Fragmenta grammatica
- Authority group
- Callimachus (catalogue association; authorship remains anonymous)
- Edition reference
- Fragmenta grammatica, ed. Pfeiffer, op. cit., vol. 1, 330–338.
- CTS identifier
urn:cts:greekLit:tlg0533.tlg012.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
407
τατον τῶν βληθέντων ἐᾶν ἐπιμένειν, ἀλλὰ πάντα καθέλκειν. (καὶ ταῦτα
δὲ πλείους εἰρήκασιν καὶ ἐπὶ πλειόνων ὑδάτων.) (Ctes. fr. 82, p. 104 M.)
Εὔδοξον (fr. 48 Br. = p. 69 Gis.) δ' ἱστορεῖν τὴν μὲν
ἐν Καλχηδόνι κροκοδείλους ἐν αὑτῇ 〈ἔχειν〉 μικρούς, ὁμοίους τοῖς ἐν
Αἰγύπτῳ.
Περὶ δὲ τὴν Ἀθαμανίαν ἱερὸν εἶναι Νυμφῶν, ἐν ᾧ τὴν
κρήνην τὸ μὲν ὕδωρ ἔχειν ἄφατον ὡς ψυχρόν, ὃ δ' ἂν ὑπερθῇς αὐτοῦ
θερμαίνειν· ἐὰν δέ τις φρύγανον ἢ ἄλλο τι τῶν τοιούτων προσενέγκῃ,
μετὰ φλογὸς καίεσθαι. (Eudox. fr. 91 Br. = p. 100 Gis.)
Κατὰ δὲ τὴν Ἀραβίαν ἐν πόλει Λευκοθέᾳ Ἀμώμητόν
(fr. 2, HGF II p. 396) φησιν γράφειν, τὸν πραγματευθέντα τὸν ἐκ
Μέμφεως Ἀνάπλουν, εἰς τὴν καλουμένην Ἴσιδος κρήνην ἄν τις οἴνου
ἐπιχέῃ κοτύλην, διότι γίγνεται τὸ ποτὸν εὔκρατον.
Περὶ δὲ λιμνῶν Κτησίαν (fr. 81, p. 103 C. Müller) μὲν
ἱστορεῖν λέγει τῶν ἐν Ἰνδοῖς λιμνῶν τὴν μὲν τὰ εἰς αὐτὴν ἀφιέμενα κάτω
οὐ δέχεσθαι, καθάπερ τὴν ἐν Σικελίᾳ καὶ Μήδοις, πλὴν χρυσίον καὶ
σίδηρον καὶ χαλκὸν, καὶ ἄν τι ἐμπέσῃ πλάγιον, ὀρθὸν ἐκβάλλειν, ἰᾶσθαι
δὲ τὴν καλουμένην λεύκην· τῇ δ' ἑτέρᾳ κατὰ τὰς εὐδιαζούσας ἡμέρας
ἐπιπολάζειν ἔλαιον.
Ξενόφιλον (HGF IV, p. 530) δὲ ἐν μὲν τῇ πλησίον
Ἰόππης (sc. λίμνῃ) οὐ μόνον ἐπινήχεσθαι πᾶν βάρος, ἀλλὰ καὶ παρὰ
τρίτον ἔτος φέρειν ὑγρὰν ἄσφαλτον· ὅταν δὲ γίγνηται τοῦτο, παρὰ τοῖς
ἐντὸς τριάκοντα σταδίων οἰκοῦσιν ἰοῦσθαι χαλκώματα.
Τὴν δὲ ἐν τοῖς Σαρμάταις λίμνην Ἡρακλείδην (fr. 66
O. Voss, Heracl. Pont. 1896) γράφειν, ὅτι οὐδὲν τῶν ὀρνέων ὑπεραίρειν,
τὸ δὲ προσελθὸν ὑπὸ τῆς ὀσμῆς τελευτᾶν· (ὃ δὴ καὶ περὶ τὴν Ἀορνῖτιν
δοκεῖ γίγνεσθαι et quae sequuntur ex Timaeo, Geffcken, Tim.
p. 142, 33 sqq., add. Antigonus.)
Ἐκ δὲ τῆς ἐν Ζακύνθῳ λίμνης φησὶν Εὔδοξον (fr. 49
Brand. = p. 125 Gisinger) ἱστορεῖν, ὅτι ἀναφέρεται πίσσα, καίτοι
παρεχούσης αὐτῆς ἰχθῦς· ὅ τι δ' ἂν ἐμβάλῃς εἰς ταύτην, ἐπὶ θαλάττης
φαίνεσθαι τεττάρων ὄντων ἀνὰ μέσον σταδίων.
Λύκον (fr. 11, FHG II 373) δὲ περὶ τὴν ἐν Μύλαις τῆς
Σικελίας δένδρα φύεσθαι, διὰ μέσης δ' αὐτῆς ἀναθεῖν ὕδωρ τὸ μὲν ψυχρόν,
τὸ δὲ τοὐναντίον.
Φανίαν (fr. 38, FHG II 301) δὲ τὴν τῶν† Πυράκων
λίμνην ὅταν ἀναξηρανθῇ κάεσθαι.
Καὶ τὴν Ἀσκανίαν πότιμον οὖσαν τὸ προσενεχθὲν
αὐτῇ πλύνειν ἄνευ ῥύμματος, ἐὰν ἐαθῇ δ' ἐν αὐτῇ πλείω χρόνον, δια-
πίπτειν αὐτόματον.
Περὶ δὲ τῆς ἐν Κιτίῳ φάσκειν Νικαγόραν (FHG
II, p. 332) ὅτι ἀνιμηθείσης ἐπ' ὀλίγον τῆς γῆς (?) ἅλες εὑρίσκονται.
Περὶ δὲ τῶν† αὐτῶν ὑδάτων Θεόφραστόν (fr. 160
Wimmer) φησι τὸ καλούμενον Στυγὸς ὕδωρ λέγειν, ὅτι ἐστὶν ἐν Φενεῷ,
στάζει δ' ἔκ τινος πετριδίου· τοὺς δὲ βουλομένους αὐτοῦ ὑδρεύεσθαι
σπόγγοις πρὸς ξύλοις δεδεμένοις λαμβάνειν, διακόπτειν δὲ πάντα τὰ
ἀγγεῖα πλὴν τῶν κερατίνων, τὸν δὲ ἀπογευσάμενον τελευτᾶν.
Ἐν δὲ τῇ Λεοντίνων ἱστορεῖν Λύκον (fr. 12, FHG
II 373) τοὺς ὀνομαζομένους 〈Δέλλους〉 ἀναζεῖν μὲν ὡς θερμότατον τῶν
ἑψομένων, τὰς δὲ πηγὰς ἔχειν ψυχράς. τῶν δὲ πλησιαζόντων αὐτοῖς τὸ
μὲν τῶν ὀρνίθων γένος ἀποθνῄσκειν εὐθύς, τοὺς δὲ ἀνθρώπους μετὰ
τρίτην ἡμέραν.
Ὅμοιον δὲ τούτῳ καὶ τὸ περὶ τὸν Κῴων Χυτρῖνον
γίνεσθαι· καὶ γὰρ ἐκεῖνον ἀτμὸν μὲν ἐκβάλλειν καὶ ποιεῖν ἔμφασιν τοῦ
ζεῖν, τὰ δὲ καθειμένα καθ' ὑπερβολὴν ψύχειν.
Εἶναι δὲ παρὰ τοῖς Κῴοις καὶ ἄλλο τι ῥευμάτιον, ὃ
πάντας τοὺς ὀχετοὺς ὅθεν διαρρεῖ λίθους πεποίηκεν. τοῦτο δὲ καὶ
Εὔδοξος (fr. 50 Brand. = p. 115 Gis.) καὶ Καλλίμαχος παραλείπουσιν,
ὅτι ἐκ τοῦδε τοῦ ὕδατος οἱ Κῷοι λίθους λατομήσαντες ᾠκοδόμησαν τὸ
θέατρον· οὕτως ἰσχυρῶς ἀπολιθοῦται πᾶν γένος.
Λέγειν δὲ τὸν Εὔδοξον (fr 51 Br. = p. 67 Gis.) καὶ
περὶ τῶν ἐν τῇ Πυθοπόλει φρεάτων, ὅτι παραπλήσιόν τι τῷ Νείλῳ
πάσχουσιν· τοῦ μὲν γὰρ θέρους ὑπὲρ τὰ χείλη πληροῦσθαι, τοῦ δὲ
χειμῶνος οὕτως ἐκλείπειν ὥστε μηδὲ βάψαι ῥᾴδιον εἶναι.
Καὶ περὶ τοῦ κατὰ τὴν Κρήτην ὑδατίου, οὗ οἱ ὑπερ-
καθίζοντες, ὅταν ὑετὸς ᾖ, διατελοῦσιν ἄβροχοι, παραδεδόσθαι δὲ τοῖς
Κρησίν, ἀπ' ἐκείνου λούσασθαι τὴν Εὐρώπην ἀπὸ τῆς τοῦ Διὸς μίξεως.
(Eudox. fr. 93 Br. = p. 121 Gis.)
Ἐν δὲ Λυγκήσταις Θεόπομπον (115 FGrHist.
278 b) φάσκειν τι εἶναι ὕδωρ ὀξύ, τοὺς δὲ ἐκ τούτου πίνοντας ὥσπερ ἐπὶ
τῶν οἴνων ἀλλοιοῦσθαι (καὶ τοῦθ' ὑπὸ πλειόνων μαρτυρεῖται).
Τὸ δ' ἐκ τῆς πέτρας Ἀρμενίων ἐκπίπτον Κτησίαν
(fr. 83, p. 104 Mü.) ἱστορεῖν ὅτι συμβάλλει ἰχθῦς μέλανας, ὧν τὸν
ἀπογευσάμενον τελευτᾶν.
Περὶ δὲ πυρὸς Κτησίαν (fr. 68, p. 94 Mü.) φησὶν
ἱστορεῖν, ὅτι περὶ τὴν τῶν Φασηλιτῶν χώραν ἐπὶ τοῦ τῆς Χιμαίρας
ὄρους ἔστιν τὸ καλούμενον ἀθάνατον πῦρ· τοῦτο δέ, ἐὰν μὲν εἰς ὕδωρ
ἐμβάλῃς, καίεσθαι βέλτιον, ἐὰν δὲ φορυτὸν ἐπιβαλὼν πήξῃ τις, σβέν-
νυσθαι. (παραπλησίον—ἥλλετο = c. 167 de sale Acragantino add.
Antigonus.)
... Περὶ δὲ λίθων τὸν αὐτὸν τοῦτον λέγειν τὸν παρὰ
τοῖς Βοττιαίοις ἐν Θρᾴκῃ γινόμενον, ὅταν ὁ ἥλιος προσβάλλῃ, πῦρ ἐξ
αὐτοῦ ἐκθυμιᾶσθαι· †ἐκεῖνος δ' ἵνα παρέχῃ, γνοὺς μὲν τὴν τῶν ἀνθράκων
χροιὰν διαμένοντας ἀφθάρτους, κἂν σβέσας τί πάλιν ἐπικεχειρήκασιν†,
τὴν αὐτὴν ἐνέργειαν συντελεῖν.
Περὶ δὲ φυτῶν τῆς ἀκάνθης εἶδος Ἀριστοτέλην (fr. 269 R2.)
φάσκειν περὶ τὴν Ἐρύθην ἀνευρίσκεσθαι διαποίκιλον τὴν χρόαν, ἐξ οὗ
πλῆκτρα γίνεσθαι. (Τίμων—σκληράν add. Antigonus.)
Περὶ δὲ Θεσπρωτοὺς ἐκ τῆς γῆς ἄνθρακας ὀρύττεσθαι
δυναμένους κάεσθαι Θεόπομπόν (115 FGrHist. 273) φησιν καταγράφειν.
Φανίαν (fr. 39, FHG II 301) δὲ κατά τινας τόπους τῆς
Λέσβου καὶ περὶ τῶν Νεανδριέων τὰς βώλους πρὸς τὰς τῶν ὄψεων
†καθηγήσεις γίνεσθαι χρησίμας, καὶ εἰς ὕδωρ ἐμβληθείσας οὔτε κατα-
δύνειν οὔτε κατατήκεσθαι. (ὑπὸ τοῦτο τὸ γένος πίπτοι ἂν καὶ ἐν Πιτάνῃ
πλίνθος ἡ λεγομένη ἐπιπλεῖν.)
Περὶ δὲ τῶν ζῴων Λύκον (fr. 4, FHG II 371) μὲν ἐν τῇ
Διομηδείᾳ τῇ νήσῳ φησὶν ἱστορεῖν, τοὺς ἐρωδιοὺς ὑπὸ μὲν τῶν Ἑλλήνων,
ὅταν παραβάλλῃ τις εἰς τοὺς τόπους, οὐ μόνον ψαυομένους ὑπομένειν,
ἀλλὰ καὶ προσπετομένους εἰς τοὺς κόλπους ἐνδύνειν καὶ σαίνειν φιλο-
φρόνως. λέγεσθαι δέ τι τοιοῦτον ὑπὸ τῶν ἐγχωρίων, ὡς τῶν τοῦ Διο-
μήδους ἑταίρων εἰς τὴν τῶν ὀρνέων τούτων φύσιν μετασχηματισθέντων.
Τοὺς δὲ περὶ τὸν Ἀδρίαν ἐνοικοῦντας Ἐνετοὺς Θεόπομ-
πον (115 FGrHist. 274) φάσκειν κατὰ τὸν σπόρου καιρὸν τοῖς κολοιοῖς
ἀποστέλλειν δῶρα, ταῦτα δ' εἶναι ψαιστὰ καὶ μάζας. προθέντας δὲ τοὺς
ταῦτα κομίζοντας ἀποχωρεῖν, τῶν δὲ ὀρνέων τὸ μὲν πλῆθος ἐπὶ τοῖς
ὁρίοις μένειν τῆς χώρας συνηθροισμένον, δύο δ' ἢ τρεῖς προσπτάντας καὶ
καταμαθόντας ἀφίπτασθαι πάλιν καθαπερεί τινας πρέσβεις ἢ κατασκόπους.
ἐὰν μὲν οὖν τὸ πλῆ[
{FRAGMENTA INCERTAE SEDIS} ἐδείμαμεν ἄστεα μορτοίγράμματα δ' οὐχ εἵλισσεν ἀπόκρυφα αἴγιθος ἀμφιγυήειςΓαῦδος ὀλίγην νησῖδα Καλυψοῦς Μοῦσαί νιν ἑοῖς ἐπὶ τυννὸν ἔθεντο〈γούνασι〉 †τοι κήδεα λέξον ἑά †περσιητ' ἕνεκεν πένθος ἀπωμόσατ[οαἰεὶ τοῖς μικκοῖς μικκὰ διδοῦσι θεοί μύθου δὲ πασαίμηνἥδιον οὐχ ὧδ' ἐμόγησανἐλπίδες ὥστ' ἐχθρῶν συμμαχίην καλέσαι ἀρχόμενοι μανίην ὀξυτάτην ἔχομενοἱ δὲ τὸν αἰνοτάλαντα κατέστεψανᾔδεα μᾶλλον ἔγωγε