Fragmenta incertae sedis
- Authority group
- Callimachus (catalogue association; authorship remains anonymous)
- Edition reference
- Fragmenta incertae sedis, ed. Pfeiffer, op. cit., vol. 1, 354–399, 401–402, 406–429, 431–437, 440–452, 454, 456, 458–464.
- CTS identifier
urn:cts:greekLit:tlg0533.tlg013.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
483
μή με τὸν ἐν Δωδῶνι λέγοι μόνον οὕνεκα χαλκόν
ἤγειρον
484
†τέκνα σοὶ μὲν Βάκαλες†
485
ὁ δ' ἀείδων Μαλόες ἦλθε χορός
486
δημεχθέα Χέλλωνα κακόκνημόν τε Κόμητα
487
ἀλλ' ἀντὶ βρεφέων πολιὸν νέον εἴρενα μέσσον
488
Ἀτράκιον δἤπειτα λυκοσπάδα πῶλον ἐλαύνει
489
οἷοί τε βιοπλανὲς ἀγρὸν ἀπ' ἀγροῦ
φοιτῶσιν
490
γρήϊον εἶδος ἔχουσα
491
μεῖον ἐδάκρυσεν Τρωίλος ἢ Πρίαμος
492
Φοῖβος Ὑπερβορέοισιν ὄνων ἐπιτέλλεται ἱροῖς
493
εἴ σε Προμηθεύς
ἔπλασε, καὶ πηλοῦ μὴ 'ξ ἑτέρου γέγονας
494
ἄκαπνα γὰρ αἰὲν ἀοιδοί
θύομεν
495
Νισαίης ἀγλῖθες ἀπ' Ὀργάδος
496
ΛΑΟΙ Δευκαλίωνος ὅσοι γενόμεσθα
497
κούρη δὲ παρείατο δακρυχέουσα
497a
ἀρθμὸν δ' ἀμφοτέροις καὶ φιλίην ἔταμες
498
τῷ περὶ δινήεντ' Ἀκμονίδην ἔβαλεν
499
ἀλλ' ἐπακουούς
οὐκ ἔσχεν
500
φοιτίζειν ἀγαθοὶ πολλάκις ἠίθεοι
εἰς ὀάρους ἐθέλουσιν
502
ἣν μο〈ύ〉νη ῥύετο παῖς ἀμαλή
504
αἱ δὲ πάγον φορέουσιν ἔπ' Ἄρεος
505
ἡ μὲν ἀπ' Ἀσσυρίων ἡμεδαπὴ στρατιή
506
ἥμισυ μὲν Πέρσαι†, ἥμισυ δ' Ἀσσύριοι
507
φιλαδελφίων† ἄτμενος ἦα δόμων
508
ὅσον βλωμοῦ πίονος ἠράσατο
509
ἐξ ἁλὸς οὐ †δίκην ἀνέρα Βουχέτιον
ἕλκειν
510
ἦ ῥ' ὅτι τὼς ὁ γέγειος ἔχει λόγος
511
τὴν δὲ γενὴν οὐκ οἶδα
512
καὶ γλαρίδες σταφύλη τε καθιεμένη τε μολυβδίς
514
Γραικοὶ καὶ γαίης ἡμετέρης ἀδαεῖς
515
ξεῖνος Ἐχιδναῖον νέρθεν ἄγων δάκετον
516
τῶν ἔτι σοὶ δεκάφυια φάτο ζωάγρια τείσειν
517
καὶ Δελφὸς ἀνὴρ ἐμοὶ ἱεροεργός
518
ἐς δάϊν ἐρχομενάων
519
ἀλλὰ θεῆς ἥτις με διάκτορον ἔλλαχε Παλλάς
520
εἰ δέ ποτε προφέροιντο διάσματα, φάρεος ἀρχήν
522
δύπται δ' ἐξ ἁλὸς ἐρχόμενοι
ἔνδιοι καύηκες
523
τὸ δ' ἐκ μέλαν εἶαρ ἔδαπτεν
524
Εἰνατίην ὁμόδελφυν ἐπ' ὠδίνεσσιν ἰδοῦσα
525
ἐλαχὺν δόμον
526
οὐδὲ βοὴ κήρυκος ἐλίνυσεν
527
τοὺς αὐτῷ σκοτίους ἐμπελάτειρα †καὶ ἔτεκε γυνή†
527a
ὅν τε μάλιστα βοῶν ποθέουσιν ἐχῖνοι
528
ὁ δ' ἠλεὸς οὔτ' ἐπὶ σίττην
βλέψας
528a
ἠλεὰ μὲν ῥέξας, ἐχθρὰ δὲ πεισόμενε
529
τὸν οὐκ ἔπλησε φέρουσα
μήτηρ †οὓς ὤδινε μῆνας†
530
χολῇ δ' ἴσα γέντα πάσαιο
531
εἰ γὰρ †ἐπιθήσει πάντα† ἐμὴ κίβισις
532
τῷ ἴκελον τὸ γράμμα τὸ Κώϊον
533
πουλὺ θαλασσαίων μυνδότεροι νεπόδων
534
καί ῥα παρὰ σκαιοῖο βραχίονος ἔμπλεον ὄλπιν
535
ὄφρα σε πλειοτέρῃ δεῦρο δέχωμ'
536
τέρπνιστοι δὲ τοκεῦσι τόθ' υἱέες
538
Μουσέων δ' οὐ μάλα φιδὸς ἐγώ
539
φιαρὴ τῆμος ἄνεσχεν ἕως
540
χύτλων ἀντιάσαντες
544
τοῦ 〈⏑〉 μεθυπλῆγος φροίμιον Ἀρχιλόχου
546
κρήνη
λευκὸν ὕδωρ ἀνέβαλλεν
547
ὑδάτινον καίρωμα 〈⏑–〉 ὑμένεσσιν ὁμοῖον
548
θηλύτατον πεδίον
549
ἔχοιμί τι παιδὸς ἐφολκόν
550
ὃ πρὸ μιῆς ὥρης θηρίον οὐ λέγεται
551
καὶ γόνος αἰζηῶν ἔγραε κηδεμόνα
552
Βριλησσοῦ λαγόνεσσιν ὁμούριον ἐκτίσσαντο
553
καὶ κυάμων ἄπο χεῖρας ἔχειν, ἀνιῶντος ἐδεστοῦ,
κἠγώ, Πυθαγόρης ὡς ἐκέλευε, λέγω
554
Τόν με παλαιστρίταν ὀμόσας θεὸν ἑπτάκις φιλήσειν
555
†ἀφάρωτος οἷον γυνή†
556
νυμφίε Δημοφόων, ἄδικε ξένε
557
εἴτε μιν Ἀργείων χρῆν με καλεῖν ἀάτην
560
τόξού σφεων τις ἄριστα Κυδωνίου
561
γρῆές ἐμεν †κορεης δ' οὐκ αἴτιος†
562
ἐς δάϊν ὁπλισμὸν† ἵππιον Ἄργος ἔχει
567
ἡδομένη νεκάδεσσιν †ἐπισκυρῶν† πολέμοιο
571
αἴθε γὰρ ὦ κούροισιν ἐπ' ὄθματα λίχνα φέροντες,
Ἐρχίος ὡς ὑμῖν ὥρισε παιδοφιλεῖν,
ὧδε νέων ἐρόῳτε· πόλιν κ' εὔανδρον ἔχοιτε
572
ἀρότας κύματος Ἀονίου
573
ὠλόψατο χαίτας
574
ὁ δὴ μήκωνα πατεῖται
575
†οἱ δ'† ὥστ' ἐξ ὀχεῆς ὄφις αἰόλος αὐχέν' †ἀναύχην†
586
εἰ θεὸν οἶσθα,
ἴσθ' ὅτι καὶ ῥέξαι δαίμονι πᾶν δυνατόν
587
ἑπτὰ σοφοὶ χαίροιτε—τὸν ὄγδοον, ὥστε Κόροιβον,
οὐ συναριθμέομεν—
588
πάλαι δ' ἔτι Θεσσαλὸς ἀνήρ
ῥυστάζει φθιμένων ἀμφὶ τάφον φονέας
590
πυρὶ δεῖπνον
591
τεθναίην ὅτ' ἐκεῖνον ἀποπνεύσαντα πυθοίμην
592
χἠ Παλλάς, Δελφοί νιν ὅθ' ἱδρύοντο Προναίην
593
μέσφα Καλαυρείης ἦλθεν ἐς ἀντίδοσιν
597
θηρὸς ἀερτάζων δέρμα κατωμάδιον
599
ἀντὶ γὰρ ἐκλήθης Ἴμβρασε Παρθενίου
601
ἐν Δίῃ· τὸ γὰρ ἔσκε παλαίτερον οὔνομα Νάξῳ
602
δέσποιναι Λιβύης ἡρωΐδες, αἳ Νασαμώνων
αὖλιν καὶ δολιχὰς θῖνας ἐπιβλέπετε,
μητέρα μοι ζώουσαν ὀφέλλετε
603
σκέρβολα μυθήσαντο
604
νόθαι δ' ἤνθησαν ἀοιδαί
605
ἵν' ἐτρίψαντο μυσωτόν
606
γογγύλος ἐστὶ λίθος
607
μὴ σύ γε, Θειόγενες, κόψας χέρα Καλλικόωντος;
608
κάρτ' ἀγαθὴ κικυμωίς
610
†ὅδ' αὖθις† παρὰ φθόϊας
611
Καλλιχόρῳ ἐπὶ φρητὶ καθέζεο παιδὸς ἄπυστος
612
ἀμάρτυρον οὐδὲν ἀείδω
613
Ἰηπύγων ἔγχος ἀπωσάμενοι
617
πάντες ἀφ' Ἡρακλῆος ἐτήτυμον †ἔσσα κώμου†,
ἔξοχα δ' ἐν πεδίοις οἳ πόλιν ᾠκίσατε
〈....〉 Ἰταλῶν
618
Ῥήγιον ἄστυ λιπὼν Ἰοκάστεω Αἰολίδαο
619
ἀβάλε μηδ' ἀβόλησα
620
ἄγνωτον μηδὲν ἔχοιμι καλόν
620a
ἔσκεν ὅτ' ἄζωστος χἀτερόπορπος ἔτι
621
εἰμὶ τέρας Καλυδῶνος, ἄγω δ' Αἰτωλὸν Ἄρηα
623
†ἕζεσθαι θερμότατον ῥιζοῦχε Ποσειδῶν†
625
ἠβαιὴν οὔ τι κατὰ πρόφασιν
626
τῶν οὐκ ἀγαθῶν ἐρυσίπτολιν
627
τοίων ἀεί†
628
ἄνωγε δὲ πορθμέα νεκρῶν
629
†μέσον ἐπὶ ναύταις†
630
κρηνέων τ' Εὐρώπῃ μισγομένων ἑκατόν
631
†ἧσεν ἐκδοὺς σάμβαλον αὐλείου
633
Μουσέων †κενὸς† ἀνὴρ ἀτέει
634
οὔλου μῆτερ Ἄρηος
635
ὁ δ' ἐκ Λοκρῶν τείχεος Ἰταλικοῦ
παρῆν ἀμύντωρ
636
μὴ ὀφέλετ' ἀλλήλοισιν ἐπὶ πλέον ὄμματα δῦναι
637
χαλεπὴ μῆνις ἐπιχθονίων
638
ἵλαθί μοι φαλαρῖτι, πυλαιμάχε
639
ἵππους καιετάεντος ἀπ' Εὐρώταο κομίσσαι
644
νόμον δ' ἤειδεν Ἄρηος
645
†αἱ νῆσαι ἁλιδύουσαι†
646
αἱ δὲ βοοκρήμνοιο παρ' ἀγκύλον ἴχνος Ἀράτθου
647
ῥάμφεϊ †καθνώδει τόργος ἔκοπτε νέκυν
648
ἂψ ἐπὶ Θερμώδοντος ὁδεύετον
650
ἔστιν μοι Μάγνης ἐννεάμυκλος ὄνος
651
μέσσαβα βοῦς ὑποδύς
652
τὴν μὲν ὅ γ' ἐσπέρμηνεν Ἐρινύι Τιλφωσαίῃ
654
θιβρῆς Κύπριδος ἁρμονίης
655
καὶ τριτάτη Περσῆος ἐπώνυμος, ἧς ὀρόδαμνον
Αἰγύπτῳ κατέπηξεν
656
κηκάδι σὺν γλώσσῃ
657
ἀμφί τε κεβλήν
εἰρμένος ἀγλίθων οὖλον ἔχει στέφανον
658
ἐν δὲ θεοῖσιν ἐπὶ φλογὶ καιέμεν ὄμπας
659
ἑρπετὰ τῶν αἰεὶ τετρίφαται λοφιαί
668
Ἐργῖνος †Κλυμένου† ἔξοχος ἐν σταδίῳ
669
ὃς 〈 〉 Ἰταλὴν ἐφράσαθ' ἁρμονίην
670
πτέρνῃ θ' ἵππος ἐλαυνόμενος
671
αὐτώρης ὅτε τοῖσιν ἐπέφραδε
672
Κολχίδος ἐκ καλάμης
673
ἢ ὑπὲρ αὐσταλέον Χαρίτων λόφον
674
δωδεκάκις περὶ δίφρον ἐπήγαγεν ὄθματα †δίφρου†
675
]!ἕδρανον Ἑλλ![
Τ]μαρίοις [
676
ζορκός τοι, φίλε κοῦρε, Λιβυστίδος αὐτίκα δώσω
πέντε νεοσμήκτους ἄστριας
677
τὸ δὲ σκύλος ἀνδρὶ καλύπτρη
γιγνόμενον, νιφετοῦ καὶ βελέων ἔρυμα
680
ὑπεὶρ ἅλα κεῖνος ἐνάσθη,
Ἀλκαθόου τίς ἄπυστος
681
νηφάλιαι καὶ τῇσιν ἀεὶ μελιηδέας ὄμπας
λῄτειραι καίειν ἔλλαχον Ἡσυχίδες
682
τί δάκρυον εὗδον ἐγείρεις;
683
ὡς τὴν ἀσπίδα †ατον† ἑλών (?)
686
†εἴ τί φημι ἄμωρος ἐρημώθη δύνατο ἐν πείρᾳ†
687
δαίμων, τῇ κόλποισιν ἐπιπτύουσι γυναῖκες
688
ἐπὶ τρύγα δ' εἶχεν ἐδωδῇ
689
Πὰν ὁ Μαλειήτης τρύπανον αἰπολικόν
690
ἰύζων δ' ἀν' ὄρος
691
θήκατο †μὴ εἰς† αἷμα πιεῖν μύταλον
694
ἀεὶ δ' ἔχον ἔντομα σηκοί
695
πιπρήσκει δ' ὁ καλὸς πάντα πρὸς ἀργύριον
700
ἡ δ' ἔτι καὶ λίην ἀριδ[ά]κρυος
701
δέδαεν δὲ λαχαινέμεν ἔργα σιδήρου
705
εἰς Ἀσίνην Ἄλυκόν τε καὶ ἂμ πόλιν Ἑρμιονήων
713
ἔνθ' ἀνέμων μεγάλων κῦμα διωλύγιον
714
κουφοτέρως τότε φῶτα διαθλίβουσιν ἀνῖαι,
ἐκ δὲ τριηκόντων μοῖραν ἀφεῖλε μίαν,
ἢ φίλον ἢ ὅτ' ἐς ἄνδρα συνέμπορον ἢ ὅτε κωφαῖς
ἄλγεα μαψαύραις ἔσχατον ἐξερύγῃ
715
ὁ δρόμος ἱερὸς οὗτος Ἀνούβιδος
716
Καλλίστη τὸ πάροιθε, τὸ δ' ὕστερον οὔνομα Θήρη,
μήτηρ εὐίππου πατρίδος ἡμετέρης
719
θεῷ τ' ἀλάλαγμα νόμαιον
δοῦναι
721
ἵν' ἀμαζόνες ἄνδρες ἔασιν
724
πτωχῶν οὐλὰς ἀεὶ κενεή
725
καὶ ὡς λύκος ὠρυοίμην
{FRAGMENTA INCERTI AUCTORIS}ἔμπα γε μὴν ἴθι δεῦροεὐναίας τ' ἐβάλοντοτοῦτό γέ μοι χάρισαιεὐσεβίη τέθνηκενἀδρανίη †τοδεπολλον† τὴν θεῦν Ἄρτεμιν οἷ' ἔπαθενπολλὰ μάτην κεράεσσιν ἐς ἠέρα θυμήνανταΛαάγου φίλος υἱὸς ἀρίζηλος ΠτολεμαῖοςΜνημοσύνης ᾖδ' (?) ὧδε γόνου χαρίεντος ἔπισσα ἆ πάντη πάντα θαλυκρὸς ἐγώφὴ νέος οὐκ ἀπάλαμνος ἀμίσαλλοί τε γέροντες πολὺ τρύος ἤλασεν ἔξωνιψάμεναι κρήνης ἔδραμον Ἀργαφίης ἀχρὴς δ' ἀνέπαλτο κέντορι Βασσαρίδων ὀνομακλεῖ†Βουθούη Δρίλωνος ἐπὶ προχοῇσιν ἐνάσθη Βύνης καταδέκτριαι αὐδηέσσηςδέχνυσο μῆτερ μή μιν ἔδουσιν ἄσαι;ἐσχατίην ὑπὸ πέζαν ἐλειήταο Λέοντος ἠγαλέην κάλπιν ἀειρομένη τρασιῆς ψευδόμενον φύλακαΚιδαλίης κρηνῖδοςὡς δ' ἐνὶ κορσωτῆρος ὑπὸ τρίχα καλλύνονταιαὐτίκα 〈–〉 μύρμων πλείονες ἢ ψιάδων ὅτε γλώσσῃ πλεῖστος ὄλισθος ἔνι σὺ †δ' οὔτι† τεὰς ἀνὰ λοφνίδας ἴσχωνμύρσον ἐς ὠτώεντα παλαιφαμένης ἄγνοιοφθέγγεο κυδίστη πλειοτέρῃ φάρυγιοὐδὲ Κροτωνίτης ἐξεκάθαιρε Μίλων τὼς δ' ἐφθέγξατο ΚαλλιόπειαΤίρυνς οὐδέ τι τεῖχος ἐπήρκεσεΓάλλαι μητρὸς ὀρείης φιλόθυρσοι δρομάδες,αἷς ἔντεα παταγεῖται καὶ χάλκεα κρόταλαμέσφα περιπλέγδην πολιὴ δ' ἀνεκήκιεν ἅλμη γάζης κεκορεσμένοςἐννύχιον κρύπτειςἑσπέριον ξένον ἤβολον ἦμαρἠκαλέον γελόωσαἸὼ Καλλιθύεσσα Κλειτόεν ὕδωρ κλεψίρρυτον ὕδωρκουρὶξ αἰνυμένους κυλικήρυτον αἷμα Λευκοῦ πεδίου οὐδ' ἐπινυκτίδιος οὔθατα βόσκει κοῦραι πετράων ἤριπον ἐξ ὑπάτων πάντων δ' ἔπτυσε πουλὺ κάταὡς ἐτὰ Τημενίδος χρύσεον γένοςἀκμήν τοι βρύα τῆμος ἐπὶ στήθεσσι κέχυνται⏑⏑–⏑⏑ παρθένον κόρηνοὐδ' ὅσσον μυίης στυγερῶν ἐμπάζετο μύθων†δίκρανον ἤρυγε φιτρὸν ἐπαιρόμενοςἌρτεμι Κρητάων (?) πότνια τοξοφόρωνψευδόμενοί σε Παλαῖμοννύμφα φίλη, καὶ βλητὶ λίθῳ ἐνὶ δάκρυον ἧκαςτὴν θρινάκην κατέθεντο Θαυμακίης ἱερὸν Ἀρτέμιδος ἀνέρα δὲ Τροίη Θρηΐκιον οὔτι φορήσει δέξονται Φολόης οὔρεα Παρρασίδος Πειρήτιδος ἱερὸς ὄρνις ἐς ὀλίζονας ἀστέρας ἄρκτου λίστροισιν ἐοικότα λῖες μέντοι† λίεσσιαὐτόν με πρώτιστα συνοικιστῆρα †γαίας†ἔσδεξαι τεμενοῦχονΠακτωλοῦ χρυσέοισιν ἐπ' ἀνδήροισι θάασσον{ΕΙΣ ΔΙΑ}Ζηνὸς ἔοι τί κεν ἄλλο παρὰ σπονδῇσιν ἀείδεινλώϊον ἢ θεὸν αὐτόν, ἀεὶ μέγαν, αἰὲν ἄνακτα,Πηλαγόνων ἐλατῆρα, δικασπόλον Οὐρανίδῃσι;πῶς καί νιν, Δικταῖον ἀείσομεν ἠὲ Λυκαῖον;ἐν δοιῇ μάλα θυμός, ἐπεὶ γένος ἀμφήριστον.Ζεῦ, σὲ μὲν Ἰδαίοισιν ἐν οὔρεσί φασι γενέσθαι,Ζεῦ, σὲ δ' ἐν Ἀρκαδίῃ· πότεροι, πάτερ, ἐψεύσαντο;‘Κρῆτες ἀεὶ ψεῦσται’· καὶ γὰρ τάφον, ὦ ἄνα, σεῖοΚρῆτες ἐτεκτήναντο· σὺ δ' οὐ θάνες, ἐσσὶ γὰρ αἰεί.ἐν δέ σε Παρρασίῃ Ῥείη τέκεν, ἧχι μάλισταἔσκεν ὄρος θάμνοισι περισκεπές· ἔνθεν ὁ χῶροςἱερός, οὐδέ τί μιν κεχρημένον Εἰλειθυίηςἑρπετὸν οὐδὲ γυνὴ ἐπιμίσγεται, ἀλλά ἑ Ῥείηςὠγύγιον καλέουσι λεχώιον Ἀπιδανῆες.ἔνθα ς' ἐπεὶ μήτηρ μεγάλων ἀπεθήκατο κόλπων,αὐτίκα δίζητο ῥόον ὕδατος, ᾧ κε τόκοιολύματα χυτλώσαιτο, τεὸν δ' ἐνὶ χρῶτα λοέσσαι.Λάδων ἀλλ' οὔπω μέγας ἔρρεεν οὐδ' Ἐρύμανθος,λευκότατος ποταμῶν, ἔτι δ' ἄβροχος ἦεν ἅπασαἈζηνίς· μέλλεν δὲ μάλ' εὔυδρος καλέεσθαιαὖτις· ἐπεὶ τημόσδε, Ῥέη ὅτε λύσατο μίτρην,ἦ πολλὰς ἐφύπερθε σαρωνίδας ὑγρὸς Ἰάωνἤειρεν, πολλὰς δὲ Μέλας ὤκχησεν ἁμάξας,πολλὰ δὲ Καρίωνος ἄνω διεροῦ περ ἐόντοςἰλυοὺς ἐβάλοντο κινώπετα, νίσσετο δ' ἀνήρπεζὸς ὑπὲρ Κρᾶθίν τε πολύστιόν τε Μετώπηνδιψαλέος· τὸ δὲ πολλὸν ὕδωρ ὑπὸ ποσσὶν ἔκειτο.καί ῥ' ὑπ' ἀμηχανίης σχομένη φάτο πότνια Ῥείη·‘Γαῖα φίλη, τέκε καὶ σύ· τεαὶ δ' ὠδῖνες ἐλαφραί.’εἶπε καὶ ἀντανύσασα θεὴ μέγαν ὑψόθι πῆχυνπλῆξεν ὄρος σκήπτρῳ· τὸ δέ οἱ δίχα πουλὺ διέστη,ἐκ δ' ἔχεεν μέγα χεῦμα· τόθι χρόα φαιδρύνασα,ὦνα, τεὸν σπείρωσε, Νέδῃ δέ σε δῶκε κομίσσαικευθμὸν ἔσω Κρηταῖον, ἵνα κρύφα παιδεύοιο,πρεσβυτάτῃ Νυμφέων, αἵ μιν τότε μαιώσαντο,πρωτίστη γενεὴ μετά γε Στύγα τε Φιλύρην τε.οὐδ' ἁλίην ἀπέτεισε θεὴ χάριν, ἀλλὰ τὸ χεῦμακεῖνο Νέδην ὀνόμηνε· τὸ μέν ποθι πολὺ κατ' αὐτόΚαυκώνων πτολίεθρον, ὃ Λέπρειον πεφάτισται,συμφέρεται Νηρῆι, παλαιότατον δέ μιν ὕδωρυἱωνοὶ πίνουσι Λυκαονίης ἄρκτοιο.εὖτε Θενὰς ἀπέλειπεν ἐπὶ Κνωσοῖο φέρουσα,Ζεῦ πάτερ, ἡ Νύμφη σε (Θεναὶ δ' ἔσαν ἐγγύθι Κνωσοῦ),τουτάκι τοι πέσε, δαῖμον, ἄπ' ὀμφαλός· ἔνθεν ἐκεῖνοὈμφάλιον μετέπειτα πέδον καλέουσι Κύδωνες.Ζεῦ, σὲ δὲ Κυρβάντων ἑτάραι προσεπηχύναντοΔικταῖαι Μελίαι, σὲ δ' ἐκοίμισεν Ἀδρήστειαλίκνῳ ἐνὶ χρυσέῳ, σὺ δ' ἐθήσαο πίονα μαζόναἰγὸς Ἀμαλθείης, ἐπὶ δὲ γλυκὺ κηρίον ἔβρως.γέντο γὰρ ἐξαπιναῖα Πανακρίδος ἔργα μελίσσηςἸδαίοις ἐν ὄρεσσι, τά τε κλείουσι Πάνακρα.οὖλα δὲ Κούρητές σε περὶ πρύλιν ὠρχήσαντοτεύχεα πεπλήγοντες, ἵνα Κρόνος οὔασιν ἠχήνἀσπίδος εἰσαΐοι καὶ μή σεο κουρίζοντος. καλὰ μὲν ἠέξευ, καλὰ δ' ἔτραφες, οὐράνιε Ζεῦ,ὀξὺ δ' ἀνήβησας, ταχινοὶ δέ τοι ἦλθον ἴουλοι.ἀλλ' ἔτι παιδνὸς ἐὼν ἐφράσσαο πάντα τέλεια·τῷ τοι καὶ γνωτοὶ προτερηγενέες περ ἐόντεςοὐρανὸν οὐκ ἐμέγηραν ἔχειν ἐπιδαίσιον οἶκον.δηναιοὶ δ' οὐ πάμπαν ἀληθέες ἦσαν ἀοιδοί·φάντο πάλον Κρονίδῃσι διάτριχα δώματα νεῖμαι·τίς δέ κ' ἐπ' Οὐλύμπῳ τε καὶ Ἄϊδι κλῆρον ἐρύσσαι,ὃς μάλα μὴ νενίηλος; ἐπ' ἰσαίῃ γὰρ ἔοικεπήλασθαι· τὰ δὲ τόσσον ὅσον διὰ πλεῖστον ἔχουσι.ψευδοίμην, ἀίοντος ἅ κεν πεπίθοιεν ἀκουήν.οὔ σε θεῶν ἑσσῆνα πάλοι θέσαν, ἔργα δὲ χειρῶν,σή τε βίη τό τε κάρτος, ὃ καὶ πέλας εἵσαο δίφρου.θήκαο δ' οἰωνῶν μέγ' ὑπείροχον ἀγγελιώτηνσῶν τεράων· ἅ τ' ἐμοῖσι φίλοις ἐνδέξια φαίνοις.εἵλεο δ' αἰζηῶν ὅ τι φέρτατον· οὐ σύ γε νηῶνἐμπεράμους, οὐκ ἄνδρα σακέσπαλον, οὐ μὲν ἀοιδόν·ἀλλὰ τὰ μὲν μακάρεσσιν ὀλίζοσιν αὖθι παρῆκαςἄλλα μέλειν ἑτέροισι, σὺ δ' ἐξέλεο πτολιάρχουςαὐτούς, ὧν ὑπὸ χεῖρα γεωμόρος, ὧν ἴδρις αἰχμῆς,ὧν ἐρέτης, ὧν πάντα· τί δ' οὐ κρατέοντος ὑπ' ἰσχύν;αὐτίκα χαλκῆας μὲν ὑδείομεν Ἡφαίστοιο,τευχηστὰς δ' Ἄρηος, ἐπακτῆρας δὲ ΧιτώνηςἈρτέμιδος, Φοίβου δὲ λύρης εὖ εἰδότας οἴμους·‘ἐκ δὲ Διὸς βασιλῆες’, ἐπεὶ Διὸς οὐδὲν ἀνάκτωνθειότερον· τῷ καί σφε τεὴν ἐκρίναο λάξιν.δῶκας δὲ πτολίεθρα φυλασσέμεν, ἵζεο δ' αὐτόςἄκρῃς' ἐν πολίεσσιν, ἐπόψιος οἵ τε δίκῃσιλαὸν ὑπὸ σκολιῇς' οἵ τ' ἔμπαλιν ἰθύνουσιν·ἐν δὲ ῥυηφενίην ἔβαλές σφισιν, ἐν δ' ἅλις ὄλβον·πᾶσι μέν, οὐ μάλα δ' ἶσον. ἔοικε δὲ τεκμήρασθαιἡμετέρῳ μεδέοντι· περιπρὸ γὰρ εὐρὺ βέβηκεν.ἑσπέριος κεῖνός γε τελεῖ τά κεν ἦρι νοήσῃ·ἑσπέριος τὰ μέγιστα, τὰ μείονα δ', εὖτε νοήσῃ.οἱ δὲ τὰ μὲν πλειῶνι, τὰ δ' οὐχ ἑνί, τῶν δ' ἀπὸ πάμπαναὐτὸς ἄνην ἐκόλουσας, ἐνέκλασσας δὲ μενοινήν. χαῖρε μέγα, Κρονίδη πανυπέρτατε, δῶτορ ἐάων,δῶτορ ἀπημονίης. τεὰ δ' ἔργματα τίς κεν ἀείδοι;οὐ γένετ', οὐκ ἔσται· τίς κεν Διὸς ἔργματ' ἀείσει;χαῖρε, πάτερ, χαῖρ' αὖθι· δίδου δ' ἀρετήν τ' ἄφενός τε.