εἰς Ἄρτεμιν
Author namesCallimaque · Callimachus · Καλλιμαχος
- Scientific editors
- Ulrich von Wilamowitz-Moellendorff
- Edition reference
- Callimachi Hymni et Epigrammata · Berlin · Weidmann · 1897
- CTS identifier
urn:cts:greekLit:tlg0533.tlg017.local002- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
εἰς Ἄρτεμιν
1Ἄρτεμιν (οὐ γὰρ ἐλαφρὸν ἀειδόντεσσι λαθέσθαι)
2ὑμνέομεν, τῆι τόξα λαγωβολίαι τε μέλονται
3καὶ χορὸς ἀμφιλαφὴς καὶ ἐν οὔρεσιν ἑψιάασθαι,
4ἄρχμενοι, ὡς ὅτε πατρὸς ἐφεζομένη γονάτεσσι
5παῖς ἔτι κουρίζουσα τάδε προσέειπε γονῆα
6ʼδός μοι παρθενίην αἰώνιον ἄππα φυλάσσειν,
7καὶ πολυωνυμίην, ἵνα μή μοι Φοῖβος ἐρίζηι.
8δὸς δʼ ἰοὺς καὶ τόξα — ἔα πάτερ, οὔ σε φαρέτρην
9οὐδʼ αἰτέω μέγα τόξον· ἐμοὶ Κύκλωπες ὀιστοὺς
10αὐτίκα τεχνήσονται, ἐμοὶ δʼ εὐκαμπὲς ἄεμμα·
11ἀλλὰ φαεσφορίην τε καὶ ἐς γόνυ μέχρι χιτῶνα
12ζώννυσθαι λεγνωτόν, ἵνʼ ἄγρια θηρία καίνω.
13δὸς δέ μοι ἑξήκοντα χορίτιδας Ὠκεανίνας,
14πάσας εἰνέτεας, πάσας ἔτι παῖδας ἀμίτρους.
15δὸς δέ μοι ἀμφιπόλους Ἀμνισίδας εἴκοσι νύμφας,
16αἵ τέ μοι ἐνδρομίδας τε καί, ὁππότε μηκέτι λύγκας
17μήτʼ ἐλάφους βάλλοιμι, θοοὺς κύνας εὖ κομέοιεν,
18δὸς δέ μοι οὔρεα πάντα· πόλιν δέ μοι ἥντινα νεῖμον
19ἥντινα λῆις· σπαρνὸν γὰρ ὅτʼ Ἄρτεμις ἄστυ κάτεισιν·
20οὔρεσιν οἰκήσω, πόλεσιν δʼ ἐπιμείξομαι ἀνδρῶν
21μοῦνον ὅτʼ ὀξείηισιν ὑπʼ ὠδίνεσσι γυναῖκες
22τειρόμεναι καλέουσι βοηθόον, ἧισί με Μοῖραι
23γεινομένην τὸ πρῶτον ἐπεκλήρωσαν ἀρήγειν,
24ὅττι με καὶ τίκτουσα καὶ οὐκ ἤλγησε φέρουσα
25μήτηρ, ἀλλʼ ἀμογητὶ φίλων ἀπεθήκατο γυίωνʼ.
26ὣς ἡ παῖς εἰποῦσα γενειάδος ἤθελε πατρὸς
27ἅψασθαι, πολλὰς δὲ μάτην ἐτανύσσατο χεῖρας,
28μέχρις ἵνα ψαύσειε. πατὴρ δʼ ἐπένευσε γελάσσας,
29φῆ δὲ καταρρέζων ʼὅτε μοι τοιαῦτα θέαιναι
30τίκτοιεν, τυτθόν κεν ἐγὼ ζηλήμονος Ἥρης
31χωομένης ἀλέγοιμι. φέρευ τέκος ὅσσʼ ἐθελημός
32αἰτίζεις, καὶ δʼ ἄλλα πατὴρ ἔτι μείζονα δώσει.
33τρὶς δέκα τοι πτολίεθρα καὶ οὐχ ἕνα πύργον ὀπάσσω,
34τρὶς δέκα τοι πτολίεθρα, τὰ μὴ θεὸν ἄλλον ἀέξειν
35εἴσεται ἀλλὰ μόνην σὲ καὶ Ἀρτέμιδος καλέεσθαι·
36πολλὰς δὲ ξυνῆι πόλιας διαμετρήσασθαι
37μεσσόγεως νήσους τε· καὶ ἐν πάσηισιν ἔσονται
38Ἀρτέμιδος βωμοί τε καὶ ἄλσεα. καὶ μὲν ἀγυιαῖς
39ἔσσηι καὶ λιμένεσσιν ἐπίσκοποσʼ. ὣς ὃ μὲν εἰπὼν
40μῦθον ἐπεκρήηνε καρήατι. βαῖνε δὲ κούρη
41λευκὸν ἐπὶ Κρηταῖον ὄρος κεκομημένον ὕληι·
42ἔνθεν ἐπʼ Ὠκεανόν· πολέας δʼ ἐπελέξατο νύμφας,
43πάσας εἰνέτεας, πάσας ἔτι παῖδας ἀμίτρους.
44χαῖρε δὲ Καίρατος ποταμὸς μέγα, χαῖρε δὲ Τηθύς,
45οὕνεκα θυγατέρας Λητωίδι πέμπον ἀμορβούς.
46αὖθι δὲ Κύκλωπας μετεκίαθε· τοὺς μὲν ἔτετμε
47νήσωι ἐνὶ Λιπάρηι (Λιπάρη νέον, ἀλλὰ τότʼ ἔσκεν
48οὔνομά οἱ Μελιγουνίς) ἐπʼ ἄκμοσιν Ἡφαίστοιο
49ἑσταότας περὶ μύδρον· ἐπείγετο γὰρ μέγα ἔργον·
50ἱππείην τετύκοντο Ποσειδάωνι ποτίστρην.
51αἱ νύμφαι δʼ ἔδδεισαν, ὅπως ἴδον αἰνὰ πέλωρα
52πρηόσιν †ὀσσείοισιν ἐοικότα, πᾶσι δʼ ὑπʼ ὀφρύν
53φάεα μουνόγληνα σάκει ἴσα τετραβοείωι
54δεινὸν ὑπογλαύσσοντα, καὶ ὁππότε δοῦπον ἄκουσαν
55ἄκμονος ἠχήσαντος ἐπὶ μέγα πουλύ τʼ ἄημα
56φυσάων αὐτῶν τε βαρὺν στόνον· αὖε γὰρ Αἴτνη,
57αὖε δὲ Τρινακίη, Σικανῶν ἕδος, αὖε δὲ γείτων
58Ἰταλίη, μεγάλην δὲ βοὴν ἐπὶ Κύρνος ἀύτει,
59εὖθʼ οἵ γε ρῥαιστῆρας ἀειράμενοι ὑπὲρ ὤμων
60ἢ χαλκὸν ζείοντα καμινόθεν ἠὲ σίδηρον
61ἀμβολαδὶς τετυπόντες ἐπὶ μέγα μοχθήσειαν.
62τῶι σφέας οὐκ ἐτάλασσαν ἀκηδέες Ὠκεανῖναι
63οὔτʼ ἄντην ἰδέειν οὔτε κτύπον οὔασι δέχθαι.
64οὐ νέμεσις· κείνους γε καὶ αἱ μάλα μηκέτι τυτθαί
65οὐδέποτʼ ἀφρικτὶ μακάρων ὁρόωσι θύγατρες.
66ἀλλʼ ὅτε κουράων τις ἀπειθέα μητέρι τεύχοι,
67μήτηρ μὲν Κύκλωπας ἑῆι ἐπὶ παιδὶ καλιστρεῖ,
68Ἄργην ἢ Στερόπην· ὃ δὲ δώματος ἐκ μυχάτοιο
69ἔρχεται Ἑρμείης σποδιῆι κεχριμένος αἰθῆι·
70αὐτίκα τὴν κούρην μορμύσσεται, ἣ δὲ τεκούσης
71δύνει ἔσω κόλπους θεμένη ἐπὶ φάεσι χεῖρας.
72κοῦρα σὺ δὲ προτέρω περ, ἔτι τριέτηρος ἐοῦσα,
73εὖτʼ ἔμολεν Λητώ σε μετʼ ἀγκαλίδεσσι φέρουσα,
74Ἡφαίστου καλέοντος ὅπως ὀπτήρια δοίη,
75Βρόντεώ σε στιβαροῖσιν ἐφεσσαμένου γονάτεσσι,
76στήθεος ἐκ μεγάλου λασίης ἐδράξαο χαίτης,
77ὤλοψας δὲ βίηιφι· τὸ δʼ ἄτριχον εἰσέτι καὶ νῦν
78μεσσάτιον στέρνοιο μένει μέρος, ὡς ὅτε κόρσηι
79φωτὸς ἐνιδρυθεῖσα κόμην ἐπενείματʼ ἀλώπηξ.
80τῶι μάλα θαρσαλέη σφε τάδε προσελέξαο τῆμος
81ʼΚύκλωπες κἠμοί τι Κυδώνιον εἰ δʼ ἄγε τόξον
82ἠδʼ ἰοὺς κοίλην τε κατακληῖδα βελέμνων
83τεύξατε· καὶ γὰρ ἐγὼ Λητωιὰς ὥσπερ Ἀπόλλων.
84αἰ δέ κʼ ἐγὼ τόξοις μονιὸν δάκος ἤ τι πέλωρον
85θηρίον ἀγρεύσω, τὸ δέ κεν Κύκλωπες ἔδοιενʼ.
86ἔννεπες· οἳ δʼ ἐτέλεσσαν· ἄφαρ δʼ ὡπλίσσαο δαῖμον.
87αἶψα δʼ ἐπὶ σκύλακας πάλιν ἤιες· ἵκεο δʼ αὖλιν
88Ἀρκαδικὴν ἔπι Πανός. ὃ δὲ κρέα λυγκὸς ἔταμνε
89Μαιναλίης, ἵνα οἱ τοκάδες κύνες εἶδαρ ἔδοιεν.
90τὶν δʼ ὁ γενειήτης δύο μὲν κύνας ἥμισυ πηγούς
91τρεῖς δὲ παρουαίους ἕνα δʼ αἰόλον, οἵ ῥα λέοντας
92αὐτοὺς αὖ ἐρύοντας, ὅτε δράξαιντο δεράων,
93εἷλκον ἔτι ζώοντας ἐπʼ αὐλίον, ἑπτὰ δʼ ἔδωκε
94θάσσονας αὐράων Κυνοσουρίδας, αἵ ῥα διῶξαι
95ὤκισται νεβρούς τε καὶ οὐ μύοντα λαγωόν,
96καὶ κοίτην ἐλάφοιο καὶ ὕστριχος ἔνθα καλιαί
97σημῆναι, καὶ ζορκὸς ἐπʼ ἴχνιον ἡγήσασθαι.
98ἔνθεν ἀπερχομένη (μετὰ καὶ κύνες ἐσσεύοντο)
99εὗρες ἐπὶ προμολῆισʼ ὄρεος τοῦ Παρρασίοιο
100σκαιρούσας ἐλάφους, μέγα τι χρέος· αἳ μὲν ἐπʼ ὄχθηις
101αἰὲν ἐβουκολέοντο μελαμψήφιδος ἀναύρου,
102μάσσονες ἢ ταῦροι, κεράων δʼ ἀπελάμπετο χρυσός·
103ἐξαπίνης δʼ ἔταφές τε καὶ ὃν ποτὶ θυμὸν ἔειπες
104ʼτοῦτό κεν Ἀρτέμιδος πρωτάγριον ἄξιον εἴηʼ.
105πέντʼ ἔσαν αἱ πᾶσαι· πίσυρας δʼ ἕλες ὦκα θέουσα
106νόσφι κυνοδρομίης, ἵνα τοι θοὸν ἅρμα φέρωσι.
107τὴν δὲ μίαν Κελάδοντος ὑπὲρ ποταμοῖο φυγοῦσαν
108Ἥρης ἐννεσίηισιν, ἀέθλιον Ἡρακλῆι
109ὕστερον ὅφρα γένοιτο, πάγος Κερύνειος ἔδεκτο.
110Ἄρτεμι Παρθενίη Τιτυοκτόνε, χρύσεα μέν τοι
111ἔντεα καὶ ζώνη, χρύσεον δʼ ἐζεύξαο δίφρον,
112ἐν δʼ ἐβάλευ χρύσεια θεὴ κεμάδεσσι χαλινά.
113ποῦ δέ σε τὸ πρῶτον κερόεις ὄχος ἤρξατʼ ἀείρειν;
114Αἵμωι ἐπὶ Θρήικι, τόθεν βορέαο κατᾶιξ
115ἔρχεται ἀχλαίνοισι δυσαέα κρυμὸν ἄγουσα.
116ποῦ δʼ ἔταμες πεύκην, ἀπὸ δὲ φλογὸς ἥψαο ποίης;
117Μυσῶι ἐν Οὐλύμπωι, φάεος δʼ ἐνέηκας ἀυτμήν
118ἀσβέστου, τό ῥα πατρὸς ἀποστάζουσι κεραυνοί.
119ποσσάκι δʼ ἀργυρέοιο θεὴ πειρήσαο τόξου;
120πρῶτον ἐπὶ πτελέην, τὸ δὲ δεύτερον ἧκας ἐπὶ δρῦν,
121τὸ τρίτον αὖτʼ ἐπὶ θῆρα. τὸ τέτρατον οὐκέτʼ ἐπὶ δρῦν,
122ἀλλά μιν εἰς ἀδίκων ἔβαλες πόλιν, οἵ τε περὶ σφέας
123οἵ τε περὶ ξείνους ἀλιτήμονα πολλὰ τέλεσκον,
124σχέτλιοι· οἷς τύνη χαλεπὴν ἐμμάξεαι ὀργήν·
125κτήνεά φιν λοιμὸς καταβόσκεται, ἔργα δὲ πάχνη,
126κείρονται δὲ γέροντες ἐφʼ υἱάσιν, αἱ δὲ γυναῖκες
127ἢ βληταὶ θνήισκουσι λεχωίδες ἠὲ φυγοῦσαι
128τίκτουσιν τῶν οὐδὲν ἐπὶ σφυρὸν ὀρθὸν ἀνέστη.
129οἷς δέ κεν εὐμειδής τε καὶ ἵλαος αὐγάσσηαι,
130κείνοις εὖ μὲν ἄρουρα φέρει στάχυν, εὖ δὲ γενέθλη
131τετραπόδων, εὖ δʼ ὄλβος ἀέξεται· οὐδʼ ἐπὶ σῆμα
132ἔρχονται πλὴν εὖτε πολυχρόνιόν τι φέρωσιν·
133οὐδὲ διχοστασίη τρώει γένος, ἥ τε καὶ εὖ περ
134οἴκους ἑστηῶτας ἐσίνατο· ταὶ δὲ θυωρόν
135εἰνάτερες γαλόωι τε μίαν πέρι δίφρα τίθενται.
136πότνια, τῶν εἴη μὲν ἐμοὶ φίλος ὅστις ἀληθής,
137εἴην δʼ αὐτός, ἄνασσα, μέλοι δέ μοι αἰὲν ἀοιδή·
138τῆι ἔνι μὲν Λητοῦς γάμος ἔσσεται, ἐν δὲ σὺ πολλή,
139ἐν δὲ καὶ Ἀπόλλων, ἐν δʼ οἵ σεο πάντες ἄεθλοι,
140ἐν δὲ κύνες καὶ τόξα καὶ ἄντυγες, αἵ τέ σε ῥεῖα
141θηητὴν φορέουσιν, ὅτʼ ἐς Διὸς οἶκον ἐλαύνεις.
142ἔνθα τοι ἀντιόωντες ἐνὶ προμολῆισι δέχονται
143ὅπλα μὲν Ἑρμείης Ἀκακήσιος, αὐτὰρ Ἀπόλλων
144θηρίον ὅττι φέρηισθα· πάροιθέ γέ, πρίν περ ἱκέσθαι
145καρτερὸν Ἀλκεΐδην· νῦν δʼ οὐκέτι τοῦτον ἄεθλον
146Φοῖβος ἔχει, τοῖος γὰρ ἀεὶ Τιρύνθιος ἄκμων
147ἕστηκε πρὸ πυλέων ποτιδέγμενος, εἴ τι φέρουσα
148νεῖαι πῖον ἔδεσμα· θεοὶ δʼ ἐπὶ πάντες ἐκείνωι
149ἄλληκτον γελόωσι, μάλιστα δὲ πενθερὴ αὐτή,
150ταῦρον ὅτʼ ἐκ δίφροιο μάλα μέγαν ἢ ὅ γε χλούνην
151κάπρον ὀπισθιδίοιο φέροι ποδὸς ἀσπαίροντα·
152κερδαλέωι μύθωι σε θεὴ μάλα τῶιδε πινύσκει
153βάλλε κακοὺς ἐπὶ θῆρας, ἵνα θνητοί σε βοηθόν
154ὡς ἐμὲ κικλήσκωσιν. ἔα πρόκας ἠδὲ λαγωούς
155οὔρεα βόσκεσθαι· τί κέ μιν πρόκες ἠὲ λαγωοί
156ῥέξειαν; σύες ἔργα, σύες φυτὰ λυμαίνονται.
157καὶ βόες ἀνθρώποισι κακὸν μέγα· βάλλʼ ἐπὶ καὶ τούς.
158ὣς ἔνεπεν, ταχινὸς δὲ μέγαν περὶ θῆρα πονεῖτο.
159οὐ γὰρ ὅ γε Φρυγίηι περ ὑπὸ δρυὶ γυῖα θεωθείς
160παύσατʼ ἀδηφαγίης· ἔτι οἱ πάρα νηδὺς ἐκείνη,
161τῆι ποτʼ ἀροτριόωντι συνήντετο Θειοδάμαντι.
162σοὶ δʼ Ἀμνισιάδες μὲν ὑπὸ ζεύγληφι λυθείσας
163ψήχουσιν κεμάδας, παρὰ δέ σφισι πουλὺ νέμεσθαι
164Ἥρης ἐκ λειμῶνος ἀμησάμεναι φορέουσιν
165ὠκύθοον τριπέτηλον, ὃ καὶ Διὸς ἵπποι ἔδουσιν·
166ἐν καὶ χρυσείας ὑποληνίδας ἐπλήσαντο
167ὕδατος, ὄφρʼ ἐλάφοισι ποτὸν θυμάρμενον εἴη.
168αὐτὴ δʼ ἐς πατρὸς δόμον ἔρχεαι· οἳ δέ σʼ ἐφʼ ἕδρην
169πάντες ὁμῶς καλέουσι· σὺ δʼ Ἀπόλλωνι παρίζεις.
170ἡνίκα δʼ αἱ νύμφαι σε χορῶι ἔνι κυκλώσονται
171ἀγχόθι πηγάων Αἰγυπτίου Ἰνωποῖο
172ἢ Πιτάνης (καὶ γὰρ Πιτάνη σέθεν) ἢ ἐνὶ Λίμναις,
173ἢ ἵνα δαῖμον Ἀλὰς Ἀραφηνίδας οἰκήσουσα
174ἦλθες ἀπὸ Σκυθίης, ἀπὸ δʼ εἴπαο τέθμια Ταύρων,
175μὴ νειὸν τημοῦτος ἐμαὶ βόες εἵνεκα μισθοῦ
176τετράγυον τέμνοιεν ὑπʼ ἀλλοτρίωι ἀροτῆρι·
177ἦ γάρ κεν γυιαί τε καὶ αὐχένα κεκμηυῖαι
178κόπρον ἔπι προγένοιντο, καὶ εἰ Στυμφαιίδες εἶεν
179εἰναετιζόμεναι κεραελκέες, αἳ μέγʼ ἄρισται
180τέμνειν ὦλκα βαθεῖαν· ἐπεὶ θεὸς οὔποτʼ ἐκεῖνον
181ἦλθε παρʼ Ἠέλιος καλὸν χορόν, ἀλλὰ θεῆται
182δίφρον ἐπιστήσας, τὰ δὲ φάεα μηκύνονται.
183τίς δέ νύ τοι νήσων, ποῖον δʼ ὄρος εὔαδε πλεῖστον,
184τίς δὲ λιμήν, ποίη δὲ πόλις; τίνα δʼ ἔξοχα νυμφέων
185φίλαο, καὶ ποίας ἡρωίδας ἔσχες ἑταίρας;
186εἰπὲ θεὴ σὺ μὲν ἄμμιν, ἐγὼ δʼ ἑτέροισιν ἀείσω.
187νήσων μὲν Δολίχη, πολίων δέ τοι εὔαδε Πέργη,
188Τηύγετον δʼ ὀρέων, λιμένες γε μὲν Εὐρίποιο.
189ἔξοχα δʼ ἀλλάων Γορτυνίδα φίλαο νύμφην,
190ἐλλοφόνον Βριτόμαρτιν ἐύσκοπον· ἧς ποτε Μίνως
191πτοιηθεὶς ὑπʼ ἔρωτι κατέδραμεν οὔρεα Κρήτης.
192ἣ δʼ ὁτὲ μὲν λασίηισιν ὑπὸ δρυσὶ κρύπτετο νύμφη,
193ἄλλοτε δʼ εἱαμενῆισιν· ὃ δʼ ἐννέα μῆνας ἐφοίτα
194παίπαλά τε κρημνούς τε καὶ οὐκ ἀνέπαυσε διωκτύν,
195μέσφʼ ὅτε μαρπτομένη καὶ δὴ σχεδὸν ἥλατο πόντον
196πρηόνος ἐξ ὑπάτοιο καὶ ἔνθορεν εἰς ἁλιήων
197δίκτυα, τά σφʼ ἐσάωσαν· ὅθεν μετέπειτα Κύδωνες
198νύμφην μὲν Δίκτυναν, ὄρος δʼ ὅθεν ἥλατο νύμφη
199Δικταῖον καλέουσιν, ἀνεστήσαντο δὲ βωμούς
200ἱερά τε ῥέζουσι· τὸ δὲ στέφος ἤματι κείνωι
201ἢ πίτυς ἢ σχῖνος, μύρτοιο δὲ χεῖρες ἄθικτοι·
202δὴ τότε γὰρ πέπλοισιν ἐνέσχετο μύρσινος ὄζος
203τῆς κούρης, ὅτʼ ἔφευγεν· ὅθεν μέγα χώσατο μύρτωι.
204Οὖπι ἄνασσʼ εὐῶπι φαεσφόρε, καὶ δὲ σὲ κείνην
205Κρηταέες καλέουσιν ἐπωνυμίην ἀπὸ νύμφης.
206καὶ μὴν Κυρήνην ἑταρίσσαο, τῆι ποτʼ ἔδωκας
207αὐτὴ θηρητῆρε δύω κύνε, τοῖς ἔνι κούρη
208Ὑψηὶς παρὰ τύμβον Ἰώλκιον ἔμμορʼ ἀέθλου.
209καὶ Κεφάλου ξανθὴν ἄλοχον Δηιονίδαο
210πότνια σὴν ὁμόθηρον ἐθήκαο· καὶ δὲ σὲ φασί
211καλὴν Ἀντίκλειαν ἴσον φαέεσσι φιλῆσαι,
212αἳ πρῶται θοὰ τόξα καὶ ἀμφʼ ὤμοισι φαρέτρας
213ἰοδόκους ἐφόρησαν· ἀσύλλωτοι δέ φιν ὦμοι
214δεξιτεροὶ καὶ γυμνὸς ἀεὶ παρεφαίνετο μαζός.
215ἤινησας δʼ ἔτι πάγχυ ποδορρώρην Ἀταλάντην,
216κούρην Ἰασίοιο συοκτόνον Ἀρκασίδαο,
217καί ἑ κυνηλασίην τε καὶ εὐστοχίην ἐδίδαξας.
218οὔ μιν ἐπίκλητοι Καλυδωνίου ἀγρευτῆρες
219μέμφονται κάπροιο· τὰ γὰρ σημήια νίκης
220Ἀρκαδίην εἰσῆλθεν, ἔχει δʼ ἔτι θηρὸς ὀδόντας·
221οὐδὲ μὲν Ὑλαῖόν τε καὶ ἄφρονα Ῥοῖκον ἔολπα
222οὐδέ περ ἐχθαίροντας ἐν Ἄιδι μωμήσασθαι
223τοξότιν· οὐ γάρ σφιν λαγόνες συνεπιψεύσονται,
224τάων Μαιναλίη νᾶεν φόνωι ἀκρώρεια.
225πότνια πουλυμέλαθρε πολύπτολι χαῖρε Χιτώνη
226Μιλήτωι ἐπίδημε· σὲ γὰρ ποιήσατο Νηλεύς
227ἡγεμόνην, ὅτε νηυσὶν ἀνήγετο Κεκροπίηθεν.
228Χησιὰς Ἰμβρασίη πρωτόθρονε, σοὶ δʼ Ἀγαμέμνων
229πηδάλιον νηὸς σφετέρης ἐγκάτθετο νηῶι
230μείλιον ἀπλοΐης, ὅτε οἱ κατέδησας ἀήτας,
231Τευκρῶν ἡνίκα νῆες Ἀχαιίδες ἄστεα κήδειν
232ἔπλεον ἀμφʼ Ἑλένηι Ῥαμνουσίδι θυμωθεῖσαι.
233ἦ μέν τοι Προῖτός γε δύω ἐκαθίσσατο νηούς,
234ἄλλον μὲν Κορίης, ὅτι οἱ συνελέξαο κούρας
235οὔρεα πλαζομένας Ἀζήνια, τὸν δʼ ἐνὶ Λούσοις
236Ἡμέρηι, οὕνεκα θυμὸν ἀπʼ ἄγριον εἵλεο παίδων.
237σοὶ καὶ Ἀμαζονίδες πολέμου ἐπιθυμήτειραι
238ἔν ποτε παρραλίηι Ἐφέσωι βρέτας ἱδρύσαντο
239φηγῶι ὑπὸ πρέμνωι, τέλεσεν δέ τοι ἱερὸν Ἱππώ·
240αὐταὶ δʼ, Οὖπι ἄνασσα, περὶ πρύλιν ὠρχήσαντο
241πρῶτα μὲν ἐν σακέεσσιν ἐνόπλιον, αὖθι δὲ κύκλωι
242στησάμεναι χορὸν εὐρύν· ὑπήεισαν δὲ λίγειαι
243λεπταλέον σύριγγες, ἵνα ῥήσσωσιν ὁμαρτῆι
244(οὐ γάρ πω νέβρεια διʼ ὀστέα τετρήναντο,
245ἔργον Ἀθηναίης ἐλάφωι κακόν)· ἔδραμε δʼ ἠχώ
246Σάρδιας ἔς τε νομὸν Βερεκύνθιον. αἳ δὲ πόδεσσιν
247οὖλα κατεκροτάλιζον, ἐπεψόφεον δὲ φαρέτραι.
248κεῖνο δέ τοι μετέπειτα περὶ βρέτας εὐρὺ θέμειλον
249δωμήθη, τοῦ δʼ οὔτι θεώτερον ὄψεται ἠώς
250οὐδʼ ἀφνειότερον· ῥέα κεν Πυθῶνα παρέλθοι.
251τῶι ῥα καὶ ἠλαίνων ἀλαπαξέμεν ἠπείλησε
252Λύγδαμις ὑβριστής· ἐπὶ δὲ στρατὸν ἱππημολγῶν
253ἤγαγε Κιμμερίων ψαμάθωι ἴσον, οἵ ῥα παρʼ αὐτόν
254κεκλιμένοι ναίουσι βοὸς πόρον Ἰναχιώνης.
255ἆ δειλὸς βασιλέων, ὅσον ἤλιτεν· οὐ γὰρ ἔμελλεν
256οὔτʼ αὐτὸς Σκυθίηνδε παλιμπετὲς οὔτε τις ἄλλος
257ὅσσων ἐν λειμῶνι Καϋστρίωι ἔσταν ἅμαζαι
258νοστήσειν· Ἐφέσου γὰρ ἀεὶ τεὰ τόξα πρόκειται.
259πότνια Μουνιχίη λιμενοσκόπε, χαῖρε Φεραίη.
260μή τις ἀτιμήσηι τὴν Ἄρτεμιν (οὐδὲ γὰρ Οἰνεῖ
261βωμὸν ἀτιμάσσαντι καλοὶ πόλιν ἦλθον ἀγῶνες),
262μηδʼ ἐλαφηβολίην μηδʼ εὐστοχίην ἐριδαίνειν
263(οὐδὲ γὰρ Ἀτρεΐδης ὀλίγωι ἔπι κόμπασε μισθῶι),
264μηδέ τινα μνᾶσθαι τὴν παρθένον (οὐδὲ γὰρ Ὦτος,
265οὐδὲ μὲν Ὠαρίων ἀγαθὸν γάμον ἐμνήστευσαν),
266μηδὲ χορὸν φεύγειν ἐνιαύσιον (οὐδὲ γὰρ Ἱππώ
267ἀκλαυτεὶ περὶ βωμὸν ἀπείπατο κυκλώσασθαι)·
268χαῖρε μέγα κρείουσα καὶ εὐάντησον ἀοιδῆι.