Ἐπιγράμματα
Author namesCallimaque · Callimachus · Καλλιμαχος
- Scientific editors
- Ulrich von Wilamowitz-Moellendorff
- Edition reference
- Callimachi Hymni et Epigrammata · Berlin · Weidmann · 1897
- CTS identifier
urn:cts:greekLit:tlg0533.tlg003.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Epigram 1
1ξεῖνος Ἀταρνείτης τις ἀνήρετο Πιττακὸν οὕτω
2τὸν Μυτιληναῖον, παῖδα τὸν Ὑρράδιον·
3ἄττα γέρον, δοιός με καλεῖ γάμος· ἡ μία μὲν δή
4νύμφη καὶ πλούτωι καὶ γενεῆι κατʼ ἐμέ,
5ἡ δʼ ἑτέρη προβέβηκε· τί λώιον; εἰ δʼ ἄγε σύμ μοι
6βούλευσον, ποτέρην εἰς ὑμέναιον ἄγω.
7εἶπεν· ὁ δὲ σκίπωνα, γεροντικὸν ὅπλον, ἀείρας,
8ἠνίδε, κεῖνοί τοι πᾶν ἐρέουσιν ἔπος.
9οἳ δʼ ἄρʼ ὑπὸ πληγῆισι θοὰς βέμβικας ἔχοντες
10ἔστρεφον εὐρείηι παῖδες ἐνὶ τριόδωι.
11κείνων ἔρχεο φησὶ μετʼ ἴχνια. χὠ μὲν ἐπέστη
12πλησίον· οἳ δʼ ἔλεγον· τὴν κατὰ σαυτὸν ἔλα.
13ταῦτʼ ἀίων δ̔ ξεῖνος ἒφείσατο μείζονος οἴκου
14δράξασθαι παίδων κληδόνι συνθέμενος.
15τὴν δʼ ὀλίγην ὡς κεῖνος ἐς οἰκίον ἤγετο νύμφην,
16οὕτω καὶ σύ, Δίων, τὴν κατὰ σαυτὸν ἔλα.
Epigram 2
1εἶπέ τις Ἡράκλειτε τεὸν μόρον, ἐς δέ με δάκρυ
2ἤγαγεν, ἐμνήσθην δʼ ὁσσάκις ἀμφότεροι
3ἥλιον ἐν λέσχηι κατεδύσαμεν· ἀλ̀λὰ σὺ μέν που
4ξεῖνʼ ʼΑλικαρνησεῦ τετράπαλαι σποδιή·
5αἱ δὲ τεαὶ ζώουσιν ἀηδόνες, ἧισιν ὁ πάντων
6ἁρπακτὴς Ἀίδης οὐκ ἐπὶ χεῖρα βαλεῖ.
Epigram 4
1Τίμων, οὐ γὰρ ἔτʼ ἐσσί, τί τοι, σκότος ἢ φάος ἐχθρόν;
2τὸ σκότος· ὑμέων γὰρ πλείονες εἰν Ἀίδηι.
Epigram 5
1κόγχος ἐγὼ Ζεφυρῖτι πάλαι τέρας· ἀλλὰ σὺ νῦν με
2Κύπρι Σεληναίης ἄνθεμα πρῶτον ἔχεις,
3ναυτίλος ὃς πελάγεσσιν ἐπέπλεον, εἰ μὲν ἀῆται,
4τείνας οἰκείων λαῖφος ἀπὸ προτόνων,
5εἰ δὲ Γαληναίη, λιπαρὴ θεός, οὖλος ἐρέσσων
6ποσσί νιν, ὥστʼ ἔργωι τοὔνομα συμφέρεται,
7ἔστʼ ἔπεσον παρὰ θῖνας Ἰουλίδας, ὄφρα γένωμαι
8σοὶ τὸ περίσκεπτον παίγνιον, Ἀρσινόη,
9μηδέ μοι ἐν θαλάμηισιν ἔθʼ ὡς πάρος, εἰμὶ γὰρ ἄπνους,
10τίκτηται νοτερῆισʼ ὤεον ἁλκυονίς.
11Κλεινίου ἀλλὰ θυγατρὶ δίδου χάριν, οἶδε γὰρ ἐσθλά
12ῥέζειν καὶ Σμύρνης ἐστὶν ἀπʼ Αἰολίδος.
Epigram 6
1τοῦ Σαμίου πόνος εἰμὶ δόμωι ποτὲ θεῖον ἀοιδόν·
2δεξαμένου, κλείω δʼ Εὔρυτον, ὅσσʼ ἔπαθεν,
3καὶ ξανθὴν Ἰόλειαν, Ὁμήρειον δὲ καλεῦμαι
4γράμμα· Κρεωφύλωι, Ζεῦ φίλε, τοῦτο μέγα.
Epigram 7
1ἦλθε Θεαίτητος καθαρὴν ὁδόν. εἰ δʼ ἐπὶ κισσόν
2τὸν τεὸν οὐχ αὕτη, Βάκχε, κέλευθος ἄγει·
3ἄλλων μὲν κήρυκες ἐπὶ βραχὺν οὔνομα καιρόν
4φθέγξονται, κείνου δʼ Ἑλλὰς ἀεὶ σοφίην.
Epigram 8
1μικρή τις Διόνυσε καλὰ πρήσσοντι ποιητῆι
2ῥῆσις· ὃ μὲν νικῶ φησὶ τὸ μακρότατον,
3ὧι δὲ σὺ μὴ πνεύσηις ἐπιδέξιος, ἤν τις ἔρηται
4πῶς ἔβαλες; φησί σκληρὰ τὰ γιγνόμενα.
5τῶι μερμηρίξαντι τὰ μἤ̀ νδικα τοῦτο γένοιτο
6τοὖπος· ἐμοὶ δʼ, ὦναξ, ἡ βραχυσυλλαβίη.
Epigram 9
1Τῆιδε Σάων ὁ Δίκωνος Ἀκάνθιος ἱερὸν ὕπνον
2κοιμᾶται· θνήισκειν μὴ λέγε τοὺς ἀγαθούς.
Epigram 10
1Ἡν δίζηι Τίμαρχον ἐν Ἄιδος, ὄφρα πύθηαι
2ἤ τι περὶ ψυχῆς ἢ πάλι πῶς ἔσεαι,
3δίζησθαι φυλῆς Πτολεμαίδος υἱέα πατρός
4Παυσανίου· δήεις δʼ αὐτὸν ἐν εὐσεβέων.
Epigram 11
1σύντομος ἦν ὁ ξεῖνος, ὃ καὶ στίχος οὐ μακρὰ λέξων
2Θῆρις Ἀρισταίου Κρής ἐπʼ ἐμοὶ δολιχός.
Epigram 12
1Κύζικον ἢν ἔλθηις, ὀλίγος πόνος Ἱππακὸν εὑρεῖν
2καὶ Διδύμην· ἀφανὴς οὔ τι γὰρ ἡ γενεή.
3καί σφιν ἀνιηρὸν μὲν ἐρεῖς ἔπος, ἔμπα δὲ λέξαι
4τοῦθʼ, ὅτι τὸν κείνων ὧδʼ ἐπέχω Κριτίην.
Epigram 13
1ʼΗ ῥʼ ὑπὸ σοὶ Χαρίδας ἀναπαύεται; εἰ τὸν Ἀρίμμα
2τοῦ Κυρηναίου παῖδα λέγεις, ὑπʼ ἐμοί.
3ὦ Χαρίδα, τί τὰ νέρθε; πολὺ σκότος. αἱ δʼ ἄνοδοι τί;
4ψεῦδος. ὁ δὲ Πλούτων; μῦθος. ἀπωλόμεθα.
5οὗτος ἐμὸς λόγος ὔμμιν ἀληθινός· εἰ δὲ τὸν ἡδύν
6βούλει, Πελλαίου βοῦς μέγας εἰν Ἀίδηι.
Epigram 14
1δαίμονα τίς δʼ εὖ οἶδε τὸν Αὔριον; ἁνίκα καὶ δέ
2Χάρμι τὸν ὀφθαλμοῖς χθιζὸν ἐν ἁμετέροις
3τᾶι ἑτέραι κλαύσαντες ἐθάπτομεν· οὐδὲν ἐκείνου
4εἶδε πατὴρ Διοφῶν χρῆμʼ ἀνιαρότερον.
Epigram 15
1Τιμονόη. τίς δʼ ἐσσί; μὰ δαίμονας, οὔ σʼ ἂν ἐπέγνων,
2εἰ μὴ Τιμοθέου πατρὸς ἐπῆν ὄνομα
3στήληι καὶ Μήθυμνα, τεὴ πόλις. ἦ μέγα φημί
4χῆρον ἀνιᾶσθαι σὸν πόσιν Εὐθυμένη.
Epigram 16
1Κρηθίδα τὴν πολύμυθον ἐπισταμένην καλὰ παίζειν
2δίζηνται Σαμίων πολλάκι θυγατέρες,
3ἡδίστην συνέριθον ἀεὶ λάλον· ἣ δʼ ἀποβρίζει
4ἐνθάδε τὸν πάσαις ὕπνον ὀφειλόμενον.
Epigram 17
1ὤφελε μηδʼ ἐγένοντο θοαὶ νέες· οὐ γὰρ ἂν ἡμεῖς
2παῖδα Διοκλείδου Σώπολιν ἐστένομεν.
3νῦν δʼ ὃ μὲν εἰν ἁλί που φέρεται νέκυς, ἀντὶ δʼ ἐκείνου
4οὔνομα καὶ κενεὸν σῆμα παρερχόμεθα.
Epigram 18
1Νάξιος οὐκ ἐπὶ γῆς ἔθανεν Λύκος, ἀλλʼ ἐνὶ πόντωι
2ναῦν ἅμα καὶ ψυχὴν εἶδεν ἀπολλυμένην,
3ἔμπορος Αἰγίνηθεν ὅτʼ ἔπλεε. χὢ μὲν ἐν ὑγρῆι
4νεκρός, ἐγὼ δʼ ἄλλως οὔνομα τύμβος ἔχων
5κηρύσσω πανάληθες ἔπος τόδε φεῦγε θαλάσσηι
6συμμίσγειν ἐρίφων ναυτίλε δυομένων.
Epigram 19
1Δωδεκέτη τὸν παῖδα πατὴρ ἀπέθηκε Φίλιππος
2ἐνθάδε τὴν πολλὴν ἐλπίδα Νικοτέλην.
Epigram 20
1Ἠῶιοι Μελάνιππον ἐθάπτομεν, ἠελίου δέ
2δυομένου Βασιλὼ κάτθανε παρθενική
3αὐτοχερί· ζώειν γὰρ ἀδελφεὸν ἐν πυρὶ θεῖσα
4οὐκ ἔτλη. δίδυμον δʼ οἶκος ἐπεῖδε κακόν
5πατρὸς Ἀριστίπποιο, κατήφησεν δὲ Κυρήνη
6πᾶσα τὸν εὔτεκνον χῆρον ἰδοῦσα δόμον.
Epigram 21
1Όστις ἐμὸν παρὰ σῆμα φέρεις πόδα, Καλλιμάχου με
2ἴσθι Κυρηναίου παῖδά τε καὶ γενετήν.
3εἰδείης δʼ ἄμφω κεν· ὃ μέν κοτε πατρίδος ὅπλων
4ἦρξεν, ὃ δʼ ἤεισεν κρέσσονα βασκανίης·
5οὐ νέμεσις· Μοῦσαι γὰρ ὅσους ἴδον ὄμματι παῖδας
6μὴ λοξῶι, πολιοὺς οὐκ ἀπέθεντο φίλους.
Epigram 22
1Ἀστακίδην τὸν Κρῆτα τὸν αἰπόλον ἥρπασε Νύμφη
2ἐξ ὄρεος, καὶ νῦν ἱερὸς Ἀστακίδης.
3οὐκέτι Δικταίηισιν ὑπὸ δρυσίν, οὐκέτι Δάφνιν
4ποιμένες, Ἀστακίδην δʼ αἰὲν ἀεισόμεθα.
Epigram 23
1εἴπας Ἥλιε χαῖρε Κλεόμβροτος Ὡμβρακιώτης
2ἥλατʼ ἀφʼ ὑψηλοῦ τείχεος εἰς Ἀίδην,
3ἄξιον οὐδὲν ἰδὼν θανάτου κακόν, ἀλλὰ Πλάτωνος
4ἓν τὸ περὶ ψυχῆς γράμμʼ ἀναλεξάμενος.
Epigram 24
1Ήρως Αἰετίωνος ἐπίσταθμος Ἀμφιπολίτεω
2ἵδρυμαι μικρῶι μικρὸς ἐπὶ προθύρωι
3λοξὸν ὄφιν καὶ μοῦνον ἔχων ξίφος· ἀνδρὶ † ιπειωι
4θυμωθεὶς πεζὸν κἀμὲ παρωικίσατο.
Epigram 25
1ὤμοσε Καλλίγνωτος Ἰωνίδι μήποτʼ ἐκείνης
2ἕξειν μήτε φίλον κρέσσονα μήτε φίλην.
3ὤμοσεν· ἀλλὰ λέγουσιν ἀληθέα τοὺς ἐν ἔρωτι
4ὅρκους μὴ δύνειν οὔατʼ ἐς ἀθανάτων.
5νῦν δʼ ὃ μὲν ἀρσενικῶι θέρεται πυρί· τῆς δὲ ταλαίνης
6νύμφης ὡς Μεγαρέων οὐ λόγος οὐδʼ ἀριθμός.
Epigram 26
1εἶχον ἀπὸ σμικρῶν ὀλίγον βίον οὔτε τι δεινόν
2ῥέζων οὔτʼ ἀδικέων οὐδένα. γαῖα φίλη,
3Μικύλος εἴ τι πονηρὸν ἐπήινεσα, μήτε σὺ κούφη
4γίνεο μήθʼ ἵλεω δαίμονες οἵ μʼ ἔχετε.
Epigram 27
1Ἡσιόδου τό τʼ ἄεισμα καὶ ὁ τρόπος· οὐ τὸν ἀοιδόν
2ἔσχατον, ἀλλʼ ὀκνέω μὴ τὸ μελιχρότατον
3τῶν ἐπέων ὁ Σολεὺς ἀπεμάξατο· χαίρετε λεπταί
4ῥήσιες, Ἀρήτου σύμβολον ἀγρυπνίης.
Epigram 28
1ἐχθαίρω τὸ ποίημα τὸ κυκλικόν, οὐδὲ κελεύθωι
2χαίρω τίς πολλοὺς ὧδε καὶ ὧδε φέρει,
3μισέω καὶ περίφοιτον ἐρώμενον, οὐδʼ ἀπὸ κρήνης
4πίνω· σικχαίνω πάντα τὰ δημόσια.
5Λυσανίη σὺ δὲ ναιχὶ καλὸς καλός — ἀλλὰ πρὶν εἰπεῖν
6τοῦτο σαφῶς, Ἠχώ φησί τις ἄλλος ἔχει.
Epigram 29
1ἔγχει καὶ πάλιν εἰπὲ Διοκλέος. οὐδʼ Ἀχελῶιος
2κείνου τῶν ἱερῶν αἰσθάνεται κυάθων.
3καλὸς ὁ παῖς Ἀχελῶιε λίην καλός, εἰ δέ τις οὐχί
4φησίν — ἐπισταίμην μοῦνος ἐγὼ τὰ καλά.
Epigram 30
1Θεσσαλικὲ Κλεόνικε τάλαν, τάλαν, οὐ μὰ τὸν ὀξύν
2ἥλιον, οὐκ ἔγνων· σχέτλιε ποῦ γέγονας;
3ὀστέα σοὶ καὶ μοῦνον ἔτι τρίχες· ἦ ῥά σε δαίμων
4οὑμὸς ἔχει, χαλεπῆι δʼ ἤντεο θευμορίηι;
5ἔγνων̀· Εὐξίθεός σε συνήρπασε, καὶ σὺ γὰρ ἐλθών
6τὸν καλόν, ὦ μοχθήρʼ, ἔβλεπες ἀμφοτέροις.
Epigram 31
1Ὡγρευτὴς Ἐπίκυδες ἐν οὔρεσι πάντα λαγωόν
2διφᾶι καὶ πάσης ἴχνια δορκαλίδος
3στείβηι καὶ νιφετῶι κεχαρημένος, ἢν δέ τις εἴπηι
4τῆ, τόδε βέβληται θηρίον οὐκ ἔλαβεν.
5χοὐμὸς ἔρως τοιόσδε· τὰ γὰρ φεύγοντα διώκειν
6οἶδε, τὰ δʼ ἐν μέσσωι κείμενα παρπέτεται.
Epigram 32
1οἶδʼ ὅτι μου πλούτου κενεαὶ χέρες, ἀλλὰ Μένιππε
2μὴ λέγε πρὸς Χαρίτων τοὐμὸν ὄνειρον ἐμοί.
3ἀλγέω τὴν διὰ παντὸς ἔπος τόδε πικρὸν ἀκούων·
4ναὶ φίλε, τῶν παρὰ σοῦ τοῦτʼ ἀνεραστότατον.
Epigram 33
1Ἄρτεμι τὶν τόδʼ ἄγαλμα Φιληρατὶς εἵσατο τῆιδε·
2ἀλλὰ σὺ μὲν δέξαι πότνια, τὴν δὲ σάω.
Epigram 34
1τίν με λεοντάγχʼ ὦνα συοκτόνε φήγινον ὄζον
2θῆκε τίς; Ἀρχῖνος ποῖος; ὁ Κρής δέχομαι.
Epigram 35
1Βαττιάδεω παρὰ σῆμα φέρεις πόδας εὖ μὲν ἀοιδήν
2εἰδότος, εὖ δʼ οἴνωι καίρια συγγελάσαι.
Epigram 37
1ὁ Λύκτιος Μενοίτας
2τὰ τόξα ταῦτʼ ἐπειπών
3ἔθηκε τῆ, κέρας τοι
4δίδωμι καὶ φαρέτρην
5Σάραπι· τοὺς δʼ ὀιστούς
6ἔχουσιν ʼΕσπερῖται.
Epigram 38
1τὰ δῶρα τἀφροδίτηι
2Σῖμον ἡ περίφοιτος, εἰκόνʼ αὑτῆς,
3ἔθηκε, τήν τε μίτρην
4† ἡμᾶς τοὺς ἐφίλησε τόν τε πᾶνα
5† καὶ τοὺς αὐτοὺς ὁρῆι τάλαινα θάρσους.
Epigram 39
1Δήμητρι τῆι Πυλαίηι,
2τῆι τοῦτον οὑκ Πελασγῶν
3Ἀκρίσιος τὸν νηὸν ἐδείματο, ταῦθʼ ὁ Ναυκρατίτης
4καὶ τῆι κάτω θυγατρί
5rend="displayNumAndIndent" n="5"/>τὰ δῶρα Τιμόδημος
6εἵσατο τῶν κερδέων δεκατεύματα· καὶ γὰρ εὔξαθʼ οὕτως.
Epigram 40
1Ἱερέη Δήμητρος ἐγώ ποτε καὶ πάλιν Καβείρων,
2ὦνερ, καὶ μετέπειτα Δινδυμήνης
3ἡ γρῆυς γενόμην, ἡ νῦν κόνις, ἡ Νο
4πολλῶν προστασίη νέων γυναικῶν.
5καί μοι τέχνʼ ἐγένοντο δύʼ ἄρσενα, κἠπέμυσʼ ἐκείνων
6εὐγήρως ἐνὶ χερσίν· ἕρπε χαίρων.
Epigram 41
1ἥμισύ μευ ψυχῆς ἔτι τὸ πνέον, ἥμισυ δʼ οὐκ οἶδʼ
2εἴτʼ Ἔρος εἴτʼ Ἀίδης ἥρπασε, πλὴν ἀφανές.
3ἦ ῥά τινʼ ἐς παίδων πάλιν ὤιχετο; καὶ μὲν ἀπεῖπον
4πολλάκι τὴν δρῆστιν μὴ ὑποδέχεσθε νέοι.
5† ουκισυνιφησον· ἐκεῖσε γὰρ ἡ λιθόλευστος
6κείνη καὶ δύσερως οἶδʼ ὅτι που στρέφεται.
Epigram 42
1εἰ μὲν ἑκὼν Ἀρχῖνʼ ἐπεκώμασα, μυρία μέμφου,
2εἰ δʼ ἄκων ἥκω, τὴν προπέτειαν ἔα.
3Ακρητος καὶ Ἔρως μʼ ἠνάγκασαν, ὧν ὃ μὲν αὐτῶν
4εἷλκεν, ὃ δʼ οὐκ εἴα τὴν προπέτειαν ἐᾶν.
5ἐλθὼν δʼ οὐκ ἐβόησα, τίς ἢ τίνος, ἀλλʼ ἐφίλησα
6τὴν φλιήν· εἰ τοῦτʼ ἔστʼ ἀδίκημʼ, ἀδικέω.
Epigram 43
1έλκος ἔχων ὁ ξεῖνος ἐλάνθανεν· ὡς ἀνιηρόν
2πνεῦμα διὰ στηθέων (εἶδες;) ἀνηγάγετο,
3τὸ τρίτον ἡνίκʼ ἔπινε, τὰ δὲ ῥόδα φυλλοβολεῦντα
4τὠνδρὸς ἀπὸ στεφάνων πάντʼ ἐγένοντο χαμαί·
5ὤπτηται μέγα δή τι· μὰ δαίμονας οὐκ ἀπὸ ῥυσμοῦ
6εἰκάζω, φωρὸς δʼ ἴχνια φὼρ ἔμαθον.
Epigram 44
1ἔστι τι ναὶ τὸν Πᾶνα κεκρυμμένον, ἔστι τι ταύτηι
2ναὶ μὰ Διώνυσον πῦρ ὑπὸ τῆι σποδίηι·
3οὐ θαρσέω· μὴ δή με περίπλεκε. πολλάκι λήθει
4τοῖχον ὑποτρώγων ἡσύχιος ποταμός·
5τῶι καὶ νῦν δείδοικα, Μενέξενε, μή με παρεισδύς
6οὗτος † ὁσειγαρνης εἰς τὸν ἔρωτα βάληι.
Epigram 45
1Ληφθήσει, περίφευγε Μενέκρατες εἶπα Πανήμου
2εἰκάδι, καὶ Λώιου τῆι τίνι; τῆι δεκάτηι
3ἦλθεν ὁ βοῦς ὑπʼ ἄροτρον ἑκούσιος. εὖ γʼ, ἐμὸς Ἑρμῆς,
4εὖ γʼ, ἐμός· οὐ παρὰ τὰς εἴκοσι μεμφόμεθα.
Epigram 46
1ως ἀγαθὰν Πολύφαμος ἀνεύρετο τὰν ἐπαοιδάν
2τὠραμένωι· ναὶ Γᾶν, οὐκ ἀμαθὴς ὁ Κύκλωψ·
3αἱ Μοῦσαι τὸν ἔρωτα κατισχαίνοντι Φίλιππε·
4ἦ πανακὲς πάντων φάρμακον ἁ σοφία.
5τοῦτο, δοκέω, χἀ λιμὸς ἔχει μό͂νον ἐς τὰ πονηρά
6τὠγαθόν· ἐκκόπτει τὰν φιλόπαιδα νόσον.
7ἔσθʼ ἁμὶν † χἀκαστὰς ἀφείδεα ποττὸν Ἔρωτα
8τοῦτʼ εἶπαι κείρευ τὰ πτερὰ παιδάριον,
9οὐδʼ ὅσον ἀττάραγόν τυ δεδοίκαμες· αἱ γὰρ ἐπωιδαί
10οἴκοι τῶ χαλεπῶ τραύματος ἀμφότεραι.
Epigram 47
1τὴν ἁλίην Εὔδημος, ἀφʼ ἧς ἅλα λιτὸν ἐπέσθων
2χειμῶνας μεγάλους ἐξέφυγεν δανέων,
3θῆκε θεοῖς Σαμόθρηιξι λέγων ὅτι τήνδε κατʼ εὐχήν,
4ὦ μεγάλοι, σωθεὶς ἐξ ἁλὸς ὧδʼ ἔθετο.
Epigram 48
1Εὐμαθίην ἠιτεῖτο διδοὺς ἐμὲ Σῖμος ὁ Μίκκου
2ταῖς Μούσαις· αἳ δὲ Γλαῦκος ὅκως ἔδοσαν
3ἀντʼ ὀλίγου μέγα δῶρον. ἐγὼ δʼ ἀνὰ τῆιδε κεχηνώς
4κεῖμαι τοῦ Σαμίου διπλόον ὁ τραγικός
5παιδαρίων Διόνυσος ἐπήκοος· οἳ δὲ λέγουσιν
6ἱερὸς δ̔ πλόκαμος τοὐμὸν ὄνειαρ ἐμοί.
Epigram 49
1τῆς Ἀγοράνακτός με λέγε ξένε κωμικὸν ὄντως
2ἀγκεῖσθαι νίκης μάρτυρα τοῦ Ῥοδίου
3Πάμφιλον, οὐ μὲν ἔρωτι δεδαγμένον, ἥμισυ δʼ ὀπτῆι
4ἰσχάδι καὶ λύχνοις Ἴσιδος εἰδόμενον.
Epigram 50
1τὴν Φρυγίην Αἴσχρην, ἀγαθὸν γάλα, πᾶσιν ἐν ἐσθλοῖς
2Μίκκος καὶ ζωὴν οὖσαν ἐγηροκόμει
3καὶ φθιμένην ἀνέθηκεν, ἐπεσσομένοισιν ὁρᾶσθαι,
4ἡ γρῆυς μαστῶν ὡς ἀπέχει χάριτας.
Epigram 51
1τέσσαρες αἱ Χάριτες, ποτὶ γὰρ μία ταῖς τρισὶ τήναις
2ἄρτι ποτεπλάσθη κἤτι μύροισι νοτεῖ.
3εὐαίων ἐν πᾶσιν ἀρίζαλος Βερενίκα,
4ἇς ἄτερ οὐδʼ αὐταὶ ταὶ Χάριτες Χάριτες.
Epigram 52
1τὸν τὸ καλὸν μελανεῦντα Θεόκριτον, εἰ μὲν ἔμʼ ἔχθει,
2τετράκι μισοίης, εἰ δὲ φιλεῖ, φιλέοις·
3ναιχὶ πρὸς εὐχαίτεω Γανυμήδεος, οὐράνιε Ζεῦ·
4καὶ σύ ποτʼ ἠράσθης — οὐκέτι μακρὰ λέγω.
Epigram 53
1καὶ πάλιν Εἰλήθυια Λυκαινίδος ἐλθὲ καλεύσης
2εὔλοχος ὠδίνων ὧδε σὺν εὐτοκίηι,
3ὡς τόδε νῦν μέν, ἄνασσα, κόρης ὕπερ, ἀντὶ δὲ παιδός
4ὕστερον εὐώδης ἄλλο τι νηὸς ἔχοι.
Epigram 54
1τὸ χρέος ὡς ἀπέχεις Ἀσκλήπιε, τὸ πρὸ γυναικός
2Δημοδίκης Ἀκέσων ὤφελεν εὐξάμενος,
3γινώσκειν, ἤν δʼ ἆρα λάθηι καί † μιν ἀπαιτῆις,
4φησὶ παρέξεσθαι μαετυρίην ὁ πίναξ.
Epigram 55
1τῶι με Κανωπίται Καλλίστιον εἴκοσι μύξαις
2πλούσιον ἁ Κριτίου λύχνον ἔθηκε θεῶι
3εὐξαμένα περὶ παιδὸς Ἀπελλίδος· ἐς δʼ ἐμὰ φέγγη
4ἀθρήσας φάσεις Ἕσπερε πῶς ἔπεσες.
Epigram 56
1φησὶν ὅ με στήσας Εὐαίνετος (οὐ γὰρ ἔγωγε
2γινώσκω) νίκης ἀννί με τῆς ἰδίης
3ἀγκεῖσθαι χάλκειον ἀλέκτορα Τυνδαρίδηισι·
4πιστεύω Φαίδρου παιδὶ Φιλοξενίδεω.
Epigram 57
1Ἰναχίης ἕστηκεν ἐν Ἴσιδος ἡ Θάλεω παῖς
2Αἰσχυλὶς Εἰρήνης μητρὸς ὑποσχεσίηι.
Epigram 58
1τίς, ξένος ὦ ναυηγέ; Λεόντιχος ἐνθ·άδε νεκρόν
2εὗρέ σʼ ἐπʼ αἰγιαλοῦ χῶσέ τε τῶιδε τάφωι
3δακρύσας ἐπίκηρον ἑὸν βίον· οὐδὲ γὰρ αὐτός
4ἥσυχον, αἰθυίηι δʼ ἶσα θαλασσοπορεῖ.
Epigram 59
1εὐδαίμων ὅτι τἄλλα μανεὶς ὡρχαῖος Ὀρέστας,
2† λευκαρετανμαν οὐκ ἐμάνη μανίαν
3οὐδʼ ἔλαβʼ ἐξέτασιν τῶ Φωκέος ἅτις ἐλέγχει
4τὸν φίλον, † ἀλλαιχʼ ἓν δρᾶμʼ ἐδίδαξε μόνον·
5ἦ τάχα κα τὸν ἑταῖρον ἀπώλεσε τοῦτο ποήσας —
6κἠγὼ τὼς πολλὼς οὐκέτʼ ἔχω Πυλάδας.
Epigram 60
1οἵτινες Ἀλείοιο παρέρπετε σῆμα Κίμωνος,
2ἴστε τὸν Ἱππαίου παῖδα παρερχόμενοι.
Epigram 61
1Αἴνιε, καὶ σὺ γὰρ ὧδε, Μενέκρατες, οὐκ ἐπὶ πουλύ
2ἦσθα· τί δέ, ξείνων λῶιστε, κατειργάσατο;
3ἦ ῥα τὸ καὶ Κένταυρον; ὅ μοι πεπρωμένος ὕπνος
4ἦλθεν, ὁ δὲ τλήμων οἶνος ἔχει πρόφασιν.
Epigram 62
1Κυνθιάδες θαρσεῖτε, τὰ γὰρ τοῦ Κρητὸς Ἐχέμμα
2κεῖται ἐν Ὀρτυγίηι τόξα παρʼ Ἀρτέμιδι,
3οἷς ὑμέων ἐκένωσεν ὄρος μέγα· νῦν δὲ πέπαυται,
4αἶγες, ἐπεὶ σπονδὰς ἡ θεὸς εἰργάσατο.
Epigram 63
1οὕτως ὑπνώσαις Κωνώπιον, ὡς ἐμὲ ποιεῖς
2κοιμᾶσθαι ψυχροῖς τοῖσδε παρὰ προθύροις.
3οὕτως ὑπνώσαις ἀδικωτάτη, ὡς τὸν ἐραστήν
4κοιμίζεις, ἐλέου δʼ οὐδʼ ὄναρ ἠντίασας.
5γείτονες οἰκτείρουσι, σὺ δʼ οὐδʼ ὄναρ. ἡ πολιὴ δέ
6αὐτίκʼ ἀναμνήσει ταῦτά σε πάντα κόμη.