εἰς Δία
Author namesCallimaque · Callimachus · Καλλιμαχος
- Scientific editors
- Ulrich von Wilamowitz-Moellendorff
- Edition reference
- Callimachi Hymni et Epigrammata · Berlin · Weidmann · 1897
- CTS identifier
urn:cts:greekLit:tlg0533.tlg015.local002- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
εἰς Δία.
1Ζηνὸς ἔοι τί κεν ἄλλο παρὰ σπονδῆισιν ἀείδειν
2λώιον ἢ θεὸν αὐτόν, ἀεὶ μέγαν, αἰὲν ἄνακτα,
3Πηλαγόνων ἐλατῆρα, δικασπόλον οὐρανίδηισι;
4πῶς καί μιν, Δικταῖον ἀείσομεν ἠὲ Λυκαῖον;
5ἐν δοιῆι μάλα θυμός, ἐπεὶ γένος ἀμφήριστον.
6Ζεῦ δὲ μὲν Ἰδαίοισιν ἐν οὔρεσί φασι γενέσθαι,
7Ζεῦ δὲ δʼ ἐν Ἀρκαδίηι· πότεροι, πάτερ, ἐψεύσαντο;
8Κρῆτες ἀεὶ ψεῦσται· καὶ γὰρ τάφον, ὦ ἄνα, σεῖο
9Κρῆτες ἐτεκτήναντο· σὺ δʼ οὐ θάνες, ἐσσὶ γὰρ αἰεί.
10ἐν δέ σε Παρρασίηι Ῥείη τέκεν, ἧχι μάλιστα
11ἔσκεν ὄρος θάμνοισι περισκεπές (ἔνθεν ὁ χῶρος
12ἱερός, οὐδέ τί μιν κεχρημένον Εἰλειθυίης
13ἑρπετὸν οὐδὲ γυνὴ ἐπιμίσγεται, ἀλλά ἑ Ῥείης
14ὠγύγιον καλέουσι λεχώιον Ἀπιδανῆες)·
15ἔνθα σʼ ἐπεὶ μήτηρ μεγάλων ἀπεθήκατο κόλπων,
16αὐτίκα δίζητο ῥόον ὕδατος ὧι κε τόκοιο
17λύματα χυτλώσαιτο τεὸν δʼ ἐνὶ χρῶτα λοέσσαι.
18Λάδων ἀλλʼ οὔπω μέγας ἔρρεεν οὐδʼ Ἐρύμανθος,
19λευκότατος ποταμῶν, ἔτι δʼ ἄβροχος ἦεν ἅπασα
20Ἀρκαδίη· μέλλεν δὲ μάλʼ εὔυδρος καλέεσθαι
21αὖτις· ἐπεὶ τημόσδε, Ῥέη ὅτʼ ἐλύσατο μίτρην,
22ἦ πολλὰς ἐφύπερθε σαρωνίδας ὑγρὸς Ἰάων
23ἤειρεν, πολλὰς δὲ Μέλας ὤκχησεν ἁμάξας,
24πολλὰ δὲ Καρίωνος ἄνω διεροῦ περ ἐόντος
25ἰλυοὺς ἐβάλοντο κινώπετα, νίσσετο δʼ ἀνήρ
26πεζὸς ὑπὲρ Κρᾶθίν τε πολύστιόν τε Μετώπην
27διψαλέος· τὸ δὲ πολλὸν ὕδωρ ὑπὸ ποσσὶν ἔκειτο.
28καί ῥʼ ὑπʼ ἀμηχανίης σχομένη φάτο πότνια Ῥείη
29ʼΓαῖα φίλη τέκε καὶ σύ· τεαὶ δʼ ὠδῖνες ἐλαφραί.ʼ
30εἶπε καὶ ἀντανύσασα θεὴ μέγαν ὑψόθι πῆχυν
31πλῆξεν ὄρος σκήπτρωι· τὸ δέ οἱ δίχα πουλὺ διέστη,
32ἐκ δʼ ἔχεεν μέγα χεῦμα· τόθι χρόα φαιδρύνασα
33ὦνα τεὸν σπείρωσε, Νέδηι δέ σε δῶκε κομίζειν
34κευθμὸν ἔσω Κρηταῖον, ἵνα κρύφα παιδεύοιο,
35πρεσβυτάτηι Νυμφέων, αἵ μιν τότε μαιώσαντο
36πρωτίστη γενεὴ μετά γε Στύγα τε Φιλύρην τε.
37οὐδʼ ἁλίην ἀπέτεισε θεὴ χάριν, ἀλλὰ τὸ χεῦμα
38κεῖνο Νέδην ὀνόμηνε· τὸ μέν ποθι πουλὺ κατʼ αὐτό
39Καυκώνων πτολίεθρον, δ Λέπρειον πεφάτισται,
40συμφέρεται Νηρῆι, παλαιότατον δέ μιν ὕδωρ
41υἱωνοὶ πίνουσι Λυκαονίης ἄρκτοιο.
42εὖτε Θενὰς ἀπέλειπεν ἐπὶ Κνωσοῖο φέρουσα
43Ζεῦ πάτερ ἡ Νύμφη σε (Θεναὶ δʼ ἔσαν ἐγγύθι Κνωσοῦ),
44τουτάκι τοι πέσε δαῖμον ἄπʼ ὀμφαλός· ἔνθεν ἐκεῖνο
45ὀμφάλιον μετέπειτα πέδον καλέουσι Κύδωνες.
46Ζεῦ σὲ δὲ Κυρβάντων ἑτάραι προσεπηχύναντο
47Δικταῖαι Μελίαι, δὲ δʼ ἐκοίμισεν Ἀδρήστεια
48λίκνωι ἐνὶ χρυσέωι, σὺ δʼ ἐθήσαο πίονα μαζόν
49αἰγὸς Ἀμαλθείης, ἐπὶ δὲ γλυκὺ κηρίον ἔβρως.
50γέντο γὰρ ἐξαπιναῖα Πανακρίδος ἔργα μελίσσης
51Ἰδαίοις ἐν ὄρεσσι, τά τε κλείουσι Πάνακρα.
52οὖλα δὲ Κούρητές σε περὶ πρύλιν ὠρχήσαντο
53τεύχεα πεπλήγοντες, ἵνα Κρόνος οὔασιν ἠχήν
54ἀσπίδος εἰσαΐοι καὶ μή σεο κουρίζοντος.
55καλὰ μὲν ἠέξευ, καλὰ δʼ ἔτραφες οὐράνιε Ζεῦ,
56ὀξὺ δʼ ἀνήβησας, ταχινοὶ δέ τοι ἦλθον ἴουλοι.
57ἀλλʼ ἔτι παιδνὸς ἐὼν ἐφράσσαο πάντα τέλεια·
58τῶι τοι καὶ γνωτοὶ προτερηγενέες περ ἐόντες
59οὐρανὸν οὐκ ἐμέγηραν ἔχειν ἐπιδαίσιον οἶκον.
60δηναιοὶ δʼ οὐ πάμπαν ἀληθέες ἦσαν ἀοιδοί·
61φάντο πάλον Κρονίδηισι διάτριχα δώματα νεῖμαι·
62τίς δέ κʼ ἐπʼ οὐλύμπωι τε καὶ ἄιδι κλῆρον ἐρύσσαι,
63δς μάλα μὴ νενίηλος; ἐπʼ ἰσαίηι γὰρ ἔοικε
64πήλασθαι· τὰ δὲ τόσσον ὅσον διὰ πλεῖστον ἔχουσι.
65ψευδοίμην ἀίοντος ἅ κεν πεπίθοιεν ἀκουήν.
66οὔ σε θεῶν ἐσσῆνα πάλοι θέσαν, ἔργα δὲ χειρῶν,
67σή τε βίη τό τε κάρτος, ὃ καὶ πέλας εἵσαο δίφρου.
68θήκαο δʼ οἰωνῶν μέγʼ ὑπείροχον ἀγγελιώτην
69σῶν τεράων· ἅ τʼ ἐμοῖσι φίλοις ἐνδέξια φαίνοις.
70εἵλεο δʼ αἰζηῶν ὅ τι φέρτατον· οὐ σύ γε νηῶν
71ἐμπεράμους, οὐκ ἄνδρα σακέσπαλον, οὐ μὲν ἀοιδόν·
72ἀλλὰ τὰ μὲν μακάρεσσιν ὀλίζοσιν αὖθι παρῆκας
73ἄλλα μέλειν ἑτέροισι, σὺ δʼ ἐξέλεο πτολιάρχους
74αὐτούς, ὧν ὑπὸ χεῖρα γεωμόρος, ὧν ἴδρις αἰχμῆς,
75ὧν ἐρέτης, ὧν πάντα· τί δʼ οὐ κρατέοντος ὑπʼ ἰσχύν;
76αὐτίκα χαλκῆας μὲν ὑδείομεν Ἡφαίστοιο,
77τευχηστὰς δʼ Ἄρηος, ἐπακτῆρας δὲ Χιτώνης
78Ἀρτέμιδος, Φοίβου δὲ λύρης εὖ εἰδότας οἴμους·
79ἐκ δὲ Διὸς βασιλῆες· ἐπὶ χθονὸς οὐδὲν ἀνάκτων
80θειότερον· τῶι καί σφε τεὴν ἐκρίναο λάξιν.
81δῶκας δὲ πτολίεθρα φυλασσέμεν, ἵζεο δʼ αὐτὸς
82ἄκρηισʼ ἐν πολίεσσιν, ἐπόψιος οἵ τε δίκηισι
83λαὸν ὑπὸ σκολιῆισʼ οἵ τʼ ἔμπαλιν ἰθύνουσιν·
84ἐν δὲ ῥυηφενίην ἔβαλές σφισιν, ἐν δʼ ἅλις ὄλβον·
85πᾶσι μέν, οὐ μάλα δʼ ἶσον. ἔοικε δὲ τεκμήρασθαι
86ἡμετέρωι μεδέοντι· περιπρὸ γὰρ εὐρὺ βέβηκεν.
87ἑσπέριος κεῖνός γε τελεῖ τά κεν ἦρι νοήσηι·
88ἑσπέριος τὰ μέγιστα, τὰ μείονα δʼ, εὖτε νοήσηι.
89οἳ δὲ τὰ μὲν πλειῶνι, τὰ δʼ οὐχ ἑνί, τῶν δʼ ἀπὸ πάμπαν
90αὐτὸς ἄνην ἐκόλουσας, ἐνέκλασσας δὲ μενοινήν.
91χαῖρε μέγα Κρονίδη πανυπέρτατε, δῶτορ ἐάων,
92δῶτορ ἀπημονίης. τεὰ δʼ ἔργματα τίς κεν ἀείδοι;
93οὐ γένετʼ, οὐκ ἔσται· τίς καὶ Διὸς ἔργματʼ ἀείσει;
94χαῖρε πάτερ, χαῖρʼ αὖθι· δίδου δʼ ἀρετήν τʼ ἄφενός τε.
95οὔτʼ ἀρετῆς ἄτερ ὄλβος ἐπίσταται ἄνδρας ἀέξειν
96οὔτʼ ἀρετὴ ἀφένοιο· δίδου δʼ ἀρετήν τε καὶ ὄλβον.