The Greek Library Author

Callimachus

Hecala

Author namesCallimaque · Callimachus · Καλλιμαχος

Scientific editors
A. W. Mair, G. R. Mair
Edition reference
Callimachus and Lycophron · London · William Heinemann · 1921
CTS identifier
urn:cts:greekLit:tlg0533.tlg009.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Poem 0

Testimonia

1. Crinagoras, A. P. ix. 545: Καλλιμάχου τὸ τορευτὸν ἔπος τόδε· δὴ γὰρ ἐπ’ αὐτῷ ὡνὴρ τοὺς Μουσέων πάντας ἔσεισε κάλως. ἀείδει δ’ Ἑκάλης τε φιλοξείνοιο καλιὴν καὶ Θησεῖ Μαραθὼν οὓς ἐπέθηκε πόνους· τοῦ σοὶ καὶ νεαρῶν χειρῶν σθένος εἴη ἀρέσθαι, Μάρκελλε, κλεινοῦ τ’ αἶνον ἴσον βιότου.

2. Schol. Callim. Hymn. Apoll. 106 ἐγκαλεῖ διὰ τούτων τοὺς σκώπτοντας αὐτὸν μὴ δύνασθαι ποιῆσαι μέγα ποίημα, ὅθεν ἠναγκάσθη ποιῆσαι τὴν Ἑκάλην.

3. E.M. s.v. Ἐκάλη· ἡ ἡρωίς, εἰς ἣν καὶ ποίημα ἔγραψε Καλλίμαχος· ἡ πρὸς ἑαυτὴν πάντας καλοῦσα. ταύτην Ἑκάλην (leg. Ἑκαλίνην) ἔλεγον οἱ παλαιοὶ ὑποκοριζόμενοι. ἔθυον δὲ αὐτῇ διὰ τὸ ξενίσαι Θησέα. Cf. Suid. s.v. Ἑκάλη.

4. Petronius 135: Qualis in Actaea quondam fuit hospita terra Digna sacris Hecale, quam Musa loquentibus annis Battiadae veteris mirando tradidit aevo.

5. Epigr. Anonym. Bern. 5 f.: μέλπω δὲ γραὸς τῆς πολυξένου τρόπους καὶ τὴν τελευτὴν Θησέως τε τὴν ἄγραν.

Poem 1

1. 1.

[κουλεὸν εἰς] ἑτέρην περίαπτε καὶ εἰν ἄορ ἧκεν· ὡς ἴδον, ο[ἳ δ’] ἅμα πάντες ὑπ[έτρ]εσ[α]ν ἠδ’ [ἐλίασ]θεν ἄνδρα μέγαν καὶ θῆρα πελώριον ἄντ[α ἰ]δέσθαι, μέσφ’ ὅτε δὴ Θησεύς φιν ἀπόπροθι μακρὸν ἄυσε· μίμνετε θαρσήεντες, ἐμῷ δέ [τ]ις Αἰγέϊ πατρὶ νεύμενος ὅς τ’ [ὤ]κιστος ἐς ἄστυρον ἀγγελιώτης ὣς ἐνέποι—πολέων κεν ἀναψύξειε μεριμνέων— Θησεὺς οὐχ ἑκὰς οὗτος, ἀπ’ εὐύδρου Μαραθώνος [ζ]ωὸν ἄγων τὸν ταῦρον. ὁ μὲν φάτο, τοὶ δ’ ἀίοντες [π]άντες [ἰ]ὴ παιῆον ἀνέκλαγον, αὖθι δὲ μίμνον. οὐχὶ νότος τόσσην γε χύσιν κατεχεύατο φύλλων, οὐ βορέης οὐδ’ αὐτὸς ὅτ’ ἔπλετο φυλλοχόος μ[ε]ίς, [ὅ]σσα τότ’ [ἀ]γ[ρ]ῶσται περί [τ’] ἀμφί [τ]ε Θησέι βάλλον, [οἵ μιν ἐκυκλώσα]ντο περιστα [δ]όν, αἱ δὲ γυναῖκες ...στόρνῃσιν ἀνέστεφον.

1. 2.

καί ῥ’ ὅτ’ ἐποφ . . . ἐφ’ (?) ὃν ἄν τιν’ ἕκαστοι Οὐρανίδαι ἐπάγοιεν ἐμῷ πτ[ε]ρῷ, ἀλλά ἑ Παλλὰς τῆς μὲν ἔσω δηναι(ὸ)ν (?) ἀφῆ δρ[ό]σον Ἡφαίστοιο, μέσφ’ ὅτε Κεκροπίδῃσιν ἐπ’ Ἀκτῇ θήκατο λᾶαν, λάθριον ἄρρητον, γενεῇ δ’ ὅθεν οὐδέ νιν ἔγνων οὔτ’ ἐδάην, φήμῃ δὲ κατ’ ὠγυγίους (?) ἔφαν [α]ὐταὶ οἰωνούς, ὡς δῆθεν ὑφ’ Ἡφαίστῳ τέκεν Αἶα. τ[ο]υτάκι δ’ δ’ ἡ μὲν ἑῆς ἔρυμα χθονὸς ὄφρα βάλοιτο, τήν ῥα νέον ψήφῳ [τ]ε Διὸς δυ [ο] καίδεκα τ’ ἄλλων ἀθανάτων ὄφιός τε κατέλλαβε μαρτυρίῃσιν, Πελλήνην ἐφίκανεν Ἀχαιΐδα· τόφρα δὲ κοῦραι αἱ φυλακοὶ κακὸν ἔργον [ἐ]πεφράσσαντο τελέσσαι κείστης . . . . . . δεσμά τ’ ἀνεῖσαι . . .

1. 3.

Ἀθήνης . . . μοῦναι δὲ παραπτυ[όμεσθα] κορῶναι. [δαίμοσιν· οὐ γὰρ ἔγωγε] τεόν ποτε, πότνια, θυμόν, . . . [ὅσα] πολλὰ παραίσια μήποτ’ ἐλαφροὶ [ζή]σομεν οἰωνοί, τότε δ’ ὤφελον [εἶναι ἄναυδος]· οὕτως ἡμετέρην μὲν ἀπέπτυσεν, οὐδὲ γενέθλην ἡμετέρην ἑ καλεῖν [μάλ’ ἐπιτρέπει· ἀλλὰ πέσοις σὺ μηδέποτ’ ἐκ θυ[μοῖ]ο· βαρὺς χόλος αἰὲν Ἀθήνης· αὐτὰρ ἐγὼ τυτθὸς πορέ[ην γ]όνος· [ὀ]γδ[ο]άτ[η] γὰρ ἤδη μοι γενεὴ πέλ[εται, δεκάτη δὲ τοκεῦσι.

[δεί]ελος ἀλλ’ ἢ νύξ ἢ ἔνδιος ἢ ἔσετ’ ἠώς, εὖτε κόραξ, [ὃ]ς νῦν γε καὶ ἂν κύκνοισιν ἐρίζοι καὶ γάλακι χροιὴν καὶ κύματος ἄκρῳ ἀώτῳ, κυάνεον φὴ πίσσαν ἐπὶ πτερὸν οὐλοὸν ἕξει, ἀγγελίης ἐπίχε [ι]ρα τά οἵ ποτε Φοῖβος ὀπάσσει, ὁππότε [κ]εν Φλεγύαο Κορωνίδος ἀμφὶ θυγατρὸς Ἴσχυι πληξίππῳ σπομένης μιερόν τ[ι] πύθηται. τὴν μὲν ἄρ’ ὣς φαμένην ὕπνος λάβε, τὴν δ’ ἀΐουσαν· καδδραθέτην δ’ οὐ πολλὸν ἐπὶ χρόν [ον], αἶψα γὰρ ἦλθεν στιβήεις ἄγχουρος· ἴτ’, οὐκέτι χεῖρες ἔπαγροι φιλητέων· ἤδη γὰρ ἑωθινὰ λύχνα φαείνει· [ἀ]είδει καί πού τις ἀνὴρ ὑδατηγὸς ἱμαῖον· ἔγρει καί τιν’ ἔχοντα παρ[ὰ] πλόον οἰκίον ἄξων τετριγὼς ὑπ’ ἄμαξαν, ἀνιάζουσι δὲ πυκνοὶ [δμ]ῶοι χαλκῆες κωφώμενοι ἐν[τὸς] ἀκουήν.

Poem 2

τῖον δέ ἑ πάντες ὁδῖται ἦρα φιλοξενίης· ἔχε γὰρ τέγος ἀκλήιστον.

Schol. Aristoph. Acharn. 127 Καλλίμαχος ἐν Ἑκάλῃ. Cf. Suid. s.v. Ἐκάλη, . . . ἔχε κτλ.,

Poem 3

αἴθ’ ὄφελες θανέειν ἢ ὕστατον ὀρχήσασθαι.

Suid. s. v. (Gaisf. i. 1096) αἴθ’ κτλ.· ἐπειδὴ τὴν γλαῦκα ὅταν λάβωσι τὰ παιδία περιάγουσιν, ἡ δὲ μὴ βλέπουσα δι’ ἡμέρας ὥσπερ ὀρχεῖται· ἢ ὅταν πληγῇ, τελευτῶσα στρέφεται ὥσπερ ὀρχουμένη. Καλλίμαχος ἐν Ἑκάλῃ λέγει περὶ αὐτῆς.

Poem 4

ἁρμοῖ που κἀκείνῳ ἐπέτρεχεν ἁβρὸς ἴουλος.

Suid. s.v. ἁρμοῖ που· . . . Καλλίμαχος ἐν Ἑκάλῃ.ἁρμοῖ κτλ. Cf. E.M. s.v. ἁρμῷ.

Poem 5

Νηπείης ᾗ τ’ ἄργος, ἀοίδιμος Ἀδρήστεια.

Schol. Apoll. Rh. i. 1116.

Poem 6

βουσσόον, ὅν τε μύωπα βοῶν καλέουσιν ἀμορβοί.

Suid. s.v. μύωψ, . . . λέγεται παρὰ Καλλιμάχῳ ἐν Ἑκάλῃ· βοῦς σῶος (sic) μύωψ, ὁ τὰς βοῦς σοβῶν καὶ διώκων, but the whole line is quoted more or less correctly schol. Odyss. xii. 299 and elsewhere, where it is attributed to Callimachus.

Poem 7

ὁππότε λύχνου δαιομένου πυρόεντες ἄδην ἐγένοντο μύκητες.

Choerobosc. in Theodos. (Bekker, Anecd. p. 1399); cf. schol. Arat. 976, schol. Aristoph. Vesp. 262.

Poem 8

οἵ νυ καὶ Ἀπόλλωνα παναρκέος Ἠελίοιο χωρὶ διατμήγουσι καὶ εὔποδα Δηωίνην Ἀρτέμιδος.

Schol. Pind. N. i. 3 Καλλίμαχος ἐν Αἰκάλῃ (sic)· οἵ νυ κτλ.

Poem 9

ναὶ μὰ τὸ ῥικνὸν σῦφαρ ἐμόν, ναὶ τοῦτο τὸ δένδρεον αὖον ἐόν περ.

Suid. s.v. σῦφαρ. So s.v. ναὶ μὰ τό. Schol. Apoll. Rh. i. 669.

Poem 10

γεργέριμον πίτυρίν τε καὶ ἣν ἀπεθήκατο λευκὴν εἰν ἁλὶ νήχεσθαι φθινοπωρίδα.

Athenaeus ii. 56 Καλλίμαχος δ’ ἐν τῇ Ἑκάλῃ γένη ἐλαῶν καταλέγει· γεργέριμον πίτυρίν τε. Suid. s.v. γεργέριμον, τὴν ἐν τῷ δένδρῳ πεπανθεῖσαν ἐλαίαν, πίτυρίν τε καὶ ἣν ἀπεθήκατο λευκήν, τουτέστι τὴν συνθλασθεῖσαν καὶ οὕτως ἀποτεθεῖσαν ἐλαίαν, εἰν ἁλὶ δὲ νήχεσθαι φθινοπωρίδα, τὴν κολυμβάδα λέγει. Cf. Nonnus xvii. 54 f. χύδην δ’ ἐπέβαλλε τραπέζῃ | εἰν ἁλὶ νηχομένης φθινοπωρίδος ἄνθος ἐλαίης Βρόγγος ἔχων μίμημα φιλοστόργοιο νομῆος [i.e. Molorcus who entertained Heracles].

Poem 11

Plin. N. H. xxii. 88 Estur et sonchos — ut quem Theseo apud Callimachum adponat Hecale — uterque, albus uterque, et niger.

Poem 12

Schol. Nicandr. Ther. 909 κρῆθμον· ἤτοι λάχανόν ἐστι. καὶ γὰρ μέμνηται αὐτοῦ καὶ Καλλίμαχος ἐν τῇ Ἑκάλῃ.

Plin. N. H. xxvi. 82 eadem vis crethmo ab Hippocrate admodum laudato. est autem inter eas quae eduntur silvestrium herbarum. hanc certe apud Callimachum adponit rustica illa Hecale.

Poem 13

δινομένην ὑπὸ βουσὶν ἐμὴν ἐφύλασσον ἅλωα.

Suid. s.v. δεινουμένην. E.M. s.v. ἅλως. Cf. Cramer, Anecd. Ox. ii. p. 376, Bekker, Anecd. p. 1440, etc.

Poem 14

ἡνίκα μὲν γὰρ ταὐτὰ φαείνεται ἀνθρώποισιν, αὐτοὶ μὲν φιλέουσ’, αὐτοὶ δέ τε πεφρίκασιν· ἑσπέριον φιλέουσιν, ἀτὰρ στυγέουσιν ἑῷον.

Olympiodorus in Meteor. Aristot. p. 12 ὅτι γὰρ ὁ αὐτός ἐστι καὶ ἑῷος καὶ ἑσπέριος, δηλοῖ καὶ Καλλίμαχος λέγων ἐν Αἰκάλῃ [sic]· ἡνίκα μὲν γὰρ φαίνεται τοῖς ἀνθρώποις ταὐτά [corr. Hecker] . . ἀποστυγέουσιν ἑῷον. Eustath. Il. 1271. 35 ὡς καὶ Καλλιμάχῳ δοκεῖ ἔνθα φησὶν ὡς ἑσπέριον φιλέουσιν, ἀτὰρ στυγέουσιν ἑῷον. So the last line is given Tzetz. Chil. viii. 837, Ep. xliii.

Poem 15

ἡ δ’ ἐκόησεν τοὔνεκεν Αἰγέος ἔσκε.

Ammonius, De simil. et diff. voc. p. 139 Valck., E.M. s.v. κοάλεμον. Cf. Hellad. Phot. Bibl. p. 531. 13, Suid. s.v. ἐκόησεν.

Poem 16

πολυπτῶκές τε Μέλαιναι.

Etym. Gud. 300. 11 παρὰ Καλλιμάχῳ πολυ. κτλ. Steph. Byz. Μελαινεῖς, δῆμος τῆς Ἀντιοχίδος φυλῆς. Καλλίμαχος δὲ Μελαίνας φησὶ τὸν δῆμον ἐν Ἑκάλῃ.

Poem 17

Steph. Byz. s.v. Τρινεμεῖς, δῆμος τῆς Κεκροπίδος φυλῆς. . . . Καλλίμαχος Ἑκάλῃ Τρινέμειαν.

Poem 18

Hesych. s.v. γηφάγοι· πένητες, ἄποροι, ὡς τὰς ἐκ γῆς βοτάνας σιτιζόμενοι τροφῆς ἀμοιροῦντες. Καλλίμαχος ἐν Ἑκάλῃ.

Poem 19

στάδιον δ’ ὑφέεστο χιτῶνα.

Schol. Apoll. Rhod. iii. 1226 τινὲς δὲ στάδιον ὡς εὐπαγῆ, ὃν καὶ Καλλίμαχος λέγει· στάδιον κτλ. Suid. s.v. στάδιον· . . . καὶ στάδιος χιτών, ὁ ποδήρης, ὁ τέλειος, παρὰ Καλλιμάχῳ ἐν Ἑκάλῃ.

Poem 20

ἐν μὲν γὰρ Τροιζῆνι κολουραίῃ ὑπὸ πέτρῃ θῆκε σὺν ἁρπίδεσσι.

Tzetz. Lycophr. 494, cf. id. 1322. E.M. s.v. ἁρπίς. Suid. s.v. κολουραία πέτρα.

Poem 21

εὖτ’ ἂν ὁ παῖς ἀπὸ μὲν γυαλὸν λίθον ἀγκάσσασθαι ἄρκιος ᾖ χείρεσσιν ἑλὼν Αἰδήψιον ἄορ.

Poem 22

Λιμναίῳ δὲ χοροστάδας ἦγον ἑορτάς.

Schol. Aristoph. Ran. 216. Cf. Steph. Byz. s.v. Λίμναι.

Poem 23

τοῦτο γὰρ αὐτὴν κωμῆται κάλεον περιηγέες.1

Suid. s.v. κωμῆται· καὶ οἱ γείτονες . . . Καλλίμαχος Ἑκάλῃ· τοῦτο κτλ.

Poem 24

παλαίθετα κᾶλα καθῄρει.

Etym. Paris. 2720 (Cramer, Anec. Par. iv. 53) Καλλίμαχος Ἑκάλῃ· παλαίθετα κτλ. Cf. Suid. s.v. κᾶλα παλαίθετα.

Poem 25

ναὶ μὰ τόν.

Suid. s.v. ναὶ μὰ τό· . . . καὶ Ἑκάλη εἶπε ναὶ μὰ τόν καὶ οὐκέτι ἐπάγει τὸν θεόν, ῥυθμίζει δὲ ὁ λόγος πρὸς εὐσέβειαν.

Poem 26

οὐ γάρ μοι πενίη πατρώϊος, οὐδ’ ἀπὸ πάππων εἰμὶ λιπερνῆτις· βάλε μοι, βάλε τὸ τρίτον εἴη.

E.M. s.v. λιπερνῆτις (cod. Vossianus Gaisford). Et. Flor. p. 207 Müller. Schol. Dion. Thrac. p. 946. 15 βάλε μοι . . . εἴη, Καλλίμαχος.

Poem 27

Schol. Eurip. Hippol. 32 πέτραν δὲ Παλλάδος φησὶ τὸ ἐν τῇ Ἀττικῇ Γλαυκώπιον, οὗ Καλλίμαχος ἐν Ἑκάλῃ μέμνηται.

Poem 28

Suid. s.v. Κωλιάς· ναός ἐστι τῆς Ἀφροδίτης οὕτω καλούμενος. . . . μέμνηται καὶ Καλλίμαχος ἐν Ἑκάλῃ.

Poem 29

Schol. Euseb. Praep. Evang. iv. 16 οὐ τὴν πρὸς ταῖς Ἀθήναις Σαλαμῖνα λέγει. αὕτη γὰρ Κούλουρις πάλαι ἐλέγετο, ὡς καὶ Καλλίμαχος ἐν Ἑκάλῃ φησίν, ἀλλὰ τὴν κατὰ Κύπρον Σαλαμῖνα λέγει.

Poem 30

ἴθι, πρηεῖα γυναικῶν, τὴν ὁδὸν ἣν ἀνίαι θυμαλγέες οὐ περόωσιν. πολλάκι σεῖο 〈δέ〉,1 μαῖα, φιλοξείνοιο καλιῆς μνησόμεθα· ξυνὸν γὰρ ἐπαύλιον ἔσκεν ἅπασιν.

Suid. s.v. ἐπαύλιον δὲ μονή. περὶ Ἑκάλης θανούσης· ἴθι κτλ. Cf E.M. s.v. θάνατος . . . . ἴθι . . . περόωσι, Καλλίμαχος.

Poem 31

τοὔνεκα καὶ νέκυες πορθμήϊον οὔ τι φέρονται μούνῃ ἔνι πτολίων, ὅ τε τέθμιον οἰσέμεν ἄλλους ἐν στομάτεσσι νεὼς Ἀχεροντείας2 ἐπίβαθρον (δανάκην).

E.M. s.v. δανάκης νομίσματός ἐστιν ὄνομα βαρβαρικόν, πλέον ὀβολοῦ, ὃ τοῖς νεκροῖς ἐν τοῖς στόμασιν ἐτίθεσαν· Καλλίμαχος· τοὔνεκα κτλ. Cf. Suid. s.v. πορθμήϊον, ὁ μισθὸς τοῦ ναύτου. Καλλίμαχος· τοὔνεκα . . . φέρονται. ἐν Αἰγιαλῷ γὰρ καταβάσιόν ἐστιν Ἅιδου, εἰς ὃ ἀπελθοῦσα ἡ Δημήτηρ ἔμαθε παρὰ τῶν περιοἰκων περὶ τῆς κόρης. καὶ ἐδωρήσατο αὐτοῖς, ὡς λέγει, ἄφεσιν τοῦ πορθμηΐου. Cf. Suid. s.vv. Ἀχερουσία and δανάκη, Pollux ix. 6.

Poem 32

ἀλλὰ θεῆς, ἥτις με διάκτορον ἔλλαχε Παλλάς.

E.M. s.v. διάκτορος· . . . τοῦ γὰρ Ἑρμοῦ ἐπίθετον· παρὰ δὲ τοῖς ἄλλοις ποιηταῖς ἁπλῶς ἐπὶ τοῦ διακόνου τίθεται. Καλλίμαχος ἐπὶ γλαυκὸς τὸ ἐπίθετον· ἀλλὰ θεῆς κτλ.

Poem 33

ὁ μὲν εἷλκεν, ὁ δ’ εἵπετο νωθρὸς ὁδίτης.

Schol. Apoll. Rhod. i. 1162 καὶ Καλλίμαχος ἐπὶ τοῦ ταύρου ἡττηθέντος φησίν· ὁ μὲν κτλ.

Poem 34

πέδιλα, τὰ μὴ πύσε νήχυτος εὐρώς.

Suid. s.v. εὐρώς· ὑγρότης σεσηπυῖα. Καλλίμαχος πέδιλα κτλ. Cf. id. s.v. νήχυτος ἔρως [sic].

Poem 35

ἐκ δ’ ἄρτους σιπύηθεν ἅλις κατέθηκεν ἑλοῦσα.

Zonaras, p. 1645 σιπύη· τὸ κανίσκιον ἢ ἡ ἀρτοθήκη. Καλλίμαχος· ἐκ δ’ ἄρτους κτλ. Cf. Apoll. Dysc. De adverb. p. 605. 6.