De affectuum renibus insidentium dignotione et curatione liber
- Authority group
- Pseudo-Galenus (catalogue association; authorship remains anonymous)
- Edition reference
- De affectuum renibus insidentium dignotione et curatione liber, ed. Kühn, op. cit., vol. 19 (1830; repr. 1965) 643–698.
- CTS identifier
urn:cts:greekLit:tlg0530.tlg045.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital facsimile
- View facsimile ↗
- Facsimile rights
- Licence ouverte / Open Licence Etalab
19
644
αὕτη οὐσία πολλὰς ἔχει ἐν αὐτῇ περιγραφάς. καὶ ἐπειδὴ
καθ' ἑκάστην περιγραφὴν τῆς οὐσίας λίθοι γίνονται ὡς ἐπὶ
τὸ πολὺ, διὰ τοῦτο καὶ χαλεπαὶ γίνονται ὀδύναι ἐν αὐτοῖς.
καὶ ταῦτα μὲν περὶ οὐσίας.
{Περὶ σχήματος νεφρῶν.}
Σχῆμα δὲ ἔχουσι σιγμοειδὲς, ἐν μέσῳ δὲ κοιλότης
ἐστὶν, ἣ ὑποδέχεται διὰ φλεβῶν καὶ ἀρτηριῶν τὸ ὀῤῥῶδες
περίττωμα. ἔρχονται δὲ εἰς τοὺς νεφροὺς οὐ μόναι αἱ μεί-
ζους φλέβες, ὧν αἱ μὲν εἰς τὴν κοιλότητα βάλλουσιν, ἕτε-
ραι δὲ εἰς τὸν περιαλείφοντα αὐτοὺς ὑμένα, ἀλλὰ καὶ ἕτερα
ἀγγεῖα τριχοειδῆ. διὰ τί ὁ μὲν δεξιὸς νεφρὸς ὑψηλότερος,
ὁ δ' ἀριστερὸς ταπεινότερος; —ἵνα μὴ ἐν τῇ ἐνεργείᾳ ὁ
μὲν ἕλκῃ, ὁ δὲ ἀνθέλκῃ. ἐν ποίῳ κεῖνται τῶν μερῶν τοῦ
σώματος; —κεῖνται οἱ νεφροὶ κατὰ τῆς ῥάχεως ἀνωτέρῳ
βραχὺ τῶν λαγόνων. ἀπ' αὐτῶν δ' ἐκφύονται οἱ οὐρητῆ-
ρες διάγοντες τὸ οὖρον ἐπὶ κύστιν. ἡ οὐσία τῶν οὐρητή-
ρων ἰδία καὶ οὐδενὶ ἑτέρῳ μορίῳ κοινή. διὰ τί δύο νε-
645
φροὶ γεγόνασιν ὑπὸ τῆς φύσεως ἀνθ' ἑνός; —ἐπειδὴ ὑπερ-
αίρει τὸ ὀῤῥῶδες περίττωμα τῶν ἄλλων περιττωμάτων,
χρεία δ' αὐτοῖς τὸ ἕλκειν τὸ ὀῤῥῶδες περίττωμα. δεῖ γὰρ
εἰδέναι ὅτι ἀπὸ τῆς κοίλης φέρεται φλὲψ ἐπὶ τὰ κάτω, διχῆ
δ' αὕτη τεμνομένη, τὸ μὲν ἄνω φέρεται, τὸ δ' ἕτερον κά-
τω. ὅπερ πάλιν τριχῆ τεμνόμενον δηλονότι τὸ κάτω. τὸ
μὲν εἰς τοὺς μηροὺς, τὸ δ' εἰς τοὺς ὄρχεις, ἄλλο δ' εἰς
τοὺς νεφροὺς φέρεται. φέρονται δὲ καὶ ἀπὸ τῆς καρδίας
ἀρτηρίαι ἐμβάλλουσαι καὶ αὗται ὀῤῥῶδες περίττωμα καὶ
θερμότητα, ἵνα θερμαίνονται ὑπ' αὐτῶν. ἐπειδὴ οἱ νεφροί
εἰσιν ἐκ τοῦ μελαγχολικοῦ χυμοῦ, διὰ τοῦτ' οὖν παρὰ τῶν
εἰρουμένων ἀρτηριῶν χορηγοῦνται θερμότητες, ἵνα ὑπερνι-
κήσωσι τὴν ψύξιν αὐτῶν. μετὰ δὲ τὸ ἕλξαι τὸ ὀῤῥῶδες
περίττωμα τὸ χρηστὸν τοῦ αἵματος κατέχουσι καὶ τρέφον-
ται ἐξ αὐτοῦ· τὸ δὲ ὀῤῥῶδες περίττωμα ἀποτρίβεται διὰ
τῆς ἀποκριτικῆς ὡς ἄχρηστον. ἐν ὅσῳ δέ ἐστιν ἐν ταῖς
φλεψὶ καὶ ταῖς ἀρτηρίαις σὺν τῷ αἵματι, ὀῤῥῶδες περίτ-
646
τωμα λέγεται. ὅταν δ' ἀποδιωχθῇ, λέγεται οὖρον. ὥστε
οὖν τὸ χρηστὸν τοῦ αἵματος κατέχουσιν οὗτοι καὶ τρέφον-
ται ἐξ αὐτοῦ· τὸ δ' ἄχρηστον ἀποτρίβονται. καὶ ὥσπερ
ἡ χοληδόχος κύστις χαίρει τῇ χολῇ καὶ ὁ σπλὴν τῷ με-
λαγχολικῷ χυμῷ, οὕτω καὶ οὗτοι τῷ ὀῤῥώδει περιττώματι.
{Περὶ ἐνεργείας νεφρῶν.}
Ἐνέργεια δ' αὐτοῖς τὸ διακρίνειν καὶ διηθεῖν τὸ ὀῤ-
ῥῶδες ὑγρὸν ἀπὸ τοῦ αἵματος. ἐνταῦθα δέ τις ἡ χρεία τῆς
ἐνεργείας αὐτῶν. ζητεῖται δὲ οὐ μόνον νεφροῦ, ἀλλ' ἑκά-
στου μορίου ἐνέργεια· ὁπηνίκα γὰρ αὕτη βλάπτεται, ἀπο-
φαίνει ὁποῖόν ἐστι τὸ πάσχον μόριον.
{<Κεφάλαιον βʹ.>}
Πᾶν πάθος περὶ αὐτοῦ λέγεται νεφρῖτις, εἴτε ὁμοιο-
μερές ἐστιν εἴτε ὀργανικὸν ἢ ἐπίκοινον. κυρίως δὲ νεφρῖ-
τις ἡ λιθίασις λέγεται.
647
{Αἰτίαι τοῦ λίθου.}
Αἱ δὲ τοῦ λίθου αἰτίαι τέσσαρες, ποιητικὸν,
ὑλικὸν, ὀργανικὸν καὶ τελικόν. τοῦτο ἐκ τῶν ἔξωθεν μαν-
θάνεις, ὅτι ποιεῖ ἔξωθεν λίθου σύστασιν ἢ ψύξις ἢ θερ-
μότης· ὥσπερ ἐν ὑπονόμοις καὶ σωλῆσι τῆς θερμότητος
ἐγγινομένης ἀπὸ ὕλης ἀδιαπνευστούσης· οἷον ὕδατος ὄντος
ἐν τῷ σωλῆνι γίνεται θερμότης παρὰ φύσιν. ταύτης δὲ
διαφορούσης τὸ λεπτομερὲς ἐκείνου ἰλυώδους ὕδατος τὸ
παχυμερὲς ἀπογαιοῦται καὶ μένων ἐν τῷ σωλῆνι προστίθε-
ται τῇ οὐσίᾳ τοῦ λίθου καὶ οὕτως προστίθεται τῇ οὐσίᾳ
τοῦ λέβητος ἢ ἄλλου χαλκοῦ καὶ γίνεται λίθος. ἐν ἡμῖν δὲ
ψύξις λίθον οὐ ποιεῖ. οὐδὲ γὰρ ἐν ζῶντι σώματι δυνατὸν
ὑποθέσθαι τοσαύτην ψύξιν, ὡς δυνηθῆναι τὴν ψύξιν ποιῆ-
σαι λίθον ἡμῖν, ὡς ἐπὶ τῶν ἐκτὸς ὁρῶμεν γινόμενον, ἀλλὰ
ἀπὸ θερμότητος ἐν ἡμῖν γίνεται λίθος ἢ σφοδρᾶς ἢ χλια-
ρᾶς. ἀλλ' εἰ μὲν παχεῖά ἐστιν ἡ ὕλη, τότε ἀρκοῦσά ἐστι
648
καὶ ἡ χλιαρὰ καὶ μετρία καὶ κατὰ φύσιν θερμότης πρὸς
τὸ ἰσχῦσαι καὶ ἀπογαιῶσαι τὴν παχεῖαν ὕλην· ἑτοίμη γὰρ
ὡς παχεῖα πρὸς τὴν γένεσιν τοῦ λίθου. εἰ δὲ λεπτοτέρα
ἐστὶ, τότε πάνυ σφοδροτέρας δεῖται τῆς κατὰ φύσιν καὶ
παρὰ φύσιν θερμότητος, ἵνα ἀπογαιώσῃ αὐτήν. θέλει γὰρ
διαφορῆσαι τὸ λεπτομερὲς αὐτῆς καὶ οὕτως ἵνα ἰσχύσῃ
ποιῆσαι λίθον. ἁπλῶς γοῦν ἀπὸ θερμότητος γίνεται ἐν ἡμῖν
λίθος. ὑλικὸν δὲ αἴτιον ἢ παχὺς ἢ γλίσχρος χυμὸς ἢ ἀμ-
φότερον. ὀργανικὸν δὲ αἴτιον νεφρὸς ἢ κύστις ἢ ἕτερον
ἐπιτήδειον μόριον. τελικὸν δὲ οὐκ ἔστιν ἐνταῦθα εἰπεῖν, εἰ
μὴ αὐτὸν τὸν λίθον. τὸ φερόμενον αἷμα ἐν αὐτοῖς ἢ πα-
χύτερόν ἐστιν ἑαυτοῦ ἢ φλεγματικώτερον ἢ μελαγχολικώτε-
ρον ἢ ξανθοχολικώτερον. φέρεται δὲ ἐν αὐτοῖς διὰ φλε-
βῶν καὶ ἀρτηριῶν ἢ ἐν τῇ κοιλότητι ἢ ἐν τῇ οὐσίᾳ καὶ
ἐκεῖ φερόμενον ὑπερβάλλον τῇ ποσότητι ἢ τῇ ποιότητι ἢ
649
τῇ συστάσει σφηνοῦται καὶ ἵσταται καὶ ἴσχει θερμότητα
παρὰ φύσιν. αὕτη δὲ ἡ παρὰ φύσιν θερμότης πλεῖον πα-
χύνει καὶ καταγλισχραίνει καὶ ὀξυπαροπτᾶ καὶ ἀπογαιοῖ
τὸν χυμὸν ἐκεῖνον καὶ ποιεῖ τὸν λίθον. ὅσοι μὲν ἡγοῦνται
κατὰ τὴν κοιλίαν τῶν νεφρῶν συνίστασθαι τοὺς λίθους, ἐν
τῇ διεξόδῳ μόνῃ τῇ κατὰ τοὺς οὐρητῆρας ὀδυνᾶσθαι φασὶ
τοὺς πάσχοντας. ὅσοι δὲ ἐν αὐτῇ αὐτῶν τῇ σαρκὶ ἀνάλο-
γον τοῖς ἐπὶ τῶν ἀρθριτικῶν πώροις οὐκ ἐν μόναις ταῖς
διέξοδοις, ἀλλὰ καὶ καθ' ὃν γίνονται χρόνον ἐνταῦθα καὶ
καθ' ὃν εἰς τὴν κοιλίαν διεξέρχονται τῶν νεφρῶν. οὐκ
ἀδύνατον δὲ ἑκατέρως γίνεσθαι γλίσχρου χυμοῦ καὶ παχέος
ἐν τῷ χρόνῳ κατοπτωμένου τε καὶ ξηραινομένου κατ' αὐ-
τούς. δέδεικται γὰρ ἐν τοῖς περὶ τῶν φυσικῶν δυναμέων
ὑπομνήμασιν ἕλκων ἐφ' ἑαυτὸν ὁ νεφρὸς, ὅσον περ ἐν ταῖς
φλεψὶν ὀῤῥῶδές τε καὶ λεπτὸν ἀναμέμικται τῷ αἵματι. τῶν
οὖν εἰς τὴν κοιλίαν αὐτοῦ διηθούντων τοιούτων πόρων, ἐπὶ
πλέον ἀναστομωθέντων συνηθεῖταί τι καὶ παχύτερον, ὅπερ
θερμαινόμενον καὶ ξηραινόμενον ἐν τῇ κοιλίᾳ τοῦ νεφροῦ,
650
πωροειδῆ λαμβάνει σύστασιν. ἐὰν μὲν οὖν ἡ τοῦ νεφροῦ
δύναμις ἀποκριτικὴ διώσηται πᾶν αὐτὸ ἐν τοῖς οὔροις ἢ
ψαμμώδης ὑπόστασις ἐν αὐτοῖς γίνεται. ἐὰν δὲ
ἐμπλησμένον τε καὶ δυσαπόλυτον ᾖ τῆς κοιλίας τοῦ νεφροῦ
τὸ δεχόμενον, ἐν αὐτῷ ἔτι παραπλήσιον ἕτερον ἐκ τῆς κοίλης
φλεβὸς ἐπὶ πλέον αὐξάνεται. περιπλάττεται γὰρ ἀεὶ τὸ
ἐπιῤῥέον τῷ ὑπάρχοντι καὶ οὕτως ὁ πῶρος ἀξιόλογος μεγέ-
θει συνίσταται. συντελεῖ καὶ εἰς τοῦτο μάλιστα καὶ τῶν
νεφρῶν αὐτῶν κρᾶσις, ὅταν οἷον πυρῶδές τε καὶ δριμὺ τὸ
κατὰ φύσιν ᾖ θερμόν. ἐὰν δὲ ἀραιωθῇ μὲν ἡ εἰς τὸν νε-
φρὸν ἐκ τῆς κοίλης φλεβὸς εἴσοδος, ὑγρὸν δ' ᾖ τὸ αἷμα
καὶ μήτε παχὺ μήτε γλίσχρον, αἱματῶδες οὕτως γίνεται τὸ
οὖρον. ἐὰν μὲν οὖν ἐκ φλέγματος μόνου γλίσχρου καὶ πα-
χέος σύστασις γένηται, τῶν ἐν τοῖς νεφροῖς πωροειδῶν τε
καὶ λιθωδῶν σωμάτων ἡ καλουμένη τεφρώδης ἔσται χροιά.
παραπλησίως τοῖς αὐτοφυέσιν ὕδασι κἂν χλιαρώτερον τῶν
συμμέτρων ᾖ, φαίνονται συνιστάμενοι πῶροι. τὰ μὲν οὖν
παιδία τοὺς ἐν κύστει γεννῶντα λίθοις φαίνεται. τοὺς δ'
651
ἐν τοῖς νεφροῖς οἱ ἀκμάζοντες. ἐπὶ μὲν γὰρ τῶν παιδίων
ἰσχυρῶν ἁπασῶν τῶν φυσικῶν ἐνεργειῶν οὐσῶν κέχυται
καὶ διαλέλυται τὸ πάχος τῶν χυμῶν. ἐπὶ δὲ τῶν προη-
κόντων κατὰ τὴν ἡλικίαν, τοὐναντίον ἀσθενῶν οὐσῶν, συνῆ-
κται. φαίνεται δὲ κἀπὶ τῶν ἐκτὸς ὅσα παχέα φύσει διά
τινων λεπτῶν ἠθεῖν βουλόμεθα. τὰ μὲν ὑπὸ θερμασίας
χυθέντα διερχόμενα ῥᾳδίως ταχύ. τὰ δὲ ἄτηκτα μὴ ἐξιόντα.
παραδείγματά τε τῶν τοιούτων ὑλῶν πίστα, ῥητίνη, στέαρ,
κηρός τε καὶ μέλι. καὶ τῶν παιδῶν οὖν ἐχόντων πολὺ τὸ
ἔμφυτον θερμὸν καὶ τὰς ἐνεργείας ἰσχυρὰς τὸ πάχος τῆς
ὕλης κεχυμένον εἰς τοὺς νεφροὺς ἀφικνεῖται καὶ διὰ τοῦτο
διηθεῖται ῥᾳδίως εἰς τὴν κύστιν, οὐ μικρὸν οὐδὲ τῆς τῶν
ἐνεργειῶν ῥώμης εἰς τὸ τάχος τῆς διεξόδου συντελούσης·
ἅτε δὲ τῆς κύστεως οὔσης ψυχρᾶς, ὅτι τε ὑμενώδης ἐστὶ
καὶ ὀλίγαιμος, ὅτι τε πλείστην εὐρυχωρίαν ἐντὸς ἑαυτῆς ἔχει,
συνίσταται πάλιν ἐνταῦθα καὶ πήγνυται τὸ διεξελθὸν εἰς
ταύτην πάχος, ὡς ἔμπροσθεν εἶπον, ἀρχὴν λαμβάνον τῆς
τοιαύτης συστάσεως, ὅταν ἐπὶ πλέον ἐν τῇ κύστει χρονίσῃ.
652
καὶ μὴν καὶ γλίσχρον αὐτὸ εἰκὸς μᾶλλον ἦν τοῖς παιδίοις
κατεργᾶσθαι ὑπὸ τῆς ἐμφύτου θερμασίας. καὶ διὰ τοῦτο
δὴ μᾶλλον ἑνοῦται καὶ συνίσταται καὶ πήγνυται καὶ προσ-
θῶμεν ἔτι τὴν περὶ τοῦ πάχους τῶν οὔρων ἐν τοῖς παιδίοις
αἰτίαν. ἔστι δὲ τό τε ἀδηφάγον αὐτῶν καὶ τὸ μετὰ τὴν
τροφὴν ἀτάκτως κινεῖσθαι παίζοντα καὶ σκιρτῶντα. τοῖς
δ' ἔτι θηλάζουσι καὶ ἡ ὕλη συντελεῖ. καὶ τῶν τελείων τοῖς
πλεονάζουσιν ἐν τυρῶν ἐδωδῇ καὶ ὁμοίων λίθους ἐν κύστει
καὶ νεφροῖς γενομένους ἔγνωμεν. ἔστιν οὖν πάθημα τῆς
κύστεως ἡ λιθίασις παιδικόν. οὐ γὰρ δύναται στενὸς οὕ-
τως ὁ τράχηλος τῆς κύστεως ἐπὶ τῶν μειζόνων σωμάτων
γενέσθαι, ὡς κατέχειν τὸ παχύτερον ὑγρόν. οὐ μὴν τοῦτό
γε μόνον ἱκανὸν εἶναι νομίζειν πρὸς τὴν τῶν λίθων γένεσιν,
ἀλλὰ καὶ δυσκρασίαν θερμὴν, ὡς πυρῶδες ἔχειν τὸ θερμὸν
οὐκ εὔκρατον, οὐδὲ μέτριον. ἐπὶ δὲ τῶν θηλέων παιδίων
ὁ τῆς κύστεως αὐχὴν εἰς τὸ αἰδοῖον συντέτρηται αὐτὸ,
βραχὺς ὢν ἅμα καὶ εὐρὺς, ὥστε ῥᾳδίως αὐτοῦ διεξουρεῖσθαι
653
τὰ παχέα τῶν οὔρων, ἃ τοῖς ἄῤῥεσι παιδίοις ἰσχόμενα διά
τε τὸ μῆκος καὶ τὴν στενότητα τοῦ τῆς κύστεως
αὐχένος ὕλην παρέχει τῇ πυρώδει κύστει πρὸς τὴν τῶν
λίθων γένεσιν.
{<Κεφάλαιον γʹ.>}
Τῶν σημείων τὰ μέν εἰσιν ἐπιστημονικὰ, τὰ δὲ τεχνικὰ,
τὰ δὲ ἴδια. σημεῖον ἴδιον ἀπαράβατον δηλοῦν ἀμέσως τὸ
πάθος, ἤγουν λίθον τὸν ἐν τοῖς νεφροῖς ἐὰν κατενεχθῶσιν
ἐν τῷ ποτηρίῳ ψάμμια, τότε ἀκριβῶς διαγινώσκεται, ὅτι
λίθος ἐστὶν ἐν τοῖς νεφροῖς. καὶ ἰδοὺ τὸ ἴδιον καὶ
βεβαιότατον σημεῖον. ἐπεὶ δὲ ἐπιπλέκονται αἱ διαθέσεις,
εἴπομεν καὶ τὰ κοινὰ σημεῖα. τὰ δὲ κοινὰ σημεῖα ταῦτά
ἐστιν· ἐὰν αἱματώδη εἰσὶ τὰ οὖρα τὰ φερόμενα, τοῦτο κοι-
νὸν δύναται εἶναι σημεῖον ἢ ὅτι ἀναστόμωσις γέγονεν ἀγ-
γείων ἢ ῥῆξις ἢ ἀνάβρωσις ἢ ἀτονία ἢ εὐρύτης ἢ ἕτερόν
τι. ὅτι ἡ μὲν ῥῆξις ἀκριβοῦς καὶ ἀθρόου αἵματος ἐργάζε-
ται κένωσιν. ἡ δὲ ἀναστόμωσις καὶ κατ' ὀλίγον φέρεται
654
καὶ τὸ λεπτότατον διηθοῦσα τὸ οὖρον ὕφαιμον ἀπεργάζε-
ται. εἰ δὲ σὺν τῷ αἵματι καὶ ἕτεραι παχυτῆτες ἐκκρίνον-
ται, εὐρύτης ἐστίν. εἰ δὲ ὑδατῶδές ἐστι τὸ αἷμα, εὔδηλον
καὶ πιστὸν, λίθον συστῆναι. εἰ δὲ παχὺ τὸ αἷμα ᾖ τὸ
φερόμενον, εὔδηλον ὅτι ἡ παχύτης τοῦ αἵματος εἰς λίθον
τῇ βιαίᾳ σφηνώσει μεταλειφθήσεται. ἐπὶ γὰρ τῇ τοῦ αἵ-
ματος κενώσει διδόαμεν ψυχρὰ, ἵνα στεγνωθῇ ἡ φλὲψ καὶ
ἡ ἀρτηρία καὶ μηκέτι ἄλλο ἐνέγκῃ αἷμα εἰς τοὺς νεφροὺς,
ἵνα ἐπισφηνωθῇ. ἀμέλει καὶ ἐπὶ τούτων ἀπάτη γίνεται εἰς
θεραπείαν. στεγνοῖ γὰρ τὴν φλέβα καὶ οὐκ ἐᾷ ἄλλο ἐνεχ-
θῆναι. αἴτιον δὲ τοῦ αἵματος μένοντος ἐν τοῖς νεφροῖς
γίγνεται, ὥστε εἰ δώσεις ψυχρὸν, τὴν φλέβα στεγνοῖς καὶ
οὐκέτι φέρεται· τὸ δὲ ἐνεχθὲν ἐν αὐτοῖς αἷμα ταχέως ἀπο-
γαιοῖς. ἐκ τῆς νάρκης τοῦ κατ' ἴξιν μηροῦ δυνήσῃ μαθεῖν
εἰ πάσχει ὁ νεφρός. ἐὰν γὰρ γίνεται τοῦ δεξιοῦ μηροῦ
νάρκη, ὁ δεξιὸς πάσχει νεφρός. εἰ δὲ τοῦ ἀριστεροῦ, ὁ ἀρι-
στερός. νάρκη δ' ἐστὶ δυσαισθησία καὶ δυσκινησία τοῦ
655
μορίου. γίνεται δὲ ὅτι ἡ φλὲψ ἡ φερομένη ἐπὶ τὰ κάτω
τριχῆ τέμνεται. καὶ τὸ μὲν μετὰ ἀρτηριῶν ἔρχεται ἐπὶ
τοὺς ὄρχεις καὶ εἰς τὰ σπερματικὰ ἀγγεῖα, τὸ δ' ἄλλο ἐμ-
βάλλει εἰς τοὺς νεφροὺς, τὸ δ' ἐπὶ τοὺς μηρούς. ὅταν οὖν
γένηται λίθος ἐν τοῖς νεφροῖς, ταύτῃ συνδιατίθεται καὶ ἡ
φερομένη εἰς τοὺς μηρούς. ἀπ' αὐτῆς γάρ εἰσι τῆς μιᾶς
ἀποσχίδος ἀμφότεραι. οὐκοῦν πληροῦται φερομένη εἰς μη-
ροὺς, αὕτη δὲ οὖσα πεληρωμένη ἔστιν ὅτε θλίβει νευρὸν ἢ
μῦν· τὸ δὲ νευρὸν θλιβόμενον οὐ πέμπει ψυχικὸν πνεῦμα
ἐπὶ τοὺς μηροὺς καὶ ἀναισθητεῖ καὶ γίνεται νάρκη. ἐκ τοῦ
ἀνασπᾶσθαι τὴν κατ' ἴξιν ὄρχιν δυνήσῃ μαθεῖν ὅτι νεφρὸς
πάσχει. εἰ μὲν γὰρ δεξιὸς ὄρχις ἀνασπᾶται, ὁ δεξιὸς πάσχει
νεφρός. εἰ δὲ ἀριστερὸς, ὁ ἀριστερός.
{Ὅτι ἀπὸ τοῦ ἥπατος καὶ τῆς καρδίας φέρεται φλὲψ
καὶ ἀρτηρία ἐπὶ τοὺς νεφροὺς καὶ ἐμβάλλουσιν εἰς αὐτὴν
τὴν κοιλότητα αὐτῶν.}
Τὰ δὲ σπερματικὰ ἀγγεῖα φέρονται ἐπὶ τοὺς ὄρχεις.
656
ὅταν οὖν γένηται λίθος ἐν τοῖς νεφροῖς, ἀποτείνεται ἡ
φλὲψ ἐκείνη καὶ ἡ ἀρτηρία καὶ τὰ σπερματικὰ ἀγγεῖα φε-
ρόμενα ἐπὶ τοὺς ὄρχεις· καὶ οὕτως κατὰ συμπάθειαν ἀνα-
σπῶνται οἱ ὄρχεις. τινὲς μὲν λέγουσιν ὅτι τῷ λόγῳ τῆς
ὀδύνης βιαία ἐστὶν, ὡς ἀγρυπνίαν ἐργάζεσθαι. οὐκοῦν ὀφεί-
λουσι καὶ οἱ ποδαγριῶντες καὶ ὀφθαλμιῶντες καὶ πάντες οἱ
σφοδρῶς ὀδυνώμενοι καὶ ἀγρυπνοῦντες ἐμεῖν, ἀλλ' οὐ διὰ
ταῦτα ἐμοῦσιν, ἀλλὰ διὰ τὴν θέσιν αὐτῶν. οἱ γὰρ νεφροὶ
κεῖνται κατὰ τὴν ῥάχιν ὀπίσω τῶν ἐντέρων καὶ τῆς γα-
στρός. ἐὰν οὖν γένηται βιαία τάσις αὐτῶν, διὰ μέσων τῶν
συνδέσμων διέρχεται ἡ διάθεσις ἐπὶ ἔντερα καὶ γαστέρα
καὶ ἐντεῦθεν ποιότητος ἀνιούσης ἀκολουθεῖ ἀνακοπή.
{Ὅτι ἐκ τῆς παρατρίψεως τοῦ λίθου πνεύματα δριμέα ἐπι-
τρέχουσι καὶ ἐρεθίζουσι καὶ ποιοῦσι κνησμὸν, ὥσπερ τῆς
φύσεως ἐπιδεικνυούσης τὸν πεπονθότα τόπον.}
Ἐπειδὴ τοῦ λίθου ἐγκειμένου οἷον γαργαλισμός τις γί-
νεται καὶ ἐπεγειρομένης τῆς φύσεως πρὸς τὸ κενῶσαι τὸ
657
λυποῦν πνεύματα ἐπιτρέχουσιν ἅτινα εἰς τὸ σηραγγῶδες
τοῦ αἰδοίου ἐμπίπτοντα παραλόγως αὐτὸ ἐντείνουσιν. ἐπὶ
πάσῃ γὰρ κινήσει φυσικῇ συντρέχει τὸ αἷμα καὶ τὸ πνεῦμα
τὰ ὀχήματα αὐτῆς.
{Οἱ μὲν ἰδιῶται ὀδύνην βαρεῖαν λέγουσι τὴν συναίσθησιν
τὴν ἀνιαρὰν, οἱ δὲ ἰατροὶ τὴν σφοδροτάτην.}
Δέδεικται μὲν ὅτι καρδία καὶ ἧπαρ καὶ νεφροὶ οὐκ
αἰσθάνονται κατὰ τὴν κοιλότητα, κατὰ δὲ τὴν ἐπισφα-
νείαν ἕκαστος αἰσθάνεται. ἐπεὶ ἐκεῖ νεῦρα αἰσθητικὰ φέ-
ρονται, ἐν δὲ ταῖς κοιλότησιν οὐ φέρονται. πῶς οὖν ταῦτα
ὑπομένουσιν ὀδύνην; τῷ βαρεῖσθαι τὴν κοιλότητα γίνεται
ὀδύνη. περιτείνεται γὰρ ὁ ὑμὴν, ποιεῖ τὴν ὀδύνην. ἐπὶ δὲ
τῆς οὐσίας τῶν νεφρῶν πάλιν ὡσαύτως γίνεται ὀδύνη τῷ
βαρεῖσθαι τὴν κοιλότητα ἐκ τοῦ λίθου καὶ περιτείνεσθαι
καὶ γίνεσθαι τὴν συναίσθησιν τῆς ὀδύνης ἐπὶ τὴν ἐπιφά-
νειαν ὡς ἔχουσαν νεῦρα αἰσθητικὰ καὶ ὑμένα. ἐπὶ δὲ τῆς
οὐρήθρας ὡς νευρώδους οὔσης καὶ αἰσθητικῆς, διὰ τοῦτο
658
γίνεται ὀδύνη σφοδροτάτη. πρὸς τούτοις δὲ γίνεται ὀδύνη
σφοδροτάτη ἐν τοῖς νεφροῖς, διότι οὐκ εἰσὶν αἱ κοιλίαι
τῶν νεφρῶν εὐρεῖαι, ἀλλὰ στεναί. καὶ οἱ νεφροὶ ὑπὸ στε-
ρεότητος οὐκ ἂν διαστέοιντο ὥσπερ ἡ κύστις. διότι οἱ ἐν
τοῖς νεφροῖς λίθοι ὡς ἐπὶ τὸ πλεῖστον καὶ μικρότεροι καὶ
ἶσοι καὶ μαλθακώτεροι, ἅτε οὐ πολυχρόνιοι ὄντες. εἰσὶ δὲ
τὰ οὖρα τοῖς λιθιῶσι κατ' ἀρχὰς μὲν ὑδατώδη. ἐμφράξεως
γὰρ οὔσης κατὰ διήθησιν φέρονται. μετὰ δὲ ταῦτα ψαμ-
μώδη· ἐς ὕστερον δὲ καὶ λίθος κενοῦται, ὅταν ἡ ὀδύνη
παύηται.
{Ἐκ τοῦ ἀθρόως φέρεσθαι λίθον περὶ τὴν ὀσφῦν γίνεσθαι
βάρους συναίσθησιν.}
Ὥσπερ ἐπὶ τῶν τικτουσῶν γυναικῶν εὐρύνονται τὰ μό-
ρια πρὸς διέξοδον τοῦ ἐμβρύου, οὕτω κἀνταῦθα τῇ βίᾳ
εὐρύνεται ἡ οὐσία τῶν νεφρῶν καὶ ἐξέρχεται ὁ λίθος καὶ
ἐρχόμενος εἰς τὴν κοιλότητα αὐτῶν, περὶ τὸν ἐκεῖσε ὑμένα
εὐαίσθητον ὄντα, ὀδύνην ἐργάζεται σφοδρὰν καὶ πολλῷ
659
μᾶλλον εἰς τοὺς οὐρητῆρας ἐρχόμενος ὀδυνᾷ διὰ τὴν στε-
νότητα καὶ εὐαισθησίαν τούτων. ἡνίκα γὰρ ἐν τῇ
οὐσίᾳ τῶν νεφρῶν ἐστιν, οὐ ποιεῖ πολλὴν ὀδύνην, ἐπειδὴ ἡ
οὐσία αὐτῶν, ὡς εἴρηται, δυσαίσθητός ἐστι. πολλάκις γὰρ
εἰς τὸν τράχηλον ὑπὸ μεγέθους ἐνισχόμενος εἰς ἔσχατον
κίνδυνον ἄγουσι τῇ τῶν πόνων ὀξύτητι καὶ οὐκ ἐῶσι τὸ οὖ-
ρον διαχωρεῖν. οἶδα δέ τινα τὰ μὲν ἄλλα διεξελθόντα τὸν
λίθον, κατὰ δὲ τὸ ἄκρον τοῦ αἰδοίου ἐμφραγέντα ὀλίγα ἐδέη-
σαν ἀπολέσθαι τὸν ἄνθρωπον ταῖς δυσουρίαις καὶ τῷ ὀξυ-
τάτῳ πόνῳ. ἀλλὰ τῇ στενῇ λαβίδι οἷοί τε ἐγενόμεθα ἐξιλεῶ-
σαι αὐτὸν, τομὴν παραμήκη ἄνωθεν διελογιζόμεθα. τὸν γὰρ
οὐρητῆρα, εἰ μὴ μεγάλη ἀνάγκη, οὐ χρὴ τέμνειν. συριγγοῦν-
ται γὰρ τοὐπίπαν καὶ τὸ οὖρον ταύτης ὑποπτύσσουσιν· οἱ
δὲ οὔτε ὀδύνην ἔσχον οὔτε αἷμα οὔρησαν· οἷς πῶροι μὲν
οὐ συνίστανται, ψαμμία δὲ λεπτὰ οὐδὲν μέγα πρᾶγμα
οὐρηθῆναι. οὗτοι οὐδὲ νοσεῖν οἴονται, ἅτε οὐκ ὀδυνώμε-
660
νοι. χρὴ δὲ μηδενὸς ἀμελεῖν· ἐν γὰρ τῷ χρόνῳ ἀποδείκνυ-
ται πάντα δεινότερα. ὁ δὲ λίθος καὶ τὰ ψαμμία διάφορον
ἔχουσι χροιὰν περὶ τὴν θερμασίαν καὶ τὴν ὕλην. τὸ γὰρ
μᾶλλον τοῦ χρόνου κατέχεσθαι πυῤῥὸν ἢ ξανθὸν ἢ ἐρυθρὸν
ἢ μέλαν αὐτὸν ποιεῖ καὶ ἡ πολλὴ θερμασία. ὡσαύτως καὶ
ἀπὸ τῶν χυμῶν γίνονται οἱ λίθοι καὶ ψαμμία ἢ σανδαρα-
χώδη ἢ μέλανα ἢ ὠχρόλευκα ἢ ἑτέραν χρόαν ἔχοντα ἐκ τῆς
ποικιλίας τῶν χυμῶν. συνίστανται δὲ ἐν τοῖς νεφροῖς οἱ
λίθοι κατὰ τὴν κολίαν αὐτῶν καὶ κατὰ τὰς οὐσίας. καὶ
ὅπου ἐπιτηδειότητα ἔχουσι γίνεσθαι ἢ σμικροὶ ἢ μείζονες.
καὶ ποτὲ μὲν ἐλάττονες, ποτὲ δὲ πλείονες. διαφέροντες τῷ
μεγέθει, τῷ σχήματι, τῇ χροιᾷ, τῇ τραχύτητι καὶ τῷ πλήθει.
καὶ γὰρ μέλανες εὑρίσκονται καὶ ὑπόλευκοι καὶ ὠχροί. καὶ
οἱ μὲν περιφερεῖς καὶ λεῖοι καὶ μικροὶ εὐέκκριτοι. οἱ δὲ
μείζονες ἢ ἄλλως πως ἐσχηματισμένοι καὶ μάλιστα οἱ ἐπι-
μήκεις καὶ τραχεῖς δυσέκκριτοι. φέρονται δὲ ψαμμία καὶ
ἐξουροῦνται ἐν τῇ γενέσει τούτων, μετὰ δὲ τὸ γενέσθαι λί-
661
θον ἀδύνατον ἐξενεχθῆναι αὐτὸν διὰ τὸ πωρωθῆναι, εἰ μὴ
ἡ φύσις αὐτὴ καθ' ἑαυτὴν θρύψει αὐτὸν καὶ ἐκκρίνει. ἢ
ἡ τέχνη διὰ φαρμάκου θρυπτικοῦ συνεργοῦσα τῇ φύσει
θρύψει καὶ κενώσει ταῦτα. ὡς ἐπὶ τὸ πλεῖστον ἅμα εἰσ-
βάλλουσιν ἥ τε κωλικὴ ὀδύνη καὶ ἡ νεφριτική. καταλαμβά-
νονται δὲ διὰ τῶν ἰδίων σημείων. ἡ γὰρ τῆς γαστρὸς κέ-
νωσις θεραπεύει μὲν τοὺς κωλικοὺς, παραμυθεῖται δὲ
ἐν ταῖς ἀρχαῖς καὶ τοὺς νεφριτικούς. καὶ ἤδη τινὲς ἔδω-
καν ὑπαγωγὸν γαστρὸς καὶ ἀνωδυνίαν ἐποίησαν τῇ αʹ καὶ
βʹ καὶ γʹ ἡμέρᾳ καὶ τῇ δʹ ἐξηνέχθη ὁ λίθος. ὁπόταν δὲ
ἅμα εἰσβάλλωσιν αἱ νεφριτικαὶ καὶ κωλικαὶ διαθέσεις, τότε
μεταδιδόασιν ἀλλήλων τὰ μόρια τάσεως καὶ ἀνέσεως. τεί-
νονται γὰρ κατὰ τὸ συνεχὲς δίκην σχοινίου· καὶ οὔτε ἐρυγὴ
ἄνω οὔτε φύσα κάτω.
{<Κεφάλαιον δʹ.>}
{Θεραπεία τοῦ λίθου καὶ τῶν ἄλλων ἐν τοῖς νεφροῖς παθῶν.}
Εἰ μὲν ἐξαίφνης εἰσβάλλῃ ἡ νεφριτικὴ διάθεσις καὶ
ὁ κάμνων νεωστὶ βεβρωκὼς εἴη καὶ τὰ σιτία παντελῶς ἄπε-
662
πτα καθὼς προελήφθησαν ἢ ἡμίπεπτα ἢ πλῆθος χυμῶν
προυπάρχει, δεῖ πρὸ τῆς ἄλλης θεραπείας ἢ μᾶλλον εἰπεῖν
παρηγορίας, εἰ μηδέν ἐστιν ἐμποδὼν, ἔμετον ἐπιτηδεύσασθαι.
εἰ δὲ περιττώματά εἰσιν ἐν τοῖς ἐντέροις, διὰ ταῦτα δι'
ἐπιτηδείων κενῶσαι κλυστήρων, εἰ μηδέν ἐστι τὸ ἐναντιού-
μενον. εἶτα εἰ μὲν πεπλήρωται τὸ πᾶν σῶμα, σκοπεῖν τί
ἐστι τὸ πληρῶσαν αὐτό. καὶ εἰ μὲν αἷμα, ποιεῖν ἀποκένω-
σιν μηδενὸς ἀντιπράττοντος. κένωσιν δὲ ἐλάττονα πολλῷ
ἤπερ ἣν ἀπαιτεῖ τὸ πλῆθος. διὰ τί; ἐπεὶ οὐ πάντως ἐκ
τοῦ παραχρῆμα προσῆκόν ἐστιν ἐκπεσεῖν τὸν λίθον καὶ μά-
λιστα εἰ μέγας ᾖ, διὰ τοῦτο τηρεῖν χρὴ τοῦ αἵματος τὴν
πλείονα κένωσιν εἰς τὴν μέλλουσαν γίνεσθαι ἐν ᾧ σώματι
τῷ χρόνῳ δαπάνην. εἰ δὲ οἱ τέσσαρες χυμοὶ πλεονάζουσι,
πρότερον φλέβα τέμνειν πρὸ τῆς καθάρσεως ἢ καθαίρειν
πρὸ τῆς φλεβοτομίας.
{Διὰ τί φλεβοτομοῦμεν πρὸ τῆς καθάρσεως;}
Ἐπειδὴ εἰ προκενώσομεν διὰ φλεβοτομίας τὸ σῶμα, τὸ
663
καθάρσιον διδόμενον εὑρίσκει τὰς φλέβας καὶ τὰς ἀρτηρίας
καὶ τὰς κενὰς χώρας μὴ πεπληρωμένας καὶ διέρχεται ἀκω-
λύτως ἐπὶ ὅλον σῶμα καὶ ἕλκει τοὺς χυμοὺς καὶ ῥᾴστη γί-
νεται ἡ κένωσις αὐτῶν διὰ τὴν εὐρύτητα τῶν ἀγγείων καὶ
τὴν χύσιν καὶ λεπτότητα τῶν χυμῶν. εἰ δὲ πεπλήρωται
ἀπὸ τοῦ αἵματος τὰ ἀγγεῖα καὶ δώσεις καθάρσιον, οὐ δύνα-
ται διελθεῖν διὰ τὴν πλήρωσιν, ἀλλ' ἵσταται καὶ οὐδὲν ποιεῖ
ἢ κακῶς ποιεῖ ὃ ποιεῖ. ἰδοὺ περὶ τοῦ ἰατροῦ τὸ καθάρ-
σιον. τῆς δὲ φύσεως τὸ πᾶν. αὕτη γὰρ κεντρωθεῖσα παρὰ
τοῦ καθαρσίου χρῆται τῇ διακριτικῇ δυνάμει καὶ διακρίνει
ἀπὸ τῶν ἀχρήστων τὰ χρηστά. καὶ τὰ μὲν χρηστὰ κατέχει
ἡ καθεκτικὴ δύναμις, τὰ δ' ἄχρηστα ἀποτρίβεται ἡ ἀπο-
κριτική. οὐ δεῖ δὲ ἅμα φλεβοτομεῖν καὶ καθαίρειν, ἀλλὰ
πρῶτον φλεβοτομεῖν, εἶτ' ἀνακτᾶσθαι τὴν δύναμιν καλῶς.
ἐπεὶ ταύτῃ διοικεῖ ἡμᾶς καὶ ἐπικουρεῖ τοῖς φαρμάκοις, οὐ
γὰρ ἐνεργοῦσιν καθ' ἑαυτὰ τὰ φάρμακα καὶ διὰ ταῦτα δεῖ
ῥωννύειν ταύτην, ἵνα προσφερομένων τῶν καθαρσίων δυνηθῇ
χρῆσθαι αὐτοῖς, ὡς ὀργάνῳ ἡ φύσις καὶ ἐργάσηται τὸ δέον.
664
ἐννοῶν ὅτι ἅμα τῷ αἵματι πολὺ συνεκκρίνεται καὶ ζωτικὸν
πνεῦμα, τούτου δὲ ἐκκρινομένου τό τε ὅλον σῶμα καταψύχε-
ται καὶ πάντα τὰ φυσικὰ ἔργα χείρω γίνεται, διὰ τοῦτο
δεῖ πρότερον ἀνακτᾶσθαι τὴν δύναμιν καὶ οὕτω διδόναι τὸ
καθάρσιον.
{Ὅτι ἀπ' ἀγκῶνος μὲν, ἐὰν ἔτι ἐπιῤῥευματίζηται ὁ νεφρὸς,
χρὴ ἀφαιρεῖν τὸ αἷμα· ἀπὸ τῆς ἰγνύος δὲ, ἐὰν στῇ τὸ
ἐπιῤῥέον. τήν τε φλέβα τὴν ὑποκάτω τοῦ γόνατος. αὕτη
γὰρ ἰσοδυναμεῖ τῇ καθόλου φλεβὶ, εἰ δ' ἀπορήσαις αὐτῆς,
ἀποσχίδας αὐτῆς χρὴ τέμνειν.}
Ἐπειδὴ νεφριτική ἐστιν ἡ διάθεσις καὶ παχεῖα ἡ ὕλη
ἡ ποιοῦσα τὸν λίθον, οὐ δυνατὸν ἀντισπᾶν τὴν πα-
χεῖαν ὕλην ἐπὶ τὰ ἄνω, ἀλλὰ πρὸς τὴν φορὰν αὐτῆς σκο-
πεῖν καὶ κάτω κενοῦν. ἀλλ' εἰ μὲν ἰσχυρά ἐστιν ἡ δύναμις,
τέμνειν τὴν ἐν ἰγνύϊ ἢ τὴν ἐν σφυρῷ, εἰ δ' ἀσθενὴς, τὴν
ἐν ἀγκῶνι. ἐὰν γὰρ κενώσωμεν ἐπὶ τῆς ἀσθενοῦς δυνάμεως
κάτω, διὰ τὴν ἀσθένειαν οὐ κατέχει ἡ καθεκτικὴ, ἀλλ' ὅλη
665
φέρεται ἐπὶ τὰ κάτω καὶ ῥευματίζεται συνεχῶς τὸ μέρος
ἐπιτρέχοντος τοῦ χυμοῦ ἐπὶ τὸ ἀσθενές. ὥστε εἰ μὲν ἰσχύει
ἡ δύναμις, δεῖ τὴν ἐν ἰγνύϊ· εἰ δ' ἀσθενεῖ, ἀντισπᾶν ἐπὶ
τὰ ἄνω. διὰ τί; ἵνα μὴ χορηγῆται πλείων ὕλη ἐπ' αὐτούς.
εἰ γὰρ κενώσεις σιτία καὶ φλέγμα καὶ χυμὸν δι' ἐμέτων,
ῥαστώνη γίνεται. κενοῦται γὰρ τὸ σιτίον καὶ τὸ φλέγμα τὸ
βαρῦνον τὴν γαστέρα καὶ διὰ τὴν γαστέρα θλίβονται οἵ
τε νεφροὶ καὶ οἱ οὐρητῆρες καὶ πλεῖον ὀδυνῶνται. καὶ τὰ
πρῶτα ἀναλυόμενα, ἃ δεχόμενος ὁ στόμαχος ὡς ἀσθενέστε-
ρος διετείνετο καὶ ἐθλίβετο, τούτων κενουμένων ῥαστώνη
γίνεται, ἀλλ' οὐ τελεία ἀπαλλαγή. κενοῦμεν καὶ τὴν κόπρον
διὰ κλυστῆρος, ἵνα μὴ τοῦ κώλου καὶ τῶν λοιπῶν ἐντέρων
θλιβομένων καὶ βαρυνομένων θλίβηται καὶ πιλοῦται ὁ νεφρὸς
καὶ πλεῖον ὀδυνᾶται. δῆλον δὲ ὅτι ἐπ' ἐμφράξει κόπρου
πολλάκις παροξύνεται ὁ νεφρὸς, ἐδήλωσεν ἔνεμα ὀδύνην
παραμυθεῖσαν νεφριτικήν. ἢ ὅτι ἐπὶ τῇ κενώσει οὐκέτι
ἐθλίβη νεφρός. ἢ ὅτι οὐ γεννᾶται πνεύματα ἐκ τοῦ κόπρου
666
ἃ ὀφείλοντα τρέχειν ἐπὶ τὸν νεφρὸν ὡς ἀσθενῆ θλίβουσιν
καὶ διατείνουσιν αὐτόν. ἀλλὰ μηδὲ αἷμα ἢ ἕτερος χυμὸς
πλεῖον τοῦ δέοντος ἐᾷν ἐν τῷ σώματι εἶναι, ἵνα μὴ τὰ
πολλὰ ἀγγεῖα τοῦ νεφροῦ τεινόμενα ὀδυνήσωσι πλεῖον. τὸ
γὰρ ὀδυνώμενον καὶ θερμαινόμενον καὶ τεινόμενον προσ-
καλεῖται τὰς ὕλας, διὰ τὰς σφοδρὰς καὶ ὀξείας ὀδύ-
νας. ἀλγηδόνων μὲν ἐξαίφνης εἰς νεφρὸν ἢ κατ' ὀλίγον
εἰσβαλλουσῶν διὰ τὰς εἰρημένας πρώην αἰτίας, εἰ μηδέν
ἐστι τὸ κωλῦον, κλύζειν αὐτίκα τὴν κοιλίαν δι' ἀφεψήματος
ἰσχάδος, τήλεως, ἀριστολοχίας καὶ τῶν ὁμοίων. καὶ εἰ μὲν
κενωθείη δεόντως, ἔστω οὗτος. εἰ δὲ μὴ, δὶς καὶ τρὶς καὶ
πολλάκις χρὴ κενοῦν ἐνέματι καὶ διὰ τῶν προσφόρων καὶ
οἰκείων τῇ τοῦ κάμνοντος φύσει, ἵνα μὴ πιέζωνται οἱ νεφροὶ
καὶ οἱ οὐρητῆρες. μετὰ δὲ τὸ ἱκανὸν ἐκκρῖναι τὴν κοιλίαν,
ἐνιέναι χρή τι τῶν πραΰνειν καὶ εὐρύνειν τοὺς οὐρητῆρας
καὶ τοὺς νεφροὺς καὶ χαλᾷν τὸν λίθον καὶ τὰς δήξεις δυ-
ναμένων. ἡ δὲ πρόσφορος ὕλη αὕτη ἀνηθέλαιον ἐντακὲν
αὐτῷ στέαρ ὄρνιθος, ὡς πρόσφατον καὶ μάλιστα φασιανοῦ
667
ἢ βουτύρου νέου καὶ τῶν ὁμοίων. μὴ παρόντος τούτου
τῆλιν καὶ τῆς ἀλθαίας ῥίζαν ἢ τὸ σπέρμα καὶ τῶν ὁμοίων
ἑψήσαντες τῷ ἐλαίῳ ἐνιέναι· ταῦτα γὰρ πάντα εὐρύνει
τοὺς πόρους καὶ τοὺς λίθους χαλᾷ καὶ παραμυθεῖται τὰς
σφοδρὰς ὀδύνας. τὴν δὲ χρῆσιν τούτων μὴ πυκνότερον
ἐπιτελεῖ ἄμεινον ἐστοχασμένος καὶ τῆς τῶν φυσικῶν δυ-
νάμεων εὐτονίας. ἡ γὰρ ἄμετρος θάλψις καὶ χάλασις ἐκ-
λυτικὴ τῆς ἰσχύος γίνεται, δι' ἧς παραμυθεῖται πᾶσα ὀδύνη
καὶ θεραπεύεται τελείως. μετὰ δὲ τοὺς ἐμέτους καὶ τὰ
ἐνέματα πυριᾷν τὸ πάσχον μόριον διὰ τῶν ὑγραινόντων
καὶ χαλώντων ἔστ' ἂν ὁ λίθος ἐν τῷ νεφρῷ πάρεστι. μηδὲ
τούτοις καταχρῆσθαι, ὡς εἴρηται. καὶ συκίαι δὲ ἐπὶ τῶν
τοιούτων χρήσιμοι, μετακινοῦσι πολλάκις οὕτως ἀθρόως
τὸν λίθον, ὡς ἀποκοπὴν αἰφνίδιον φέρειν τοῦ λίθου
εἰς εὐρύτερον μετενεχθέντος χωρίων. διὸ καὶ τὴν ἀρχὴν
ἄνωθεν ἀπὸ νεφρῶν ποιητέον ἐπί τε βουβῶνα προχωρητέον
ἐν λοξῇ τῇ τοῦ κενεῶνος θέσει, καθ' ὃν ὑφηγοῦνται τόπον
αἱ ἀλγηδόνες ἑκάστοτε. βέλτιον δὲ προθερμαίνειν τὰ μέρει
668
τοῖς εἰρημένοις. εἶθ' οὕτως ποιεῖσθαι τὴν τῶν συκίων θέ-
σιν. ἐπεὶ ἐνίοτε μέγας εὑρεθεὶς ὁ λίθος σφηνοῦται σφο-
δρῶς. ἑλκόμενος δὲ βίᾳ καὶ κίνδυνον ἔσθ' ὅτε ἐξ ἀλγηδό-
νων προσφέρει. εἶθ' οὕτως πυριᾷν ἐν τοῖς ὀνομαζομένοις
ἐγκαθίσμασιν, εἰ μέχρι τῶν αἰδοίων ἡ συμπάθεια προέρχε-
ται διὰ τήλεως, ἀλθαίας, λινοσπέρμου, ἀνήθου κόμης καὶ
τῶν ὁμοίων ὕδατι καλῶς ἑψημένων καὶ ἐλαίῳ τῷ γλυκεῖ ἐπι-
χεομένων. καταπλάττειν δὲ δι' ἀλεύρου πυρίνου ἢ κριθίνου
μετὰ λινοσπέρμου καὶ τήλεως καὶ μέλιτος καὶ ἐλαίου ἀνή-
θου ἢ γλευκίνου, ἑψεῖν δὲ ταῦτα μετὰ ἑψήματος, ἐπιπάσ-
σοντες ἐν τῇ ἑψήσει τοῦ καταπλάσματος καὶ ἀλθαίας ῥίζαν
καλῶς κεκομμένην καὶ σεσησμένην καλῶς. ἐπὶ τέλει δὲ τῆς
ἑψήσεως καὶ τερέβινθον ἐμβαλεῖν καί τινα τῶν ἀφύσων
σπερμάτων, ἐὰν ἐμπνευμάτωσίς ἐστιν, οἷον ἀνήθου καὶ σε-
λίνου σπέρματα, μάλαθρον, λυβιστικὸν καί τινα τούτοις
ὅμοια πρὸς τὴν κρᾶσιν τοῦ νοσοῦντος. κάλλιστον δὲ γί-
νεται κατάπλασμα καὶ ἐξ ἀλεύρων θερμίνων ἑψημένων μετὰ
γλυκέος. μετὰ δὲ τὴν ἕψησιν μιγνύειν πευκεδάνου ῥίζην
669
λειοτάτην καὶ χαμαίμηλον. ἀγαθὸν δὲ καὶ ἄρτον ἑψεῖν μετὰ
γλυκέος καὶ καταπλάττειν ὀσφῦν καὶ κενεῶνας. οὐ μὴν οὐδὲ
κύστιν καὶ ἴτρον καταπλάσσειν εὔθετον, πυκνὰ δὲ ἄλλα καὶ
ἄλλα ἐπιφέρειν πρὶν ψυχρὸν γενέσθαι τὸ πρῶτον. εἰ δὲ
μὴ, θερμάσματι ἔξωθεν ἑτέρῳ σκέπειν, ὡς μὴ καταψύχεσθαι.
τοῦτο δὲ γενήσεται ἐπιτιθεμένων ἐν τῷ καταπλάσματι πυ-
ριῶν ἢ θερμοῦ ὕδατος ἐν ὀστρακίνῳ ἀγγείῳ ἢ χαλκῷ. μετὰ
δὲ τὴν κένωσιν τῆς γαστρὸς τὴν ἄνω καὶ κάτω, ὡς εἴρηται
τὴν φλεβοτομίαν, τὴν κάθαρσιν, τὰς πυρίας, τὰ ἐγκαθίσματα,
εἰ δὲ ἔτι μένουσιν αἱ ὀδύναι, χρῆσθαι λουτροῖς τῶν γλυκέων
ὑδάτων. τινὲς γὰρ καὶ πρὸ τῆς φλεβοτομίας καὶ τῆς λοι-
πῆς ἐπιμελείας παραλαμβάνουσι τὰ βαλανεῖα διὰ τὴν τῆς
ὀδύνης σφοδρότητα. ἕτεροι δὲ ἐὰν οὐδέν ἐστι τὸ κατεπεῖ-
γον μετὰ τὴν φλεβοτομίαν καὶ τὴν λοιπὴν ἐπιμέλειαν. βα-
λανεῖα μὲν ὑγραίνει καὶ θερμαίνει αὐτίκα. τὸ γὰρ θερμὸν
ὕδωρ ῥαστώνην φέρει σὺν τῇ θερμασίᾳ. εἰ δέ τις ἐπιπλέον
εἰς αὐτὰ παραβάλλοι δελεαζόμενος τῆς ἐν αὐτοῖς ἀνωδυνίας
ἐκλύει τὰς δυνάμεις τοῦ σώματος, αἷς διωθοῦνται πάντα τὰ
670
λυπηρὰ αἴτια. καθ' ὃν οὖν χρόνον ἀνωδυνία γένηται, ἀφαι-
ρεῖν μὲν τῶν βαλανείων, πυριᾷν δὲ τὰ μέρη τοῖς προσφό-
ροις τῇ τοῦ κάμνοντος φύσει φαρμάκοις. εἰ δὲ δι' ὑπερ-
βολὴν πονῶν κινδυνεύει ὁ ἄνθρωπος, ἄμεινον τοῖς ναρκω-
τικοῖς χρῆσθαι· ἄλλως γὰρ οὐκ ἂν χρήσαιο αὐτοῖς. ταῦτα
γὰρ οὐ λυτικὰ τῶν ὀδύνων, ἀλλὰ διὰ τὴν οἰκείαν κρᾶσιν
ἀναισθησίαν καὶ ἀπάτην ἐμποιοῦσιν, ἥτις μετὰ ταῦτα πολ-
λῆς ἐπιμελείας δεῖται. εἰ δὲ καὶ πνεῦμά τι παχὺ ὑπονοή-
σομεν διοχλοῦν ἅμα τῷ λίθῳ, περιπλέκειν ταῖς προειρημέ-
ναις πυρίαις καὶ καταπλάσμασιν, ὅσα τε ἀφύσου δυνάμεώς
ἐστιν, οἷον τὸ πήγανον, ἄνηθον, μελάνθιον καὶ τὰ ὅμοια
λελειωμένα μετὰ τὴν τελείαν ἕψησιν καὶ δίχα λειώσεως
ἐναφεψεῖν τῷ ὕδατι ἔν τε ταῖς πυρίαις καὶ τοῖς ἐνέμασιν.
εἰ δὲ ἐστηριγμένοι εἶεν ἔτι καὶ μετὰ ταῦτα πάντα
οἱ λίθοι, φυλάττειν δεῖ τὰ πλείονα καὶ ἀνεπιτήδεια τῇ τοῦ
κάμνοντος φύσει βρώματά τε καὶ πόματα, ἵνα μὴ ἡ γαστὴρ
διὰ τούτων πληρωθῇ καὶ βαρυνθῇ καὶ ἐμπνευματωθῇ ὑπὸ
τροφῶν ἢ χυμῶν ἢ πνευμάτων καὶ τῇ πληρώσει θλίψῃ τού-
671
τους καὶ σφοδρότητα ἐργάζηται. ἔστωσαν δ' ἅπαντα μέ-
τρια καὶ κατάλληλα κατά τε ποιότητα καὶ ποσότητα τῇ τοῦ
κάμνοντος φύσει. θερμοτέρας δὲ οὔσης τῆς τοῦ κάμνοντος
φύσεως καὶ δίψους σφοδροῦ προκεκενωμένου τοῦ παντὸς
σώματος καὶ ἀπερίττου γενομένου, εἴ γε ἔθος ἔχει ψυχροπο-
τεῖν, σπλάγχνων μηδενὸς φλεγμαίνοντος ἢ ἀσθενῶν ὄντων,
δεδώκαμεν πολλάκις ὕδωρ ψυχρὸν ἀθρόως τῷ κάμνοντι μη-
δενὸς κωλύοντος καὶ παραχρῆμα ῥωσθέντων τῶν νεφρῶν,
ἐξώθησαν τὸν ἐσφηνωμένον λίθον. ἐπὶ δὲ τῶν πληθωρικῶν
καὶ περιττωματικῶν σωμάτων καὶ ἐφ' οἷς τε σπλάγχνων
ἀσθενὲς ὑπόκειται καὶ τὰ λοιπὰ σύστοιχα κελεύουσι παρα-
φυλάττεσθαι τὴν τοῦ ψυχροῦ πόσιν. εἰ δὲ μετὰ ταῦτα
πάντα τὰ προειρημένα ἔτι ἐστηριγμένος ὁ λίθος ἐστὶ, τοῖς
θρυπτικοῖς χρῆσθαι καὶ τοῖς χλιαρὰν ἔχουσι τὴν ἰσχύν.
τὰ γὰρ θερμὰ καὶ διουρητικὰ ἀπογαιοῦσι τὸν λίθον. τὰ
δὲ χλιαρᾶς ὄντα δυνάμεως κατὰ μέρος θρύπτουσι καὶ οὐκ
ἀπογαιοῦσιν. εἰσὶ δὲ ταῦτα δαμασώνιον, πετροσέλινον, πο-
λύτριχον καὶ τὰ ὅμοια κατὰ δύναμιν τούτοις. καὶ ἴσως τις
672
ἀπορήσειεν, πῶς εἰ χλιαρᾶς εἰσὶ δυνάμεως, ἴσχουσι θρύψαι
τὸν λίθον; πρὸς ὃν εἴπωμεν, ἐπειδὴ ὁ λίθος ἀπὸ δυσκρα-
σίας καὶ ἄγαν θερμότητος ἀπεγαιώθη, εἰκότως παρέχομεν
τὰ χλιαρᾶς ὄντα δυνάμεως, ὡς ἐναντία τῇ δυσκρασίᾳ τῇ
ποιούσῃ τὸν λίθον, ἵνα τῷ πολλῷ χρόνῳ λεπτύνωμεν καὶ
θρύψωμεν καὶ περιγενώμεθα αὐτοῦ. τὰ γὰρ χλιαρὰ ὡς
ἧττον θερμὰ ἐναντία ἐστὶ τοῖς ἄγαν θερμοῖς. τοῖς γὰρ
διουρητικοῖς καὶ ἄγαν θερμοῖς οὐ δυνήσῃ χρή-
σασθαι. ἐπιπλέον γὰρ ἀπογαιώσῃς τὴν παχεῖαν ὕλην καὶ
ταχέως ποιήσῃς αὐτούς. εἰ δὲ μήπω συνέστη ὁ λίθος καὶ
μέγας ἐγένετο, ἀλλὰ μόνον ἔμφραξις παρὰ τῶν ψαμμίων καὶ
παχέων καὶ γλίσχρων χυμῶν, τότε δώσεις τὰ θερμὰ καὶ
ἐμφρακτικὰ οὔτε δείδειν χρὴ ἵνα μὴ ἀπογαιώσῃς αὐτούς.
ψαμμία γάρ εἰσι καὶ ἔμφραξιν ἐποίησαν καὶ ἐὰν δώσεις ἐκ-
φρακτικὰ καὶ θερμὰ, οἷον τὰ δι' ἀνίσου, διὰ πεπέρεως,
σελίνου, φοῦ καὶ τῶν παραπλησίων, κενοῖς καὶ ἐκφράτ-
τεις αὐτά.
673
{<Κεφάλαιον εʹ.>}
Πρὸς τοῖς ἄλλοις ἤδη καὶ περὶ προφυλακῆς βραχέα
διαλαβεῖν, ἵνα μὴ πρὸς τοὺς δυνατῶς ἔχοντας θεραπευθῆναι
πάλιν γένεσις τῶν λίθων γένηται. ἐπεὶ δὲ τῶν λιθιώντων
οἱ μὲν ἐθεραπεύοντο, οἱ δὲ οὒ, μέγιστόν ἐστιν ἐν τῇ προ-
φυλακῇ μετριότης σιτίων καὶ πέψεις χρησταί. αἱ γὰρ
πλησμοναὶ καὶ ἀπεψίαι οὐ μόνον παροξύνουσι τὴν νόσον,
ἀλλὰ καὶ τὴν μὴ οὖσαν γεννῶσι. διὸ μηδὲ πυρῶδες προσ-
φερέσθωσαν, ὃ μέλλει τοὺς νεφροὺς ἢ τὴν κύστιν θερμαί-
νειν. φυλάττεσθαι δὲ προσήκει τά τε σκληρὰ ταῖς οὐσίαις
καὶ δυσδιαίρετα τῶν βρωμάτων τά τε πολυούσια
καὶ πολύτροφα καὶ τὰ ἀθρόως ἀναδιδόμενα πρὸ τῆς τελείας
πέψεως, τά τε ἐπιπολάζοντα καὶ δυσκόλως ὑποχωροῦντα
καὶ ἐμπνευματοῦντα καὶ παρεμπλαστικὰ ἢ ἄλλως ἐγκαθίζοντα
τοῖς σώμασιν ἐπιμόνως. πονήσασα γὰρ ἡ γαστὴρ ἐπὶ τῶν
τοιούτων σιτίων, μεταδίδωσιν αὐτὰ ἄπεπτα ἥπατι καὶ νε-
φροῖς. καὶ τὸ ἀθρόως δὲ ἄπεπτον ἀπενεχθὲν ἀφνῶς ἐξυ-
674
λίζεται καὶ σὺν θορύβῳ διεξελθὸν ἅπαξ καὶ δὶς εἰς τοὺς
νεφροὺς λίθους ὑφίσταται διὰ τὴν τοῦ νεφροῦ χρονίαν μά-
στιξιν. οἶνος δὲ ἔστω πάνυ λεπτὸς καὶ λευκὸς καὶ μὴ πάνυ
παλαιός· οἱ δὲ γλυκεῖς τῶν οἴνων καὶ οἱ μέλανες ἄθετοι
τοῖς λιθιῶσι. χρὴ δὲ καὶ τὸ ὕδωρ παρὰ πᾶσαν τὴν δίαι-
ταν καθαρώτατον εἶναι καὶ διυλισμένον. τὰ γὰρ ποταμιαῖα
καὶ λιμναῖα καὶ πάντα τὰ στάσιμα καὶ βραδύπορα οὐ κε-
νοῦντα τοὺς λίθους ποιήσειαν ἄν. συντόμως δὲ εἰπεῖν
πᾶσα ἡ δίαιτα ἐπὶ μὲν τῶν ψυχροτέρων τὴν κρᾶσιν καὶ
πολυσάρκων ἀκριβῶς λεπτύνουσα ἔστω. ἐπὶ δὲ τῶν θερ-
μοτέρων καὶ κατίσχνων ἡ μέση τῶν λεπτυνόντων καὶ παχυ-
νόντων. τὸ δὲ κατακορὲς τῶν ἄλλων ἁπάντων φυλάττεσθαι
χρὴ καὶ μάλιστα τῶν γλυκέων καὶ τυρωδῶν τροφῶν καὶ πα-
χέων καὶ γλίσχρων καὶ πιμελωδῶν. ὅθεν καὶ ἀπεψίαν πο-
λεμιωτάτην νομιστέον εἶναι καὶ εἴποτε περιπέσῃ. ἐν τῷ
ὕπνῳ μενέτωσαν ἢ ἡσυχίᾳ παντελῶς καὶ θάλψει τῶν ὑπο-
χονδρίων διὰ τῶν οἰκείων χειρῶν, ἕως οὗ πάντα καλῶς
πεφθῶσι καὶ κάτω ὑπέλθωσιν. ἐν εὐκράτοις δὲ τόποις καὶ
675
ἀέρι καθαρῷ αἱ διατριβαὶ ἔστωσαν, ἐν οἷς αἱ ὧραι ἄθραυ-
στοι. παραλαμβανέσθωσαν δὲ καὶ χολαί. περίπατοι καὶ
γυμνάσια πρὸς τὴν τοῦ κάμνοντος φύσιν ἔστωσαν σύμμε-
τρα. ἡ γὰρ ἀργία βλαβερά. τὴν δὲ γαστέρα εὔλυτον
ἔχειν ἀεὶ, εἰ μὴ ἕτερόν τι προσιστάμενον ᾖ. ταύτης γὰρ
καλῶς ὑπιούσης ἀκωλύτως οὐρήσεις γίνονται. ἀλείμμασι
δὲ χρῆσθαι ἐὰν δεῖ καὶ ὅτε δεῖ τοῖς δυσπάθειαν τοῖς τό-
ποις περιποιεῖν δυναμένοις, ὡς εἰσὶ τὰ φοινίσσοντα καὶ
δρώπακες καὶ σιναπισμοὶ καὶ ἡ τῶν αὐτοφυῶν δὲ ὑδάτων
χρῆσις ὠφέλιμος, ἐὰν μηδέν ἐστι τὸ κωλῦον. πεφροντι-
σμένως δὲ ἔχειν τοῦ κατὰ καιρὸν ἐπιτηδείως φλεβοτομεῖν,
εἰ δοκεῖ πλεονάζειν αἷμα. πλεωνάσαν γὰρ εἰ μὴ κενώσειας,
πάντως συῤῥεύσει εἰς τὸ ἀσθενέστερον. ἐπιτήδειον δὲ κα-
θαρσίαις τοῖς κακοχύμοις χρῆσθαι. ἐπὶ δὲ τῶν ποσῶς
ἀτακτούντων καὶ χυμὸν ἄπεπτον οὐ τῇ ἄνω γαστρὶ ἀθροι-
ζόντων πολὺν συνεχῶς ἀπὸ δείπνου ἐμέτωσαν, εἰ μηδέν
ἐστιν αὐτοῖς τι προσιστάμενον. μετὰ δὲ τὴν τοῦ ὅλου σώ-
ματος πρόνοιαν δεῖ τοπικῶς καθαίροντα φάρμακα προσφέ-
676
ρειν, οἷον τὰ ἐκφρακτικὰ καὶ οὖρα παχύτατα καὶ γλίσχρα
καὶ δυσώδη καὶ πολλὰ ἀπό τε φλεβῶν, νεφρῶν, οὐρητήρων
καὶ κύστεως ἄγοντα, ὡς σκολύμου ῥίζης ἀφέψημα καὶ τὰ
προειρημένα. πολλάκις δὲ καὶ διουρητικὰ χρήσιμα. ταῦτα
μὲν οὖν κοινῶς εἰς ὑπόμνησιν πᾶσιν ἀνθρώποις καὶ οὐκ εἰς
τελείαν διδασκαλίαν ἐκτέθεινται. σοὶ δὲ καὶ τούτου ἕνεκα
χάρις, ἐπεὶ καὶ τὸ πᾶν διὰ σέ. ἐπεὶ δὲ οὐκ ἀρκούμεθα
ἐκ μόνης τῆς διαθέσεως τελείαν ἀπαλλαγὴν καὶ ἀκριβῆ κα-
ταλαβέσθαι, ἀλλὰ καὶ τῶν συστοίχων ἔτι δεόμεθα, χρὴ καὶ
τούτων ἔτι μνημονεῦσαι. ἐξαλλάττεται γὰρ ἡ θεραπεία
κατὰ τὰς διαφόρους αἰτίας, ἡλικίας, χώρας, ὥρας, ἕξεις
τε καὶ διαθέσεις, ἤθη, ἔθη, κράσεις, εὐαισθησίας,
δυσαισθησίας, μορίων ἐναλλαγὰς, θέσεις καὶ ἕτερά τινα.
ὥστε χρὴ τῷ ἀρίστῳ ἰατρῷ ἀκριβῶς εἰδέναι τὸ κατὰ φύ-
σιν. ὃς γὰρ ἀκριβῶς οἶδε τὸ κατὰ φύσιν, ταχέως εἴσεται
καὶ τὸ παρὰ φύσιν. ἐπεὶ οὐ μόνον τὰ προειρημένα αἴτια
ἐξαλλάττουσι τὴν θεραπείαν, ἀλλὰ καὶ αἱ ἰδιότροποι φύσεις,
ἐφ' ὧν οὐχ ἁρμόζει τὰ ἐπὶ πλεῖστον δοκιμασθέντα φάρμακα.
677
πολλάκις γὰρ ἀποτυγχάνουσι. τούτου ἕνεκα παρατηρεῖν
χρὴ, κἂν μὴ ὑπακούοι τῆς θεραπείας διὰ τὴν ἰδιότητα
τῆς φύσεως ἢ τὴν τοῦ πάθους κατασκευὴν ἤ τι ἄλλο τού-
των, ἀφιέμεναι μεταβαίνειν ἀναγκαῖον ἐπὶ τὰ πάντως ὠφέ-
λιμα. τοῦτο δὲ μηδὲ μόνον ἐπὶ φαρμάκων, ἀλλὰ καὶ ἐπὶ
τῶν ἄλλων ἁπάντων βοηθημάτων τε καὶ ἑτέρων τινῶν ἀῤ-
ῥήτων οὐ πάντες οἱ τὴν τέχνην κατερχόμενοι, εἰ καὶ ἴσως
ἐλλογιμώτεροι τῶν ἄλλων, ἀλλ' οἱ ἀεὶ προσκαθήμενοι καὶ
τὰ κινήματα τῆς φύσεως ἀνιχνεύοντες. εἰ δὲ καὶ τὰ ἀπὸ
τοῦ τεχνικοῦ στοχασμοῦ ἀποτυγχάνουσι φάρμακα δι' ἄῤῥη-
τόν τι καὶ ἴδιον, δεῖ διὰ τὴν τοῦ κατεπείγοντος σφοδρότητα
ἐπὶ τὰ τῶν παλαιῶν ἄῤῥητα καὶ καθ' ὅλην τὴν οὐσίαν ἐνερ-
γοῦντα χωρεῖν, ἃ ἐκ πείρας καὶ ἀλόγου τριβῆς εὑρημένα εἰ-
σὶν, ὡς τρωγλοδύτου καὶ λαγωοῦ δέρμα κεκαυμένον καὶ αἷ-
μα τράγειον ἢ ἕτερα ἄπειρα ἁπλᾶ τε καὶ σύνθετα. ὧν καὶ
τὰ πλείω βδελυρὰ, ἃ ἡ ἄλογος τριβὴ ἐφεῦρεν ἢ ἐκ φύσεως
678
ἢ ἐκ τύχης ἢ αὐτοσχεδίου ἢ ἐκ τοῦ μιμητικοῦ ἢ ἐξ ὀνει-
ράτων ὡς ὁ τρωγλοδύτης ἢ ἐκ χρησμῶν ἢ ἐκ μαθήσεως ἢ
ἐξ ἑτέρων τινῶν, ἐξ ὧν συνέστηκεν ἡ ἐμπειρική. ἐπεὶ δὲ
ἄῤῥητα πάντα ταῦτα καθ' ἡμᾶς, οὐ δεῖ ἐπὶ τούτοις μέγα
θαῤῥεῖν διὰ τὸ ἀγνοεῖν τὸν τρόπον τῆς αὐτῶν ὠφελείας.
εἰ δέ ποτε προσφέρομεν διά τινα βίαν, οὐ δεῖ καταχρῆσθαι
τούτοις, ἵνα μὴ ὡς ἀῤῥήτως ἡμᾶς ὠφελοῦντα καὶ ἀῤῥήτως
βλάψωσι. δεῖ δὲ τὸν μέλλοντα κατὰ λόγον πράττειν ἰατρὸν
κατὰ τὰς δραστικὰς ποιότητας, δυνάμεις τε καὶ ἐνεργείας
σεμνύνεσθαι τὸ θαῤῥεῖν, ὡς εἰδότα διὰ τῆς μεθόδου τὴν
δύναμιν θερμοῦ τε καὶ ψυχροῦ, ξηροῦ τε καὶ ὑγροῦ, τῶν τε
στρυφνῶν, αὐστηρῶν, ὀξέων, γλυκέων, ἁλυκῶν, πικρῶν, δρι-
μέων, ἀποίων, παχυμερῶν τε καὶ λεπτομερῶν, τήν τε ἐνέρ-
γειαν τῶν ἐκφρακτικῶν ἐπισπαστικῶν, ἐμπλαστικῶν καὶ
τῶν λοιπῶν κατὰ μέρος. ἐπεὶ δὲ ὡς ἐπὶ τὸ πολὺ ῥητὴ ἡ
τῶν θρυπτόντων τοὺς λίθους ὕλη, μᾶλλον τούτοις
679
δεῖσθαί γε δέον ἢ τοῖς ἀῤῥήτοις, οἷον δαμασωνίῳ, πετροσε-
λίνῳ, πολυτρίχῳ καὶ τοῖς ὁμοίοις κατὰ δύναμιν τούτοις.
ἀλλὰ καὶ τὰ χλιαρὰν ἔχοντα δύναμιν οὐκ ἄθετα εἶδος. καὶ
ταῦτα δὲ διὰ τὸ, ὡς ἐπὶ τὸ πολὺ ἀποτυγχάνειν δεῖ καὶ
ἡμᾶς τοὺς Χριστιανοὺς ἐπὶ τὰ καθ' ἡμᾶς μέγιστα καὶ κυ-
ρίως μυστηριώδη χωρεῖν. τούτοις γὰρ ἐγὼ πιστεύω καὶ
ὁμολογῶ μὴ μόνον τὰ σωματικὰ πάθη καὶ ἀπηγορευμένα
περὶ πάντων τῶν ἰατρῶν φυγαδεύεσθαι, ἀλλὰ καὶ ψυχικὰ
τελείως ἀφανίζεσθαι. λοιπὸν τὸν λόγον ὡς τὴν ὑπόθεσιν
ἰδικῶς πρὸς σὲ τρέπομεν.
{<Κεφάλαιον στʹ.>}
Πολλῶν ὄντων τῶν τῆς ὑγείας περιποιητικῶν ἀπὸ τρο-
φῆς ἀναγκαίας ἀρκτέον. τοῖς μὲν γὰρ ἄλλοις βοηθήμασιν
οὐκ ἐν παντὶ καιρῷ χρώμεθα, τροφῆς δὲ χωρὶς οὐχ οἷόν
τε ζῇν οὔτε ὑγιαίνοντας οὔτε νοσοῦντας. ἐπεὶ δὲ μία ἐστὶν
ἀσφαλεστέρα ἡ ἐπιτομωτάτη ὁδὸς εἰς ἀπαλλαγὴν τοῦ πά-
θους ἡ δίαιτα. ἡ δὲ τῶν ἄλλων φαρμάκων κατάχρησις καὶ
680
ἐπαλληλία πολλοῖς πολλάκις οἶδα ἐπιτρίβεσθαι νόσους. τοί-
νυν ἐπειδὴ θερμοτέρας καὶ ὑγροτέρας κράσεως μετείληφας,
ἥλιε τῆς ἐμῆς ψυχῆς, καὶ ἡλικίας παιδικῆς καὶ δυνάμεως
ἀσθενοῦς καὶ ἕξεως ἰσχνῆς καὶ σχέσεως ἀραιᾶς καὶ πρὸς
τούτοις εὐαισθησίας, δεῖ σε διὰ μὲν τὴν κρᾶσιν καὶ τὴν
ἡλικίαν τὴν ἕξιν τε καὶ σχέσιν λαμβάνειν τὰ ὅμοια κατὰ
ποιότητα ἐν τροφαῖς καὶ πόμασι καὶ ὅσα πέψαι δύνῃ, διὰ
δὲ τὴν ἀσθένειαν τῆς δυνάμεως ὀλίγας καὶ πολλάκις. ὀλίγα
μὲν διὰ τὴν ἀσθένειαν. πρὸς γὰρ τὸν ἐργάτην δεῖ εἶναι
καὶ τὸ φορτίον. πολλάκις καὶ διὰ τὴν κατεπείγουσαν χρείαν.
τοὺς γὰρ γυμναστὰς καὶ ὁδοιπόρους πολεμιστάς τε πάντας
τοὺς τὰ σφοδρὰ γυμνάσια μετιόντας καὶ ἀμέμπτως ὑγιαί-
νοντας οὐκ ἐγχωρεῖ διακρίνειν, ἃ δεῖ προσφέρεσθαί τε καὶ
σιτία καὶ ποτά. χρῆσθαι γὰρ ἀναγκαῖον αὐτοῖς οἷα ἂν εὐ-
πορήσωσιν. οὐ μόνον δὲ τούτοις δεῖ οὕτως διαιτᾶσθαι,
ἀλλὰ καὶ τοὺς ἐν ἀσχολίαις πολιτικαῖς ὄντας ἢ τῷ καλου-
μένῳ περιστατικῷ βίῳ. ἐπεὶ δὲ σήμερον ἰδιοπραγῇ, τοῦ
681
μὲν χειμῶνος ἐσθίειν ὡς πλεῖστα. πλεῖστα δὲ λέγω οὐ πρὸς
τὴν δύναμίν σου, ἀλλὰ πρὸς τὰς λοιπὰς ὥρας. τοῦτο καὶ
Ἱπποκράτης ὁ τῆς ἡμετέρας τέχνης καθηγητής φησι. θέ-
ρους καὶ φθινοπώρου σιτία δυσφορώτατα φέρουσι, χειμῶ-
νος ῥήϊστα, ἦρος δεύτερον. ὁ αὐτὸς πάλιν ἐν ἑτέρῳ λέγει.
αἱ κοιλίαι χειμῶνος καὶ ἦρος θερμότεραι φύσει καὶ ὕπνοι
μακρότατοι. ἐν ταύταις οὖν ταῖς ὥραις καὶ τὰ προσάρ-
ματα πλείω δοτέον. καὶ γὰρ τὸ ἔμφυτον θερμὸν πολὺ, τρο-
φῆς οὖν πλείονος δέονται. σημεῖον αἱ ἡλικίαι καὶ οἱ ἀθλη-
ταί. πίνειν δὲ καὶ ἐλάχιστα πρὸς τὰς λοιπὰς ὥρας. εἶναι
δὲ τὸ πόμα οἶνον λευκὸν καὶ λεπτὸν καὶ μὴ ἄγαν παλαιόν.
τὰ δὲ ὄψα ἐν ταύτῃ τῇ ὥρᾳ ὡς ἐπὶ τὸ πλεῖστον ὀπτά.
τῶν δὲ λαχάνων καὶ τῶν ὀσπρίων ὀλίγον χρῆσθαι. ταῦτα
δὲ…
The complete text is available when the reading interface loads.