εἰς Δῆλον
Author namesCallimaque · Callimachus · Καλλιμαχος
- Scientific editors
- A. W. Mair
- Edition reference
- Callimachus and Lycophron; Aratus · London · William Heinemann · 1921
- CTS identifier
urn:cts:greekLit:tlg0533.tlg018.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
1τὴν ἱερήν, ὦ θυμέ, τίνα χρόνον ἢ πότʼ εἴ ποτ᾽ Reiske. But the text is quite right. ἀείσεις
2δῆλον, Ἀπόλλωνος κουροτρόφον ; ἦ μὲν ἅπασαι
3Κυκλάδες, αἳ νήσων ἱερώταται εἰν ἁλὶ κεῖνται,
4εὔυμνοι· δῆλος δʼ ἐθέλει τὰ πρῶτα φέρεσθαι
5ἐκ Μουσέων, ὅτι Φοῖβον ἀοιδάων μεδέοντα
6λοῦσέ τε καὶ σπείρωσε καὶ ὡς θεὸν ᾔνεσε πρώτη.
7ὡς Μοῦσαι τὸν ἀοιδὸν ὃ μὴ Πίμπλειαν ἀείσῃ ἀείσῃ schol. Lycophr. 275; άείσει.
8ἔχθουσιν, τὼς Φοῖβος ὅτις Δήλοιο λάθηται.
9Δήλῳ νῦν οἴμης ἀποδάσσομαι, ὡς ἂν Ἀπόλλων
10Κύνθιος αἰνήσῃ με φίλης ἀλέγοντα τιθήνης.
11κείνγ δʼ ἠνεμόεσσα καὶ ἄτροπος οἷά θʼ ἁλιπλὴξ
12αἰθυίῃς καὶ μᾶλλον ἐπίδρομος ἠέπερ ἵπποις
13πόντῳ ἐνεστήρικται· ὁ δʼ ἀμφί ἑ πουλύς ἑλίσσων
14Ἰκαρίου πολλὴν ἀπομάσσεται ὕδατος ἄχνην·
15τῶ σφε καὶ ἰχθυβολῆες ἁλίπλοοι ἐννάσσαντο.
16ἀλλά οἱ οὐ νεμεσητὸν ἐνὶ πρώτῃσι λέγεσθαι,
17ὀππότʼ ἐς Ὠκεανόν τε καὶ ἐς Τιτηνίδα Τηθὺν
18νῆσοι ἀολλίζονται, ἀεὶ δʼ ἔξαρχος ὁδεύει.
19ἡ δʼ ὄπιθεν Φοίνισσα μετʼ ἴχνια Κύρνος ὀπηδεῖ
20οὐκ ὀνοτὴ καὶ Μάκρις Ἀβαντιὰς Ἐλλοπιήων
21Σαρδώ θʼ ἱμερόεσσα καὶ ἣν ἐπενήξατο Κύπρις
22ἐξ ὕδατος τὰ πρῶτα, σαοῖ δέ μιν ἀντʼ ἐπιβάθρων.
23κεῖναι μὲν πύργοισι περισκεπέεσσιν ἐρυμναί,
24δῆλος δʼ Ἀπόλλωνι· τί δὲ στιβαρώτερον ἕρκος;
25τείχεα μὲν καὶ λᾶες ὑπαὶ ῥιπῆς κε πέσοιεν
26Στρυμονίου βορέαο· θεὸς δʼ ἀεὶ ἀστυφέλικτος·
27Δῆλε φίλη, τοῖός σε βοηθόος ἀμφιβέβηκεν.
28εἰ δὲ λίην πολέες σε περιτροχόωσιν ἀοιδαί,
29ποίῃ τοίη MSS. ἐνιπλέξω σε; τί τοι θυμῆρες ἀκοῦσαι;
30ἢ ὡς χ’ ὡς MSS. τὰ πρώτιστα μέγας θεὸς οὔρεα θείνων
31ἄορι τριγλώχινι, τό οἱ Τελχῖνες ἔτευξαν,
32νήσους εἰναλίας εἰργάζετο, νέρθε δὲ πάσας δὲ πάσας MSS.; δ’ ἐλάσσας Meineke; δ’ ἐπάρας Schneider.
33ἐκ νεάτων ὤχλισσε καὶ εἰσεκύλισε θαλάσσῃ;
34καὶ τὰς μὲν κατὰ βυσσόν, ἵνʼ ἠπείροιο λάθωνται,
35πρυμνόθεν ἐρρίζωσε· δὲ δʼ οὐκ ἔθλιψεν ἀνάγκη,
36ἀλλʼ ἄφετος πελάγεσσιν ἐπέπλεες, οὔνομα δʼ ἦν σοι
37Ἀστερίη τὸ παλαιόν, ἐπεὶ βαθὺν ἥλαο τάφρον
38οὐρανόθεν φεύγουσα Διὸς γάμον ἀστέρι ἴση.
39τόφρα μὲν οὔπω σοι χρυσέη ἐπεμίσγετο Λητώ,
40τόφρα δʼ ἔτʼ Ἀστερίη σὺ καὶ οὐδέπω ἔκλεο Δῆλος·
41πολλάκι σε πολλάκι σ’ ἐκ marg. Taur., corr. Meineke; πολλάκις ἐκ. Τροιζῆνος ἀπὸ ξανθοῖο πολίχνης
42ἐρχόμενοι Ἐφύρηνδε Σαρωνικοῦ ἔνδοθι κόλπου
43ναῦται ἐπεσκέψαντο, καὶ ἐξ Ἐφύρης ἀνιόωτες
44οἱ μὲν ἔτʼ οὐκ ἴδον αὖθι, σὺ δὲ στεινοῖο παρʼ ὀξὺν
45ἔδραμες Εὐρίποιο πόρον καναχηδὰ ῥέοντος,
46Χαλκιδικῆς δʼ αὐτῆμαρ ἀνηναμένη ἁλὸς ὕδωρ
47μέσφʼ ἐς Ἀθηναίων προσενήξαο Σούνιον ἄκρον
48ἢ Χίον ἢ νήσοιο διάβροχον ὕδατι μαστὸν
49παρθενίης (οὔπω γὰρ ἔην Σάμος), ἧχι σε νύμφαι
50γείτονες Ἀγκαίου Μυκαλησσίδες Μυκαλησσίδες Blomf., cf. Steph. Byz. s.v.; Μυκαλησίδες. ἐξείνισσαν.
51ἡνίκα δʼ Ἀπόλλωνι γενέθλιον οὖδας ὑπέσχες,
52τοῦτό τοι ἀντημοιβὸν ἁλίπλοοι οὔνομʼ ἔθεντο,
53οὕνεκεν οὐκέτʼ ἄδηλος ἐπέπλεες, ἀλλʼ ἐνὶ πόντου
54κύμασιν Αἰγαίοιο ποδῶν ἐνεθήκαο ῥίζας.
55οὐδʼ Ἥρην κοτέουσαν ὑπέτρεσας· ἡ μὲν ἁπάσαις
56δεινὸν ἐπεβρωμᾶτο λεχωίσιν αἳ Διὶ παῖδας
57ἐξέφερον, Λητοῖ δὲ διακριδόν, οὕνεκα μούνη
58Ζηνὶ τεκεῖν ἤμελλε φιλαίτερον Ἄρεος υἷα.
59τῶ ῥα καὶ αὐτὴ μὲν σκοπιὴν ἔχεν αἰθέρος εἴσω
60σπερχομένη μέγα δή τι καὶ οὐ φατόν, εἶργε δὲ Λητὼ
61τειρομένην ὠδῖσι· δύω δέ οἱ εἵατο φρουροὶ
62γαῖαν ἐποπτεύοντες, ὁ μὲν πέδον ἠπείροιο
63ἥμενος ὑψηλῆς κορυφῆς ἔπι Θρήικος Αἵμου
64θοῦρος Ἄρης ἐφύλασσε σὺν ἔντεσι, τὼ δέ οἱ ἵππω
65ἑπτάμυχον βορέαο παρὰ σπέος ηὐλίζοντο·
66ἡ δʼ ἐπὶ νησάων ἑτέρη σκοπὸς εὐρειάων
67ἧστο κόρη Θαύμαντος ἐπαΐξασα Μίμαντι.
68ἔνθʼ οἱ μὲν πολίεσσιν ὅσαις ἐπεβάλλετο Λητὼ
69μίμνον ἀπειλητῆρες, ἀπετρώπων δὲ δέχεσθαι.
70φεῦγε μὲν Ἀρκαδίη, φεῦγεν δʼ ὄρος ἱερὸν Αὔγης
71Παρθένιον, φεῦγεν δʼ ὁ γέρων μετόπισθε Φενειός. Φενειός Arnaldus; Φεναιός.
72φεῦγε δʼ ὅλη Πελοπηὶς ὅση παρακέκλιται Ἰσθμῷ,
73ἔμπλην Αἰγιαλοῦ τε καὶ Ἄργεος· οὐ γὰρ ἐκείνας
74ἀτραπιτοὺς ἐπάτησεν, ἐπεὶ λάχεν Ἴναχον Ἥρη.
75φεῦγε καὶ Ἀονίη τὸν ἕνα δρόμον, αἱ δʼ ἐφέποντο
76Δίρκη τε Στροφίη τε μελαμψήφιδος ἔχουσαι
77Ἰσμηνοῦ χέρα πατρός, ὁ δʼ εἵπετο πολλὸν ὄπισθεν
78Ἀσωπὸς βαρύγουνος, ἐπεὶ πεπάλακτο κεραυνῷ.
79ἡ δʼ ὑποδινηθεῖσα χοροῦ ἀπεπαύσατο νύμφη
80αὐτόχθων Μελίη καὶ ὑπόχλοον ἔσχε παρειὴν
81ἥλικος ἀσθμαίνουσα περὶ δρυός, ὡς ἴδε χαίτην
82σειομένην Ἑλικῶνος. ἐμαὶ θεαί, εἴπατε Μοῦσαι,
83ἦ ῥʼ ἐτεὸν ἐγένοντο τότε δρύες ἡνίκα Νύμφαι;
84νύμφαι μὲν χαίρουσιν, ὅτε δρύας ὄμβρος ἀέξει,
85νύμφαι δʼ αὖ κλαίουσιν, ὅτε δρυσὶν οὐκέτι φύλλα.
86ταῖς μὲν ἔτʼ Ἀπόλλων ὑποκόλπιος αἰνὰ χολώθη,
87φθέγξατο δʼ οὐκ ἀτέλεστον ἀπειλήσας ἐπὶ Θήβῃ·
88Θήβη, τίπτε τάλαινα τὸν αὐτίκα πότμον ἐλέγχεις;
89μήπω μή μʼ ἀέκοντα βιάζεο μαντεύεσθαι.
90οὔπω μοι Πυθῶνι μέλει τριποδήιος ἕδρη,
91οὐδέ τί πω τέθνηκεν ὄφις μέγας, ἀλλʼ ἔτι κεῖνο
92θηρίον αἰνογένειον ἀπὸ Πλειστοῖο καθέρπον
93Παρνησὸν νιφόεντα περιστέφει ἐννέα κύκλοις·
94ἀλλʼ ἔμπης ἐρέω τι τομώτερον ἢ ἀπὸ δάφνης.
95φεῦγε πρόσω· ταχινός σε κιχήσομαι αἵματι λούσων
96τόξον ἐμόν· σὺ δὲ τέκνα κακογλώσσοιο γυναικὸς
97ἔλλαχεσ. οὐ σύ γʼ ἐμεῖο φίλη τροφὸς οὐδὲ Κιθαιρὼν
98ἔσσεται· εὐαγέων δὲ καὶ εὐαγέεσσι μελοίμην.
99ὣς ἄρʼ ἔφη. Λητὼ δὲ μετάτροπος αὖτις ἐχώρει.
100ἀλλʼ ὅτʼ Ἀχαιιάδες μιν ἀπηρνήσαντο πόληες
101ἐρχομένην, Ἑλίκη τε Ποσειδάωνος ἑταίρη
102Βοῦρά τε Δεξαμενοῖο βοόστασις Οἰκιάδαο,
103ἂψ δʼ ἐπὶ Θεσσαλίην πόδας ἔτρεπε, φεῦγε δʼ Ἄναυρος
104καὶ μεγάλη Λάρισα καὶ αἱ Χειρωνίδες ἄκραι,
105φεῦγε δὲ καὶ Πηνειὸς ἑλισσόμενος διὰ Τεμπέων.
106Ἥρη, σοὶ δʼ ἔτι τῆμος ἀνηλεὲς ἦτορ ἔκειτο
107οὐδὲ κατεκλάσθης τε καὶ ᾤκτισας, ἡνίκα πήχεις
108ἀμφοτέρους ὀρέγουσα μάτην ἐφθέγξατο τοῖα
109Νύμφαι Θεσσαλίδες, ποταμοῦ γένος, εἴπατε πατρὶ
110κοιμῆσαι μέγα χεῦμα· περιπλέξασθε γενείῳ
111λισσόμεναι τὰ Ζηνὸς ἐν ὕδατι τέκνα τεκέσθαι.
112Πηνειὲ Φθιῶτα, τί νῦν ἀνέμοισιν ἐρίζεις;
113ὦ πάτερ, οὐ μὴν ἵππον ἀέθλιον ἀμφιβέβηκας.
114ἦ ῥά τοι ὧδʼ αἰεὶ ταχινοὶ πόδες, ἢ ἐπʼ ἐμεῖο
115μοῦνοι ἐλαφρίζουσι, πεποίησαι δὲ πέτεσθαι
116σήμερον ἐξαπίνης;" ὁ δʼ ἀνήκοος. "ὦ ἐμὸν ἄχθος,
117ποῖ σε φέρω; μέλεοι γὰρ ἀπειρήκασι τένοντες.
118Πήλιον ὦ Φιλύρης νυμφήιον, ἀλλὰ σὺ μεῖνον,
119μεῖνον, ἐπεὶ καὶ θῆρες ἐν οὔρεσι πολλάκι σεῖο
120ὠμοτόκους ὠδῖνας ἀπηρείσαντο λέαιναι.
121τὴν δʼ ἄρα καὶ Πηνειὸς ἀμείβετο δάκρυα λείβων
122Λητοῖ, Ἀναγκαίη μεγάλη θεός. οὐ γὰρ ἔγωγε
123πότνια σὰς ὠδῖνας ἀναίνομαι· οἶδα καὶ ἄλλας
124λουσαμένας ἀπʼ ἐμεῖο λεχωίδας· ἀλλά μοι Ἥρη
125δαψιλὲς ἠπείλησεν. ἀπαύγασαι, οἷος ἔφεδρος
126οὔρεος ἐξ ὑπάτου σκοπιὴν ἔχει, ὅς κέ με ῥεῖα
127βυσσόθεν ἐξερύσειε. τί μήσομαι; ἢ ἀπολέσθαι
128ἡδύ τί τοι Πηνειόν; ἴτω πεπρωμένον ἦμαρ·
129τλήσομαι εἵνεκα σεῖο καὶ εἰ μέλλοιμι ῥοάων
130διψαλέην ἄμπωτιν ἔχων αἰώνιον ἔρρειν
131καὶ μόνος ἐν ποταμοῖσιν ἀτιμότατος καλέεσθαι.
132ἠνίδʼ ἐγώ· τί περισσά; κάλει μόνον Εἰλήθυιαν.
133εἶπε καὶ ἠρώησε μέμαν ῥόον. ἀλλά οἱ Ἄρης
134Παγγαίου προθέλυμνα καρήατα μέλλεν ἀείρας
135ἐμβαλέειν δίνῃσιν, ἀποκρύψαι δὲ ῥέεθρα·
136ὑψόθε δʼ ἐσμαράγησε καὶ ἀσπίδα τύψεν ἀκωκῇ
137δούρατος· ἡ δʼ ἐλέλιξεν ἐνόπλιον· ἔτρεμε δʼ Ὄσσης
138οὔρεα καὶ πεδίον Κραννώνιον αἵ τε δυσαεῖς
139ἐσχατιαὶ Πίνδοιο, φόβῳ δʼ ὠρχήσατο πᾶσα
140Θεσσαλίη· τοῖος γὰρ ἀπʼ ἀσπίδος ἔβρεμεν ἔβρεμεν e; ἔβραμεν A; ἔβραχεν other MSS. ἦχος.
141ὡς δʼ ὁπότʼ Αἰτναίου ὄρεος πυρὶ τυφομένοιο
142σείονται μυχὰ πάντα κατουδαίοιο γίγαντος
143εἰς ἑτέρην Βριαρῆος ἐπωμίδα κινυμένοιο,
144θερμάστραι θερμάστραι Hesychius; θερμαύστραι. τε βρέμουσιν ὑφʼ Ἡφαίστοιο πυράγρης
145ἔργα θʼ ὁμοῦ, δεινὸν δὲ πυρίκμητοί τε λέβητες
146καὶ τρίποδες πίπτοντες ἐπʼ ἀλλήλοις ἰαχεῦσι·
147τῆμος ἔγεντʼ ἄραβος σάκεος τόσος εὐκύκλοιο.
148Πηνειὸς δʼ οὐκ αὖτις ἐχάζετο, μίμνε δʼ ὁμοίως
149καρτερὸς ὡς τὰ πρῶτα, θοὰς δʼ ἐστήσατο δίνας,
150εἰσόκε οἱ Κοιηὶς ἐκέκλετο σῴζεο χαίρων,
151σῴζεο· μὴ σύ γʼ ἐμεῖο πάθῃς κακὸν εἵνεκα τῆσδε
152ἀντʼ ἐλεημοσύνης, χάριτος δέ τοι ἔσσετʼ ἀμοιβή.
153ἦ καὶ πολλὰ πάροιθεν ἐπεὶ κάμεν ἔστιχε νήσους
154εἰναλίας· αἱ δʼ οὔ μιν ἐπερχομένην ἐδέχοντο,
155οὐ λιπαρὸν νήεσσιν Ἐχινάδες ὅρμον ἔχουσαι,
156οὐδʼ ἥτις Κέρκυρα φιλοξεινωτάτη ἄλλων,
157Ἶρις ἐπεὶ πάσῃσιν ἐφʼ ὑψηλοῖο Μίμαντος
158σπερχομένη μάλα πολλὸν ἀπέτραπεν· αἱ δʼ ὑπʼ ὁμοκλῆς
159πανσυδίῃ φοβέοντο κατὰ ῥόον ἥντινα τέτμοι.
160ὠγυγίην δἤπειτα Κόων, Μεροπηίδα νῆσον,
161ἵκετο, Χαλκιόπης ἱερὸν μυχὸν ἡρωίνης.
162ἀλλά ἑ παιδὸς ἔρυκεν ἔπος τόδε μὴ σύ γε, μῆτερ,
163τῇ με τέκοις. οὔτʼ οὖν ἐπιμέμφομαι οὐδὲ μεγαίρω
164νῆσον, ἐπεὶ λιπαρή τε καὶ εὔβοτος, εἴ νύ τις ἄλλη·
165ἀλλά οἱ ἐκ Μοιρέων τις ὀφειλόμενος θεὸς ἄλλος
166ἐστί, Σαωτήρων ὕπατον γένος· ᾧ ὑπὸ μίτρην
167ἵξεται οὐκ ἀέκουσα Μακηδόνι κοιρανέεσθαι
168ἀμφοτέρη μεσόγεια καὶ αἳ πελάγεσσι κάθηνται,
169μέχρις ὅπου περάτη τε καὶ ὁππόθεν ὠκέες ἵπποι
170ἠέλιον φορέουσιν· ὁ δʼ εἴσεται ἤθεα πατρός.
171καί νύ ποτε ξυνός τις ἐλεύσεται ἄμμιν ἄεθλος
172ὕστερον, ὁππότʼ ἂν οἱ μὲν ἐφʼ Ἑλλήνεσσι μάχαιραν
173βαρβαρικὴν καὶ Κελτὸν ἀναστήσαντες Ἄρηα
174ὀψίγονοι Τιτῆνες ἀφʼ ἑσπέρου ἐσχατόωντος
175ῥώσωνται νιφάδεσσιν ἐοικότες ἢ ἰσάριθμοι
176τείρεσιν, ἡνίκα πλεῖστα κατʼ ἠέρα βουκολέονται,
177φρούρια καὶ κῶμαι Λοκρῶν καὶ Δελφίδες ἄκραι
178καὶ πεδία Κρισσαῖα καὶ ἠπείροιο φάραγγες The best MSS. and the Aldine (1513) have only φρούρια καὶ (177) and καὶ πεδία Κρισσαῖα καὶ ἤπειροι (178). The words in brackets are a worthless attempt to supply the lacunae and are found only in the late and inferior MSS. (Schneider' s LMNO).
179ἀμφιπεριστείνωνται, ἴδωσι δὲ πίονα καπνὸν καρπὸν MSS.; corr. Reiske.
180γείτονος αἰθομένοιο, καὶ οὐκέτι μοῦνον ἀκουῇ,
181ἀλλʼ ἤδη παρὰ νηὸν ἀπαυγάζοιντο φάλαγγας φάλαγγες MSS.; corr. Bentley.
182δυσμενέων, ἤδη δὲ παρὰ τριπόδεσσιν ἐμεῖο
183φάσγανα καὶ ζωστῆρας ἀναιδέας ἐχθομένας τε
184ἀσπίδας, αἳ Γαλάτῃσι κακὴν ὁδὸν ἄφρονι φύλῳ
185στήσονται· τέων αἱ μὲν ἐμοὶ γέρας, αἱ δʼ ἐπὶ Νείλῳ
186ἐν πυρὶ τοὺς φορέοντας ἀποπνεύσαντας ἰδοῦσαι
187κείσονται βασιλῆος ἀέθλια πολλὰ καμόντος.
188ἐσσόμενε Πτολεμαῖε, τά τοι μαντήια φαίνω.
189αἰνήσεις μέγα δή τι τὸν εἰσέτι γαστέρι μάντιν
190ὕστερον ἤματα πάντα. σὺ δὲ ξυμβάλλεο, μῆτερ·
191ἔστι διειδομένη τις ἐν ὕδατι νήσος ἀραιή,
192πλαζομένη πελάγεσσι· πόδες δέ οἱ οὐχ ἑνὶ χώρῳ,
193ἀλλὰ παλιρροίῃ ἐπινήχεται ἀνθέρικος ὥς,
194ἔνθα νότος, ἔνθʼ εὖρος, ὅπη φορέῃσι θάλασσα.
195τῇ με φέροις· κείνην γὰρ ἐλεύσεαι εἰς ἐθέλουσαν.
196αἱ μὲν τόσσα λέγοντος ἀπέτρεχον εἰν ἁλὶ νῆσοι·
197Ἀστερίη φιλόμολπε, σὺ δʼ Εὐβοίηθε κατῄεις,
198Κυκλάδας ὀψομένη περιηγέας, οὔ τι παλαιόν,
199ἀλλʼ ἔτι τοι μετόπισθε Γεραίστιον εἵπετο φῦκος·
201. φλεξας ἐπεὶ περικαίεο πυρί, The better MSS. leave a vacant space for line 200 and of line 201 have only φλέξας ἐπεὶ περικαίεο πυρί (κῆρι emend. Bentley). Only the late and inferior MSS. (Schneider's LMNO) supply ἔστης δ’ ἐν μέσσῃσι κατοικτείρασα δὲ Λητὼ | φῦκος ἅπαν κατέφλεξας, or similar words; a very bad attempt to fill the lacuna. Some verb of speaking seems necessary.
202τλήμονʼ ὑπʼ ὠδίνεσσι βαρυνομένην ὁρόωσα·
203Ἥρη, τοῦτό με ῥέξον ὅ τοι φίλον· οὐ γὰρ ἀπειλὰς
204ὑμετέρας ἐφύλαξα· πέρα, πέρα εἰς ἐμὲ Λητοῖ.
205ἔννεπες· ἡ δʼ ἀρητὸν ἀρητὸν Dilthey; ἄρητον. ἄλης ἀπεπαύσατο λυγρῆς,
206ἕζετο δʼ Ἰνωποῖο παρὰ ῥόον, ὅντε βάθιστον
207γαῖα τότʼ ἐξανίησιν, ὅτε πλήθοντι ῥεέθρῳ
208Νεῖλος ἀπὸ κρημνοῖο κατέρχεται Αἰθιοπῆος·
209λύσατο δὲ ζώνην, ἀπὸ δʼ ἐκλίθη ἔμπαλιν ὤμοις
210φοίνικος ποτὶ πρέμνον ἀμηχανίης ὑπὸ λυγρῆς
211τειρομένη· νότιος δὲ διὰ χροὸς ἔρρεεν ἱδρώς.
212εἶπε δʼ ἀλυσθμαίνουσα τί μητέρα, κοῦρε, βαρύνεις;
213αὕτη τοι, φίλε, νῆσος ἐπιπλώουσα θαλάσσῃ.
214γείνεο, γείνεο, κοῦρε, καὶ ἤπιος ἔξιθι κόλπου.
215νύμφα Διὸς βαρύθυμε, σὺ δʼ οὐκ ἄρʼ ἔμελλες ἄπυστος
216δὴν ἔμεναι· τοίη σε προσέδραμεν ἀγγελιῶτις,
217εἶπε δʼ ἔτʼ ἀσθμαίνουσα, φόβῳ δʼ ἀνεμίσγετο μῦθος,
218Ἥρη τιμηέσσα, πολὺ προὔχουσα θεάων
219σὴ μὲν ἐγώ, σὰ δὲ πάντα, σὺ δὲ κρείουσα κάθησαι
220γνησίη Οὐλύμποιο, καὶ οὐ χέρα δείδιμεν ἄλλην
221θηλυτέρην, σὺ δʼ, ἄνασσα, τὸν αἴτιον εἴσεαι ὀργῆς.
222Λητώ τοι μίτρην ἀναλύεται ἔνδοθι νήσου.
223ἄλλαι μὲν πᾶσαί μιν ἀπέστυγον οὐδʼ ἐδέχοντο·
224Ἀστερίη δʼ ὀνομαστὶ παρερχομένην ἐκάλεσσεν,
225Ἀστερίη, πόντοιο κακὸν σάρον· οἶσθα καὶ αὐτή.
226ἀλλά, φίλη, δύνασαι γάρ, ἀμύνειν, πότνια, δούλοις
227ὑμετέροις, οἳ σεῖο πέδον πατέουσιν ἐφετμῇ.
228ἦ καὶ ὑπὸ χρύσειον ἐδέθλιον ἷζε κύων ὥς,
229Ἀρτέμιδος ἥτις τε, θοῆς ὅτε παύσεται ἄγρης,
230ἵζει θηρήτειρα παρʼ ἴχνεσιν, οὔατα δʼ αὐτῆς
231ὀρθὰ μάλʼ, αἰὲν ἑτοῖμα θεῆς ὑποδέχθαι ὀμοκλήν·
232τῇ ἰκέλη Θαύμαντος ὑπὸ θρόνον ἵζετο κούρη.
233κείνη δʼ οὐδέποτε σφετέρης ἐπιλήθεται ἕδρης,
234οὐδʼ ὅτε οἱ ληθαῖον ἐπὶ πτερὸν ὕπνος ἐρείσῃ,
235ἀλλʼ αὐτοῦ μεγάλοιο ποτὶ γλωχῖνα θρόνοιο
236τυτθὸν ἀποκλίνασα καρήατα λέχριος εὕδει.
237οὐδέ ποτε ζώνην ἀναλύεται οὐδὲ ταχείας
238ἐνδρομίδας, μή οἵ τι καὶ αἰφνίδιον ἔπος εἴπῃ
239δεσπότις. ἡ δʼ ἀλεγεινὸν ἀλαστήσασα προσηύδα
240οὕτω νῦν, ὦ Ζηνὸς ὀνείδεα, καὶ γαμέοισθε
241λάθρια καὶ τίκτοιτε κεκρυμμένα, μηδʼ ὅθι δειλαὶ
242δυστοκέες μογέουσιν ἀλετρίδες, ἀλλʼ ὅθι φῶκαι
243εἰνάλιαι τίκτουσιν, ἐνὶ σπιλάδεσσιν ἐρήμοις.
244Ἀστερίῃ δʼ οὐδέν τι βαρύνομαι εἵνεκα τῆσδε
245ἀμπλακίης, οὐδʼ ἔστιν ὅπως ἀποθύμια ῥέξω,
246τόσσα δέοι δέ οἱ MSS.; δέω Reiske. μάλα γάρ τε κακῶς ἐχαρίσσατο Λητοῖ·
247ἀλλά μιν ἔκπαγλόν τι σεβίζομαι, οὕνεκʼ ἐμεῖο
248δέμνιον οὐκ ἐπάτησε, Διὸς δʼ ἀνθείλετο πόντον.
249ἡ μὲν ἔφη· κύκνοι δὲ θεοῦ μέλποντες ἀοιδοὶ
250Μῃόνιον Πακτωλὸν ἐκυκλώσαντο λιπόντες
251ἑβδομάκις περὶ Δῆλον, ἐπήεισαν δὲ λοχείῃ
252Μουσάων ὄρνιθες, ἀοιδότατοι πετεηνῶν·
253ἔνθεν ὁ παῖς τοσσάσδε λύρῃ ἐνεδήσατο χορδὰς
254ὕστερον, ὁσσάκι κύκνοι ἐπʼ ὠδίνεσσιν ἄεισαν.
255ὄγδοον οὐκέτʼ ἄεισαν, ὁ δʼ ἔκθορεν, αἱ δʼ ἐπὶ μακρὸν
256νύμφαι Δηλιάδες, ποταμοῦ γένος ἀρχαίοιο,
257εἶπαν Ἐλειθυίης ἱερὸν μέλος, αὐτίκα δʼ αἰθὴρ
258χάλκεος ἀντήχησε διαπρυσίην ὀλολυγήν,
259οὐδʼ Ἥρη νεμέσησεν, ἐπεὶ χόλον ἐξέλετο Ζεύς.
260χρύσεά τοι τότε πάντα θεμείλια γείνετο, Δῆλε,
261χρυσῷ δὲ τροχόεσσα πανήμερος ἔρρεε λίμνη,
262χρύσειον δʼ ἐκόμησε γενέθλιον ἔρνος ἐλαίης,
263χρυσῷ δὲ πλήμυρε βαθὺς Ἰνωπὸς ἑλιχθείς.
264αὐτὴ δὲ χρυσέοιο ἀπʼ οὔδεος εἵλεο παῖδα,
265ἐν δʼ ἐβάλευ κόλποισιν, ἔπος δʼ ἐφθέγξαο τοῖον·
266ᾦ μεγάλη πολύβωμε πολύπτολι πολλὰ φέρουσα,
267πίονες ἤπειροί τε καὶ αἳ περιναίετε νῆσοι·
268αὐτὴ αὕτη Reiske. ἐγὼ τοιήδε, δυσήροτος, ἀλλʼ ἀπʼ ἐμεῖο
269Δήλιος Απόλλων κεκλήσεται, οὐδέ τις ἄλλη
270γαιάων τοσσόνδε θεῷ πεφιλήσεται ἄλλῳ,
271οὐ Κερχνὶς κρείοντι Ποσειδάωνι Λεχαίῳ, Λεχαίου Hemsterhuis.
272οὐ πάγος Ἑρμείῃ Κυλλήνιος, οὐ Διὶ Κρήτη,
273ὡς ἐγὼ Ἀπόλλωνι· καὶ ἔσσομαι οὐκέτι πλαγκτή.
274ὧδε σὺ μὲν κατέλεξας· ὁ δὲ γλυκὺν ἔσπασε μαζόν.
275τῶ καὶ νησάων ἁγιωτάτη ἐξέτι κεἰνου
276κλἠζῃ, Ἀπόλλωνος κουροτρόφος· οὐδέ σʼ Ἐνυὼ
277οὐδʼ Ἀίδης οὐδʼ ἵπποι ἐπιστείβουσιν Ἄρηος·
278ἀλλά τοι ἀμφιετεῖς δεκατηφόροι αἰὲν ἀπαρχαὶ
279πέμπονται, πᾶσαι δὲ χοροὺς ἀνάγουσι πόληες,
280αἵ τε πρὸς ἠοίην αἵ θʼ ἕσπερον αἵ τʼ ἀνὰ μέσσην
281κλήρονς ἐστήσαντο, καὶ οἳ καθύπερθε βορείης
282οἰκία θινὸς ἔχουσι, πολυχρνιώτατον αἷμα.
283οἱ μέν τοι καλάμην τε καὶ ἱερὰ δράγματα πρῶτοι
284ἀσταχύων φορέουσιν· ἃ Δωδώνηθι Δωδώνηθι marg. Taur.; Δωδώνηθε. Πελασγοὶ
285τηλόθεν ἐκβαίνοντα εἰσβαίνοντα Meineke. πολὺ πρώτιστα δέχονται,
286γηλεχέες θεράποντες ἀσιγήτοιο λέβητος·
287δεύτερον Ἱερὸν ἄστυ καὶ οὔτεα Μηλίδος αἴης
288ἔρχονται· κεῖθεν δὲ διαπλώουσιν Ἀβάντων
289εἰς ἀγαθὸν πεδίον Ληλάντιον· οὐδʼ ἔτι μακρὸς
290ὁ πλόος Εὐβοίηθεν, ἐπεὶ σέο γείτονες ὅρμοι.
291πρῶταί τοι τάδʼ ἔνεικαν ἀπὸ ξανθῶν Ἀριμασπῶν
292Οὖπίς τε Λοξώ τε καὶ εὐαίων Ἑκαέργη,
293θυγατέρες Βορέαο, καὶ ἄρσενες οἱ τότʼ ἄριστοι
294ἠιθέων· οὐδʼ οἵ γε παλιμπετὲς οἴκαδʼ ἵκοντο,
295εὔμοιροι δʼ ἐγένοντο, καὶ ἀκλέες οὔποτʼ ἐκεῖνοι.
296ἦ τοι Δηλιάδες μέν, ὅτʼ εὐήχης ὑμέναιος
297ἤθεα κουράων μορμύσσεται, ἥλικα χαίτην
298παρθενικαῖς, παρθενικαῖς marg. e; παρθενικαί. παῖδες δὲ θέρος τὸ πρῶτον ἰούλων
299ἄρσενες ἠιθέοισιν ἀπαρχόμενοι φορέουσιν.
300Ἀστερίη θυόεσσα, σὲ μὲν περί τʼ ἀμφί τε νῆσοι
301κύκλον ἐποιήσαντο καὶ ὡς χορὸν ἀμφεβάλοντο·
302οὔτε σιωπηλὴν οὔτʼ ἄψοφον οὖλος ἐθείραις
303ἕσπερος, ἀλλʼ αἰεί σε καταβλέπει ἀμφιβόητον.
304οἱ μὲν ὑπαείδουσι νόμον Λυκίοιο γέροντος,
305ὅν τοι ἀπὸ Ξάνθοιο θεοπρόπος ἤγαγεν Ὠλήν·
306αἱ δὲ ποδὶ πλήσσουσι χορίτιδες ἀσφαλἐς οὖδας.
307δὴ τότε καὶ στεφάνοισι βαρύνεται ἱρὸν ἄγαλμα
308Κύπριδος ἀρχαίης ἀριήκοον, ἥν ποτε Θησεὺς
309εἵσατο σὺν παίδεσσιν, ὅτε Κρήτηθεν ἀνέπλει.
310οἳ χαλεπὸν μύκημα καὶ ἄγριον υἷα φυγόντες
311Πασιφάης καὶ γναμπτὸν ἕδος σκολιοῦ λαβυρίνθου,
312πότνια, σὸν περὶ βωμὸν ἐγειρομένου κιθαρισμοῦ
313κύκλιον ὠρχήσαντο, χοροῦ δʼ ἡγήσατο Θησεύς.
314ἔνθεν ἀειζώοντα θεωρίδος ἱερὰ Φοίβῳ
315Κεκροπίδαι πέμπουσι, τοπήια νηὸς ἐκείνης.
316Ἀστερίη πολύβωμε πολύλλιτε, τίς δέ σε ναύτης
317ἔμπορος Αἰγαίοιο παρήλυθε νηὶ θεούσῃ;
318οὐχ οὕτω μεγάλοι μιν ἐπιπνείουσιν ἀῆται,
319χρειὼ δʼ ὅττι τάχιστον ἄγει πλόον, ἀλλὰ τὰ λαίφη
320ὠκέες ἐστείλαντο καὶ οὐ πάλιν αὖτις ἔβησαν,
321πρὶν μέγαν ἢ μέγαν ἢ (ἦ) MSS.; μεγάλη Wilamowitz. σέο βωμὸν ὑπὸ πληγῇσιν ἑλίξαι
322ῥησσόμενον καὶ πρέμνον ὀδακτάσαι ἁγνὸν ἐλαίης
323χεῖρας ἀποστρέψαντας· ἃ Δηλιὰς εὕρετο νύμφη
324παίγνια κουρίζοντι καὶ Ἀπόλλωνι γελαστύν.
325ἱστίη ὦ νήσων εὐέστιε, χαῖρε μὲν αὐτή,
326χαίροι δʼ Ἀπόλλων τε καὶ ἣν ἐλοχεύσατο ἣν ἐλοχεύσατο MSS.; ἣ ἐλ. Stephanus; ἥ σφ’ ἐλ. Meineke; ἣ ᾽νελ. Schneider; ἣν ἐλοχεύσαο Wilamow. Λητώ.