The Greek Library Author

Pseudo-Galen

De optima secta ad Thrasybulum

Scientific editors
Karl Gottlob Kühn
Edition reference
Claudii Galeni Opera Omnia · Lipsiae · Cnobloch · 1821
CTS identifier
urn:cts:greekLit:tlg0530.tlg043.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

ΓΑΛΗΝΟΥ ΠΡΟΣ ΘΡΑΣΥΒΟΥΛΟΝ ΠΕΡΙ ΑΡΙΣΤΗΣ ΑΙΡΕΣΕΩΣ.

Ἕκαστον τῶν ἰατρικῶν θεωρημάτων, καὶ καθόλου πᾶν θεώρημα, πρῶτον μὲν ἀληθὲς εἶναι δεῖ, εἶτα χρήσιμον, εἴτ’ ἀκόλουθον ταῖς ὑποτεθείσαις ἀρχαῖς. ἐκ γὰρ τῶν τριῶν τούτων τὸ ὑγιὲς θεώρημα κρίνεται, ὡς, ἐάν τι τῶν εἰρημένων τῷ θεωρήματι μὴ προσῇ, οὐδὲ θεώρημα τοῦτο τὴν ἀρχὴν ἂν εἴη ῥητέον. ἐπειδὴ γὰρ αἱ τέχναι ἐκ θεωρημάτων εἰσὶ, καὶ τούτων οὐχ οἵων ἔτυχεν, ἀλλὰ πρῶτον μὲν σύστημά τι δεῖ ἔχειν τὰς καταλήψεις, εἶτα καὶ πρὸς χρήσιμόν τι φέρειν, διὰ τοῦτ’ ἀναγκαῖόν ἐστι, πᾶν θεώρημα καὶ ἀληθὲς εἶναι, καὶ χρήσιμον, καὶ ἀκολουθίαν τινὰ ἔχειν, οὐ μόνον περὶ τὰς ὑποτεθείσας ἀρχὰς, ἀλλὰ καὶ πρὸς τὰ λοιπὰ θεωρήματα. καθ’ ὅσον μὲν γὰρ ὑπὸ κατάληψιν πίπτει πᾶν θεώρημα, ἀληθὲς αὐτὸ ὑπάρχειν δεῖ· ψευδῶν γὰρ οὐκ εἰσι καταλήψεις. καθ’ ὅσον δὲ πρός τι τέλος συντείνει εἰς τὸν βίον φέρον, δεῖ ἕκαστον τῶν θεωρημάτων χρήσιμον εἶναι καὶ ἀναγκαῖον. τὸ δὲ σύστημα τῶν καταλήψεων πρὸς τὴν ἄλληλα συμφωνίαν τῶν θεωρημάτων, καὶ πρὸς τὴν ὑποτεθεῖσαν ἀρχὴν ἐπιζητεῖν δεῖ. ἐπεὶ δὲ ὥσπερ ὑπὸ ἕνα ἄρχοντα τὸ σύστημα νοεῖται τῶν ἀρχομένων, οὕτω καὶ πρὸς τὴν ὑποτεθεῖσαν ἀρχὴν τὸ θεώρημα ἀναφέρεται. διὰ τοῦτο πᾶν θεώρημα ἀληθὲς καὶ χρήσιμον καὶ ἀκόλουθον εἶναι δεῖ. εἰ δὲ τοῖς τρισὶ τούτοις. πᾶν θεώρημα τεχνικὸν κρίνεται, δῆλον ὅτι καὶ τὰ ἰατρικὰ θεωρήματα τοῖς αὐτοῖς τούτοις κρίνοιντο ἄν. δεῖ τοίνυν, ἐπειδήπερ ἀεὶ μήτε τὸ ἀληθὲς ὁποῖόν τί ἐστι, καὶ ὅπως ἂν κρίνοιτο, πρόδηλον ὑπάρχει, μήτε τὸ χρήσιμον, μήτε τὸ ἀκόλουθον, εὐκατάληπτά ἐστι, γνωρίσματα τούτων τινὰ καὶ κριτήρια πρὸ τῶν ἄλλων παραδοῦναι.

Chapter 2

Τὸ μὲν οὖν ἀληθὲς κρίνεται τῇ τοῦ λόγου συμφωνίᾳ πρὸς τὰ ὑποκείμενα. ἀλλ’ ἐπεὶ τῶν ὑποκειμένων ἃ μὲν φαίνεται, ἃ δὲ κρύπτεται, καὶ τῶν φαινομένων ἃ μὲν εἰσὶν ἐξ αὐτῶν καταληπτὰ, ὡς τὸ λευκὸν καὶ τὸ μέλαν, ἃ δ’ οὐκ ἐξ αὐτῶν, ἀλλ’ ἐξ ἑτέρων ἐστὶ καταληπτὰ, ὡς τὰ διὰ σημείων καταλαμβανόμενα· πάλιν δ’ αὖ τῶν κεκρυμμένων ἃ μὲν ἐναργῆ ἐστι καὶ λέγεται, ὡς τὰ δὶς δύο τέτταρα, ἃ δὲ διὰ ἀποδείξεως καταλαμβάνεται, ὡς τὸ, ᾧ ἐστιν εὖ καὶ κακῶς χρήσασθαι, καὶ τὰ ἑξῆς· δεῖ ἐπαναφέρειν ἀεὶ τὸν λόγον καὶ τὸ θεώρημα ἐπὶ τὸ εἶδος τοῦ ὑποκειμένου πράγματος, περὶ οὗ ἐστι καὶ ὁ λόγος, ἢ ἐφ’ ᾧ γέγονε τὸ θεώρημα. καὶ ἐὰν μὲν περί τινος τῶν φαινομένων ᾖ, πρὸς ἐκεῖνο ἁρμόζειν· ἐὰν δὲ περί τινος τῶν κεκρυμμένων, σκοπεῖν χρὴ, εἰ σύμφωνόν ἐστί τινι τῶν κεκρυμμένων. κρίσεις δὲ τῶν φαινομένων καὶ. τῶν κεκρυμμένων διάφοροι. ὅσα μὲν γὰρ τῶν φαινομένων ἐξ ἑαυτῶν ἐστι καταληπτὰ, αἰσθήσει κρίνεται, ὡς τὸ λευκὸν καὶ τὸ μέλαν. ὅθεν καταγελᾷν δεῖ τῶν ἰατρῶν, ὅσοι τὴν τῶν φαινομένων κρίσιν οὐχὶ τοῖς αἰσθητηρίοις, ἀλλ’ ἀποδείξει τινὶ πειρῶνται ποιεῖσθαι· ὥσπερ ἀμέλει καὶ Ἀσκληπιάδης περὶ τῶν ἐπιπεφυκότων τῇ καρδίᾳ ὑμένων διαλεγόμενος Ἐρασίστρατον πεπλανᾶσθαί φησιν· Ἡρόφιλον γὰρ πολλὰ ἀνατετμηκότα μὴ ἑωρακέναι, παρὸν αὐτὸν ἐπὶ τὴν τῶν φαινομένων ἐξέτασιν κατὰ τὸ προσῆκον ἐλθόντα ἀποφήνασθαι περὶ τοῦ πράγματος, καὶ μὴ δόξαις ἠλιθίαις ἀποπιστεῦσαι. τῶν τοίνυν φαινομένων, ὅσα οὐκ ἐξ ἑαυτῶν καταλαμβάνεται, κριτήρια, ὡς ἔφην, ἐστὶ τὰ αἰσθητήρια. τῶν δὲ φαινομένων μὲν, μὴ ἐξ ἑαυτῶν δὲ, ἀλλ’ ἐξ ἑτέρων καταλαμβανομένων, κριτήριόν ἐστιν ἡ συμπαρατήρησις. λέγω δὴ τῶν διὰ σημείων καταλαμβανομένων. πάλιν αὖ τῶν κεκρυμμένων, ὥσπερ πλείους αἱ διαφοραὶ, οὕτω καὶ τὰ κριτήρια διάφορα. ἐπὶ δὲ τῶν κεκρυμμένων ἃ μὲν ἐναργῆ ἐστιν, ὡς τὸ ἀδύνατόν ἐστι τὸν αὐτὸν ἄνθρωπον ἅμα ἐν Ἀθήναις τε εἶναι καὶ ἐν Αἰγύπτῳ, ἃ δὲ δι’ ἀποδείξεως καταλαμβάνεται. τῶν μὲν ἐναργῶν ἐπίκρισις ἡ κοινὴ πάντων ἀνθρώπων ἔννοια· τῶν δὲ δι’ ἀποδείξεως καταλαμβανομένων ἐπίκρισις ἡ πρὸς τὰ ὁμολογούμενα συμφωνία. σχίζεται δ’ αὖ πάλιν ἡ τοῦ ὁμολογουμένου ἐπίκρισις εἰς πλείονα. ἤτοι γὰρ τῇ πρὸς τὰ φαινόμενα τὸ ὁμολογούμενον κρίνεται, ἢ τῇ πρὸς τὰ ἐναργῆ, ἢ τῇ πρὸς τὰ ἀποδεδειγμένα. πῶς μὲν οὖν δεῖ κρίνειν τὸ ἀληθές τε καὶ τὰ φέροντα πρὸς τὴν τοῦ ἀληθοῦς κρίσιν, εἴρηται.

Chapter 3

Ἑξῆς δὲ περὶ τοῦ χρησίμου θεωρήματος ῥητέον. κρίνεται τοίνυν τὸ χρήσιμον θεώρημα τῇ πρὸς τὸ τέλος τῆς τέχνης ἀναφορᾷ. δεῖ δὲ αὐτὸ πρῶτον μὲν καταληπτὸν εἶναι. ἐὰν γὰρ ἀδύνατον ᾖ, ὡς τὸ, τοῦ ἱπποκενταύρου χολὴ λύει τὴν ἀποπληξίαν, διότι ἀκατάληπτόν ἐστι, διὰ τοῦτο γίνεται ἄχρηστον. εἶτα δεῖ τὴν κατάληψιν αὐτοῦ μὴ κοινὴν πρὸς τοὺς ἰδιώτας ὑπάρχειν, ἀλλ’ ἰδίαν τῶν τεχνιτῶν. διὰ τοῦτο γάρ τοι φαμὲν ἡμεῖς πεπλανῆσθαι τοὺς οἰομένους ἀρχὴν τῆς τέχνης τὰ φαινόμενα εἶναι. οὔτε γὰρ συνέστηκεν ἐκ τῶν φαινομένων ἡ τέχνη, οὔθ’ ἡ παράδοσις τῆς τέχνης ἀπὸ φαινομένων γίγνεται. οὐδεὶς γὰρ τὰ φαινόμενα παραδίδωσιν, ἀλλὰ τὰ ἐπὶ τοῖς φαινομένοις θεωρήματα, ἅπερ οὐ φαίνεται. ταῦτ’ οὖν καὶ ἀρχὴ τῆς τέχνης, εὐλόγως ἄν τις εἴποι. τὰ ἐπὶ τοῖς φαινομένοις λέγω θεωρήματα, δηλονότι ἀρχὴ τῆς παραδόσεως τῆς τέχνης ἀπὸ φαινομένων γίνεται. εἰ γάρ τοι φαίη τις τὰ φαινόμενα τῆς τέχνης ἀρχὴν εἶναι, λήσεται ἑαυτὸν οὐδὲν διαφέρειν οἰόμενος τέχνην ἀτεχνίας. ἐπειδὴ γὰρ ἡ τῶν φαινομένων κατάληψις ὁμοία ἐστὶ τεχνίτῃ τε καὶ ἰδιώτῃ, δῆλον ὡς κατὰ τοῦτο οὐδὲν πλέον ὁ τεχνίτης ἔχων τοῦ ἰδιώτου ἔσται, ἀλλ’ οὐδὲ τέχνην ἔχων, εἴπερ τῶν αὐτῶν καὶ ἡ αὐτὴ κατάληψίς ἐστι τεχνίτῃ τε καὶ ἰδιώτῃ. ἀρχὴ μὲν οὖν εὑρέσεως τῶν θεωρημάτων τὰ φαινόμενα λέγοιτ’ ἂν δικαίως· τῆς δὲ τέχνης ἀρχὴ τὰ φαινόμενα οὐκ ἔστιν. ὡς γὰρ τὰ τοῦ λαγωοῦ εὑρέσεως ἄν τις ἀρχὴν εἴποι εὐλόγως, ἀρχὴν δὲ τοῦ λαγωοῦ οὐκ ἄν τις εἴποι νοῦν ἔχων· οὐδὲ γὰρ συνέστηκεν ἐκ τῶν ἰχνῶν ὁ λαγωός· οὕτω καὶ τὰ φαινόμενα ἀρχὴν τῆς εὑρέσεως τῶν θεωρημάτων. καλῶς ἄν τις εἴποι, ὅτι ἀπὸ τούτων ὁρμηθέντες οἱ συστησάμενοι αὐτὴν συνεστήσαντο, τῆς δὲ τέχνης οὐκ ἔτι. δεῖ γὰρ ἀναφέρειν τὰς ἀρχὰς ἐπὶ τὴν ποιότητα ἐκείνου, οὗπερ εἰσὶν αἱ ἀρχαί. καὶ τῆς τέχνης οὖν τὰς ἀρχὰς μὴ φανερὰς εἶναι τοῖς ἰδιώταις προσήκει, οὐδὲ γὰρ αἱ τέχναι πᾶσαι πρόδηλοί εἰσιν αὐτοῖς, εἶτα δὲ καὶ ἀρχαὶ τῶν τεχνῶν τεχνῶν παραδίδονται, τὰ δὲ φαινόμενα οὐ παραδίδονται. διόπερ οὐκ ἄν τις εὐλόγως τὰ φαινόμενα τῆς τέχνης ἀρχὴν εἴποι.

Chapter 4

Συνίσταται γὰρ τὰ θεωρήματα ἤτοι ἐπὶ τοῖς φαινομένοις, ἢ ἐπὶ τοῖς ἐξ ἑτέρων καταλαμβανομένοις, ἢ ἐπὶ τοῖς προαποδεδειγμένοις, ἢ ἐπὶ τοῖς ἐναργέσιν, κατὰ τοιοῦτόν τινα τρόπον. ἐπὶ μὲν τοῖς φαινομένοις οὕτως. ἐντυχών τις πλείοσι καρδιοτρώτοις ἀποθνήσκουσιν, ἐζήτησε τοῦ θανάτου τὴν αἰτίαν. λογιζόμενος οὖν εὕρισκε μήτε δι’ ἔνδειαν δυνάμεως, μήτε δι’ ἀπορίαν ὕλης βοηθημάτων ἀποθνήσκοντας, ἀλλὰ διὰ τὴν ἐπίκαιρον χρείαν τοῦ μέρους. ἐπιγνοὺς οὖν, ὅτι ἄνευ τῆς τοῦ μέρους τούτου ἐνεργείας καὶ τῆς περιγινομένης ἀπ’ αὐτοῦ τῷ σώματι χρείας σώζεσθαι τὸ ζῶον οὐ δύναται, συνθείς τε τῷ λογισμῷ τὰ ἐπὶ τῶν φαινομένων εὑρημένα, πεποίηκε τοῦτο τὸ θεώρημα· εἴ τίς ἐστι καρδιότρωτος, ἐκεῖνος ἀποθανεῖται. τὸ οὖν κατ’ ἀκολουθίαν τῶν φαινομένων τῷ λογισμῷ εὑρεθὲν καὶ καθολικῶς ἐξενεχθέν ἐστι θεώρημα. μᾶλλον δ’ ἐπὶ τοῖς φαινομένοις συνίσταται τὸ θεώρημα, ὡς ἀπὸ τῶν φαινομένων ἐν τῇ φλεγμονῇ· εἴ τις φλεγμονὴν ἔχει, ἐκεῖνος ὄγκον ἔχει ἀντίτυπον, σφυγματῶδες ἄλγημα ἐπιφέροντα. γίνεται οὖν τὰ φαινόμενα ἀρχὴ εὑρέσεως τῶν θεωρημάτων. τὰ δὲ θεωρήματα ἐπὶ τοῖς φαινομένοις κατ’ ἀκολουθίαν εὑρεθέντα ἀρχὴ συστάσεως τέχνης. καὶ ἐπὶ μὲν τοῖς φαινομένοις κατὰ τοιοῦτόν τινα τρόπον συνίσταται τὸ θεώρημα. ἐπὶ δὲ τοῖς ἐξ ἑτέρων καταλαμβανομένοις τὸ θεώρημα οὕτω συνίσταται· εἴ τινι τάδε τὰ συμπτώματά ἐστιν, ἐκεῖνος ἐν πλήθει αἵματός ἐστιν. ᾧ τάδε παρέπεται, ἐκείνῳ ἧπαρ, ἢ νεφρὸς, ἤ τι τοιοῦτον ἔπαθεν. ἐπὶ δὲ τοῖς προαποδεδειγμένοις οὕτω συνίσταται τὸ θεώρημα. ἀποδειχθέντος γὰρ τοῦ ὅτι πέψις ἐστὶ, καὶ τὰ πεπτόμενα χεῖταί τε καὶ ὑγραίνεται, ἔπειτα οὕτως ἀναδίδοται, καὶ ὅτι οἱ νοσοῦντες δέονται τῶν μὴ πολλῆς κατεργασίας δεομένων τροφῶν, ἐπὶ τούτοις γίγνεται τὸ θεώρημα τοῦτο· αἱ ὑγραὶ δίαιται πᾶσαι τοῖσι πυρεταίνουσι συμφέρουσιν. ἐπὶ δὲ τοῖς ἐναργέσιν οὕτω, καὶ πᾶν τὸ πολὺ τῇ φύσει πολέμιον, καὶ οὐ πλησμονὴ, οὐ λιμὸς, οὐδ’ ἄλλο ἀγαθὸν οὐδὲν, ὅ τι ἂν μᾶλλον τῆς φύσεώς ἐστι. καὶ ὅκου πλησμονὴ τίκτει νοσήματα, κένωσις ἰῆται. ἐναργοῦς γὰρ ὄντος, ἐφ’ ὧν μὲν, ὅτι τῶν ὑπὲρ τὴν δύναμιν, ἐφ’ ὅτι τοῦ ποιοῦντος περιαιρεθέντος, οὐκ ἂν γένοιτο τὸ γιγνόμενον, συνετέθη τὰ εἰρημένα θεωρήματα. ἔστι δὲ πᾶν θεώρημα καθολικόν τε καὶ βέβαιον. πεπλάνηνται οὖν οἱ τὴν τέχνην στοχαστικὴν εἶναι λέγοντες, διότι στοχαστικὰ ἔχει τὰ θεωρήματα. οὐ γάρ ἀπὸ τοῦ θεωρήματος στοχαστικὴ λέγεται, ἕστηκε γὰρ ταῦτα, ἀλλ’ ἀπὸ τῆς πράξεως, καὶ τῆς τῶν ἰατρευόντων ἐνεργείας. αὐτὴ γὰρ ἄστατον ἔχουσα τὴν ἐπιτυχίαν, στοχαστικὴν τὴν τέχνην ποιεῖ, ἐπεὶ τὰ θεωρήματα ἁπασῶν τῶν τεχνῶν ὁμοίως βέβαιά τέ ἐστι καὶ ἑστηκότα. παρὰ δὲ τὸ μὴ βεβαίους εἶναι τῶν τεχνῶν ἁπασῶν τὰς ἐπιτυχίας, στοχαστικαί τινες τῶν τεχνῶν εἶναι λέγονται, ὅσαι ἄστατον ἔχουσιν, ὡς ἔφην, τὴν ἐπιτυχίαν. ἐπειδὴ δὲ τὸ χρήσιμον τῇ πρὸς τὸ τέλος ἀναφορᾷ ἔφαμεν δεῖν κρίνεσθαι, ἀναγκαῖον ἂν εἴη ὑποδεῖξαι τὸ τῆς τέχνης τέλος, ἵνα, προδήλου τούτου γεγονότος, πρόδηλον ᾖ, ἐφ’ ὅπερ χρὴ ἀναφέροντα κρίνειν τὸ χρήσιμον.

Chapter 5

Τῶν τεχνῶν τοίνυν αἱ μὲν ποιητικαὶ τῶν οὐκ ὄντων εἰσὶν, ὡς ἡ ναυπηγικὴ, αἱ δὲ συντηρητικαὶ τῶν γεγονότων, ὡς ἡ κυβερνητικὴ, αἱ δὲ ἀμφότεραι, ὡς ἡ οἰκοδομική. ἐπὶ μὲν οὖν τῶν ποιουσῶν ἢ συντηρουσῶν τεχνῶν εἰς τρόπος ἐστὶ τῆς ἐπιτυχίας. διὰ τοῦτο ἁπλῆ ἐστιν ἡ τοῦ χρησίμου κρίσις· ἐπὶ δὲ τῶν ποιουσῶν τε καὶ συντηρουσῶν οὐκ εὐχερές. οὐ γὰρ δεῖ ἄχρηστον νομίζειν τὸ μὴ φέρον ἐπὶ συντήρησιν, ἀλλὰ πολυπραγμονεῖν, εἰ συντελεῖ τι πρὸς τὸ ποιῆσαι τὸ μὴ ὄν. ἰατρικὴ τοίνυν τῶν ποιουσῶν καὶ συντηρουσῶν ἐστιν· οὐ μέντοι χρὴ ὑπολαβεῖν διπλοῦν εἶναι τῆς τέχνης τὸ τέλος, τό τε μὴ ὂν ποιῆσαι, οἷον τὴν ὑγείαν καὶ τὸ ὑπάρχον αὐτῆς διαφυλάξαι. διὰ γὰρ τῶν αὐτῶν, φασὶ, ῥημάτων ποιοῦσα τὴν ὑγείαν, καὶ συντηροῦσα, διπλοῦν ἂν ἔχοι τὸ τέλος. εἰ μὲν οὖν φανερῶς μὴ ἦν τὰ αὐτὰ θεωρήματα, ἐπ’ ἄμφω τὰ τέλη ἄγοντα, διαφερόντων καὶ τῶν τελῶν, διάφοροι ἂν ἦσαν καὶ αἱ τέχναι, καὶ δύο ἰατρικαί· ἐπεὶ δὲ τὰ μὲν αὐτὰ θεωρήματα, οἱ δὲ σκοποὶ διαφέρουσι, μία οὖσα τέχνη διαφέροντας ἂν ἔχοι τοὺς σκοπούς. ἀγνοοῦσι δ’, ὅτι ὁ μὲν σκοπὸς τῆς τέχνης εἷς ἐστιν ἡ ὑγεία, καὶ τὸ τέλος ἓν τὸ τυχεῖν ὑγείας, οἱ δὲ τρόποι τῆς ἐπιτυχίας διαφέροντες. οὐκ ἐξαλλάττεται οὖν ὁ σκοπὸς, οὐδὲ τὸ τέλος παρὰ τὸν τρόπον τῆς ὑγείας. ἐπιστήμονες γὰρ ἡμεῖς ὄντες τῶν βλάπτειν πεφυκότων, ὅπου μὲν τὰ βλάπτοντα περιαιροῦντες, περιποιοῦμεν τὴν ὑγείαν, ὅπου δ’ ἐκκλίνοντες, συντηροῦμεν αὐτήν. τὸ χρήσιμον τοίνυν ἐν ἰατρικῇ δεῖ κρίνειν, σκοποῦντας, ὁτὲ μὲν, εἰ πρὸς τὸ ποιῆσαι τὴν ὑγείαν φέρει, ὁτὲ δὲ, τὸ συντηρῆσαι.

Chapter 6

Τὸ δ’ ἀκόλουθόν τινες μὲν τῇ συνυπάρξει κρίνεσθαι οἴονται, ἀγνοοῦντες, ὅτι πολλὰ μὲν συνυπάρχει ἀλλήλοις, οὐ μὴν ἀκολουθία τις ὁρᾶται ἐν αὐτοῖς· ὥσπερ φαμὲν καὶ τὸ ἡμέραν εἶναι συνυπάρχειν, καὶ τὸ ἀναπνεῖν, οὐ μὴν ἀκολουθία ἐστὶν αὐτῷ. οὐ τῇ συνυπάρξει τοίνυν κριτέον τὴν ἀκολουθίαν, ἀλλ’ οὗ ἀνασκευαζομένου, ἐξ ἀνάγκης τι συνανασκευάζεται, καὶ τιθεμένου τίθεται, ἐκείνῳ ἐκεῖνο ἀκόλουθον ἡγητέον εἶναι. καὶ καθόλου δὲ κατὰ συνάρτησιν συνημμένα κρίνοντι ἐπικρίσει κριτέον, ἐφ’ ὧν ἂν δέοι ἐπίκρισιν ἀκόλουθον ποιήσασθαι. πρὸς μὲν οὖν ἐνίων λόγων ἐπίκρισιν ἀναγκαία ἐστὶν ἡ ἀκολουθία ἐπιζητουμένη. εἰ δὲ καὶ πρὸς τὴν τῶν ἰατρικῶν θεωρημάτων κρίσιν συμβάλοιτο, ἴσως ἄν τις ἐπιζητοῖ. οὐ γὰρ ἐπαρκεῖ ἐπιγνῶναι, εἰ ἰατρικόν ἐστι θεώρημα τὸ χρήσιμόν τε καὶ ἀληθὲς ὑπάρχον, ἀλλ’ οὐδὲν ἦττον ἔχεσθαι ἀεὶ τοῦ ἀκολούθου δεῖ.

Chapter 7

Ἐπεὶ οὖν πᾶς λόγος καὶ πᾶν θεώρημα τοῖς τρισὶ τούτοις κρίνεται· τρεῖς δ’ εἰσὶν ἐν ἰατρικῇ αἱρέσεις, ἥ τε τῶν Λογικῶν καὶ τῶν Ἐμπειρικῶν καὶ τῶν Μεθοδικῶν, φέρε, τοῖς κριτηρίοις τούτοις χρώμενοι ἐπισκεψώμεθα καὶ τὰς αἱρέσεις, ἵνα τῇ ὑγιεῖ προσθώμεθα. ἀναγκαῖον δὲ τὰ κοινὰ τῶν αἱρέσεων πρῶτον ἐκθέσθαι, καὶ τὰ ἴδια ἐκείνων ἑκάστης, εἶθ’ οὕτως ἑξῆς τὴν ἐπίκρισιν αὐτῶν ποιήσασθαι. ἔστι τοίνυν κοινὰ τῶν τριῶν αἱρέσεων ταῦτα. ὅτι χρήσιμα τὰ φαινόμενα θεωρήματα, ἀναλογισμὸς, τήρησις, ἱστορία, ὁμοίου μετάβασις. ὅτι ἄκριτος ἱστορία, οὐ παραδεκτέα τὰ ὄργανα, ὁ τρόπος τῆς προσαγωγῆς τῶν βοηθημάτων, ὅτι ἐξ ἄλλων ἄλλα καταλαμβάνεται. ὅτι, τῶν αὐτῶν περιστάντων, τὰ αὐτὰ ποιητέον. τὸ, διὰ προσθέσεων καὶ ἀφαιρέσεων τὴν ὑγείαν τηρεῖσθαι, καὶ τὰς νόσους θεραπεύεσθαι. τὸ, δεῖν ἐκκλίνειν τὴν τῶν βλαπτόντων χρῆσιν πρός τε ὑγείας τήρησιν καὶ νόσων ἀπαλλαγήν. τὸ, τὴν πεῖραν δυνατὴν καὶ χρήσιμον εἶναι πρὸς τὴν κατάληψιν τῆς προσαγομένης ὕλης. τρόφιμα γὰρ καὶ ἄτροφα καὶ καθαρτικὰ καὶ φθαρτικὰ πείρᾳ κατείληπται.

Chapter 8

Ἐπὶ τούτῳ τῷ κοινῷ οἱ μὲν Ἐμπειρικοὶ μεμενήκασιν, οὐ μόνον τὰς δυνάμεις, ἀλλὰ καὶ τὰ συμφέροντα πείρᾳ εὑρῆσθαι λέγοντες. οἱ δὲ Μεθοδικοὶ ἐπὶ κοινῷ τῷ προειρημένῳ λέγουσί τι διαφέρον παρὰ τοὺς Ἐμπειρικούς. φασὶ γὰρ, πλὴν τοῦ τὰς δυνάμεις τῶν προσφερομένων ἐκμαθεῖν, ἕτερον οὐδὲν χρήσιμον ἐκ τῆς πείρας περιγίνεσθαι. οὐδὲν γὰρ, τῶν συμφερόντων αὐτῶν ἐκ τηρήσεως δύναται λαμβάνεσθαι ἁπλῶς, τῶν συμφερόντων ἀπό τινων φαινομένων τετηρημένων. οἱ δὲ Λογικοὶ μέσοι τούτων κεχωρήκασιν. οὕτω γὰρ πάντα τὰ συμφέροντα ἐκ τηρήσεώς φασι λαμβάνεσθαι, ὡς λέγουσιν οἱ Ἐμπειρικοὶ, οὐ μὴν οὐδ’ ἐκ τῆς ἐνδείξεως εὑρίσκεσθαι, ὡς οἴονται οἱ Μεθοδικοὶ, ἀλλ’ ἃ μὲν ἐκ τηρήσεως εὑρίσκεσθαι, ὡς τὰ θανάσιμα καὶ ἰοβόλα, ἃ δ’ ἐξ ἐνδείξεως, ἐφ’ ὧν τὰ αἴτια εὑρίσκεται. ὁμογνωμονοῦσι τοίνυν οἱ Μεθοδικοὶ τοῖς Λογικοῖς, καθ’ ὅσον οἴονται ἐξ ἐνδείξεως τὸ συμφέρον λαμβάνεσθαι· ᾗ δὲ ἀπὸ διαφερόντων, διαφωνοῦσιν. οἱ μὲν γὰρ Μεθοδικοὶ ἀπὸ φαινομένων τινῶν ἐνδεικνύμενα οἴονται τὰ συμφέροντα λαμβάνεσθαι· οἱ δὲ Λογικοὶ, ἀπὸ φαινομένων μὲν οὐδαμῶς, ἀπὸ δὲ κεκρυμμένων. ἐπεὶ γὰρ ἀπὸ αἰτίων τὰς ἐνδείξεις ἀξιοῦσι γίνεσθαι, τὰ δ’ αἴτια, ᾗ αἴτιά ἐστιν, οὐ φαίνεται, δῆλον ὡς οὐκ ἀπὸ φαινομένων αὐτοῖς αἱ ἐνδείξεις γένοιντ’ ἂν, ὁδηγεῖν τέ φασι τὰ φαινόμενα πρὸς τὴν τῶν ἐπιδείκνυσθαι δυναμένων κατάληψιν. κατ’ αὐτὸ οὖν πάλιν συμφωνοῦσιν οἱ Ἐμπειρικοὶ τοῖς Λογικοῖς, ἀπὸ μηδενὸς φαινομένου τοῦ συμφέροντος ἔνδειξιν γίγνεσθαι λέγοντες. ἕτερον δὲ κοινὸν τοῦτο καὶ ὁμολογούμενον ἅπασιν ἰατροῖς, τὸ τὰ φαινόμενα εὔχρηστα εἶναι. οἱ μὲν Ἐμπειρικοὶ ἐπὶ τὸ τηρῆσαι τὰ ἐπὶ τοῖς φαινομένοις φασὶν εὔχρηστα ὑπάρχειν τὰ φαινόμενα, διὰ τὸ εἶναι τήρησιν ἐπί τισιν αὐτῶν, καὶ ὅτι ἐστὶν ἐξ αὐτῶν τὰ ἐνδείκνυσθαι δυνάμενα καταλαβεῖν. οἱ δὲ Μεθοδικοὶ ὡς ὄντα συμφέροντα τὰ φαινόμενα εὔχρηστα εἶναι φασιν. πάλιν ἐνταῦθα κοινὸν μὲν Ἐμπειρικοῖς καὶ Μεθοδικοῖς τὸ μὴ κεκρυμμένον ἐκ τῶν φαινομένων καταλαμβάνεσθαι, ἀφ’ οὗ τὴν ἔνδειξιν τῶν συμφερόντων γίγνεσθαι. τῶν δ’ Ἐμπειρικῶν πρὸς τοὺς Λογικοὺς κοινόν ἐστι τὸ ἐπὶ τοῖς φαινομένοις τὰ συμφέροντα τηρεῖν. τοῖς δὲ Λογικοῖς καὶ Μεθοδικοῖς κοινὸν τὸ ἐπὶ τοῖς φαινομένοις χρήσιμα καταλαμβάνεσθαι. οἱ μὲν οὖν Μεθοδικοὶ αὐτό φασι τὸ συμφέρον ἐκ τῶν φαινομένων καταλαμβάνεσθαι, οἱ δὲ Λογικοὶ τὰ ἐνδείκνυσθαι τὸ συμφέρον δυνάμενα ἐκ τῶν φαινομένων φασὶν εὑρίσκεσθαι, συμφέρον δὲ μηδέν. πρὸς δὲ τοὺς οἰομένους ἐκ τῶν προδήλων αἰτιῶν συμφέρον εὑρίσκεσθαί τι ὡς ἐπὶ τοῦ σκόλοπος, ῥητέον, ὅτι οὐχ ὡς ἀπὸ τῶν φαινομένων, ἀλλ’ ὡς ἀπὸ αἰτιῶν εὑρίσκεσθαι τὸ συμφέρον ἐπὶ τούτων. τὸ δ’ αἴτιον, ᾗ αἴτιόν ἐστιν, οὐ φαίνεται, ἀλλ’ ἐκ τῶν συμπτωμάτων καταλαμβάνεται. ἐὰν γοῦν τῇ ἐπιφανείᾳ προσκείμενον ψαμμίον ἢ σκολόπιον μὴ λυπῇ, μηδ’ εἰς αἴσθησιν ἡμᾶς ἄγῃ, οὐ καταλαμβάνομεν. οὐ γάρ ἐστιν αἴτιόν τινος ὅ τι δὴ ποιοῦν. ὅ τι μέν ἐστιν αἴτιον, φαίνεται ὡς αἴτιον. τὰ γὰρ πρός τί πως ἔχοντα, καθ’ ὃ πρός τί πως ἔχει, οὐ φαίνονται· αὐτὰ δὲ τὰ πρός τι φαίνεται, οἷον πατὴρ, δοῦλος, ἀδελφὸς, καὶ τὰ τοιαῦτα, αὐτὰ μὲν ἕκαστα φαίνεται, αἱ δὲ πρὸς ἕτερα σχέσεις αὐτῶν οὐ φαίνονται.

Chapter 9

Ἐπεὶ τοίνυν τά τε κριτήρια παραδεδώκαμεν τῶν λόγων, καὶ τὰ κοινὰ καὶ ἴδια τῶν αἱρέσεων ἐπεληλύθαμεν, ἑξῆς ἀναγκαῖον ἂν εἴη τὴν ἐπίκρισιν ἑκάστης τῶν αἱρέσεων ποιήσασθαι, ἔπειθ’ οὕτως τῇ ὑγιεῖ δόξῃ προσθέσθαι. οἱ μὲν οὖν Ἐμπειρικοὶ καὶ Μεθοδικοὶ ἀντιλέγοντες τοῖς Λογικοῖς ἄχρηστόν φασιν εἶναι τὴν τῶν κεκρυμμένων κατάληψιν· μηδὲν γὰρ ἀπὸ κεκρυμμένων χρήσιμον εὑρίσκεσθαι. πρὸς τοῦτο δὲ ἀπαντῶσιν οἱ Λογικοὶ ἰδίως πρὸς ἑκατέραν αἵρεσιν· καὶ πρῶτόν γε πρὸς τοὺς Ἐμπειρικούς φασιν, ὅτι οὐκ ἐπαρκεῖ τὰ φαινόμενα πρὸς τὸ τηρῆσαι ἐπ’ αὐτοῖς τὰ συμφέροντα· χρεία γὰρ καὶ τῶν κεκρυμμένων· ἀπὸ γὰρ τούτων αἱ τῶν συμφερόντων ἐνδείξεις γίνονται. τεκμήριον δὲ, (αὐτοὶ γὰρ ὑμεῖς οὐκ ἐπὶ πᾶσι τοῖς φαινομένοις τηρεῖτε, ἀλλ’ ἐπί τισιν) ὡς ἂν πλέον τι ἐχόντων τῶν φαινομένων, ἐφ’ οἷς τηρεῖν χρὴ, ὃ οὐ φαίνεται. εἰ δὲ τοῦτο, εὔχρηστα ἂν εἴη τὰ κεκρυμμένα. τὰ οὖν φαινόμενα, ἤτοι ὡς φαινόμενα πρὸς εὕρεσιν τῶν συμφερόντων λαμβάνεται καὶ πάντα ἔσται χρήσιμα, ἢ οὔ. τὸ μὲν οὖν πάντα λέγειν χρήσιμα εἶναι, ἀπίθανον. εἰ δὲ μὴ πάντα ἐστὶ χρήσιμα, ἀνάγκη τοῦ φαίνεσθαι πλέον τι τὰ χρήσιμα ἔχειν, ὅπερ οὐκ αἰσθήσεώς ἐστι καταλαμβάνειν, ἀλλὰ λόγου. τῷ δὲ λόγῳ τὰ κεκρυμμένα καταλαμβάνεται, χρήσιμος ἄρα λόγος, καὶ τὰ κεκρυμμένα. εἰ γὰρ τὰ φαινόμενα, ᾗ φαινόμενά ἐστι, μὴ διαφέρει ἀλλήλων δηλονότι, ἢ ὁμοίως ἅπαντα πρὸς τήρησιν, ὃ καὶ ἐφ’ ἑαυτοῖς, χρησιμεύει, ὥστε καὶ ἐπὶ τοῖς ἐλαχίστοις, τοῖς τε παρεληλυθόσι καὶ τοῖς ἐνεστῶσιν εἴη ἂν, εἰ τοῦτο ἀδύνατον. πῶς γὰρ ἂν ἐπὶ τῇ στρωμνῇ, καὶ τῇ κλίνῃ, ἐφ’ ᾗ κατεκλίθη ὁ νοσῶν, καὶ τοῖς ὁμοίοις, τήρησίς τις; φανερὸν οὖν, ὡς οὐκ ἐπὶ τοῖς φαινομένοις, ὡς φαινόμενά ἐστιν, ἡ τήρησις γίγνεται. ὁμοίως γὰρ ἂν ἐπὶ πᾶσιν ἐγίνετο, ἀλλ’ ἐφ’ ἑτέρῳ τινὶ, ὃ οὐ φαίνεται. εἰ δὲ τοῦτο, χρήσιμα ἂν εἴη τὰ κεκρυμμένα. ἀλλὰ καὶ πόθεν, φασὶ, καταλαμβάνεται, ὅτι ἐπὶ μὲν τοῖσδέ τισι τοῖς φαινομένοις δυνατόν ἐστι τηρεῖν, ἐπὶ δὲ τοῖσδ’ οὐκ ἔτι; οὐ ῥᾴδιον γὰρ τοῦτο ἀπ’ αὐτῶν τῶν φαινομένων, καθ’ ὅσον φαίνεται, ἐστὶν εἰδέναι. πάντες γὰρ ἂν ἐγίνωσκον καὶ οἱ ἰδιῶται, ἐφ’ οἷς φαινομένοις χρὴ τὴν τήρησιν ποιεῖσθαι, καὶ οὐδὲν διέφερεν ὑμῶν ἡ ἐμπειρία τῆς τῶν ἰδιωτῶν ἀπειρίας. εἰ δὲ μὴ προσπίπτει πᾶσιν, ἐφ’ οἷς φαινομένοις δεῖ τὰς τηρήσεις ποιῆσαι, μόνοις δὲ τοῖς τεχνίταις καταληπτόν ἐστι τοῦτο, τὰ συμφέροντα ἐπὶ τοῖς φαινομένοις, οὐχ ὡς φαινόμενά ἐστι, τηρεῖται. ὅτι γὰρ τόδε μὲν τὸ φαινόμενον, ἐφ’ οὗ τηρεῖν ἐστι, τόδε οὐκ ἔτι φαίνεται, ἀλλὰ κέκρυπται. χρήσιμον δὲ πάνυ ἐστὶ τοῦτο εἰδέναι, διόπερ χρήσιμά ἐστι τὰ κεκρυμμένα. πρὸς δὲ τοῖς εἰρημένοις, ἐπειδήπερ οἱ Ἐμπειρικοὶ λέγουσιν ἐπὶ τοῖσδε τοῖς προγεγενημένοις καὶ τοῖσδε τοῖς ἐνεστῶσι δεῖν τὰς τηρήσεις ποιεῖσθαι. διὰ τοῦτο γάρ τοι καὶ πολυπραγμονοῦσι τὰ παρεληλυθότα. ἄπειρα δὲ ἐστι καὶ τὰ παρόντα, ἐπ’ ἀπείροις δὲ τηρεῖν οὐ δυνατὸν, δηλονότι ἀδύνατον ἂν εἴη ἡ τοιαύτη τήρησις. πρὸς δὲ τοὺς Μεθοδικοὺς τὰ φαινόμενα ἐνδεικτικὰ τῶν συμφερόντων εἶναι οἰομένους ταῦτα λέγουσιν οἱ Λογικοί. τὰ φαινόμενα ἐξ ἑαυτῶν ἐστι καταληπτὰ, καὶ τοῖς ἰδιώταις οὖν φανεῖται. ἐπειδὴ δὲ καὶ ἐνδείκνυνται αἱ κοινότητες, συμπροσπίπτει δὲ τοῖς ἐνδεικνυμένοις τὰ ἐξ αὐτῶν λαμβανόμενα, δηλονότι τοῖς ἰδιώταις ἐνδείξονται αἱ κοινότητες, καὶ οὐδὲν τῶν ἰδιωτῶν διοίσετε. ὅτι δ’ ἀπὸ τῶν παθῶν ἡ ἔνδειξις τῶν συμφερόντων οὐ γίγνεται, διὰ τούτων ἐστὶν ἐπιδεῖξαι. τοῦ αὐτοῦ πάθους, οἷον φλεγμονῆς περὶ διαφέροντας τόπους ὑπαρχούσης, οἷον περὶ ὀφθαλμοὺς, ἢ ἧπαρ, ἢ στόμαχον, οὐ τῆς αὐτῆς θεραπείας, ἀλλὰ διαφόρων δέονται. ὀφθαλμῷ μὲν γὰρ φλεγμαίνοντι ὄπιόν ἐστι κατ’ ἄλληλα, στομάχῳ δὲ καὶ ἥπατι ἄλλο τι. τὸ δ’ ἔλαιον τῷ ὀφθαλμῷ κακωτικὸν, τὰ δ’ ἄλλα μέρη φλεγμαίνοντα παρηγορεῖ. δῆλον οὖν, ὅτι οὐκ ἀπὸ τῶν παθῶν συμφέροντα λαμβάνεται. τὸ γὰρ αὐτὸ ἐπὶ πάντων παρελαμβάνετο ἂν βοήθημα, τοῦ αὐτοῦ πάθους ὄντος, εἴπερ τὸ πάθος ἐνδεικτικὸν ἐγίνετο τῶν συμφερόντων. ἔστι δὲ καὶ οὕτως ἀνασκευάσαι τὸ ἀρέσκον τῷ Μεθοδικῷ· τοῦ αὐτοῦ πάθους περὶ τὸν αὐτὸν ὄντος τόπον, περὶ τὴν διαφορὰν τῆς αἰτίας διαφόρου θεραπείας οἱ ἄνθρωποι δέονται, οἷον ἐπὶ ἰσχουρίας. ἐὰν μὲν γὰρ ᾖ λίθος, λιθοτόμῳ χρώμεθα· ἐὰν δὲ πλῆθος οὔρου, καθετῆρι· ἐὰν δὲ φλεγμονὴ, καταπλάσματι. εἰ δ’ ἀπὸ τῶν παθῶν αἱ ἐνδείξεις τῶν συμφερόντων ἐγίνοντο, ἑνὸς ὑποκειμένου πάθους, μία ἂν καὶ ἡ αὐτὴ θεραπεία παρελαμβάνετο. οὐ παραλαμβάνεται δὲ μία θεραπεία τοῦ αὐτοῦ πάθους ὑποκειμένου, οὐκ ἄρα ἀπὸ τῶν παθῶν αἱ ἐνδείξεις τῶν συμφερόντων γίνονται.

Chapter 10

Τούτων δὲ κεφαλαιῶδες τῶν νῦν ἐκτεθέντων, χρήσιμον ἂν εἴη ὑπογράψαι, τί ἐστιν ἔνδειξις, καὶ πῶς ἀπὸ ἐνδείξεως τὸ χρήσιμον καταλαμβάνεται· καὶ τί τήρησις, καὶ ὅπως ἀπὸ τηρήσεως τὰ χρήσιμα τηρεῖται· καὶ τί ἀναλογισμὸς, καὶ ὅπως ἀπὸ αὐτοῦ τὸ χρήσιμον καταλαμβάνεται. ὥσπερ τοίνυν τῶν φαινομένων τὰ μὲν ἐξ ἑαυτῶν εἰσι καταληπτὰ, οἷον τὸ λευκὸν καὶ τὸ μέλαν· τὰ δὲ τῇ συμπαρατηρήσει καταλαμβάνεται, ὡς τὰ διὰ σημείων γιγνωσκόμενα· οὕτω καὶ τὰ συμφέροντα μὲν ἐνδείξει καταλαμβάνεται. συμπροσπίπτει γὰρ τοῖς ἐνδεικνυμένοις τὰ συμφέροντα, καὶ οὐδενὸς λογισμοῦ χρείαν ἔχει. διὰ τοῦτο γάρ τοι καὶ τὰ ἄλογα τῶν ζώων ἀπὸ ἐγκαύσεως καὶ κρύους καὶ ἁπλῶς ἀπό πάντων βλάπτειν πεφυκότων ἀναχωρεῖ, συμπροσπίπτοντος δηλονότι τοῦ συμφέροντος. καὶ ἐπὶ σκόλοπος ἐμπεπηγότος, ἢ ἄλλου τινὸς, οὐδεὶς κατὰ λογισμὸν τὴν αἵρεσιν ποιεῖται. ὅπερ οὖν ἐπὶ τῶν ἐναργῶς συγκατατεθέντων, πᾶσιν γὰρ ὑπερβαίνουσιν ἔνδειξιν ἡ διάνοια ἡμῶν συγκατατίθεται τῷ ἐναργεῖ, τοῦτο καὶ ἐπὶ τῶν ἐξ ἐνδείξεως καταλαμβανομένων γίγνεται. σώζεται οὖν ἀναλογία τις τῇ ἐνδείξει πρὸς τὰ φαινόμενα καὶ τὰ ἐναργῆ. ὅταν γὰρ τοῖς βλάπτουσι συμπίπτῃ τὸ συμφέρον, τότε οὔτε παρατηρήσει, οὔτε λογισμῷ χρώμεθα· αὐτὰ γὰρ τὰ βλάπτοντα ἐνδείκνυται τὸ συμφέρον. ἡ δὲ τήρησις ἀναλογίαν τινα ἔχει πρὸς τὰ διὰ σημείων καταλαμβανόμενα. ὡς γὰρ ἐκεῖ τῇ συμπαρατηρήσει καταλαμβάνεσθαι λέγομεν, οὕτω κἀνταῦθα τοῦ συμφέροντος ἡ τήρησις γίγνεται. ἐπὶ γάρ τισι πλειστάκις κατὰ τὸ αὐτὸ ἀπηντηκόσιν, ἄνευ τῆς καταλήψεως τῶν ποιούντων αἰτίοιν, ἡ τοῦ συμφέροντος τήρησις γίγνεται, ὡς ἐπὶ αἱμωδίας ἡ ἀνδράχνη. οὔτε γὰρ. τὸ συνεκτικὸν αἴτιον ἐνταῦθά γε δηλοῖ, οὔτε λογισμῷ τινι τὸ συμφέρον εὕρηται ἐπὶ τῶν ὑοσκύαμον εἰληφότων, ἤ τι τοιοῦτον δηλητήριον προσενεγκαμένων, καταρχὰς μὲν ἡ θεραπεία ἔκ τε τοῦ αἰτίου καὶ τοῦ τόπου παραλαμβάνεται, ἀπορίᾳ δὲ τοῦ αἰτίου ὕστερον ἤδη τοῖς τετηρημένοις χρώμεθα. τὸν μὲν γὰρ ἔμετον ἐν ἀρχῇ παραλαμβάνομεν, τοῦ αἰτίου ἐνδεικνυμένου τὴν προαίρεσιν αὐτοῦ, καὶ τοῦ τόπου τὸν τρόπον τῆς προαιρέσεως ἐπιλαμβάνοντος. ὕστερον δὲ δὴ ἀγνοοῦντες τὴν αἰτίαν, τοῖς τετηρημένοις, οἴνῳ καὶ γάλακτι χρώμεθα. ἀναλογισμῷ δὲ τὸ χρήσιμον καταλαμβάνεται, ὅταν ἀγνοῆται μὲν ἡ αἰτία, τήρησίς τε μηδεμία ὑπάρχῃ, ὁμοιότατον δ’ ἐκ τῶν συμπτωμάτων ᾖ. ἐπὶ γὰρ τῶν τοιούτων ἀπὸ μὲν ἐνδείξεως τὸ χρήσιμον ληφθῆναι οὐ δύναται, ἀγνοεῖται γὰρ τὸ αἴτιον· τηρήσεως δὲ οὐδεμιᾶς γεγενημένης, ἀναγκαζόμεθα τῇ ὁμοιότητι τῶν συμπτωμάτων προσέχοντες μεταβαίνειν ἐπὶ τὸ ὅμοιον. ὑπὸ γὰρ αἱμόῤῥου τινὸς δηχθέντος, ἔπειτα αἱμοῤῥαγοῦντος, τὴν αἰτίαν, καθ’ ἣν τοῦτο πάσχει, μὴ εἰδότες, μηδὲ τετηρηκότες, τοῖς πρὸς τὰς ἐκ διαιρέσεως αἱμοῤῥαγίας ποιοῦσι χρώμεθα. κατὰ τοιοῦτον δή τινα λόγον οἱ Κνιδιακοὶ ἰατροὶ τοὺς ἐν πνεύμονι πύον ἔχοντας θεραπεύειν ἐπειρῶντο, τῇ τοῦ ὁμοίου μεταβάσει χρώμενοι. ἐπεὶ γὰρ πᾶν τὸ ἐν πνεύμονι ὑπάρχον διὰ βηχὸς ἀναφέρεται, ἐξέλκοντες τὴν γλῶτταν, ἐνίεσάν τι εἰς τὴν ἀρτηρίαν ὑγρὸν τὸ σφοδρὰν βῆχα κινῆσαι δυνάμενον, ἵνα διὰ τῆς ὁμοιότητος τοῦ συμπτώματος ἀνενεχθῇ τὸ πύον. ὁ γοῦν ἀναλογισμὸς γίνεται ἐπὶ τῇ τοῦ ὁμοίου μεταβάσει ἀναλογιζόμενοι γὰρ μεταβαίνομεν ἀπὸ τῶν ὁμοίων εἰς τὰ ὅμοια. οἱ δ’ Ἐμπειρικοὶ ἑτέρως, καὶ οὐχ ὡς ἡμεῖς τῇ τοῦ ὁμοίου μεταβάσει κέχρηνται. φασὶ γὰρ γίγνεσθαι τὴν τοῦ ὁμοίου μετάβασιν ἀπὸ βοηθημάτων εἰς βοηθήματα, ἢ ἀπὸ παθῶν ἐπὶ πάθη. ἀπὸ μὲν βοηθημάτων ἐπὶ βοηθήματα, οὕτως. ὅταν γὰρ τὰ αὐτὰ συμπτώματα τοῖς παραλαμβανομένοις προσῇ, τότε τὴν τοῦ ὁμοίου μετάβασιν ποιούμεθα, ὡς ἀπὸ μήλου ἐπὶ μέσπιλον. ἀλλὰ ῥητέον πρὸς αὐτοὺς, ὅτι ἀδύνατός ἐστιν ἡ τοιαύτη τοῦ ὁμοίου ὑμῖν μετάβασις. πότερον γὰρ λογισμῷ χρώμενοι μεταβαίνετε ἀπὸ τοῦ ὁμοίου ἐπὶ τὸ ὅμοιον, ἢ τηρήσει; εἰ μὲν γὰρ τηρήσει, τήρησίς ἐστι τὸ γινόμενον, καὶ γινωσκόμενον, καὶ οὐχ ὁμοίου μετάβασις. εἰ δὲ λογισμῷ, ἐρωτητέον αὐτοὺς, πότερον τῇ πάντων τῶν συμπτωμάτων ὁμοιότητι προσέχοντες μεταβαίνουσιν ἀπὸ τοῦ ὁμοίου ἐπὶ τὸ ὅμοιον, ἤ τινων. εἰ μὲν οὖν τῇ πάντων φήσουσιν, οὐδὲν εὑρεθήσεται κατὰ πάντων τινὶ ὅμοιον. τὰ γὰρ κατὰ μηδ’ ὁτιοῦν διαφέροντα ἀλλήλων ταὐτά ἐστι, καὶ οὐχ ὅμοια. εἰ δὲ τῇ τινων συμπτωμάτων ὁμοιότητι φήσουσιν ἀρκεῖσθαι, πότερον ταῖς κατὰ τὸ σχῆμα ἢ χρῶμα ὁμοιότησι, φήσομεν, προσέχετε, ἢ ταῖς κατὰ σκληρότητα, ἢ μαλακότητα, ἢ μᾶλλον ταῖς κατὰ γεῦσιν, ἢ κατὰ τι τοιοῦτον τὴν ὁμοιότητα κρίνετε; ἂν δ’ ἢ τῇ κατὰ γεῦσιν λέγωσιν, ἢ κατ’ ἀλλ’ ὁτιοῦν, προδήλως ὁμολογήσουσι τὰ ὠφελοῦντα, καθ’ ὅ τι ὠφελεῖ, καταλαμβάνειν. ἐξ οὗ δῆλον, ὡς καὶ τὰ βλάπτοντα, καθ’ ὅ τι βλάπτει, ἀναγκασθήσονται ὁμολογεῖν εἰδέναι. τῇ γὰρ ἐναντιότητι τῇ πρὸς τὰ βλάπτοντα τὰ ὠφελοῦντα ὠφελεῖ. εἰ τοίνυν τὸ μέσπιλον κατὰ τὸ ἐμφερῆ τῷ μήλῳ τὴν γευστὴν ἔχειν ποιότητα ἐπὶ τῶν δυσεντερικῶν αἱρεῖται, ἰστέον ὅτι τῇ κατὰ τὴν γεῦσιν ὠφελεῖ ποιότητι. καὶ ἐπεὶ αὕτη πρόδηλός ἐστι στύφουσα, συμπροσπίπτει τῇ καταλήψει ταύτῃ τὸ ἐναντίας εἶναι ποιότητος ἢ δυνάμεως τὰ βλάπτοντα. εἰ δὲ καταληπτῇ αἰτίᾳ ὑπεναντιοῦται τὰ βοηθήματα, δῆλον ὅτι καταληπτά ἐστι τὰ κεκρυμμένα, καὶ χρήσιμα γιγνώσκεσθαι.

Chapter 11

Πῶς μὲν οὖν ἀπὸ ἐνδείξεως τὸ χρήσιμον καταλαμβάνεται, εἴρηται. νῦν δὲ τὰς ὑπογραφὰς ἑκάστου αὐτῶν ἐκθησόμεθα. ἔστι τοίνυν ἔνδειξις ἡ συμπροσπίπτουσα κατάληψις τοῦ ὠφελοῦντος ἅμα τῇ τοῦ βλάπτοντος καταλήψει, ἄνευ τηρήσεως ἢ λογισμοῦ. πεῖρα δ’ ἐστὶ τοῦ πλειστάκις ἢ κατὰ τὸ αὐτὸ ἑωραμένου κατάληψις καὶ μνήμη. ἢ οὕτως. ἔνδειξίς ἐστιν, ὅταν καταλαμβανομένοις πράγμασι συμπροσπίπτῃ τὸ συμφέρον ἄνευ ἀποδείξεως καὶ παρατηρήσεως. πεῖρα δ’ ἐστὶν ἡ τοῦ πλειστάκις καὶ κατὰ τὸ αὐτὸ ἑωραμένου τήρησίς τε καὶ μνήμη. ἔστι δὲ τὸ αὐτὸ τήρησις ὅ τι καὶ πεῖρα. ἀναλογισμὸς δ’ ἐστὶ σύγκρισις καὶ κατάληψις αἰτίων ὠφελούντων ὁμοιότησιν. ἑξῆς τοίνυν τὰ ἴδια ἑκάστης αἱρέσεως ἐκθέμενοι, τὴν ἀντίῤῥησιν πρὸς ἑκάστην αὐτῶν, λέγω δὴ τῶν Ἐμπειρικῶν καὶ Μεθοδικῶν, ποιησόμεθα. ἔστι δὲ ἴδια τῶν Ἐμπειρικῶν ταῦτα· ἡ ἐπὶ ταῖς συνδρομαῖς τήρησις τῶν ὠφελούντων, ἡ ἱστορία, ἡ τοῦ ὁμοίου μετάβασις, ὡς ἐκεῖνοι γίνεσθαι ἀξιοῦσιν. ἄλλῳ γάρ τινι τρόπῳ οἱ Λογικοὶ τῇ τοῦ ὁμοίου μεταβάσει κέχρηνται, ὡς προϊόντες δείξομεν τὴν διαφοράν.

Chapter 12

Δεῖ δὲ τὸν ἀντιλέγοντα τοῖς Ἐμπειρικοῖς κατὰ δύο τρόπους τὴν ἐπὶ ταῖς συνδρομαῖς τήρησιν ἀποκτᾶσθαι. ἡ μὲν γὰρ τῶν δυναμένων τήρησις κοινή· ἡ δὲ ἐπὶ τοῖς συμπτώμασιν ἰδία ἐκείνων. ἤτοι γὰρ χρὴ ὡς ἀδύνατον αὐτὴν παντάπασιν ἀναιρεῖν, ἢ συγχωρεῖν μὲν εἶναι δυνατὸν, ἄνευ δὲ λόγου ἀποφαίνειν αὐτὴν ἀδύνατον. πρῶτον τοίνυν, ὅτι καὶ ἄνευ λόγου ἀποφαίνειν αὐτὴν ἀδύνατος ἡ τήρησις, διὰ τούτων ἄν τις ἐπιδείξειεν. ὁμολογοῦσιν οἱ Ἐμπειρικοὶ, ὅτι οὐκ ἐπὶ πᾶσι τοῖς φαινομένοις συμπτώμασι τὴν τήρησιν ποιοῦνται. οὔτε γὰρ ἐπὶ ξανθότητος, φέρε, ἢ λευκότητος, ἢ σιμότητος, ἢ γρυπότητος τηρεῖν φασι. καίτοι καὶ ἐπὶ χρωμάτων διαφορὰν τηροῦσί τινα, ὡς ἐπὶ τῶν ἰκτερικῶν, καὶ ἐπὶ σχήματος, ὡς ἐπὶ τῶν καταγμάτων καὶ τῶν ἐξαρθρήσεων. ἀλλ’ οὔτοι γε καὶ ἐπὶ τοῖς προειρημένοις· ὥσπερ γὰρ, φασὶν, οἱ ἀπὸ ἐνδείξεως τὰ συμφέροντα λαμβάνειν λέγοντες οὐ πάντα ἐνδείκνυσθαι λέγουσιν· οἵ τε γὰρ Μεθοδικοί τινα τῶν φαινομένων ἐνδείκνυσθαί φασι, καὶ οὐ πάντα· οἵ τε Λογικοὶ τῶν κεκρυμμένων, καὶ οὐ πάντα· οὕτω καὶ οἱ Ἐμπειρικοὶ οὐκ ἐπὶ πᾶσι τοῖς συμπτώμασι τὴν τήρησιν, ἀλλ’ ἐπί τισι ποιεῖσθαί φασιν. οὔτε γὰρ τὰ γεγονότα πάντα, οὔτε τὰ παρόντα χρήσιμα οἴονται πρὸς τήρησιν εἶναι. οἷον, δέδηκταί τις ὑπὸ κυνὸς λυττῶντος· πολυπραγμονεῖ παρελθὼν ὁ Ἐμπειρικὸς μόνον, εἰ ὑπὸ λυττῶντος, τῶν δ’ ἄλλων τῶν προγεγονότων ἐξετάζει οὐδὲ ἕν· ὁμοίως δὲ καὶ ἐπὶ τοῖς παροῦσιν· οὐδὲ γὰρ ἐπὶ ἁπλότητι τριχῶν, ὡς ἔφην, ἢ οὐλότητι. ἐπιζητεῖν οὖν ἄξιον παρ’ αὐτῶν τὴν αἰτίαν, δι’ ἣν οὐκ ἐπὶ πάντων τῶν συμπτωμάτων, ἀλλ’ ἐπί τινων τὰ συμφέροντα τηροῦσιν, μηδὲν διαφερόντων τῶν συμπτωμάτων, καθὰ φαινόμενά ἐστι, τῶν τε ἐφ’ οἷς ἡ τήρησις γίγνεται, καὶ τῶν ἄλλων ἀχρήστων. τί οὖν ἐστι τὸ ἐνδεικνύμενον τὰ χρήσιμα τῶν συμπτωμάτων, εἰπάτωσαν, πότερον φαινόμενον, ἢ κεκρυμμένον; εἰ μὲν οὖν φαινόμενον φήσουσιν εἶναι, ᾧ διακρίνεται τὰ χρήσιμα τῶν συμπτωμάτων, καὶ ἐφ’ οἷς δεῖ τὴν τήρησιν γίγνεσθαι, φήσομεν πάλιν τοῦτο, φαινόμενον μηδενὶ διαφέρειν τῶν συμπτωμάτων, καθ’ ὃ φαίνεται, τῶν ἀχρήστων συμπτωμάτων. εἰ δ’ αὖ κεκρυμμένον φήσειεν εἶναι τὸ ἐνδεικνύμενον τὰ χρήσιμα τῶν συμπτωμάτων, ὁμολογήσουσι τὰ κεκρυμμένα πρὸς τὴν τήρησιν τῶν συμπτωμάτων χρήσιμα εἶναι. ἀλλὰ μὴν τὰ κεκρυμμένα οὐδενὶ ἄλλῳ ἤ λόγῳ καταληπτά εἰσιν. ὥστε, εἰ χρήσιμον μὲν ἡ ἐπὶ ταῖς συνδρομαῖς τήρησίς ἐστι τῶν κεκρυμμένων, καὶ οὐδενὶ ἢ λόγῳ ταῦτα καταλαμβάνεται, δῆλον ὡς ἀδύνατος ἄνευ λόγου ἡ τήρησις γίνεται. διὰ τούτου μὲν οὖν τοῦ λόγου προσαναγκάζειν αὐτοὺς ὁμολογεῖν, χρήσιμον εἷναι πρὸς τήρησιν τὸν λόγον. οἱ δὲ, ἀπαντῶντες πρὸς ἡμᾶς, λέγουσι καὶ τῶν συμπτωμάτων τὰ χρήσιμα εἶναι πείρᾳ κατειληφέναι· καὶ ὅτι ἐπὶ μὲν τοῖσδε τοῖς συμπτώμασι χρὴ τηρεῖν, ἐπὶ δὲ τοῖσδ’ οὐκ ἔτι, καὶ τοῦτο τετηρηκέναι. πρὸς τοῦτο βραχύς ἐστιν ὁ λόγος. ἀπείρων γὰρ ὄντων συμπτωμάτων, ἐφ’ οἶς οὐ χρὴ τηρεῖν, ἀδύνατον ἦν τετηρηκέναι ἐφ’ ἅπασι τοῦτο αὐτὸ, ὅτι οὐ χρὴ ἐπ’ αὐτοῖς τηρεῖν, ἐπ’ ἀπείροις γὰρ τηρεῖν ἀδύνατον. τελευταῖον οὗν αὐτοῖς πάντοθεν συνελαυνομένοις λείπεται λέγειν, κατὰ ἀποκλήρωσιν ἐληλυθέναι, ἐπὶ μὲν τοῖσδέ τισι συμπτώμασι τηρεῖν, ἐπὶ δὲ τοῖσδε μηκέτι· οὗ τί ἂν εἴη γελοιότερον; οὗτος μὲν οὖν ὁ λόγος ταύτῃ τελευτᾷ.

Chapter 13

Ὅτι δ’ ἀδύνατός ἐστιν ἡ ἐπὶ ταῖς συνδρομαῖς τήρησις, διὰ τούτων ἐπιδείξομαι. φασὶ τοίνυν οἱ Ἐμπειρικοὶ, ὅτι ἡ τήρησις οὐκ ἐφ’ ἑνὶ, οὔτ’ ἐπὶ δύο. ἀλλ’ ἐπὶ πλείστοις καὶ πλειστάκις τεθεωρημένοις καὶ ὡσαύτως ἔχουσι γίνεται. πυνθανομένων οὖν αὐτῶν, εἰ ἐπὶ τοῖς αὐτοῖς γένεσι τῶν συμπτωμάτων τὰ συμφέροντα τηροῦσιν, ἐξ ἀνάγκης ἐπὶ τοῖς αὐτοῖς γένεσι τηρεῖν φήσουσιν. ἐὰν γὰρ ἐπὶ μὲν τοῦδε πυρετὸς, φέρε, ᾖ καὶ φλεγμονὴ, ἐπὶ δὲ τοῦδε ἀπόκρισις χολῆς δι’ ἐμέτου ἢ δι’ ἕδρας γένηται, οὐχ οἷον τὴν αὐτὴν ποιήσασθαι τήρησιν. ὅτι οὗν ἐξαρκεῖ κατὰ τὸ γένος τὰ αὐτὰ εἶναι συμπτώματα, οὐδαμῶς φήσουσιν, ἀλλὰ κατὰ τὸν ἀριθμὸν ἴσα εἶναι δεῖ. ἐὰν γὰρ τὰ αὐτὰ μένῃ συμπτώματα, μὴ πάντα δὲ, ἢ πλείω, ἐξαλλάσσεται ἡ συνδρομὴ, καὶ ἑτέρας χρεία τηρήσεως. δεῖ γὰρ ἐπὶ τοῖς αὐτοῖς γένεσι καὶ τοῖς ἴσοις ἀριθμοῖς τὴν τήρησιν γίγνεσθαι. ὅπως δ’ ἐξαλλάσσεται ἡ πᾶσα θεραπεία περὶ τοῦ πλεονασμοῦ καὶ ἐνδείας συμπτωμάτων, ἐντεῦθεν σκεπτέον. ἔστιν οὖν τις ἐπὶ τῇς φλεγμονῆς τετηρημένη θεραπεία. ἂν οὖν ἕν τι σύμπτωμα περιέλῃ τῆς φλεγμονῆς, οἷον τὴν αἴσθησιν, ἐξαλλάσσεται καὶ ἡ θεραπεία. ἀντὶ γὰρ φλεγμονῆς σκίῤῥος γίνεται, καὶ οὐχ ἡ αὐτὴ θεραπεία ἁρμόζει. οὕτω μὲν οὖν παρὰ ἔνδειαν συμπτώματος ἐξαλλάσσεται ἡ θεραπεία. παρὰ δὲ πλεονασμὸν οὕτως. ἂν τῇ φλεγμονῇ πυρετὸς ἢ συγκοπὴ προσγένηται, ἅμα τῷ πλεονασμῷ τῶν συμπτωμάτων διαφέρουσα μὲν γίνεται ἡ συνδρομὴ, διαφέρουσα δὲ καὶ ἡ θεραπεία παραλαμβάνεται. καὶ οὐ μόνον κατὰ γένος ταὐτὰ εἶναι δεῖ συμπτώματα, καὶ κατὰ τὸν ἀριθμὸν ἴσα, ἀλλὰ καὶ κατὰ τὸ μέγεθος δεῖ μήθ’ ὑπερβάλλειν, μήτ’ ἐλλείπειν. καὶ γὰρ παρὰ τὰ μεγέθη τῶν συμπτωμάτων ἐξαλλάσσεται ἡ θεραπεία. τὰς μὲν γὰρ ἐπιπολῆς διαιρέσεις οὐ ῥάπτομεν, ἀλλ’ οὐδ’ ἀσιτίᾳ ἄν τις χρήσαιτο. διαιρέσεως δὲ μεγάλης γεγενημένης, καὶ ἀσιτίαν παραλαμβάνομεν, καὶ φλεβοτομίαν, καὶ ἀγκτῆρας, καὶ τὰ ὅμοια. καὶ οὐκ ἐπαρκεῖ τῷ γένει τὰ αὐτὰ εἶναι συμπτώματα, καὶ τῷ ἀριθμῷ ἴσα, καὶ τῷ μεγέθει ὅμοια, ἀλλὰ καὶ χρόνον δεῖ τηρήσει· παραλαμβάνεσθαι. ἄλλα γὰρ ἀρχομένων τῶν νοσημάτων βοηθήματα παραλαμβάνεται, ἄλλα δ’ ἀκμαζόντων. ἀρχομένων γὰρ τῶν νούσων, ἤν τι δοκέῃ κινέειν, κινέειν· ἀκμαζουσῶν δὲ, ἡσυχίην ἔχειν, ἔφη Ἱπποκράτης. καὶ φλεγμονῆς δὲ ἀρχομένης μὲν, τοῖς ἀποκρουστικοῖς χρώμεθα, μετὰ δὲ τοῦτο καταπλάσμασι καὶ τοῖς διαφορεῖν τὸ ἐπενεχθὲν δυναμένοις. δεῖ δὲ καὶ τὴν τάξιν τοῖς εἰρημένοις συμπαρατηρεῖν, καὶ γὰρ παρὰ τὴν τάξιν ἐξαλλάσσεται ἡ συνδρομή. διὰ τοῦτο δὲ καὶ τὴν θεραπείαν ἐξαλλάσσεσθαι ἀναγκαῖον. ἄλλως γὰρ τοὺς μανέντας, εἶτα πυρέξαντας θεραπεύομεν, καὶ ἄλλως τοὺς πυρέξαντας, εἶτα μανέντας. καὶ γὰρ ὀλέθρια καὶ οὐκ ὀλέθρια παρὰ τὴν τάξιν τῶν συμπτωμάτων, ὡς ἐκ τῶν ἀποτελεσμάτων ἐστὶ δῆλον, τὰ πάθη γίνεται. πυρετὸς μὲν ἐπὶ σπασμοῦ οὐ μόνον ἀκίνδυνος, ἀλλὰ καὶ λύει τὸ νόσημα· ἐπὶ πυρετοῦ δὲ σπασμὸς ὀλέθριος. ἐξαλλασσομένης δὲ τῆς συνδρομῆς, παρὰ τὴν τάξιν τῶν συμπτωμάτων, ὡς ἐκ τῶν ἀποτελεσμάτων ἐστὶ δῆλον, ἀναγκαῖον ὁμολογεῖν, καὶ τὴν θεραπείαν διαφέρειν. ἐπεὶ τοίνυν οὐ μόνον ταὐτὰ τῷ γένει τὰ συμπτώματα, καὶ τῷ ἀριθμῷ ἴσα τε καὶ τῷ μεγέθει ὅμοια εἶναι δεῖ, ἀλλὰ καὶ τὸν αὐτὸν χρόνον καὶ τὴν τάξιν τὴν αὐτὴν φυλάττεσθαι ἀναγκαῖον, εἰ μέλλοι ὑγιὴς ἡ τήρησις ἔσεσθαι, ἀδύνατον δ’ ἐν ἅπαντι τῷ βίῳ, μὴ ὅτι, πλείοσιν, ἀλλὰ καὶ δύο ἀῤῥώστοις τὰ εἰρημένα πάντα ὁμοίως συμβῆναι, δῆλον ὡς ἀδύνατος ἔσται ἐπὶ τῇ συνδρομῇ τήρησις. ὅτι δ’ ἀδύνατον τὰ εἰρημένα πάντα ἐπὶ πᾶσιν ἢ πλείοσι συγχωρῆσαι, διὰ τούτων ἄν τις ἐπιδείξειε. παρὰ τὴν αἰτίαν, καὶ τοὺς πάσχοντας τόπους, καὶ τὰς ἡλικίας, καὶ παρὰ τὰ ἔθη, καὶ παρὰ τὰ μεγέθη τῶν συμπτωμάτων, καὶ παρὰ τὰς φύσεις, καὶ παρὰ τὰς ὥρας, καὶ τὰς χώρας διαφέροντα τὰ πάθη γίγνονται· ἀδύνατον πάντως δυσὶ συγχωρῆσαι ἀνθρώποις, ὡς ὁμοίως κατὰ πάντα ἔχουσι. διόπερ ἀδύνατός ἐστιν ἡ ἐπὶ ταῖς συνδρομαῖς τήρησις. κἂν δύο δ’ ἀπαράλλακτοι εὑρεθῶσιν, οὐδ’ οὕτως ἡ τήρησις δυνατὴ, διότι ἐπὶ πλειόνων αὐτὴν γενέσθαι δεῖ. ἀλλὰ πῶς, φασὶ, τὸ ἑαυτῶν ὑμεῖς κατασκευάζετε δόγμα; δοκοῦμεν γὰρ αὐτοῖς ἀδυνατοῦντες τηρεῖν, καὶ ἐπὶ τοῖς συμπτώμασι, καὶ ἐπὶ ταῖς δυνάμεσι. ὅτι γὰρ ὁ ἑλλέβορος καθαίρει καὶ τὰ ἐπὶ τῶν ἰοβόλων, τηρήσει κατείληπται. καὶ ἐπὶ τῇ αἱμωδίᾳ ἡ αἰτία οὐ μὴν κατείληπται, ὅτι δ’ ἀνδράχνη λύει αὐτὴν, τετήρηται. ῥητέον οὖν πρὸς αὐτοὺς, ὅτι ἡμεῖς μὲν τὰ χρήσιμα τῶν συμπτωμάτων περιορίζοντες τῇ πρὸς τοὺς σκοποὺς ἀναφορᾷ, καὶ τῇ χρείᾳ τὸ χρήσιμον κρίνομεν. κατειληφότες οὖν καὶ τὰ ἀπὸ τῶν αἰτιῶν ἐπιφερόμενα ἅπαντα συμπτώματα, ὡς τὸ βάρος, καὶ τὰ ἀπὸ τῶν τόπων, ὡς τὸ δυσπνοεῖν, καὶ τὰ ἀπὸ τῆς δυνάμεως, ὡς τὸ λειποθυμεῖν, εὑρίσκομεν, ὅτι ταῦτα μὲν χρήσιμα, τὰ λοιπὰ δ’ ἄχρηστα. ἐπεὶ οὖν περιεγράψαμεν τὰ χρήσιμα τῶν συμπτωμάτων τῇ πρὸς τοὺς σκοποὺς ἀναφορᾷ, ὅσα μὲν αἰτίας, ἢ τόπου, ἢ δυνάμεώς ἐστι συμπτώματα, ταῦτα χρήσιμα νομίζομεν, ὅσα δὲ μὴ, ἄχρηστα. κἂν μὴ καταλαμβάνωμεν οὖν μήτε τὰς νοσαζούσας αἰτίας, μήτε τοὺς πεπονθότας τόπους, τῷ δύναμιν ἔχειν διακριτικὴν, ὡς ἔφην, συμπτωμάτων χρησίμων τε καὶ ἀχρήστων, κἂν μὴ δυνάμεθα τὰς τηρήσεις ποιεῖσθαι ἐπὶ τοῖς ποιήσασιν, ὡς ἐπ’ αἰτίοις, ἢ πεπονθόσι τόποις, οἶον αἵματος ἐνοχλοῦντος, μὴ κατειληφότες, ὅτι αἷμά ἐστι τὸ νοσάζον, ἀπὸ δὲ τοῦ βάρους τοῦ ἐπιφερομένου συμπτώματος, ὅτι αἰτία ἐστὶ τὸ βάρος, ὁρμώμενοι τηρεῖν ἐπ’ αὐτοῖς δυνάμεθα. οὕτω καὶ ἐπὶ τῇ δυσπνοίᾳ, οὐκ εἰδότες, ὅτι κοιλίας, ἢ πνεύμονος, ἢ ἥπατος, ἢ διαφράγματος, ἤ τινος ἑτέρου τόπου πάσχοντός ἐστι σύμπτωμα, μόνον δ’, ὅτι τόπος ἐστὶ, εἰδότες, τηρῆσαι ἐπ’ αὐτοῖς δυνάμεθα, ὡσεὶ καὶ ἐπὶ τῷ τόπῳ αὐτῷ. ὅσα δὲ μήτε τόπου ἐστὶ συμπτώματα, μήτε αἰτίας, μήτε δυνάμεως, ὡς παρέλκοντα παραιτούμεθα. τὴν εὐχρηστίαν οὖν καὶ τὴν ἀχρηστίαν, ἐφ’ οἷς τηροῦμεν σκοποῖς, πρὸς τοὺς Ἐμπειρικοὺς ῥητέον· ὅτι ἡμεῖς ἐπὶ μόνοις τοῖς γένεσι τῶν συμπτωμάτων τηροῦμεν, ἐφ’ ὧν μήτε δυνάμεως, μήτε καιροῦ, μήτε μεγέθους, μήτε τάξεως, μήτ’ ἄλλου τινὸς χρεία, ὡς ἐπὶ αἱμωδίᾳ τὴν ἀνδράχνην. τί οὖν κωλύει, φήσουσιν ἴσως, καὶ ἡμᾶς οὕτω τηρεῖν; ἂν ἐπὶ τούτων, φήσομεν, ἐφ’ ὧν γένος συμπτωμάτων τηρεῖται, ὥσπερ καὶ ἡμεῖς ἔμπροσθεν, τῶν λοιπῶν, ἐφ’ ὧν χρεία καιροῦ καὶ μεγέθους καὶ δυνάμεως, μηκέτι συμφωνεῖτε ἡμῖν. ἐὰν δὲ λέγωσιν, ὅτι ἐπὶ αἱμόῤῥου δήγματος πλείονα παρακολουθεῖ συμπτώματα, καὶ οὐδὲν ἐπὶ τούτων τετηρήκατε, τίν’ ἂν φήσομεν, ὅτι οὐκ ἐπὶ τοῖς συμπτώμασιν, ἀλλ’ ἐπὶ τῷ προκαταρκτικῷ αἰτίῳ τηροῦμεν; ἐπιζητοῦμεν δὲ τὰ συμπτώματα εἰς κατάληψιν τῶν προκαταρκτικῶν αἰτίων, ἐφ’ οἷς τετηρήκαμεν. ἀγνοοῦντες γὰρ τὴν αἰτίαν, καὶ ἀποροῦντες κατ’ ἔνδειξιν θεραπείας, τὴν ἐπὶ ταῖς προκαταρκτικαῖς αἰτίαις τήρησιν παραλαμβάνομεν. τηροῦμεν δὲ οὐ μόνον ἐπὶ αἰτίοις, ἀλλὰ καὶ ἐπὶ τόπῳ ἑνί. ἐπὶ…

Chapter 14

Ὅτι…

The complete text is available when the reading interface loads.