The Greek Library Author

Callimachus

εἰς Απόλλωνα

Author namesCallimaque · Callimachus · Καλλιμαχος

Scientific editors
Ulrich von Wilamowitz-Moellendorff
Edition reference
Callimachi Hymni et Epigrammata · Berlin · Weidmann · 1897
CTS identifier
urn:cts:greekLit:tlg0533.tlg016.local002
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

εἰς Απόλλωνα

1οἷον ὁ τὠπόλλωνος ἐσείσατο δάφνινος ὅρπηξ,

2οἷα δʼ ὅλον τὸ μέλαθρον· ἑκὰς ἑκὰς ὅστις ἀλιτρός.

3καὶ δή που τὰ θύρετρα καλῶι ποδὶ Φοῖβος ἀράσσει·

4οὐχ ὁράαις; ἐπένευσεν ὁ Δήλιος ἡδύ τι φοῖνιξ

5ἐξαπίνης, ὁ δὲ κύκνος ἐν ἠέρι καλὸν ἀείδει.

6αὐτοὶ νῦν κατοχῆες ἀνακλίνεσθε πυλάων,

7αὐταὶ δὲ κληῖδες· ὁ γὰρ θεὸς οὐκ ἔτι μακρήν.

8οἱ δὲ νέοι μολπήν τε καὶ ἐς χορὸν ἐντύνεσθε.

9ὡπόλλων οὐ παντὶ φαείνεται, ἀλλʼ ὅ τις ἐσθλός·

10ὅς μιν ἴδηι, μέγας οὗτος, ὃς οὐκ ἴδε, λιτὸς ἐκεῖνος.

11ὀψόμεθʼ, ὦ Ἑκάεργε, καὶ ἐσσόμεθʼ οὔποτε λιτοί.

12μήτε σιωπηλὴν κίθαριν μήτʼ ἄψοφον ἴχνος

13τοῦ Φοίβου τοὺς παῖδας ἔχειν ἐπιδημήσαντος,

14εἰ τελέειν μέλλουσι γάμον πολιήν τε κερεῖσθαι,

15ἑστήξειν δὲ τὸ τεῖχος ἐπʼ ἀρχαίοισι θεμέθλοις.

16ἠγασάμην τοὺς παῖδας, ἐπεὶ χέλυς οὐκέτʼ ἀεργός.

17εὐφημεῖτʼ ἀίοντες ἐπʼ Ἀπόλλωνος ἀοιδῆι.

18εὐφημεῖ καὶ πόντος, ὅτε κλείουσιν ἀοιδοί

19ἢ κίθαριν ἢ τόξα, Λυκωρέος ἔντεα Φοίβου.

20οὐδὲ Θέτις Ἀχιλῆα κινύρεται αἴλινα μήτηρ,

21ὁππόθʼ ἱὴ παιῆον ἱὴ παιῆον ἀκούσηι.

22καὶ μὲν ὁ δακρυόεις ἀναβάλλεται ἄλγεα πέτρος,

23ὅστις ἐνὶ Φρυγίηι διερὸς λίθος ἐστήρικται,

24μάρμαρον ἀντὶ γυναικὸς ὀιζυρόν τι χανούσης.

25ἱὴ ἱὴ φθέγγεσθε· κακὸν μακάρεσσιν ἐρίζειν.

26ὃς μάχεται μακάρεσσιν, ἐμῶι βασιλῆι μάχοιτο·

27ὅστις ἐμῶι βασιλῆι, καὶ Ἀπόλλωνι μάχοιτο.

28τὸν χορὸν ὡπόλλων, ὅ τι οἱ κατὰ θυμὸν ἀείδει,

29τιμήσει· δύναται γάρ, ἐπεὶ Διὶ δεξιὸς ἧσται.

30οὐδʼ ὁ χορὸς τὸν Φοῖβον ἐφʼ ἓν μόνον ἦμαρ ἀείσει,

31ἔστι γὰρ εὔυμνος· τίς ἂν οὐ ῥέα Φοῖβον ἀείδοι;

32χρύσεα τὠπόλλωνι τό τʼ ἐνδυτὸν ἥ τʼ ἐπιπορπίς

33ἥ τε λύρη τό τʼ ἄεμμα τὸ Λύκτιον ἥ τε φαρέτρη,

34χρύσεα καὶ τὰ πέδιλα· πολύχρυσος γὰρ Ἀπόλλων.

35καὶ δὲ πολυκτέανος· Πυθῶνί κε τεκμήραιο.

36καὶ μὲν ἀεὶ καλὸς καὶ ἀεὶ νέος· οὔποτε Φοίβου

37θηλείηισʼ οὐδʼ ὅσσον ἐπὶ χνόος ἦλθε παρειαῖς.

38αἱ δὲ κόμαι θυόεντα πέδωι λείβουσιν ἔλαια.

39οὐ λίπος Ἀπόλλωνος ἀποστάζουσιν ἔθειραι,

40ἀλλʼ αὐτὴν πανάκειαν· ἐν ἄστεϊ δʼ ὦι κεν ἐκεῖναι

41πρῶκες ἔραζε πέσωσιν ἀκήρια πάντʼ ἐγένοντο.

42τέχνηι δʼ ἀμφιλαφὴς οὔ τις τόσον ὅσσον Ἀπόλλων·

43κεῖνος ὀιστευτὴν ἔλαχʼ ἀνέρα, κεῖνος ἀοιδόν

44(Φοίβωι γὰρ καὶ τόξον ἐπιτρέπεται καὶ ἀοιδή),

45κείνου δὲ θριαὶ καὶ μάντιες· ἐκ δέ νυ Φοίβου

46ἰητροὶ δεδάασιν ἀνάβλησιν θανάτοιο.

47Φοῖβον καὶ Νόμιον κικλήσκομεν ἐξέτι κείνου,

48ἐξότʼ ἐπʼ Ἀμφρυσσῶι ζευγίτιδας ἔτρεφεν ἵππους

49ἠιθέου ὑπʼ ἔρωτι κεκαυμένος Ἀδμήτοιο.

50ῥεῖά κε βουβόσιον τελέθοι πλέον, οὐδέ κεν αἶγες

51δεύοιντο βρεφέων ἐπιμηλάδες ἧισιν Ἀπόλλων

52βοσκομένηισʼ ὀφθαλμὸν ἐπήγαγεν· οὐδʼ ἀγάλακτες

53οἴιες οὐδʼ ἄκυθοι, πᾶσαι δέ κεν εἶεν ὕπαρνοι,

54ἡ δέ κε μουνοτόκος διδυμητόκος αἶψα γένοιτο.

55Φοίβωι δʼ ἑσπόμενοι πόλιας διεμετρήσαντο

56ἄνθρωποι· Φοῖβος γὰρ ἀεὶ πολίεσσι φιληδεῖ

57κτιζομένηισʼ, αὐτὸς δὲ θεμείλια Φοῖβος ὑφαίνει.

58τετραέτης τὰ πρῶτα θεμείλια Φοῖβος ἔπηξε

59καλῆι ἐν Ὀρτυγίηι περιηγέος ἐγγύθι λίμνης.

60Ἄρτεμις ἀγρώσσουσα καρήατα συνεχὲς αἰγῶν

61Κυνθιάδων φορέεσκεν, ὃ δʼ ἔπλεκε βωμὸν Ἀπόλλων.

62δείματο μὲν κεράεσσιν ἐδέθλια, πῆξε δὲ βωμὸν

63ἐκ κεράων, κεραοὺς δὲ πέριξ ὑπεβάλλετο τοίχους.

64ὧδʼ ἔμαθεν τὰ πρῶτα θεμείλια Φοῖβος ἐγείρειν.

65Φοῖβος καὶ βαθύγειον ἐμὴν πόλιν ἔφρασε Βάττωι

66καὶ Λιβύην ἐσιόντι κόραξ ἡγήσατο λαῶι

67δεξιὸς οἰκιστῆρι καὶ ὤμοσε τείχεα δώσειν

68ἡμετέροις βασιλεῦσιν· ἀεὶ δʼ εὔορκος Ἀπόλλων.

69ὤπολλον, πολλοί σε Βοηδρόμιον καλέουσι,

70πολλοὶ δὲ Κλάριον, πάντη δέ τοι οὔνομα πουλύ·

71αὐτὰρ ἐγὼ Καρνεῖον· ἐμοὶ πατρώιον οὕτω.

72Σπάρτη τοι Καρνεῖε τὸ δὴ πρώτιστον ἔδεθλον,

73δεύτερον αὖ Θήρη, τρίτατόν γε μὲν ἄστυ Κυρήνης.

74ἐκ μέν σε Σπάρτης ἕκτον γένος Οἰδιπόδαο

75ἤγαγε Θηραίην ἐς ἀπόκτισιν· ἐκ δέ σε Θήρης

76οὖλος Ἀριστοτέλης Ἀσβυστίδι πάρθετο γαίηι,

77δεῖμε δέ τοι μάλα καλὸν ἀνάκτορον, ἐν δὲ πόληι

78θῆκε τελεσφορίην ἐπετήσιον, ἧι ἐνὶ πολλοί

79ὑστάτιον πίπτουσιν ἐπʼ ἰσχίον, ὦ ἄνα, ταῦροι.

80ἱὴ ἱὴ Καρνεῖε πολύλλιτε, σεῖο δὲ βωμοί

81ἄνθεα μὲν φορέουσιν ἐν εἴαρι τόσσα περ Ὧραι

82ποικίλʼ ἀγινεῦσι ζεφύρου πνείοντος ἐέρσην,

83χείματι δὲ κρόκον ἡδύν· ἀεὶ δέ τοι ἀέναον πῦρ,

84οὐδέ ποτε χθιζὸν περιβόσκεται ἄνθρακα τέφρη.

85ἦ ῥʼ ἐχάρη μέγα Φοῖβος, ὅτε ζωστῆρες Ἐνυοῦς

86ἀνέρες ὠρχήσαντο μετὰ ξανθῆισι Λιβύσσαις,

87τέθμιαι εὖτέ σφιν Καρνειάδες ἤλυθον ὧραι.

88οἳ δʼ οὔπω πηγῆισι Κύρης ἐδύναντο πελάσσαι

89Δωριέες, πυκινῆν δὲ νάπαις Ἄζιλιν ἔναιον.

90τοὺς μὲν ἄναξ ἴδεν αὐτός, ἑῆι δʼ ἐπεδείξατο νύμφηι

91στὰς ἐπὶ Μυρτούσσης κερατώδεος, ἧχι λέοντα

92Ὑψηὶς κατέπεφνε βοῶν σίνιν Εὐρυπύλοιο.

93οὐ κείνου χορὸν εἶδε θεώτερον ἄλλον Ἀπόλλων,

94οὐδὲ πόλει τόσʼ ἔνειμεν ὀφέλσιμα, τόσσα Κυρήνηι,

95μνωόμενος προτέρης ἁρπακτύος. οὐδὲ μὲν αὐτοί

96Βαττιάδαι Φοίβοιο πλέον θεὸν ἄλλον ἔτεισαν.

97ἱὴ ἱὴ παιῆον ἀκούομεν, οὕνεκα τοῦτο

98Δελφός τοι πρώτιστον ἐφύμνιον εὕρετο λαός,

99ἦμος ἑκηβολίην χρυσέων ἐπεδείκνυσο τόξων.

100Πυθώ τοι κατιόντι συνήντετο δαιμόνιος θήρ,

101αἰνὸς ὄφις. τὸν μὲν σὺ κατήναρες ἄλλον ἐπʼ ἄλλωι

102βάλλων ὠκὺν ὀιστόν, ἐπηύτησε δὲ λαός,

103ἱὴ ἱὴ παιῆον, ἵει βέλος, εὐθύ σε μήτηρ

104γείνατʼ ἀοσσητῆρα· τὸ δʼ ἐξέτι κεῖθεν ἀείδηι.

105ὁ Φθόνος Ἀπόλλωνος ἐπʼ οὔατα λάθριος εἶπεν

106οὐκ ἄγαμαι τὸν ἀοιδὸν ὃς οὐδʼ ὅσα πόντος ἀείδει.

107τὸν Φθόνον ὡπόλλων ποδί τʼ ἤλασεν ὧδέ τʼ ἔειπεν·

108Ἀσσυρίου ποταμοῖο μέγας ῥόος, ἀλλὰ τὰ πολλά

109λύματα γῆς καὶ πολλὸν ἐφʼ ὕδατι συρφετὸν ἕλκει.

110Δηοῖ δʼ οὐκ ἀπὸ παντὸς ὕδωρ φορέουσι μέλισσαι,

111ἀλλʼ ἥτις καθαρή τε καὶ ἀχράαντος ἀνέρπει

112πίδακος ἐξ ἱερῆς ὀλίγη λιβὰς ἄκρον ἄωτον.

113χαῖρς ἄναξ· ὁ δὲ Μῶμος, ἵνʼ ὁ Φθόνος, ἔνθα νέοιτο.