εἰς Απόλλωνα
Author namesCallimaque · Callimachus · Καλλιμαχος
- Scientific editors
- A. W. Mair
- Edition reference
- Callimachus and Lycophron; Aratus · London · William Heinemann · 1921
- CTS identifier
urn:cts:greekLit:tlg0533.tlg016.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
1οἷον ὁ τὠπόλλωνος ἐσείσατο δάφνινος ὅρπηξ,
2οἷα δʼ ὅλον τὸ μέλαθρον· ἑκάς, ἑκὰς ὅστις ἀλιτρός.
3καὶ δή που τὰ θύρετρα καλῷ ποδὶ Φοῖβος ἀράσσει·
4οὐχ ὁράᾳς; ἐπένευσεν ὁ Δήλιος ἡδύ τι φοῖνιξ
5ἐξαπίνης, ὁ δὲ κύκνος ἐν ἠέρι καλὸν ἀείδει.
6αὐτοὶ νῦν κατοχῆες ἀνακλίνεσθε πυλάων,
7αὐταὶ δὲ κληῖδες· ὁ γὰρ θεὸς οὐκέτι μακρήν·
8οἱ δὲ νέοι μολπήν τε καὶ ἐς χορὸν ἐντύνεσθε.
9ὡπόλλων οὐ παντὶ φαείνεται, ἀλλʼ ὅ τις ἐσθλός·
10ὅς μιν ἴδῃ, μέγας οὗτος, ὃς οὐκ ἴδε, λιτὸς ἐκεῖνος.
11ὀψόμεθʼ, ὦ Ἑκάεργε, καὶ ἐσσόμεθʼ οὔποτε λιτοί.
12μήτε σιωπηλὴν κίθαριν μήτʼ ἄψοφον ἴχνος
13τοῦ Φοίβου τοὺς παῖδας ἔχειν ἐπιδημήσαντος,
14εἰ τελέειν μέλλουσι γάμον πολιήν τε κερεῖσθαι,
15ἑστήξειν δὲ τὸ τεῖχος ἐπʼ ἀρχαίοισι θεμέθλοις.
16ἠγασάμην τοὺς παῖδας, ἐπεὶ χέλυς οὐκέτʼ ἀεργός.
17εὐφημεῖτʼ ἀίοντες ἐπʼ Ἀπόλλωνος ἀοιδῇ.
18εὐφημεῖ καὶ πόντος, ὅτε κλείουσιν ἀοιδοὶ
19ἢ κίθαριν ἢ τόξα, Λυκωρέος ἔντεα Φοίβου.
20οὐδὲ Θέτις Ἀχιλῆα κινύρεται αἴλινα μήτηρ,
21ὁππόθʼ ἱὴ παιῆον ἱὴ παιῆον ἀκούσῃ.
22καὶ μὲν ὁ δακρυόεις ἀναβάλλεται ἄλγεα πέτρος,
23ὅστις ἐνὶ Φρυγίῃ διερὸς λίθος ἐστήρικται,
24μάρμαρον ἀντὶ γυναικὸς ὀιζυρόν τι χανούσης.
25ἱὴ ἱὴ φθέγγεσθε· κακὸν μακάρεσσιν ἐρίζειν.
26ὃς μάχεται μακάρεσσιν, ἐμῷ βασιλῆι μάχοιτο·
27ὅστις ἐμῷ βασιλῆι, καὶ Ἀπόλλωνι μάχοιτο.
28τὸν χορὸν ὡπόλλων, ὅ τι οἱ κατὰ θυμὸν ἀείδει,
29τιμήσει· δύναται γάρ, ἐπεὶ Διὶ δεξιὸς ἧσται.
30οὐδʼ ὁ χορὸς τὸν Φοῖβον ἐφʼ ἓν μόνον ἦμαρ ἀείσει,
31ἔστι γὰρ εὔυμνος· τίς ἂν οὐ ῥέα Φοῖβον ἀείδοι;
32χρύσεα τὠπόλλωνι τό τʼ. ἐνδυτὸν ἥ τʼ ἐπιπορπὶς
33ἥ τε λύρη τό τʼ ἄεμμα τὸ Λύκτιον ἥ τε φαρέτρη,
34χρύσεα καὶ τὰ πέδιλα· πολύχρυσος γὰρ Ἀπόλλων.
35καὶ δὲ πολυκτέανος· Πυθῶνί κε τεκμήραιο.
36καὶ μὲν καὶ μὲν e; other MSS. καί κεν. ἀεὶ καλὸς καὶ ἀεὶ νέος· οὔποτε Θοίβου
37θηλείῃσʼ οὐδʼ ὅσσον ἐπὶ χνόος ἦλθε παρειαῖς.
38αἱ δὲ κόμαι θυόεντα πέδῳ λείβουσιν ἔλαια·
39οὐ λίπος Ἀπόλλωνος ἀποστάζουσιν ἔθειραι,
40ἀλλʼ αὐτὴν πανάκειαν· ἐν ἄστεϊ δʼ ᾧ κεν ἐκεῖναι
41πρῶκες ἔραζε πέσωσιν ἀκήρια πάντʼ ἐγένοντο.
42τέχνῃ δʼ ἀμφιλαφὴς οὔ τις τόσον ὅσσον Ἀπόλλων·
43κεῖνος ὀιστευτὴν ἔλαχʼ ἀνέρα, κεῖνος ἀοιδὸν
44(Φοίβῳ γὰρ καὶ τόξον ἐπιτρέπεται καὶ ἀοιδή),
45κείνου δὲ θριαὶ καὶ μάντιες· ἐκ δέ νυ Φοίβου
46ἰητροὶ δεδάασιν ἀνάβλησιν θανάτοιο.
47Φοῖβον καὶ Νόμιον κικλήσκομεν ἐξέτι κείνου,
48ἐξότʼ ἐπʼ Ἀμφρυσσῷ ζευγίτιδας ἔτρεφεν ἵππους
49ἠιθέου ὑπʼ ἔρωτι κεκαυμένος Ἀδμήτοιο.
50ῥεῖά κε βουβόσιον τελέθοι πλέον, οὐδέ κεν αἶγες
51δεύοιντο βρεφέων ἐπιμηλάδες μενεμηλάδες v.l. in schol.; ἐνιμηλάδες Schneider, cf. Hesych. ἐμμηλάδας αἶγας. ᾗδιν Ἀπόλλων
52βοσκομένῃσʼ ὀφθαλμὸν ἐπήγαγεν· οὐδʼ ἀγάλακτες
53οἴιες οὐδʼ ἄκυθοι, πᾶσαι δέ κεν εἶεν ὕπαρνοι,
54ἡ δέ κε μουνοτόκος διδυμητόκος αἶψα γένοιτο.
55Φοίβῳ δʼ ἑσπόμενοι πόλιας διεμετρήσαντο
56ἄνθρωποι· Φοῖβος γὰρ ἀεὶ πολίεσσι φιληδεῖ
57κτιζομένῃσʼ, αὐτὸς δὲ θεμείλια Φοῖβος ὑφαίνει.
58τετραέτης τὰ πρῶτα θεμείλια Φοῖβος ἔπηξε
59καλῇ ἐν Ὀρτυγίῃ περιηγέος ἐγγύθι λίμνης.
60Ἄρτεμις ἀγρώσσουσα καρήατα συνεχὲς αἰγῶν
61Κυνθιάδων φορέεσκεν, ὁ δʼ ἔπλεκε βωμὸν Ἀπόλλων.
62δείματο μὲν κεράεσσιν ἐδέθλια, πῆξε δὲ βωμὸν
63ἐκ κεράων, κεραοὺς δὲ πέριξ ὑπεβάλλετο τοίχους.
64ὧδʼ ἔμαθεν τὰ πρῶτα θεμείλια Φοῖβος ἐγείρειν.
65Φοῖβος καὶ βαθύγειον ἐμὴν πόλιν ἔφρασε Βάττῳ
66καὶ Λιβύην ἐσιόντι κόραξ ἡγήσατο λαῷ
67δεξιὸς οἰκιστῆρι οἰκιστῆρι Bentley; οἰκιστήρ. καὶ ὤμοσε τείχεα δώσειν
68ἡμετέροις βασιλεῦσιν· ἀεὶ δʼ εὔορκος Ἀπόλλων.
69ὤπολλον, πολλοί σε Βοηδρόμιον καλέουσι,
70πολλοὶ δὲ Κλάριον, πάντη δέ τοι οὔνομα πογλύ·
71αὐτὰρ ἐγὼ Καρνεῖον· ἐμοὶ πατρώιον οὕτω.
72Σπάρτη τοι, Καρνεῖε, τὸ δὴ πρώτιστον ἔδεθλον,
73δεύτερον αὖ Θήρη, τρίτατόν γε μὲν ἄστυ Κυρήνης.
74ἐκ μέν σε Σπάρτης ἕκτον γένος Οἰδιπόδαο
75ἤγαγε Θηραίην ἐς ἀπόκτισιν· ἐκ δέ σε Θήρης
76οὖλος Ἀριστοτέλης Ἀσβυστίδι πάρθετο γαίῃ,
77δεῖμε δέ τοι μάλα καλὸν ἀνάκτορον, ἐν δὲ πόληι
78θῆκε τελεσφορίην ἐπετήσιον, ᾗ ἐνὶ πολλοὶ
79ὑστάτιον πίπτουσιν ἐπʼ ἰσχίον, ὦ ἄνα, ταῦροι.
80ἱὴ ἱὴ Καρνεῖε πολύλλιτε, σεῖο δὲ βωμοὶ
81ἄνθεα μὲν φορέουσιν ἐν εἴαρι τόσσα περ Ὧραι
82ποικίλʼ ἀγινεῦσι ζεφύρου πνείοντος ἐέρσην,
83χείματι δὲ κρόκον ἡδύν· ἀεὶ δέ τοι ἀέναον πῦρ,
84οὐδέ ποτε χθιζὸν περιβόσκεται ἄνθρακα τέφρη.
85ἦ ῥʼ ἐχάρη μέγα Φοῖβος, ὅτε ζωστῆρες Ἐνυοῦς
86ἀνέρες ὠρχήσαντο μετὰ ξανθῇσι Λιβύσσαις,
87τέθμιαι εὖτέ σφιν Καρνειάδες ἤλυθον ὧραι.
88οἱ δʼ οὔπω πηγῇσι πηγαῖσι schol. Pind. P. iv. 523; πηγῆς. Καρνειάδες ἤλυθον ὧραι.
89Δωριέες, πυκινὴν δὲ νάπαις Ἄζιλιν ἔναιον.
90τοὺς μὲν ἄναξ ἴδεν αὐτός, ἑῇ δʼ ἐπεδείξατο νύμφῃ
91στὰς ἐπὶ Μυρτούσσης κερατώδεος, ἧχι λέοντα
92Ὑψηὶς κατέπεφνε βοῶν σίνιν Εὐρυπύλοιο.
93οὐ κείνου χορὸν εἶδε ἔνειμε A ; ἔδειμε EF. θεώτερον ἄλλον Ἀπόλλων,
94οὐδὲ πόλει τόσʼ ἔνειμεν ὀφέλσιμα, τόσσα Κυρήνῃ,
95μνωόμενος προτέρης ἁρπακτύος. οὐδὲ μὲν αὐτοὶ
96Βαττιάδαι Φοίβοιο πλέον θεὸν ἄλλον ἔτεισαν.
97ἱὴ ἱὴ παιῆον ἀκούομεν, οὕνεκα τοῦτο
98Δελφός τοι πρώτιστον ἐφύμνιον εὕρετο λαός,
99ἦμος ἑκηβολίην χρυσέων ἐπεδείκνυσο τόξων.
100Πυθώ τοι κατιόντι συνήντετο δαιμόνιος θήρ,
101αἰνὸς ὄφις. τὸν μὲν σὺ κατήναρες ἄλλον ἐπʼ ἄλλῳ
102βάλλων ὠκὺν ὀιστόν, ἐπηύτησε δὲ λαός,
103ἱὴ ἱὴ παιῆον, ἵει βέλος. εὐθύ σε μήτηρ
104γείνατʼ ἀοσσητῦρα, τὸ δʼ ἐξέτι κεῖθεν ἀείδῃ.
105ὁ Φθόνος Ἀπόλλωνος ἐπʼ οὔατα λάθριος εἶπεν
106οὐκ ἄγαμαι τὸν ἀοιδὸν ὃς οὐδʼ ὅσα πόντος ἀείδει.
107τὸν Φθόνον ὡπόλλων ποδί τʼ ἤλασεν ὧδέ τʼ ἔειπεν·
108Ἀσσυρίου ποταμοῖο μέγας ῥόος, ἀλλὰ τὰ πολλὰ
109λύματα γῆς καὶ πολλὸν ἐφʼ ὕδατι συρφετὸν ἕλκει.
110Δηοῖ δʼ οὐκ ἀπὸ παντὸς ὕδωρ φορέουσι Μέλισσαι,
111ἀλλʼ ἥτις καθαρή τε καὶ ἀχράαντος ἀνέρπει
112πίδακος ἐξ ἱερῆς ὀλίγη λιβὰς ἄκρον ἄωτον.
113χαῖρε ἄναξ· ὁ δὲ Μῶμος, ἵνʼ ὁ Φθόνος, φθόνος *I (Vat. 1379), L (Mosquensis), schol. Gregor. Naz. Catal. MSS. Clark. p. 35; φθόρος. ἔνθα νέοιτο.