The Greek Library Author

Anonymous

De signis ex urinis

Authority group
Pseudo-Galenus (catalogue association; authorship remains anonymous)
Edition reference
De signis ex urinis (fort. auctore Magno Emeseno), ed. P. Moraux, "Anecdota Graeca minora vi: Pseudo-Galen, de signis ex urinis," Zeitschrift für Papyrologie und Epigraphik 60 (1985) 68–74.
CTS identifier
urn:cts:greekLit:tlg0530.tlg046.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

41

ἰσχνῶν δὲ ὀλίγον καὶ μάλιστα πονούντων πολλὰ καὶ ὀλογοσι-

42

τούντων. σημεῖον ὀλέθρου χῦμα καὶ παρυφιστάμενον μελανθέν,

43

οὐ παντελῶς δὲ ὀλέθρου παρυφιστάμενον μελανθέν, ἧττον δὲ

44

μελανθὲν ἐναιώρημα, ἔτι δὲ ἧττον μελανθεῖσα νεφέλη.

45

σημεῖον πέψεως λευκὴ καὶ λεία καὶ ὁμαλὴ ὑπόστασις, ἀμυδρᾶς

46

δὲ καὶ οὐ τελείας νεφέλαι λευκαὶ καὶ λεῖαι καὶ ὁμαλαί,

47

ἀσαφοῦς δὲ λευκὰ ἐναιωρήματα καὶ λεῖα καὶ ὁμαλά. σημεῖον

48

τελείας ἀπεψίας λεπτὸν καὶ ὑδατῶδες χῦμα, ἥττονος δὲ τὸ

49

διακρίνεσθαι ὕστερον, μεγάλης δὲ τὸ θολερὸν εἶναι. σημεῖον

50

τοῦ μηδὲν ἀνάγεσθαι ἐκ τοῦ θώρακος ἐπὶ τῶν πλευριτικῶν καὶ περι-

51

πνευμονικῶν πυρετοῦ ὄντος οὖρον ὑδατῶδες. σημεῖον τοῦ

52

ἀνάγεσθαί τινα πτύσματα ἄπεπτα καὶ λεπτὰ τὸ θολοῦσθαι τὰ

53

οὖρα μετὰ τὴν οὔρησιν ἢ θολερὰ μένειν. σημεῖον ἐφημέρων τῶν

54

διὰ λύπην δριμύτερα, τῶν δὲ διὰ θυμὸν θερμότερα, τῶν δὲ διὰ

55

πύκνωσιν ὑπόλευκα. σημεῖον τῶν ἀφημερινῶν λευκότης καὶ

56

λεπτότης οὔρων ἢ ἐρυθρότης ἢ παχύτης θολερά. σημεῖον

57

τριταίων ἢ πυρρὰ ἢ ὑπόπυρρα. σημεῖον τεταρταίων πολυειδῆ

58

καὶ ἄπεπτα. σημεῖον πλεονασμοῦ φλέγματος ὑπόστασις παχεῖα.

59

σημεῖον ἱδρῶτος μεγίστου καὶ κρίσεως μελλούσης γενέσθαι κατὰ

60

τὴν τετάρτην ἢ τὴν ἕκτην οὖρον φανὲν ὡς σεμίδαλις.

61

σημεῖον ὀδύνης νεφρῶν καὶ καταψύξεως οὖρα παχέα καὶ

62

γαλακτώδη. σημεῖον λοιμώδους νόσου οὖρα λευκὰ ἐναιώρημα

63

ἔχοντα. σημεῖον θανάτου οὖρον ἐξ ἀρχῆς κόκκινον καὶ

64

ἀνυπόστατον ἄνω ὑμένα ἔχον, ὑπόστασιν δὲ ἔχον οὐ θανάσιμον,

65

ἀλλὰ μακρονοσίαν δηλοῖ, μετὰ δὲ ἑπτὰ ἡμέρας ἀρχόμενον τοῦ

66

λευκαίνεσθαι παύεσθαι δηλοῖ τὸν νόσον. σημεῖον διαγνώσεως

67

πύου τὸ προηγήσασθαι ὀδύνην καὶ αἷμα διουρηθῆναι, ἀλλὰ καὶ

68

τὸ ἐπ' ἀνθράκων ὄζειν τὸ χῦμα. σημεῖον λιθιάσεως κύστεως

69

καὶ τῶν νεφρῶν παχύτης γαλακτοειδής. σημεῖον τοῦ πολὺν

70

τὸν αἱματικὸν χυμὸν ἐν τῷ σώματι εἶναι παχύτης καὶ ἐρυθρότης

71

οὔρου. τοιοῦτον οὖρον ἐν συνεχέσι πυρετοῖς καὶ ἐν ὀξέσι

72

κατ' ὀλίγον οὐρούμενον κίνδυνον σημαίνει. ὡσαύτως τοιοῦτον

73

οὖρον ἐν τοῖς τοιούτοις ἀκατάστατον οὐρούμενον μετὰ κωφώσεως

74

καὶ κεφαλῆς ὀδύνης τραχήλου τε καὶ ὑποχονδρίου ἴκτερον

75

ἔσεσθαι πρὸ τῆς ἑβδόμης σημαίνει. σημεῖον κρίσεως ἐν

76

πυρετοῖς καυσώδεσιν ἀλγούσης τῆς κεφαλῆς πελιδνότης μετὰ

77

παχύτητος οὔρου. σημεῖον γενομένης πορνείας παχύτης

78

οἰνώδης ἐν τοῖς οὔροις φαινομένη. σημεῖον ὀδύνης δεξιοῦ

79

ὑποχονδρίου ἐν συνεχεῖ πυρετῷ λευκότης οὔρου νεφέλας ἐπάφρους

80

ἔχουσα. σημεῖον τοῦ μεθίστασθαι πυρετὸν καυσώδη εἰς

81

τεταρταῖον νεφέλαι μέλαιναι. σημεῖον ἀπεψίας διὰ περιουσίαν

82

πνεύματος παχέος λεπτὸν οὖρον ὕστερον ἀναθολούμενον.

83

σημεῖον πλευρίτιδος οὖρα παχέα καὶ ἐρυθρὰ καὶ κάτω ὀστρακώδη.

84

σημεῖον πάθους κεφαλικοῦ οὖρα οἰνόχροα νεφέλην ἔχοντα.

85

σημεῖον συλλήψεως ὡς μάργαρος ἐμφαινόμενον ἐν τῇ ὑποστάσει·

86

φαίνεται δὲ πολλάκις καὶ δύο καὶ τρία τοιαῦτα. σημεῖον

87

συλλήψεως ἕτερον κονιορτὸς ἄνω ἐσκορπισμένος ἢ ὡς στῦλος

88

ἱστάμενος. σημεῖον συνουσίας ῥαμμάτιά τινα κατὰ τὸν ἀφρὸν

89

φαινόμενα. σημεῖον οὔρου ἀρίστου τὸ ὑπόξανθον ἢ ὑπόπυρρον

90

καὶ τὸ εἶναι τῇ συστάσει σύμμετρον, ἀναλόγως ἔχειν τῷ ποσῷ

91

τοῦ πινομένου καὶ ὑπόστασιν ἔχειν λευκὴν καὶ λείαν καὶ

92

ὁμαλήν. σημεῖον τοῦ μικροῦ δεῖν μὴ ἐγχειρῆσαι τὴν φύσιν

93

τῇ πέψει τῶν χυμῶν λευκότης τοῦ χύματος. τοῦτο τὸ

94

σημεῖόν ἐστι καὶ σημεῖον ψύξεως ἐπικρατούσης ἢ διὰ κρᾶσιν

95

ἢ διὰ δίαιταν ἢ δι' ἡλικίαν ἢ διὰ ψυχρὸν ἀρρώστημα. τοῦτο

96

τὸ σημεῖόν ἐστι καὶ σημεῖον φρενίτιδος ὀλεθρίας καὶ λοιμώδους

97

ἀρρωστήματος καὶ ἀξιολόγων ἐμφράξεων. σημεῖον μετρίου

98

πυρετοῦ ἤτοι ἐφημέρου διὰ κόπον καὶ ἀργυπνίαν καὶ θερμοτέραν

99

δίαιταν πυρρότης καὶ ξανθότης τοῦ χύματος. σημεῖον θερμότητος

100

ἢ οὔσης ἢ ὅσον οὔπω μελλούσης γενέσθαι ἐρυθρότης καὶ ὑπερυ-

101

θρότης. σημεῖον ἀρχῆς ἑκτικῶν πυρετῶν ἐλαιόχρους καὶ

102

ἐλαιοφανὴς θεωρία. σημεῖον ἀδυναμίας τῆς πεπτικῆς δυνάμεως

103

αἱ ἐξ ἀρχῆς συστάσεις παχεῖαι καὶ μὴ διακρινόμεναι. σημεῖον

104

ἀμετρίας ψύξεως καὶ ξηρότητος καί τινος ἐμφράξεως καὶ ἀτονίας

105

σπλάγχνων διά τινας δυσκρασίας λεπτότης συστάσεως, οὐχ ἧττον

106

δὲ καὶ θερμότητος μετὰ ξηρότητος καὶ ἀργυπνίας καὶ σκοτοδίνης,

107

ἔτι τε σιτίων ἀποστροφῆς καὶ δίψης. σημεῖον ἀκμῆς τῶν

108

χυμῶν οὓς ὑπεμφαίνει τὰ χρώματα ἔναιμα καὶ θολερὰ καὶ παχέα

109

χύματα· ταῦτα σημεῖον καὶ ἀπεψίας βάρους τε κεφαλῆς καὶ

110

ὀδύνης καὶ σιτίων ἀποστροφῆς. σημεῖον χολώδους χυμοῦ

111

ἀναμιγνυμένου τῷ αἵματι ὠχραὶ καὶ πυρραὶ ὑποστάσεις.

112

σημεῖον τοῦ ἀκμάζειν τὸν αἱματικὸν χυμὸν ὑποστάσεις ὑπέρυθραι

113

καὶ ἐρυθραί, ὥσπερ δῆτα καὶ αἱ πελιδναὶ καὶ αἱ μέλαιναι.

114

σημεῖον ἐκτήξεως σαρκῶν τε καὶ τῶν στερεῶν αὐτῶν 〈αἱ〉 ὀροβοειδεῖς

115

καὶ πιτυρώδεις καὶ πεταλώδεις καὶ κριμνώδεις τῶν ὑποστάσεων.

116

μὴ ὄντος δέ τινος τῶν ἑκτικῶν πυρετῶν, αὐτῶν δὴ μόνον τῶν

117

νεφρῶν σημαίνουσι καὶ τῆς κύστεως πάθη· καὶ ἀρχόμενα μὲν τὰ

118

πάθη τὰς ὀροβοειδεῖς ὑπεμφαίνειν ἴσμεν τῶν ὑποστάσεων, προ-

119

βαίνοντα δὲ τὰς πιτυρώδεις, προιόντα δὲ ἐπὶ τὸ χεῖρον καὶ

120

αὐτῶν τῶν στερεῶν καθαψάμενα τὰς πεταλώδεις τε καὶ κριμνώδεις

121

ἐφ' ἁδροτέροις δηλαδὴ τεμαχίοις συνισταμένας· αἳ δὴ καὶ τὰ

122

χείριστα ἀεὶ τοῖς κάμνουσι προσημαίνουσι. καθόλου τοίνυν

123

ἐπίστασθαι χρή, ὡς αἱ μὲν παχεῖαι τῶν ὑποστάσεων μήπω κεκρα-

124

τηκέναι τὴν πεπτικὴν δύναμιν προσημαίνουσι ἤτοι δι' οἰκείαν

125

ἀρρωστίαν ἢ πάχος ἢ πλῆθος χυμῶν, αἱ δὲ λεπταὶ κεκρατηκυίας

126

ἤδη ἔργα δυνάμεως. σημεῖον βάρους κεφαλῆς ὑπὸ πνεύματος

127

μετεώρησις τοῦ παρυφισταμένου. σημεῖον κεφαλαλγίας

128

ἐκ ψύξεως λευκότης χύματος· χρεία οὖν κλυστήρων δραστικῶν

129

μαραθρόρριζα ἐχόντων καὶ θριμβόξυλα καὶ ἀλοιφῆς χαμαιμηλελαίου

130

καὶ νάρδου. σημεῖον ξανθῆς χολῆς καὶ διὰ ταύτην μαρασμοῦ

131

χρῶμα ῥόδου τῷ χύματι μετὰ μέλανος ἐναιωρήματος, δι' ὧν

132

δηλοῦται ὁ θάνατος. σημεῖον χολῆς ἐκκαυθείσης ὑμὴν ἐλαιώδης

133

ἄνω τῆς ὑέλου· χρεία οὖν ψυχρῶν προσφορᾶς καὶ κινήσεως γαστρός·

134

εἰ γὰρ αὕτη κρατηθείη, φρενῖτις γίνεται· χρεία καὶ ὀξυφοινίκου

135

εἰς πόσιν καὶ καταπλάσματος ἀπὸ λευκοῦ ᾠοῦ καὶ † ψιλέου καὶ

136

κριθαλεύρου κατὰ τὸ ἧπαρ τιθεμένου· χρεία τούτῳ καὶ πότου

137

ἀπὸ τοῦ σακχάρεως καὶ ἀγγουρίου σπέρματος, χρεία εἰς πόσιν καὶ

138

κριθοχύλου ἐν τῇ δίψῃ ὁμοῦ ὀξυμέλιτι, χρεία καὶ ψυχρῶν

139

κλυστήρων σὺν ἀλεύρῳ καὶ σακχάρει ἢ 〈ὑ〉δροσάτῳ, ὁ δὴ κάλλιον.

140

σημεῖον χολῆς μελαίνης μεθ' αἵματος μέλαν ἐναιώρημα· χρεία

141

οὖν ζουλαπίου ἀπὸ ζιζύφων καὶ λουπηναρίου βεβρεγμένων καὶ

142

ἑτέρου μετὰ σελινορρίζου καὶ λουπηναρίου καὶ ῥιζῶν ἀδιάντου

143

καὶ σακχάρεως, ὥστε ποτίζεσθαι αὐτοῦ ἐφ' ἑκάστης ἡμέρας· καὶ

144

καταπλάσματος χρεία ἐκ τοῦ ὀροβοαλεύρου καὶ ἀγριαγγουρέας.

145

σημεῖον νόσου ἥπατος καὶ στομάχου ἀπὸ ψυχρότητος καὶ ἀτονίας

146

φύσεως καὶ ἀνορεξίας καὶ προσδοκίας ὕδρωπος καθαρότης οὔρου

147

ὥσπερ ὕδωρ· χρεία οὖν ἀλοιφῆς καὶ ἐμπλάστρων θερμῶν, ἀλοιφῆς δὲ

148

σπλάγχνων ὀπομαστίχης καὶ πηγάνου καὶ λαδάνου καὶ χαμαιμηλε-

149

λαίου, μὴ μόνον δὲ σπλάγχνων, ἀλλὰ καὶ ἥπατος καὶ στομάχου·

150

χρεία καὶ συνθέσεως ἐκ ξυλοζιγγιβέρεως, καρυοφύλλου, κυμίνου,

151

καρναβαδίου, μακροπεπέρεως, στάχους, γλυκανίσου, ἀκόρου,

152

σελινοανήθου, μοσχοκαρύου, λιβυστικοῦ, κυπείρου Ἀλεξανδρείας,

153

ὥστε λειοτριβῆναι πάντα καὶ ἀναμεμίχθαι σακχάρει ὁμοῦ ῥοδο-

154

στάγματι ἐν χύτρᾳ καινῇ καὶ ἀφεψηθῆναι μετὰ μέλιτος καὶ γενέσθαι

155

κατάπλασμα κατὰ τὸν στόμαχον καὶ τὸ ἧπαρ πρωίας καὶ ἑσπέρας·

156

χρεία καὶ λούτρου συχνοῦ καὶ εὐκρατοποσίας, χρεία καὶ τῆς

157

πικρᾶς.

158

λεπτὸν οὖρον ἄπεπτον καὶ βραχεῖαν τὴν βλάβην δηλοῖ.

159

λευκὸν καὶ ὑδατῶδες οὖρον ἄπεπτον καὶ μεγάλην τὴν βλάβην δηλοῖ.

160

τὰ λεπτὰ οὖρα καὶ λευκὰ καὶ ὑδατώδη φλεγματώδους γένους

161

διάθεσιν δηλοῖ, τὰ πεταλώδη δὲ κύστεώς εἰσι γνωρίσματα, τὰ

162

σαρκώδη δὲ καὶ τὰ ἐοικότα θριξὶ τῶν νεφρῶν. τὸ ὑπόπυρρον ἢ

163

ἄγαν πυρρὸν ἐν μὲν τῇ ἀρχῇ φαινόμενον πλεονεξίαν χολῆς δηλοῖ,

164

ἐν δὲ τῇ παρακμῇ κάθαρσιν τοῦ σώματος, τὸ μηδ' ὅλως πυρρὸν

165

δηλοῖ μὴ φέρεσθαι τὴν χολὴν ἢ δι' ἔμφραξιν ἢ τῷ ἀλλαχοῦ

166

φέρεσθαι. τὸ χλωρὸν δηλοῖ ἰώδη χολὴν καὶ ἀμέτρως θερμήν.

167

τὸ μέλαν σημαίνει μελαίνης χολῆς ἐπικράτησιν, τὸ πελιδνὸν

168

νέκρωσιν· τὸ ἀφρῶδες γίνεται ἢ δι' ὑπερβάλλουσαν θερμότητα,

169

ὡς ἐπὶ τῶν λεβήτων, ἢ διὰ πνεύματος ἐπιμιξίαν, ὡς ἐπὶ

170

θαλάττης. φαίνεται ἐν τοῖς τῶν παιδίων οὔροις ὠμὸς χυμός,

171

πρῶτον μὲν δι' ἀδηφαγίαν, δεύτερον δὲ διὰ πολυφαγίαν καὶ

172

τρίτον ὅτι ἡ πέψις ἐπ' αὐτοῖς εἰς δύο μερίζεται ἐνεργείας, εἴς

173

τε τὴν τοῦ σώματος αὔξησιν καὶ εἰς τὴν τοῦ κενωθέντος ἀνα-

174

πλήρωσιν. οὖρον ἢ θολερὸν οὐρεῖται καὶ ἔξω διακρίνεται,

175

ὅπερ ἐστὶν ἐπιεικές· ἢ θολερὸν οὐρεῖται καὶ μένει τοιοῦτον,

176

καί ἐστι μέσον· δηλοῖ γὰρ ἀκμάζειν τὸν ἐν τῷ σώματι σάλον· ἢ

177

καθαρὸν μὲν οὐρεῖται, τὸ ἔξω δὲ θολοῦται, καί ἐστι

178

κάκιστον· σημαίνει γὰρ ταραχὴν ἔσεσθαι καὶ πολυχρονιότητα τοῦ

179

νοσήματος. οὖρον ὑδατῶδες καὶ λεπτὸν ταχέως ἀποκρινόμενον

180

χείριστον, καὶ τοῦτο οἱ μὲν διαβήτην ἐκάλεσαν, οἱ δὲ εἰς

181

οὖρα διάρροιαν, οἱ δὲ ὕδερον εἰς ἀμίδα. οὖρον ὑδατῶδες καὶ

182

μηκέτι ταχέως 〈ἀπο〉κρινόμενον ... 〈οὐρού〉μενον δὲ θολερὸν καὶ ἔξω διακρι-

183

νόμενον καὶ ἔχον παρυφιστάμενον νεφέλην ἢ ἐναιώρημα ἢ

184

ὑπόστασιν, οὐ κακόν· τὸ παρυφιστάμενον ἐπὶ μὲν τῶν πληθωρικῶν

185

καὶ πολυύλων σωμάτων πολὺ φαίνεται, ἐπὶ δὲ τῶν ἰσχνῶν ὀλίγον,

186

καὶ μάλιστα πολλὰ πονούντων καὶ ὀλιγοσιτούντων, ἐπὶ δὲ τῶν

187

μέσων καὶ συμμέτρων τῇ σαρκώσει σύμμετρον.

188

οὐδὲν παρυφίσταται τοῖς ἄκρως παχέσι οὔροις, διότι οὐκ

189

ἔστιν ἐν αὐτοῖς τὸ μὲν παχύτερον, τὸ δὲ λεπτότερον, ἵνα

190

διακριθῶσιν, ἀλλὰ τοῖς ἔχουσί τινα βραχεῖαν παχύτητα, ἅτινα

191

τῷ χρόνῳ διακρινόμενα ὑφιζάνει καὶ ποιεῖ τὴν ὑπόστασιν· οὔτε

192

τοῖς ἄκροις λεπτοῖς, διὰ τὴν αὐτὴν αἰτίαν. τῶν μελάνων

193

οὔρων ὀλεθριώτατον τὸ μελανθὲν οὖρον ὄλον, τοῦτ' ἔστι τὸ χῦμα

194

καὶ τὸ παρυφιστάμενον, ὀλέθριον δὲ ἁπλῶς τὸ καθ' ὑπόστασιν

195

μελανθέν, ἧττον δὲ ὀλέθριον τὸ κατὰ τὸ ἐναιώρημα, ἔτι δὲ

196

ἧττον τὸ μελανθὲν κατὰ τὴν νεφέλην. τῶν ὀλεθρίων ὑφισταμένων

197

τὰ μέν ἐστι κριμνώδη, καὶ τούτων τὰ μὲν λευκὰ σύντηξιν δηλοῖ

198

τῶν στερεῶν, τὰ δὲ μέλανα φρύξιν τοῦ αἵματος, τὰ δὲ πιτυρώδη

199

καὶ σημαίνει ἰσχυροτέραν τὴν θερμασίαν, ὅσῳ καὶ ἁδρομερέστερά

200

εἰσιν. ἐν τοῖς ὀλεθρίοις καὶ τοῖς σωτηρίοις οὔροις μᾶλλον

201

ἀσφαλὴς δήλωσις ἡ ἐκ τῆς ὑποστάσεως, ἥττων δὲ ἡ ἐκ τοῦ

202

ἐναιωρήματος, καὶ ἔτι ἥττων ἡ ἐκ τῆς νεφέλης. ἐν τοῖς

203

πεπεμμένοις οὔροις μᾶλλον πεπεμμένον τὸ ἔχον ὑπόστασιν, ἧττον

204

δὲ τὸ ἔχον νεφέλην, ἔτι δὲ ἧττον τὸ ἔχον ἐναιώρημα. τὰ

205

οὖρα τῶν ἐφημέρων πάντων πυρρά, ἀλλὰ τῶν μὲν διὰ λύπην δριμύ-

206

τερα, τῶν δὲ διὰ θυμὸν θερμότερα, τῶν δὲ διὰ πύκνωσιν ὑπόλευκα,

207

τῶν δὲ δι' ἀγρυπνίαν καὶ λύπην δριμύτερα. τὰ οὖρα ἐπὶ μὲν

208

τῶν ἀφεμερινῶν λεπτὰ καὶ λευκὰ ἢ ἐρυθρὰ ἢ παχέα ἢ θολερά, ἐπὶ

209

δὲ τῶν τριταίων πυρρὰ ἢ ὑπόπυρρα, ἐπὶ δὲ τῶν τεταρταίων

210

πολυειδῆ καὶ ἄπεπτα.