εἰς Δία
Author namesCallimaque · Callimachus · Καλλιμαχος
- Scientific editors
- A. W. Mair
- Edition reference
- Callimachus and Lycophron; Aratus · London · William Heinemann · 1921
- CTS identifier
urn:cts:greekLit:tlg0533.tlg015.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
1Ζηνὸς ἔοι τί κεν ἄλλο παρὰ σπονδῇσιν ἀείδειν
2λώιον ἢ θεὸν αὐτόν, ἀεὶ μέγαν, αἰὲν ἄνακτα,
3Πηλαγόνων πηλαγόνων E.M.; πηλογόνων. The reading of the MSS. Πηλογόνων (πηλογόνων· τῶν γιγάντων παρὰ τὸ ἐκ πηλοῦ γενέσθαι, τουτέστι τῆς schol.) was corrected by Salmasius and others from E.M. s.v. Πηλαγόνες· οἱ γίγαντες, Καλλίμαχος “Πηλαγόνων ἐλατῆρα.” Cf. Hesych. s.v., Strabo vii. 331, fr. 40. ἐλατῆρα, δικασπόλον οὐρανίδῃσι;
4πῶς καί μιν, Δικταῖον ἀείσομεν ἠὲ Λυκαῖον;
5ἐν δοιῇ μάλα θυμός, ἐπεὶ γένος ἀμφήριστον.
6Ζεῦ, σὲ μὲν Ἰδαίοισιν ἐν οὔρεσί φασι γενέσθαι,
7Ζεῦ, σὲ δʼ ἐν Ἀρκαδίῃ· πότεροι, πάτερ, ἐψεύσαντο;
8Κρῆτες ἀεὶ ψεῦσται· καὶ γὰρ τάφον, ὦ ἄνα, σεῖο
9Κρῆτες ἐτεκτήναντο· σὺ δʼ οὐ θάνες, ἐσσὶ γὰρ αἰεί.
10ἐν δέ σε Παρρασίῃ Παρρασίῃ Lascaris; Παρνασίῃ. Ῥείη τέκεν, ἧχι μάλιστα
11ἔσκεν ὄρος θάμνοισι περισκεπές· ἔνθεν ὁ χῶρος
12ἱερός, οὐδέ τί μιν κεχρημένον Εἰλειθυίης
13ἑρπετὸν οὐδὲ γυνὴ ἐπιμίσγεται, ἀλλά ἑ Ῥείης
14ὠγύγιον καλέουσι λεχώιον Ἀπιδανῆες.
15ἔνθα σʼ ἐπεὶ μήτηρ μεγάλων ἀπεθήκατο κόλπων
16αὐτίκα δίζητο ῥόον ὕδατος, ᾧ κε τόκοιο
17λύματα χυτλώσαιτο, τεὸν δʼ ἐνὶ χρῶτα λοέσσαι.
18Λάδων ἀλλʼ οὔπω μέγας ἔρρεεν οὐδʼ Ἐρύμανθος,
19λευκότατος ποταμῶν, ἔτι δʼ ἄβροχος ἦεν ἅπασα
20Ἀρκαδίη· μέλλεν δὲ μάλʼ εὔυδρος καλέεσθαι
21αὖτις· ἐπεὶ τημόσδε, Ῥέη ὅτʼ ἐλύσατο μίτρην,
22ἦ πολλὰς ἐφύπερθε σαρωνίδας ὑγρὸς Ἰάων
23ἤειρεν, πολλὰς δὲ Μέλας ὤκχησεν ἁμάξας,
24πολλὰ δὲ Καρνίωνος Καρνίωνος Arnaldus, cf. Paus. viii. 34, Plin. iv. 6; Καρίωνος MSS. ἄνω διεροῦ περ ἐόντος
25ἰλυοὺς ἐβάλοντο κινώπετα, νίσσετο δʼ ἀνὴρ
26πεζὸς ὑπὲρ Κρᾶθίν τε πολύστιόν πολύστιον schol. Apoll. Rh. ii. 1172; πολύστειον MSS. and schol. Pind. O. vi. 146; cf. Nicand. T. 792, 950, A. 466. τε Μετώπην
27διψαλέος· τὸ δὲ πολλὸν ὕδωρ ὑπὸ ποσσὶν ἔκειτο.
28καί ῥʼ ὑπʼ ἀμηχανίης σχομένη φάτο πότνια Ῥείη·
29Γαῖα φίλη, τέκε καὶ σύ· τεαὶ δʼ ὠδῖνες ἐλαφραί.
30εἶπε καὶ ἀντανύσασα θεὴ μέγαν ὑψόθι πῆχυν
31πλῆξεν ὄρος σκήπτρῳ· τὸ δέ οἱ δίχα πουλὺ διέστη,
32ἐκ δʼ ἔχεεν μέγα χεῦμα· τόθι χρόα φαιδρύνασα,
33ὦνα, τεὸν σπείρωσε, Νέδῃ δέ σε δῶκε κομίζειν κομίζειν A; κομίσσαι other MSS.
34κευθμὸν ἔσω Κρηταῖον, ἵνα κρύφα παιδεύοιο,
35πρεσβυτάτῃ Νυμφέων αἵ μιν τότε μαιώσαντο,
36πρωτίστῃ γενεῇ πρωτίστη γενεὴ Schneider. μετά γε Στύγα τε Φιλύρην τε.
37οὐδʼ ἁλίην ἀπέτεισε θεὴ χάριν, ἀλλὰ τὸ χεῦμα
38κεῖνο Νέδην ὀνόμηνε· τὸ μέν ποθι πουλὺ κατʼ αὐτὸ
39Καυκώνων πτολίεθρον, ὃ Λέπρειον Λέπριον MSS.; corr. Wass. πεφάτισται,
40συμφέρεται Νηρῆι, παλαιότατον δέ μιν ὕδωρ
41υἱωνοὶ γυιωνοὶ MSS. πίνουσι Λυκαονίης ἄρκτοιο.
42εὖτε Θενὰς ἀπέλειπεν ἐπὶ Κνωσοῖο φέρουσα,
43Ζεῦ πάτερ, ἡ Νύμφη σε (Θεναὶ δʼ ἔσαν ἐγγύθι Κνωσοῦ),
44τουτάκι τοι πέσε, δαῖμον, ἄπʼ ὀμφαλός· ἔνθεν ἐκεῖνο
45ὀμφάλιον μετέπειτα πέδον καλέουσι Κύδωνες.
46Ζεῦ, σὲ δὲ Κυρβάντων ἑτάραι προσεπηχύναντο
47Δικταῖαι Μελίαι, σὲ δʼ ἐκοίμισεν Ἀδρήστεια
48λίκνῳ λείκνῳ MSS. ἐνὶ χρυσέῳ, δὺ δʼ ἐθήσαο πίονα μαζὸν
49αἰγὸς Ἀμαλθείης, ἐπὶ σὲ γλυκὺ κηρίον ἔβρως.
50γέντο γὰρ ἐξαπιναῖα Πανακρίδος ἔργα μελίσσης
51Ἰδαίοις ἐν ὄρεσσι, τά τε κλείουσι Πάνακρα.
52οὖλα δὲ Κούρητές σε περὶ πρύλιν ὠρχήσαντο
53τεύχεα πεπηήγοντες, v.l. πεπληγότες. ἵνα Κρόνος οὔασιν ἠχὴν
54ἀσπίδος εἰσαΐοι καὶ μή σεο κουρίζοντος.
55καλὰ μὲν ἠέξευ, καλὰ δʼ ἔτραφες, οὐράνιε Ζεῦ,
56ὀξὺ δʼ ἀνήβησας, ταχινοὶ δέ τοι ἦλθον ἴουλοι.
57ἀλλʼ ἔτι παιδνὸς ἐὼν ἐφράσσαο πάντα τέλεια·
58τῶ τοι καὶ γνωτοὶ προτερηγενέες περ ἐόντες
59οὐρανὸν οὐκ ἐμέγηραν ἔχειν ἐπιδαίσιον οἶκον.
60δηναιοὶ δʼ οὐ πάμπαν ἀληθέες ἦσαν ἀοιδοί.
61φάντο πάλον Κρονίδῃσι διάτριχα δώματα νεῖμαι·
62τίς δέ κʼ ἐπʼ Οὐλύμπῳ τε καὶ Ἄιδι κλῆρον ἐρύσσαι,
63ὃς μάλα μὴ νενίηλος; ἐπʼ ἰσαίῃ γὰρ ἔοικε
64πήλασθαι· τὰ δὲ τόσσον ὅσον διὰ πλεῖστον ἔχουσι.
65ψευδοίμην ἀίοντος ἅ κεν πεπίθοιεν ἀκουήν.
66οὔ σε θεῶν ἐσσῆνα πάλοι θέσαν, ἔργα δὲ χειρῶν,
67σή τε βίη τό τε κάρτος, ὃ καὶ πέλας εἵσαο δίφρου.
68θήκαο δʼ οἰωνῶν μέγʼ ὑπείροχον ἀγγελιώτην
69σῶν τεράων· ἅ τʼ ἐμοῖσι φίλοις ἐνδέξια φαίνοις.
70εἵλεο δʼ αἰζηῶν ὅ τι φέρτατον· οὐ σύ γε νηῶν
71ἐμπεράμους, οὐκ ἄνδρα σακέσπαλον, οὐ μὲν ἀοιδόν·
72ἀλλὰ τὰ μὲν μακάρεσσιν ὀλίζοσιν αὖθι παρῆκας
73ἄλλα μέλειν ἑτέροισι, σὺ δʼ ἐξέλεο πτολιάρχους
74αὐτούς, ὧν ὑπὸ χεῖρα γεωμόρος, ὧν ἴδρις αἰχμῆς,
75ὧν ἐρέτης, ὧν πάντα· τί δʼ οὐ κρατέοντος ὑπʼ ἰοχύν;
76αὐτίκα χαλκῆας μὲν ὑδείομεν Ἡφαίστοιο,
77τευχηστὰς δʼ Ἄρηος, ἐπακτῆρας δὲ Χιτώνης
78Ἀρτέμιδος, Φοίβου δὲ λύρης εὖ εἰδότας οἴμους·
79ἐκ δὲ Διὸς βασιλῆες, ἐπεὶ Διὸς οὐδὲν ἀνάκτων
80θειότερον· τῶ καί σφε σφε Bentley; σφι. τεὴν ἐκρίναο λάξιν.
81δῶκας δὲ πτολίεθρα φυλασσέμεν, ἵζεο δʼ αὐτὸς
82ἄκρῃσʼ ἐν πολίεσσιν, ἐπόψιος οἵ τε δίκῃσι
83λαὸν ὑπὸ σκολιῇσʼ οἵ τʼ ἔμπαλιν ἰθύνουσιν·
84ἐν δὲ ῥυηφενίην ἔβαλές σφισιν, ἐν δʼ ἅλις ὄλβον·
85πᾶσι μέν, οὐ μάλα δʼ ἶσον. ἔοικε δὲ τεκμήρασθαι
86ἡμετέρῳ μεδέοντι· περιπρὸ γὰρ εὐρὺ βέβηκεν.
87ἑσπέριος κεῖνός γε τελεῖ τά κεν ἦρι νοήσῃ·
88ἑσπέριος τὰ μέγιστα, τὰ μείονα δʼ, εὖτε νοήσῃ.
89οἱ δὲ τὰ μὲν πλειῶνι, τὰ δʼ οὐχ ἑνί, τῶν δʼ ἀπὸ πάμπαν
90αὐτὸς ἄνην ἐκόλουσας, ἐνέκλασσας δὲ μενοινήν.
91χαῖρε μέγα, Κρονίδη πανυπέρτατε, δῶτορ ἐάων,
92δῶτορ ἀπημονίης. τεὰ δʼ ἔργματα τίς κεν ἀείδοι;
93οὐ γένετʼ, οὐκ ἔσται, τίς ἔσται· τίς vulg. κεν κεν MSS.; καὶ Wilamow. Διὸς ἔργματʼ ἀείσαι. ἀείσαι Blomf.; ἀείσοι or ἀείσει MSS.
94χαῖρε πάτερ, χαῖρʼ αὖθι· δίδου δʼ ἀρετήν τʼ ἄφενός τε.
95οὔτʼ ἀρετῆς ἄτερ ὄλβος ἐπίσταται ἄνδρας ἀέξειν
96οὔτʼ ἀρετὴ ἀφένοιο· δίδου δʼ ἀρετήν τε καὶ ὄλβον.