The Greek Library Author

Callimachus

Ἐπιγράμματα

Author namesCallimaque · Callimachus · Καλλιμαχος

Scientific editors
A. W. Mair
Edition reference
Callimachus and Lycophron; Aratus · London · William Heinemann · 1921
CTS identifier
urn:cts:greekLit:tlg0533.tlg004.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Epigram 1

1ξεῖνος Ἀταρνείτης τις ἀνείρετο Πιττακὸν οὕτω

2τὸν Μυτιληναῖον, παῖδα τὸν Ὑρράδιον Ὑρράδιον Schneider; Ὑρραδίου.

3ἄττα γέρον, δοιός με καλεῖ γάμος· ἡ μία μὲν δὴ

4νύμφη καὶ πλούτῳ καὶ γενεῇ κατʼ ἐμέ,

5ἡ δʼ ἑτέρη προβέβηκε· τί λώιον; εἰ δʼ ἄγε σύμ μοι

6βούλευσον, ποτέρην εἰς ὑμέναιον ἄγω.

7εἶπεν· ὁ δέ σκίπωνα, γεροντικὸν ὅπλον, ἀείρας,

8ἠνίδε, κεῖνοί σοι πᾶν ἐρέουσιν ἔπος.

9οἱ δʼ ἄρʼ ὑπὸ πληγῇσι θοὰς βέμβικας ἔχοντες

10ἔστρεφον εὐρείῃ παῖδες ἐνὶ τριόδῳ.

11κείνων ἔρχεο, φησί, μετʼ ἴχνια. χὡ μὲν ἐπέστη

12πλησίον· οἱ δʼ ἔλεγον· τὴν κατὰ σαυτὸν ἔλα.

13ταῦτʼ ἀίων ὁ ξεῖνος· ἐφείσατο μείζονος οἴκου

14δράξασθαι, παίδων κληδόνα κληδόνι Diog. συνθέμενος,

15τὴν δʼ ὀλίγην ὡς κεῖνος ἐς οἰκίον ἤγετο νύμφην.

16οὕτω καὶ σύ γʼ ἰὼν γ’ ἰὼν A.P.; Δίων Diog. τὴν κατὰ σαυτὸν ἔλα.

A.P. vii. 89, Diog. Laert. i. 79 f.

Epigram 2

1εἶπέ τις, Ἡράκλειτε, τεὸν μόρον, ἐς δέ με δάκρυ

2ἤγαγεν, ἐμνήσθην δʼ ὁσσάκις ἀμφότεροι

3ἥλιον ἐν λέσχῃ κατεδύσαμεν· ἀλλὰ σὺ μέν που,

4ξεῖνʼ Ἁλικαρνησεῦ, τετράπαλαι σποδιή·

5αἱ δὲ τεαὶ ζώουσιν ἀηδόνες, ᾗσιν ὁ πάντων

6ἁρπακτὴς Ἀίδης οὐκ ἐπὶ χεῖρα βαλεῖ.

A.P. vii. 80, Diog. Laert. ix. 17.

Epigram 3

1[Ὀξεῖαι πάντῃ περὶ τὸν τάφον εἰσὶν ἄκανθαι

2καὶ σκόλοπες· βλάψεις τοὺς πόδας, ἢν προσίῃς·]

3Τίμων μισάνθρωπος ἐνοικέω. ἀλλὰ πάρελθε

4οἰμώζειν εἴπας πολλά, πάρελθε μόνον.

Epigram 4

1μὴ χαίρειν εἵπῃς με, κακὸν κέαρ, ἀλλὰ πάρελθε·

2ἶσον ἐμοὶ χαίρειν ἐστὶ τὸ μὴ σὲ γελᾶν. γελᾶν MSS.; πελᾶν Jacobs.

A.P. vii. 318.

Epigram 5

1Τίμων, οὐ γὰρ ἔτʼ ἐσσί, τί τοι, σκότος ἢ φάος

2ἐχθρόν;

3τὸ σκότος· ὑμέων γὰρ πλείονες εἰν Ἀίδῃ.

A.P. vii. 317.

Epigram 6

1κόγχος ἐγώ, Ζεφυρῖτι, παλαίτερος πάλαι τέρας Schneider. ἀλλὰ σὺ νῦν με,

2Κύπρι, Σεληναίης ἄνθεμα πρῶτον ἔχεις,

3ναυτίλος ναυτίλον; corr. Kaibel. ὃς πελάγεσσιν ἐπέπλεον, εἰ μὲν ἀῆται,

4τείνας οἰκείων λαῖφος ἀπὸ προτόνων,

5εἰ δὲ Γαληναίη, λιπαρὴ θεός, οὖλος ἐρέσσων,

6ποσσί νί??ν ποσσὶν ἵνʼ; corr. Hermann., ὥστʼ ἔργῳ τοὔνομα συμφέρεται,

7ἔστʼ ἔπεσον παρὰ θῖνας Ἰουλίδας, ὄφρα γένωμαι

8σοὶ τὸ περίσκεπτον παίγνιον, Ἀρσινόη,

9μηδέ μοι ἐν θαλάμῃσιν ἔθʼ ὡς πάρος, εἰμί γὰρ ἄπνους,

10τίκτηται νοτερῆς νοτερῇσʼ... ἁλκυονίς Kaibel. ὤεον ἁλκυόνης.

11Κλεινίου ἀλλὰ θυγατρὶ δίδου χάριν. οἶδε γὰρ ἐσθλὰ

12ῥέζειν καὶ Σμύρνης ἐστὶν ἀπʼ Αἰολίδος.

Athen. vii. 318.

Epigram 7

1τοῦ Σαμίου Τοῦ Σαμίου Strabo; Κρεωφύλου schol. Dion. Thrac. And Sext. Emp. πόνος εἰμὶ δόμῳ ποτὲ θεῖον ἀοιδὸν ἀοιδὸν Sext. Emp.; Ομηρον Strabo.

2δεξαμένου, κλείω κλείω Sext. Emp.; κλαίω Strabo. δʼ Εὔρυτον, ὅσσʼ ἔπαθεν,

3καὶ ξανθὴν Ἰόλειαν, Ὁμήρειον δὲ καλεῦμαι

4γράμμα· Κρεωφύλῳ, Ζεῦ φίλε, τοῦτο μέγα.

Strabo xiv. 638, Sext. Emp. Adv. Math. p. 609, schol. Dion. Thrac. p. 163 (except the last four words).

Epigram 8

1στήλην μητρυιῆς, μικρὰν μιαρὰν Bentley, but cf. Suid. s.v. κυνήγιον· ... εἶδεν ἐκεῖσε στήλην μικρὰν τῷ μήκει καὶ πλατεῖαν καὶ παχεῖαν πάνυ ... παρευθὺ πεσεῖν τὴν στήλην ἐκ τοῦ ἐκεῖσε ὕψους καὶ κροῦσαι τὸν Ἱμέριον καὶ θανατῶσαι. λίθον, ἔστεφε κοῦρος,

2ὡς βίον ἠλλάχθαι καὶ τρόπον οἰόμενος·

3ἡ δὲ τάφῳ κλινθέντα κατέκτανε παῖδα πεσοῦσα·

4φεύγετε μητρυιῆς καὶ τάφον οἱ πρόγονοι.

A.P. ix. 67 anonym. but attributed to Callim. by Planud.

Epigram 9

1ἦλθε Θεαίτητος καθαρὴν ὁδόν. εἰ δʼ ἐπὶ κισσὸν

2τὸν τεὸν οὐχ αὕτη, Βάκχε, κέλευθος ἄλει,

3ἄλλων μὲν κήρυκες ἐπὶ βραχὺν οὔνομα καιρὸν

4φθέγξονται, κείνου δʼ Ἑλλὰς ἀεὶ σοφίην.

A.P. ix. 565.

Epigram 10

1μικρή τις, Διόνυσε, καλὰ πρήσσοντι ποιητῇ

2ῥῆσις· ὁ μὲν νικῶ φησὶ τὸ μακρότατον,

3ᾦ δὲ σὺ μὴ πνεύσῃς ἐνδέξιος, ἐπιδέξιος Kaibel. ἤν τις ἔρηται

4πῶς ἔβαλες; φησί σκληρὰ τὰ γιγνόμενα.

5τῷ μερμηρίξαντι τὰ μὴ ἔνδικα τοῦτο γένοιτο

6τοὖπος· ἐμοὶ δʼ, ὦναξ, ἡ βραχυσυλλαβίη.

A.P. ix. 566.

Epigram 11

1τῇδε Σάων ὁ Δίκωνος Ἀκάνθιος ἱερὸν ὕπνον

2κοιμᾶται. θνῄσκειν μὴ λέγε τοὺς ἀγαθούς.

A.P. vii. 451.

Epigram 12

1ἤν δίζῃ Τίμαρχον ἐν Ἄιδος, ὄφρα πύθηαι

2ἤ τι περὶ ψυχῆς ἤ πάλι πῶς ἔσεαι,

3δίζεσθαι φυλῆς Πτολεμαίδος υἱέα πατρὸς

4Παυσανίου· δήεις δʼ αὐτὸν ἐν εὐσεβέων.

A.P. vii. 520.

Epigram 13

1σύντομος ἦν ὁ ξεῖνος· ὃ καὶ στίχος οὐ μακρὰ λέξων

2Θῆρις Ἀρισταίου Κρής ἐπʼ ἐμοὶ δολιχός.

A. P. vii. 447.

Epigram 14

1Κύζικον ἢν ἔλθῃς, ὀλίγος πόνος Ἱππακὸν εὑρεῖν

2καὶ Διδύμην· ἀφανὴς οὔ τι γὰρ ἡ γενεή.

3καί σφιν ἀνιηρὸν μὲν ἐρεῖς ἔπος, ἔμπα δὲ λέξαι

4τοῦθʼ, ὅτι τὸν κείνων ὧδʼ ἐπέχω Κριτίην.

A. P. vii. 521.

Epigram 15

1ἦ ῥʼ ὑπὸ σοὶ Χαρίδας ἀναπαύεται; εἰ τὸν Ἀρίμμα

2τοῦ Κυρηναίου παῖδα λέγεις, ὑπʼ ἐμοί.

3ὦ Χαρίδα, τί τὰ νέρθε; πολὺ σκότος. αἱ δʼ ἄνοδοι τί;

4ψεῦδος. ὁ δὲ Πλούτων; μῦθος. ἀπωλόμεθα.

5οὗτος ἐμὸς λόγος ὔμμιν ἀληθινός· εἰ δὲ τὸν ἡδὺν

6βούλει, Πελλαίου βοῦς μέγας εἰν Ἀίδῃ.

A. P. vii. 524.

Epigram 16

1δαίμονα τίς δʼ εὖ οἶδε τὸν αὔριον; ἁνίκα καὶ σέ

2Χάρμι, τὸν ὀφθαλμοῖς χθιζὸν ἐν ἁμετέροις

3τᾷ ἑτέρᾳ κλαύσαντες ἐθάπτομεν· οὐδὲν ἐκείνου

4εἶδε πατὴρ Διοφῶν χρῆμʼ ἀνιαρότερον.

A. P. vii. 519.

Epigram 17

1Τιμονόη. τίς δʼ ἐσσί; μὰ δαίμονας, οὔ σʼ ἂν ἐπέγνων,

2εἰ μὴ Τιμοθέου πατρὸς ἐπῆν ὄνομα

3στήλῃ καὶ Μήθυμνα, τεὴ πὸηις. ἦ μέγα φημὶ

4χῆρον ἀνιᾶσθαι σὸν πόσιν Εὐθυμένη.

A. P. vii. 522.

Epigram 18

1Κρηθίδα τὴν πολύμυθον, ἐπισταμένην καλὰ παίζειν

2δίζηνται Σαμίων πολλάκι θυγατέρες,

3ἡδίστην συνέριθον ἀεὶ λάλον· ἡ δʼ ἀποβρίξει

4ἐνθάδε τὸν πάδαις ὕπνον ὀφειλόμενον.

A. P. vii. 459.

Epigram 19

1ὤφελε μηδʼ ἐγένοντο θοαὶ νέες· οὐ γὰρ ἂν ἡμεῖς

2παῖδα Διοκλείδου Σώπολιν ἐστένομεν.

3νῦν δʼ ὁ μὲν εἰν ἁλί που φέρεται νέκυς, ἀντὶ δʼ ἐκείνου

4οὔνομα καὶ κενεὸν σῆμα παρερχόμεθα.

A. P. vii. 271.

Epigram 20

1Νάξιος οὐκ ἐπὶ γῆς ἔθανεν Λύκος, ἀλλʼ ἐνὶ πόντῳ

2ναῦν ἅμα καὶ ψυχὴν εἶδεν ἀπολλυμένην,

3ἔμπορος Αἰγίνηθεν ὅτʼ ἔπλεε. χὠ μὲν ἐν ὑγρῇ

4νεκρός, ἐγὼ δʼ ἄλλως οὔνομα τύμβος ἔχων

5κηρύσσω πανάληθες ἔπος τόδε φεῦγε θαλάσσῃ

6συμμίσγειν ἐρίφων, ναυτίλε, δυομἐνων.

A. P. vii. 272.

Epigram 21

1Δωδεκέτη τὸν παῖδα πατὴρ ἀπέθηκε Θίλιππος

2ἐνθάδε, τὴν πολλὴν ἐλπίδα, Νικοτέλην.

A. P. vii. 453.

Epigram 22

1Ἠῷοι Μελάνιππον ἐθάπτομεν, ἠελίου δὲ

2δυομένου Βασιλὼ κάτθανε παρθενικὴ

3αὐτοχερί· ζώειν γὰρ ἀδελφεὸν ἐν πυρὶ θεῖσα

4οὐκ ἔτλη. δίδυμον δʼ οἶκος ἐσεῖδε κακὸν

5πατρὸς Ἀριστίπποιο, κατήφησεν δὲ Κυρήνη

6πᾶσα τὸν εὔτεκνον χῆρον ἰδοῦσα δόμον.

A. P. vii. 517.

Epigram 23

1ὅστις ἐμὸν παρὰ σῆμα φέρεις πόδα, Καλλιμάχου με

2ἴσθι Κυρηναίου παῖδά τε καὶ γενέτην.

3εἰδείης δʼ ἄμφω κεν· ὁ μέν κοτε πατρίδος ὅπλων

4ἦρξεν, ὁ δʼ ἤεισεν κρέσσονα βασκανίης·

5οὐ νέμεσις· Μοῦσαι γὰρ ὅσους ἴδον ὄμματι παῖδας

6μὴ λοξῷ, πολιοὺς οὐκ ἀπέθεντο φίλους.

A. P. vii. 525.

Epigram 24

1Ἀστακίδην τὸν Κρῆτα τὸν αἰπόλον ἥρπασε Νύμφη

2ἐξ ὄρεος, καὶ νῦν ἱερὸς Ἀστακίδης.

3οὐκέτι Δικταίῃσιν ὑπὸ δρυσίν, οὐκέτι Δάφνιν

4ποιμένες, Ἀστακίδην δʼ αἰὲν ἀεισόμεθα.

A. P. vii. 518.

Epigram 25

1εἴπας Ἥλιε χαῖρε Κλεόμβροτος Ὡμβρακιώτης

2ἥλατʼ ἀφʼ ὑψηλοῦ τείχεος εἰς Ἀίδην,

3ἄξιον οὐδὲν ἰδὼν θανάτου κακόν, ἀλλά Πλάτωνος

4ἓν τὸ περὶ ψυχῆς γράμμʼ ἀναλεξάμενος.

A. P. vii. 47 Sext. Emp. Adv. math. p. 690; schol. Dion. Thrac. p. 160.

Epigram 26

1ἥρως Ἠετίωνος ἐπίσταθμος Ἀμφιπολίτεω

2ἵδρυμαι μικρῷ μικρὸς ἐπὶ προθύρῳ

3λοξὸν ὄφιν καὶ μοῦνον ἔχων ξίφος· ἀνδρὶ δʼ Ἐπειῷ

4θυμωθεὶς πεζὸν κἀμὲ παρῳκίσατο.

A. P. ix. 336.

Epigram 27

1ὤμοσε Καλλίγνωτος Ἰωνίδι μήποτʼ ἐκείνης

2ἕξειν μήτε φίλον κρέσσονα μήτε φίλην.

3ὤμοσεν· ἀλλὰ λέγουσιν ἀληθέα τοὺς ἐν ἔρωτι

4ὅρκους μὴ δύνειν οὔατʼ ἐς ἀθανάτων.

5νῦν δʼ ὁ μὲν ἀρσενικῷ θέρεται πυρί· τῆς δὲ ταλαίνης

6νύμφης ὡς Μεγαρέων οὐ λόγος οὐδʼ ἀριθμός.

A. P. v. 6.

Epigram 28

1εἶχον ἀπὸ σμικρῶν ὀλίγον βίον οὔτε τι δεινὸν

2ῥέζων οὔτʼ ἀδικῶν οὐδένα. γαῖα φίλη,

3Μικύλος εἴ τι πονηρὸν ἐπῄνεσα, μήτε σὺ κούφη

4γίνεο μήτʼ ἄλλοι δαίμονες οἴ μʼ ἔχετε.

A.P. vii. 460.

Epigram 29

1Ἡσιόδου τό τʼ ἄεισμα καὶ ὁ τρόπος· οὐ τὸν ἀοιδὸν

2ἔσχατον, ἀλλʼ ὀκνέω μὴ τὸ μελιχρότατον

3τῶν ἐπέων ὁ Σολεὺς ἀπεμάζατο· χαίρετε λεπταὶ

4ῥήσιες, Ἀρήτου σύντονος ἀγρυπνίη.

Epigram 30

1ἐχθαίρω τό ποίημα τὸ κυκλικόν, οὐδὲ κελεύθῳ

2χαίρω τίς πολλοὺς ὧδε φέρει,

3μισῶ καὶ περίφοιτον ἐρώμενον, οὐδʼ ἀπὸ κρήνης

4πίνω· σικχαίνω πάντα τὰ δημόσια.

5Λυσανίη, σὺ δὲ ναιχὶ καλὸς καλός—ἀλλὰ πρὶν εἰπεῖν

6τοῦτο σαφῶς Ἠχώ, φησί τις ἄλλος ἔχει.

A.P. xii. 43.

Epigram 31

1ἔγχει καὶ πάλιν εἰπὲ Διοκλέος. οὐδʼ Ἀχελῷος

2κείνου τῶν ἱερῶν αἰσθάνεται κυάθων.

3καλὸς ὁ παῖς, Ἀχελῷε, λίην καλός, εἰ δέ τις οὐχὶ

4φησίν—ἐπισταίμην μοῦνος ἐγὼ τὰ καλά.

A.P. xii. 51.

Epigram 32

1Θεσσαλικὲ Κλεόνικε, τάλαν, τάλαν, οὐ μὰ τὸν ὀξὺν

2ἥλιον, οὐκ ἔγνων· σχέτλιε, ποῦ γέγονας;

3ὀστέα σοὶ καὶ μοῦνον ἔτι τρίχες· ἦ ῥά σε δαίμων

4οὑμὸς ἔχει, χαλεπῇ δʼ ἤντεο θευμορίῃ;

5ἔγνων· Εὐξίθεός σε συνήρπασε, καὶ σὺ γὰρ ἐλθὼν

6τὸν καλόν, ὦ μοχθήρʼ, ἔβλεπες ἀμφοτέροις.

A.P. xii. 71.

Epigram 33

1Ὡγρευτής, Ἐπίκυδες, ἐν οὔρεσι πάντα λαγωὸν

2διφᾷ καὶ πάσης ἴχνια δορκαλίδος

3στείβῃ καὶ νιφετῷ κεχρημένος, κεχαρημένος Bentley. ἢν δέ τις εἴπῃ

4τῆ, τόδε βέβληται θηρίον, οὐκ ἔλαβεν.

5χοὐμὸς ἔρως τοιόσδε· τὰ γὰρ φεύγοντα διώκειν

6οἶδε, τὰ δʼ ἐν μέσσῳ κείμενα παρπέτεται.

A.P. xii. 102.

Epigram 34

1Οἶδʼ ὅτι μοι πλούτου κενεαὶ κενεαὶ χέρες, ἀλλά, Μένιππε,

2μὴ λέγε πρὸς Χαρίτων τοὐμὸν ὄνειρον ἐμοί.

3ἀλγέω τήν διὰ παντὸς ἔπος τόδε πικρὸν ἀκούων·

4ναὶ φίλε, τῶν παρὰ σοῦ τοῦτʼ ἀνεραστότατον.

A.P. xii. 148.

Epigram 35

1Ἄρτεμι, τὶν τόδʼ ἄγαλμα Φιληρατὶς εἵσατο τῇδε·

2ἀλλὰ σὺ μὲν δέξαι, πότνια, τὴν δὲ σάω.

A.P. vi. 347.

Epigram 36

1τίν με, λεοντάγχʼ ὦνα συοκτόνε, φήγινον ὄζον

2θῆκε τίς; Ἀρχῖνος. ποῖος; ὁ Κρής.

3δέχομαι.

A.P. vi. 351.

Epigram 37

1Βαττιάδεω παρὰ σῆμα φέρεις πόδας εὖ μέν ἀοιδὴν

2εἰδότος, εὖ δʼ οἴνῳ καίρια συγγελάσαι.

A.P. vii. 415.

Epigram 38

1ὁ Λύκτιος Μενίτας

2τὰ τόξα ταῦτʼ ἐπειπὼν

3ἔθηκε τῆ, κέρας τοι

4δίδωμι καὶ φαρέτρην,

5Σάραπι· τοὺς δʼ ὀιστοὺς

6ἔχουσιν Ἑσπερῖται.

A.P. xiii. 7.

Epigram 39

1τὰ δῶρα τἀφροδίτῃ

2Σῖμον ἡ περίφοιτος, εἰκόνʼ αὑτῆς,

3ἔθηκε τήν τε μίτρην

4ἣ μαστοὺς ἐφίλησε τόν τε πανόν,

5αὐτοὺς θʼ οὕς ἐφόρει τάλαινα θύρσους. θύρσους Bentley; αὐτοὺς. . . ἐφόρει Editor; καὶ τοὺς αὐτοὺς ὁρῆ τάλαινα θάρσους A.P.

A.P. xiii. 24.

Epigram 40

1Δήμητρι τῇ Πυλαίῃ

2τῇ τοῦτον οὑκ Πελασγῶν

3Ἀκρίσιος τὸν νηὸν ἐδείματο, ταῦθʼ ὁ Ναυκρατίτης

4καὶ τῇ κάτω θυγατρὶ

5τὰ δῶρα Τιμόδημος

6εἵσατο τῶν κερδέων δεκατεύματα· καὶ γὰρ εὔξαθʼ οὕτως.

A.P. xiii. 25.

Epigram 41

1Ἱερέη Δήμητρος ἐγώ ποτε καὶ πάλιν Καβείρων,

2ὦνερ, καὶ μετέπειτα Δινδυμήνης

3ἡ γρῆυς γενόμην, ἡ νῦν κόνις, ἡ ʼν [ὄτλοις Ἐλευθοῦς] Supplement by Editor.

4πολλῶν προστασίη νέων γυναικῶν.

5καί μοι τέκνʼ ἐγένοντο δύʼ ἄρσενα, κἠπέμυσʼ ἐκείνων

6εὐγήρως ἐνὶ χερσίν· ἕρπε χαίρων.

A.P. vii. 728

Epigram 42

1ἥμισύ μευ ψυχῆς ἔτι τὸ πνέον, ἥμισυ δʼ οὐκ οἶδʼ

2εἴτʼ Ἔρος εἴτʼ Ἀίδης ἥρπασε, πλὴν ἀφανές.

3ἦ ῥά τινʼ ἐς παίδων πάλιν ᾤιχετο; καὶ μὲν ἀπεῖπον

4πολλάκι τὴν δρῆστιν μὴ ὑποδέχεσθε νέοι.

5οὖ τις συνδιφήσον· ἐκεῖσε γὰρ ἡ λιθόλευστος

6κείνη καὶ δύσερως οἶδʼ ὅτι που στρέφεται.

A.P. xii. 73.

Epigram 43

1εἰ μὲν ἑκών, Ἀρχῖνʼ, ἐπεκώμασα, μυρία μέμφου,

2εἰ δʼ ἄκων ἥκω, τὴν προπέτειαν ἔα.

3ἄκρητος καὶ Ἔρως μʼ ἠνάγκασαν, ὧν ὁ μὲν αὐτῶν

4εἷλκεν, ὁ δʼ οὐκ εἴα τὴν προπέτειαν ἐᾶν. σώφρονα θυμὸν ἔχειν A. P.

5ἐλθὼν δʼ οὐκ ἐβόησα, τίς ἢ τίνος, ἀλλʼ ἐφίλησα

6τὴν φλιήν· εἰ τοῦτʼ ἔστʼ ἀδίκημʼ, ἀδικέω.

A. p. xii. 118; Cramer, Anec. Par. in. 384.

Epigram 44

1ἕλκος ἔχων ὁ ξεῖνος ἐλάνθανεν· ὡς ἀνιηρὸν

2πνεῦμα διὰ στηθέων εἶδες; ἀνηγάγετο,

3τὸ τρίτον ἡνίκʼ ἔπινε, τὰ δὲ ῥόδα φυλλοβολεῦντα

4τὠνδρὸς ἀπὸ στεφάνων ἀπὸ στεφάνων Athen. xv. 669 who quotes τὰ δὲ ῥόδα . . . χαμαί; ἀπὸ στομάτων A. P. πάντʼ ἐγένοντο χαμαί·

5ὤπτηται μέγα δή τι· μὰ δαίμονας οὐκ ἀπὸ ῥυσμοῦ

6εἰκάζω, φωρὸς δʼ ἴχνια φὼρ ἔμαθον.

A. P. xii. 134.

Epigram 45

1ἔστι τι ναὶ τὸν Πᾶνα κεκρυμμένον, ἔστι τι ταύτῃ

2ναὶ μὰ Διώνυσον πῦρ ὑπὸ τῇ σποδιῇ·

3οὐ θαρσέω· μὴ δή με περίπλεκε. πολλάκι λήθει

4τοῖχον ὑποτρώγων ἡσύχιος ποταμός·

5τῶ καὶ νῦν δείδοικα, Μενέξενε, μή με παρεισδὺς

6οὗτος ὁ σιγέρπης ὁ σιγέρπης Bentley; ὁσειγαρνης. εἰς τὸν ἔρωτα βάλῃ.

A. P. xii. 139.

Epigram 46

1Ληφθήσει, περίφευγε, Μενέκρατες εἶπα Πανήμου

2εἰκάδι, καὶ Λώιου τῇ τίνι ; τῇ δεκάτῃ

3ἦλθεν ὁ βοῦς ὑπʼ ἄροτρον ἑκούσιος. εὖ γʼ ἐμὸς Ἑρμῆς,

4εὖ γʼ ἐμός· οὐ παρὰ τὰς εἴκοσι μεμφόμεθα.

A. P. xii. 149.

Epigram 47

1ὡς ἀγαθὰν Πολύφαμος ἀνεύρετο τὰν ἐπαοιδὰν

2τὠραμένῳ· ναὶ Γᾶν, οὐκ ἀμαθὴς ὁ Κύκλωψ·

3αἱ Μοῦσαι τὸν ἔρωτα κατισχναίνοντι, Φίλιππε·

4ἦ πανακὲς πάντων φάρμακον ἁ σοφία.

5τοῦτο, δοκέω, χἀ λιμὸς ἔχει μόνον ἐς τὰ πονηρὰ

6τὠγαθόν· ἐκκόπτει τὰν φιλόπαιδα νόσον.

7ἔσθʼ ἁμῖν χἄκαστά σʼ χἄκαστά σʼ Editor: χἀκαστὰς ἀφειδέα ποττὸν Ἔρωτα·

8τουτί, παῖ, τοῦτ εἶπαι Kaibel. κείρευ τὰ πτερὰ παιδάριον,

9οὐδʼ ὅσον ἀττάραγόν τυ δεδοίκαμες· αἱ γὰρ ἐπῳδαὶ

10οἴκοι τῶ χαλεπῶ τραύματος ἀμφότεραι.

A. P. xii. 150.

Epigram 48

1τὴν ἁλίην Εὔδημος, ἑφʼ ἧς ὑφ’ ἧς Bentley; ἀφ’ ἧς Blomfield. ἅλα λιτὸν ἐπέσθων

2χειμῶνας μεγάλους ἐξέφυγεν δανέων,

3θῆκε θεοῖς Σαμόθρᾳξι λέγων ὅτι τήνδε κατʼ εὐχήν,

4ὦ λαοί, σωθεὶς ἐξ ἁλὸς ὧδʼ ἔθετο.

A. P. vi. 301

Epigram 49

1Εὐμαθίην ᾐτεῖτο διδοὺς ἐμὲ Σῖμος ὁ Μίκκου

2ταῖς Μούσαις· αἱ δὲ Γλαῦκος ὅκως ἔδοσαν

3ἀντʼ ὀλίγου μέγα δῶρον. ἐγὼ δʼ ἀνὰ τῇδε τήνδε; corr. Bergk. κεχηνὼς

4κεῖμαι τοῦ Σαμίου διπλόον ὁ τραγικὸς

5παιδαρίων Διόνυσος ἐπήκοος· οἱ δὲ λέγουσιν

6ἱερὸς ὁ πλόκαμος τοὐμὸν ὄνειαρ ἐμοί.

A. P. vi. 310.

Epigram 50

1τῆς Ἀγοράνακτός με λέγε, ξένε, κωμικὸν ὄντως

2ἀγκεῖσθαι νίκης μάρτυρα τοῦ Ῥοδίου

3Πάμφιλον, οὐχ ἕνʼ οὐκ ἐν; corr. Editor. ἔρωτι δεδαγμένον, ἥμισυ δʼ ὀπτῇ

4ἰσχάδι καὶ λύχνοις Ἴσιδος εἰδόμενον.

A. P. vi. 311.

Epigram 51

1τὴν Φρυγίην Αἴσχρην, ἀγαθὸν γάλα, πᾶσιν ἐν ἐσθλοῖς

2Μίκκος καὶ ζωὴν οὖσαν ἐγηροκόμει

3καὶ φθιμένην ἀνέθηκεν ἐπεσσομένοισιν ὁρᾶσθαι,

4ἡ γρῆυς μαστῶν ὡς ἀπέχει χἀριτας.

A. P. vii. 458.

Epigram 52

1τέσσαρες αἱ Χάριτες· ποτὶ γὰρ μία ταῖς τρισὶ τήναις

2ἄρτι ποτεπλάσθη κἤτι μύροισι νοτεῖ.

3εὐαίων ἐν πᾶσιν ἀρίζαλος Βερενίκα,

4ἇς ἄτερ οὐδʼ αὐταὶ ταὶ Χάριτες Χάριτες.

A. P. v. 145.

Epigram 53

1τὸν τὸ καλὸν μελανεῦντα Θεόκριτον, εἰ μὲν ἔμʼ ἔχθει,

2τετράκι μισοίης, εἰ δὲ φιλεῖ, φιλέοις·

3ναιχὶ πρὸς εὐχαίτεω Γανυμήδεος, οὐράνιε Ζεῦ,

4καὶ σύ ποτʼ ἠράσθης—οὐκέτι μακρὰ λέγω.

A. P. xii. 230.

Epigram 54

1καὶ πάλιν, Εἰλήθυια, Λυκαινίδος ἐλθὲ καλεύσης

2εὔλοχος ὠδίνων ὧδε οὺν εὐτοκίῃ,

3ὡς τόδε νῦν μέν, ἄνασσα, κόρης ὕπερ, ἀντὶ δὲ παιδὸς

4ὕστερον εὐώδης ἄλλο τι νηὸς ἔχοι.

A. P. vi. 146.

Epigram 55

1τὸ χρέος ὡς ἀπέχεις, Ἀσκληπιέ, τὸ πρὸ γυναικὸς

2Δημοδίκης Ἀκέσων ὤφελεν εὐξάμενος,

3γινώσκειν· ἢν δʼ ἆρα λάθῃ, πάλι καί μιν ἀπαιτῇς,

4φησὶ παρέξεσθαι μαρτυρίην ὁ πίναξ.

A.P. vi. 147.

Epigram 56

1τῷ με Κανωπίτᾳ Καλλίστιον εἴκοσι μύξαις

2πλούσιον ἁ Κριτίου λύχνον ἔθηκε θεῷ

3εὐξαμένα περὶ παιδὸς Ἀπελλίδος· ἐς δʼ ἐμὰ φέγγη

4ἀθρήσας φάσεις Ἕσπερε πῶς ἔπεσες;

A.P. vi. 148

Epigram 57

1φησὶν ὅ με στήσας Εὐαίνετος ʽοὐ γὰρ ἔγωγε

2γινώσκὠ νίκης ἀντί με τῆς ἰδίης

3ἀγκεῖσθαι χάλκειον ἀλέκτορα Τυνδαρίδῃσι·

4πιστεύω Φαίδρου παιδὶ Φιλοξενίδεω.

A.P. vi. 149.

Epigram 58

1Ἰναχίης ἕστηκεν ἐν Ἴσιδος ἡ Θάλεω παῖς

2Αἰσχυλὶς Εἰρήνης μητρὸς ὑποσχεσίῃ.

A.P. vi. 150.

Epigram 59

1τίς, ξένος ὦ ναυηγέ; Λεόντιχος ἐνθάδε νεκρὸν

2εὗρεν ἐπʼ αἰγιαλοῦ, χῶσε δὲ τῷδε τάφῳ

3δακρύσας ἐπίκηρον ἑὸν βίον· οὐδὲ γὰρ αὐτὸς

4ἥσυχον, αἰθυίῃ δʼ ἶσα θαλασσοπορεῖ.

A.P. vii. 277.

Epigram 60

1εὐδαίμων ὅτι τἄλλα μανεὶς ὡρχαῖος Ὀρέστας

2Λευκαρέτα τὰν μὰν οὐκ ἐμάνη μανίαν

3οὐδʼ ἔλαβʼ ἐξέτασιν τῶ Φωκέος ἅτις ἐλέγχει

4τὸν φίλον· ἀλλʼ αἰ χἢν δρᾶμʼ ἐδίδαξε μόνον,

5ἦ τάχα κα τὸν ἑταῖρον ἀπώλεσε τοῦτο ποήσας—

6κἠγὼ τὼς πολλὼς οὐκέτʼ ἔχω Πυλάδας.

A.P. xi. 362.

Epigram 61

1οἵτινες Ἀλείοιο παρέρπετε σῆμα Κίμωνος,

2ἴστε τὸν Ἱππαίου παῖδα παρερχόμενοι.

A.P. vii. 523.

Epigram 62

1Αἴνιε καὶ σὺ γὰρ ὧδε Μενέκρατες οὐκ ἐπὶ πουλὺ

2ἦσθα· τί σε, ξείνων λῷστε, κατειργάσατο;

3ἦ ῥα τὸ καὶ Κένταυρον; ὅ μοι πεπρωμένος ὕπνος

4ἦλθεν, ὁ δὲ τλήμων οἶνος ἔχει πρόφασιν.

A.P. vii. 725.

Epigram 63

1Κυνθιάδες θαρσεῖτε, τὰ γὰρ τοῦ Κρητὸς Ἐχέμμα

2καῖται ἐν Ὀρτυγίῃ τόξα παρʼ Ἀρτέμιδι,

3οἷς ὑμέων ἐκένωσεν ὄρος μέγα· νῦν δὲ πέπαυται,

4αἶγες, ἐπεὶ σπονδὰς ἡ θεὸς εἰργάσατο.

Epigram 64

1οὕτως ὑπνώσαις, Κωνώπιον, ὡς ἐμὲ ποιεῖς

2κοιμᾶσθαι ψυχροῖς τοῖσδε παρὰ προθύροις.

3οὕτως ὑπνώσαις, ἀδικωτάτη, ὡς τὸν ἐραστὴν

4κοιμίζεις, ἐλέου δʼ οὐδʼ ὄναρ ἠντίασας.

5γείτονες οἰκτείρουσι, σὺ δʼ οὐδʼ ὄναρ. ἡ πολιὴ δὲ

6αὐτίκʼ ἀναμνήσει ταῦτά σε πάντα κόμη.

A.P. v. 23.