσθαι
〈τὸν〉 τοῦ Κρόνου, δεύτερον φαέθοντα 〈τὸν〉 τοῦ Διός, τρίτον πυρόεντα τὸν
τοῦ Ἄρεως, τέταρτον φωσφόρον τὸν τῆς Ἀφροδίτης, πέμπτον στίλβοντα τὸν
τοῦ Ἑρμοῦ, ἕκτον ἥλιον, ἕβδομον σελήνην. τῶν <μαθηματικῶν> τινες
μὲν, ὡς Πλάτων, τινὲς δὲ μέσον πάντων τὸν ἥλιον, μετὰ δ' αὐτὸν τὴν
σελήνην.
58
{<Περὶ τῆς τῶν ἀστέρων κινήσεως.>}
<Ἀναξαγόρας> καὶ <Δημόκριτος> καὶ <Κλεάνθης> ἀπὸ ἀνατολῶν εἰς
δυσμὰς φέρεσθαι τοὺς ἀστέρας νομίζουσιν. <Ἀλκμαίων> καὶ οἱ <μαθη-
ματικοὶ> τοὺς ἀστέρας τοὺς πλανήτας ἀπὸ δυσμῶν εἰς ἀνατολὰς ἀντιφέ-
ρεσθαι τῷ ἡλίῳ. <Πλάτων> καὶ οἱ <μαθηματικοὶ> ἰσοδρόμους εἶναι τὸν
ἥλιον, τὸν φωσφόρον, τὸν στίλβοντα.
59
{<Πόθεν φωτίζονται οἱ ἀστέρες.>}
<Μητρόδωρος> ἅπαντας τοὺς ἀστέρας τοὺς ἀπλανεῖς ὑπὸ τοῦ ἡλίου
προσλάμπεσθαι.
60
{<Περὶ τῶν Διοσκούρων.>}
<Ξενοφάνης> τοὺς ἐπὶ τῶν πλοίων φαινομένους οἷον ἀστέρας νεφέλια
εἶναι κατὰ τὴν ποιὰν κίνησιν περιλάμποντα. <Μητρόδωρος> τῶν ὁρώντων
ὀφθαλμῶν μετὰ δέους στιλβηδόνας εἶναι.
61
{<Περὶ ἐπισημασίας.>}
<Πλάτων> τὰς ἐπισημασίας τὰς χειμερινὰς καὶ τὰς θερινὰς κατὰ τὰς
τῶν ἀστέρων ἐπιτολὰς γίνεσθαι.
62
{<Περὶ ἡλίου.>}
<Ἀναξίμανδρος> τὸν κύκλον αὐτοῦ εἶναι ὀκτωκαιεικοσαπλασίονα τῆς
γῆς ἁρματείῳ τροχῷ τὴν ἁψῖδα παραπλησίως ἔχοντα, κοίλην καὶ πλήρη
πυρὸς κατὰ μέρος διὰ στενοῦ τὸ πῦρ ὡς δι' αὐλοῦ πρὸς ἡμᾶς ἐκπέμπεσθαι.
Οἱ <Στωικοὶ> ἄναμμα νοερὸν ἐκ θαλάσσης. <Πλάτων> ἐκ πλείστου πυρός.
<Ἀναξαγόρας> καὶ <Δημόκριτος> καὶ <Μητρόδωρος> πέτρον ἢ μύδρον
διάπυρον. <Φιλόλαος> ὁ Πυθαγόρειος ὑαλοειδῆ δεχόμενον τοῦ ἐκ κόσμου
πυρὸς τὴν εὐαγίαν, διηθοῦντα δὲ πρὸς ἡμᾶς τὸ φῶς, ὥστε τρεῖς εἶναι ἐν
τῷ ἡλίῳ διαφοράς· τὸ ἐν τῷ οὐρανῷ πυρῶδες, τὸ ἀπ' αὐτοῦ πυρο-
ειδές, τρίτον τὴν ἀπὸ τούτου ἀνάκλασιν διασπειρομένην πρὸς ἡμᾶς. <Ἐμπε-
δοκλῆς> δύο ἡλίους, τὸ μὲν ἄριστον ἡμισφαίριον, τὸ δὲ φαινόμενον ἀν-
ταύγειαν ἐν τῷ ἑτέρῳ ἡμισφαιρίῳ. <Ἐπίκουρος> γήινον κύκλωμα, κιση-
ροειδῆ καὶ σπογγοειδῆ ταῖς κατατρήσεσιν ἐνημμένον. <Ἡράκλειτος>
ἄναμμα, ἐν μὲν ταῖς ἀνατολαῖς τὴν ἔξαψιν ἔχοντα, τὴν δὲ σβέσιν ἐν
ταῖς δυσμαῖς.
63
{<Περὶ μεγέθους ἡλίου.>}
<Ἀναξίμανδρος> τὸν μὲν ἥλιον ἴσον εἶναι τῇ γῇ, τὸν δὲ πόλον ἀφ'
οὗ τὴν ἐκπνοὴν ἔχει ἑπτάκις καὶ εἰκοσαπλασίονα τῆς γῆς. <Ἀναξαγόρας>
πολυπλάσιον τῆς γῆς. <Ἐπίκουρος> τοιοῦτον, οἷος φαίνεται, ἢ μικρῷ
μείζον' ἢ ἐλάττω.
64
{<Περὶ σχήματος ἡλίου.>}
<Ἀναξιμένης> πλατὺν εἶναι τὸν ἥλιον οἴεται ὥσπερ οἷον πέταλον.
<Ἡράκλειτος> φακοειδῆ ὑπόκυρτον. Οἱ <Στωικοὶ> ὥσπερ τὸν κόσμον καὶ
τὰ ἄστρα. <Ἐπίκουρος> ἐνδέχεσθαι τὰ προειρημένα πάντα.
65
{<Περὶ τροπῶν ἡλίου.>}
<Ἀναξιμένης> ὑπὸ πεπυκνωμένου ἀέρος καὶ ἀντιτύπου ἐξωθεῖσθαι τὰ
ἄστρα.…
The complete text is available when the reading interface loads.