The Greek Library Author

Callimachus

εἰς Δῆλον

Author namesCallimaque · Callimachus · Καλλιμαχος

Scientific editors
Ulrich von Wilamowitz-Moellendorff
Edition reference
Callimachi Hymni et Epigrammata · Berlin · Weidmann · 1897
CTS identifier
urn:cts:greekLit:tlg0533.tlg018.local002
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

εἰς Δῆλον

1τὴν ἱερήν, ὦ θυμέ, τίνα χρόνον ἢ πότʼ ἀείσεις

2δῆλον, Ἀπόλλωνος κουροτρόφον; ἦ μὲν ἅπασαι

3Κυκλάδες, αἳ νήσων ἱερώταται εἰν ἁλὶ κεῖνται,

4εὔυμνοι· δῆλος δʼ ἐθέλει τὰ πρῶτα φέρεσθαι

5ἐκ Μουσέων, ὅτι Φοῖβον ἀοιδάων μεδέοντα

6λοῦσέ τε καὶ σπείρωσε καὶ ὡς θεὸν ἤινεσε πρώτη.

7ὡς Μοῦσαι τὸν ἀοιδὸν ὃ μὴ Πίμπλειαν ἀείσηι

8ἔχθουσιν, τὼς Φοῖβος ὅτις Δήλοιο λάθηται.

9Δήλωι νῦν οἴμης ἀποδάσσομαι, ὡς ἂν Ἀπόλλων

10Κύνθιος αἰνήσηι με φίλης ἀλέγοντα τιθήνης.

11κείνη δʼ ἠνεμόεσσα καὶ ἄτροπος οἷά θʼ ἁλιπλήξ

12αἰθυίηις καὶ μᾶλλον ἐπίδρομος ἠέπερ ἵπποις

13πόντωι ἐνεστήρικται· ὃ δʼ ἀμφί ἑ πουλὺς ἑλίσσων

14Ἰκαρίου πολλὴν ἀπομάσσεται ὕδατος ἄχνην·

15τῶι σφε καὶ ἰχθυβολῆες ἁλίπλοοι ἐννάσσαντο.

16ἀλλά οἱ οὐ νεμεσητὸν ἐνὶ πρώτηισι λέγεσθαι,

17ὁππότʼ ἐς Ὠκεανόν τε καὶ ἐς Τιτηνίδα Τηθύν

18νῆσοι ἀολλίζονται, ἀεὶ δʼ ἔξαρχος ὁδεύει.

19ἣ δʼ ὄπιθεν Φοίνισσα μετʼ ἴχνια Κύρνος ὀπηδεῖ

20οὐκ ὀνοτὴ καὶ Μάκρις Ἀβαντιὰς Ἐλλοπιήων

21Σαρδώ θʼ ἱμερόεσσα καὶ ἣν ἐπενήξατο Κύπρις

22ἐξ ὕδατος τὰ πρῶτα, σαοῖ δέ μιν ἀντʼ ἐπιβάθρων.

23κεῖναι μὲν πύργοισι περισκεπέεσσιν ἐρυμναί,

24δῆλος δʼ Ἀπόλλωνι· τί δὲ στιβαρώτερον ἕρκος;

25τείχεα μὲν καὶ λᾶες ὑπαὶ ῥιπῆς κε πέσοιεν

26Στρυμονίου βορέαο· θεὸς δʼ ἀεὶ ἀστυφέλικτος·

27Δῆλε φίλη, τοῖός σε βοηθόος ἀμφιβέβηκεν.

28εἰ δὲ λίην πολέες σε περιτροχόωσιν ἀοιδαί,

29ποίηι ἐνιπλέξω σε; τί τοι θυμῆρες ἀκοῦσαι;

30ἢ ὡς τὰ πρώτιστα μέγας θεὸς οὔρεα θείνων

31ἄορι τριγλώχινι, τό οἱ Τελχῖνες ἔτευξαν,

32νήσους εἰναλίας εἰργάζετο, νέρθε δʼ ἐλάσσας

33ἐκ νεάτων ὤχλισσε καὶ εἰσεκύλισε θαλάσσηι;

34καὶ τὰς μὲν κατὰ βυσσόν, ἵνʼ ἠπείροιο λάθωνται,

35πρυμνόθεν ἐρρίζωσε· σὲ δʼ οὐκ ἔθλιψεν ἀνάγκη,

36ἀλλʼ ἄφετος πελάγεσσιν ἐπέπλεες, οὔνομα δʼ ἦν τοι

37Ἀστερίη τὸ παλαιόν, ἐπεὶ βαθὺν ἥλαο τάφρον

38οὐρανόθεν φεύγουσα Διὸς γάμον ἀστέρι ἴση.

39τόφρα μὲν οὔπω τοι χρυσέη ἐπεμίσγετο Λητώ,

40τόφρα δʼ ἔτʼ Ἀστερίη σὺ καὶ οὐδέπω ἔκλεο Δῆλος.

41πολλάκι σε Τροιζῆνος ἀπὸ ξάνθοιο πολίχνης

42ἐρχόμενοι Ἐφύρηνδε Σαρωνικοῦ ἔνδοθι κόλπου

43ναῦται ἐπεσκέψαντο, καὶ ἐξ Ἐφύρης ἀνιόντες

44οἳ μὲν ἔτʼ οὐκ ἴδον αὖθι, σὺ δὲ στεινοῖο παρʼ ὀξύν

45ἔδραμες Εὐρίποιο πόρον καναχηδὰ ῥέοντος,

46Χαλκιδικῆς δʼ αὐτῆμαρ ἀνηναμένη ἁλὸς ὕδωρ

47μέσφʼ ἐς Ἀθηναίων προσενήξαο Σούνιον ἄκρον

48ἢ Χίον ἢ νήσοιο διάβροχον ὕδατι μαστόν

49παρθενίης (οὔπω γὰρ ἔην Σάμος), ἧχί σε νύμφαι

50γείτονες Ἀγκαίου Μυκαλησσίδες ἐξείνισσαν.

51ἡνίκα δʼ Ἀπόλλωνι γενέθλιον οὖδας ὑπέσχες,

52τοῦτό τοι ἀντημοιβὸν ἁλίπλοοι οὔνομʼ ἔθεντο,

53οὕνεκεν οὐκέτʼ ἄδηλος ἐπέπλεες, ἀλλʼ ἐνὶ πόντου

54κύμασιν Αἰγαίοιο ποδῶν ἐνεθήκαο ῥίζας.

55οὐδʼ Ἥρην κοτέουσαν ὑπέτρεσας· ἣ μὲν ἁπάσαις

56δεινὸν ἐπεβρωμᾶτο λεχωίσιν αἳ Διὶ παῖδας

57ἐξέφερον, Λητοῖ δὲ διακριδόν, οὕνεκα μούνη

58Ζηνὶ τεκεῖν ἤμελλε φιλαίτερον Ἄρεος υἷα.

59τῶι ῥα καὶ αὐτὴ μὲν σκοπιὴν ἔχεν αἰθέρος εἴσω

60σπερχομένη μέγα δή τι καὶ οὐ φατόν, εἶργε δὲ Λητώ

61τειρομένην ὠδῖσι· δύω δέ οἱ εἵατο φρουροί

62γαῖαν ἐποπτεύοντες, ὃ μὲν πέδον ἠπείροιο

63ἥμενος ὑψηλῆς κορυφῆς ἔπι Θρήικος Αἵμου

64θοῦρος Ἄρης ἐφύλασσε σὺν ἔντεσι, τὼ δέ οἱ ἵππω

65ἑπτάμυχον βορέαο παρὰ σπέος ηὐλίζοντο·

66ἣ δʼ ἐπὶ νησάων ἑτέρη σκοπὸς εὐρειάων

67ἧστο κόρη Θαύμαντος ἐπαΐξασα Μίμαντι.

68ἔνθʼ οἳ μὲν πολίεσσιν ὅσαις ἐπεβάλλετο Λητώ

69μίμνον ἀπειλητῆρες, ἀπετρώπων δὲ δέχεσθαι.

70φεῦγε μὲν Ἀρκαδίη, φεῦγεν δʼ ὄρος ἱερὸν Αὔγης

71Παρθένιον, φεῦγεν δʼ ὁ γέρων μετόπισθε Φενειός.

72φεῦγε δʼ ὅλη Πελοπηὶς ὅση παρακέκλιται Ἰσθμῶι,

73ἔμπλην Αἰγιαλοῦ γε καὶ Ἄργεος· οὐ γὰρ ἐκείνας

74ἀτραπιτοὺς ἐπάτησεν, ἐπεὶ λάχεν Ἴναχον Ἥρη.

75φεῦγε καὶ Ἀονίη τὸν ἕνα δρόμον, αἳ δʼ ἐφέποντο

76Δίρκη τε Στροφίη τε μελαμψήφιδος ἔχουσαι

77Ἰσμηνοῦ χέρα πατρός, ὃ δʼ εἵπετο πολλὸν ὄπισθεν

78Ἀσωπὸς βαρύγουνος, ἐπεὶ πεπάλακτο κεραυνῶι.

79ἣ δʼ ὑποδινηθεῖσα χοροῦ ἀπεπαύσατο νύμφη

80αὐτόχθων Μελίη καὶ ὑπόχλοον ἔσχε παρειήν

81ἥλικος ἀσθμαίνουσα περὶ δρυός, ὡς ἴδε χαίτην

82σειομένην Ἑλικῶνος. ἐμαὶ θεαί, εἴπατε Μοῦσαι,

83ἦ ῥʼ ἐτεὸν ἐγένοντο τότε δρύες ἡνίκα Νύμφαι;

84νύμφαι μὲν χαίρουσιν, ὅτε δρύας ὄμβρος ἀέξει,

85νύμφαι δʼ αὖ κλαίουσιν, ὅτε δρυσὶν οὐκέτι φύλλα.

86ταῖς μὲν ἔτʼ Ἀπόλλων ὑποκόλπιος αἰνὰ χολώθη,

87φθέγξατο δʼ οὐκ ἀτέλεστον ἀπειλήσας ἐπὶ Θήβηι·

88Θ̔ήβη τίπτε τάλαινα τὸν αὐτίκα πότμον ἐλέγχεις;

89μήπω μή μʼ ἀέκοντα βιάζεο μαντεύεσθαι.

90οὔπω μοι Πυθῶνι μέλει τριποδήιος ἕδρη,

91οὐδέ τί πω τέθνηκεν ὄφις μέγας, ἀλλʼ ἔτι κεῖνο

92θηρίον αἰνογένειον ἀπὸ Πλειστοῖο καθέρπον

93Παρνησὸν νιφόεντα περιστέφει ἐννέα κύκλοις·

94ἀλλʼ ἔμπης ἐρέω τι τορώτερον ἢ ἀπὸ δάφνης.

95φεῦγε πρόσω· ταχινός σε κιχήσομαι αἵματι λούσων

96τόξον ἐμόν· σὺ δὲ τέκνα κακογλώσσοιο γυναικός

97ἔλλαχες. οὐ σύ γʼ ἐμεῖο φίλη τροφὸς οὐδὲ Κιθαιρών

98ἔσσεται· εὐαγέων δὲ καὶ εὐαγέεσσι μελοίμηνʼ.

99ὣς ἄρʼ ἔφη. Λητὼ δὲ μετάτροπος αὖτις ἐχώρει.

100ἀλλʼ ὅτʼ Ἀχαιιάδες μιν ἀπηρνήσαντο πόληες

101ἐρχομένην, Ἑλίκη τε Ποσειδάωνος ἑταίρη

102Βοῦρά τε Δεξαμενοῖο βοόστασις Οἰκιάδαο,

103ἄψ δʼ ἐπὶ Θεσσαλίην πόδας ἔτρεπε, φεῦγε δʼ Ἄναυρος

104καὶ μεγάλη Λάρισα καὶ αἱ Χειρωνίδες ἄκραι,

105φεῦγε δὲ καὶ Πηνειὸς ἑλισσόμενος διὰ Τεμπέων·

106Ήρη σοὶ δʼ ἔτι τῆμος ἀνηλεὲς ἦτορ ἔκειτο

107οὐδὲ κατεκλάσθης τε καὶ ὤικτισας, ἡνίκα πήχεις

108ἀμφοτέρους ὀρέγουσα μάτην ἐφθέγξατο τοῖα

109ʼΝύμφαι Θεσσαλίδες, ποταμοῦ γένος, εἴπατε πατρί

110κοιμῆσαι μέγα χεῦμα· περιπλέξασθε γενείωι

111λισσόμεναι τὰ Ζηνὸς ἐν ὕδατι τέκνα τεκέσθαι.

112Πηνειὲ Φθιῶτα, τί νῦν ἀνέμοισιν ἐρίζεις;

113ὦ πάτερ, οὐ μὴν ἵππον ἀέθλιον ἀμφιβέβηκας.

114ἦ ῥά τοι ὧδʼ αἰεὶ ταχινοὶ πόδες, ἢ ἐπʼ ἐμεῖο

115μοῦνοι ἐλαφρίζουσι, πεποίησαι δὲ πέτεσθαι

116σήμερον ἐξαπίνης;ʼ ὃ δʼ ἀνήκοος. ʼὦ ἐμὸν ἄχθος,

117ποῖ σε φέρω; μέλεοι γὰρ ἀπειρήκασι τένοντες.

118Πήλιον ὦ Φιλύρης νυμφήιον, ἀλλὰ σὺ μεῖνον,

119μεῖνον, ἐπεὶ καὶ θῆρες ἐν οὔρεσι πολλάκι σεῖο

120ὠμοτόκους ὠδῖνας ἀπηρείσαντο λέαιναι.ʼ

121τὴν δʼ ἄρα καὶ Πηνειὸς ἀμείβετο δάκρυα λείβων

122ʼλητοῖ, Ἀναγκαίη μεγάλη θεός. οὐ γὰρ ἔγωγε

123πότνια σὰς ὠδῖνας ἀναίνομαι (οἶδα καὶ ἄλλας

124λουσαμένας ἀπʼ ἐμεῖο λεχωίδας)· ἀλλά μοι Ἥρη

125δαψιλὲς ἠπείλησεν. ἀπαύγασαι, οἷος ἔφεδρος

126οὔρεος ἐξ ὑπάτου σκοπιὴν ἔχει, ὅς κέ με ῥεῖα

127βυσσόθεν ἐξερύσειε. τί μήσομαι; ἢ ἀπολέσθαι

128ἡδύ τί τοι Πηνειόν; ἴτω πεπρωμένον ἦμαρ·

129τλήσομαι εἵνεκα σεῖο καὶ εἰ μέλλοιμι ῥοάων

130διψαλέην ἄμπωτιν ἔχων αἰώνιον ἔρρειν

131καὶ μόνος ἐν ποταμοῖσιν ἀτιμότατος καλέεσθαι.

132ἠνίδʼ ἐγώ· τί περισσά; κάλει μόνον Εἰλήθυιαν.ʼ

133εἶπε καὶ ἠρώησε μέγαν ῥόον. ἀλλά οἱ Ἄρης

134Παγγαίου προθέλυμνα καρήατα μέλλεν ἀείρας

135ἐμβαλέειν δίνηισιν, ἀποκρύψαι δὲ ῥέεθρα·

136ὑψόθε δʼ ἐσμαράγησε καὶ ἀσπίδα τύψεν ἀκωκῆι

137δούρατος· ἣ δʼ ἐλέλιξεν ἐνόπλιον· ἔτρεμε δʼ Ὄσσης

138οὔρεα καὶ πεδίον Κραννώνιον αἵ τε δυσαεῖς

139ἐσχατιαὶ Πίνδοιο, φόβωι δʼ ὠρχήσατο πᾶσα

140Θεσσαλίη· τοῖος γὰρ ἀπʼ ἀσπίδος ἔβραμεν ἦχος.

141ὡς δʼ ὁπότʼ Αἰτναίου ὄρεος πυρὶ τυφομένοιο

142σείονται μυχὰ πάντα κατουδαίοιο γίγαντος

143εἰς ἑτέρην Βριαρῆος ἐπωμίδα κινυμένοιο,

144θερμάστραι τε βρέμουσιν ὑφʼ Ἡφαίστοιο πυράγρης

145ἔργα θʼ ὁμοῦ, δεινὸν δὲ πυρίκμητοί τε λέβητες

146καὶ τρίποδες πίπτοντες ἐπʼ ἀλλήλοις ἰαχεῦσι·

147τῆμος ἔγεντʼ ἄραβος σάκεος τόσος εὐκύκλοιο·

148Πηνειὸς δʼ οὐκ αὖτις ἐχάζετο, μίμνε δʼ ὁμοίως

149καρτερὸς ὡς τὰ πρῶτα, θοὰς δʼ ἐστήσατο δίνας,

150εἰσόκε οἱ Κοιηὶς ἐκέκλετο ʼσώιζεο χαίρων,

151σώιζεο· μὴ σύ γʼ ἐμεῖο πάθηις κακὸν εἵνεκα τῆσδε

152ἀντʼ ἐλεημοσύνης, χάριτος δέ τοι ἔσσετʼ ἀμοιβήʼ.

153ἦ καὶ πολλὰ πάροιθεν ἐπεὶ κάμεν ἔστιχε νήσους

154εἰναλίας· αἳ δʼ οὔ μιν ἐπερχομένην ἐδέχοντο,

155οὐ λιπαρὸν νήεσσιν Ἐχινάδες ὅρμον ἔχουσαι,

156οὐδʼ ἥτις Κέρκυρα φιλοξεινωτάτη ἄλλων,

157Ἶρις ἐπεὶ πάσηισιν ἐφʼ ὑψηλοῖο Μίμαντος

158σπερχομένη μάλα πολλὸν ἀπέτραπεν· αἳ δʼ ὑπʼ ὀμοκλῆς

159πανσυδίηι φοβέοντο κατὰ ρῥόον ἥντινα τέτμοι.

160ὠγυγίην δἤπειτα Κόων, Μεροπηίδα νῆσον,

161ἵκετο, Χαλκιόπης ἱερὸν μυχὸν ἡρωίνης.

162ἀλλά ἑ παιδὸς ἔρυκεν ἔπος τόδε ʼμὴ σύ γε μῆτερ

163τῆι με τέκοις. οὔτʼ οὖν ἐπιμέμφομαι οὐδὲ μεγαίρω

164νῆσον, ἐπεὶ λιπαρή τε καὶ εὔβοτος, εἴ νύ τις ἄλλη·

165ἀλλά οἱ ἐκ Μοιρέων τις ὀφειλόμενος θεὸς ἄλλος

166ἐστί, Σαωτήρων ὕπατον γένος· ὧι ὑπὸ μίτρην

167ἵξεται οὐκ ἀέκουσα Μακηδόνι κοιρανέεσθαι

168ἀμφοτέρη μεσόγεια καὶ αἳ πελάγεσσι κάθηνται,

169μέχρις ὅπου περάτη τε καὶ ὁππόθεν ὠκέες ἵπποι

170ἠέλιον φορέουσιν· ὃ δʼ εἴσεται ἤθεα πατρός.

171καί νύ ποτε ξυνός τις ἐλεύσεται ἄμμιν ἄεθλος

172ὕστερον, ὁππότʼ ἂν οἳ μὲν ἐφʼ Ἑλλήνεσσι μάχαιραν

173βαρβαρικὴν καὶ Κελτὸν ἀναστήσαντες Ἄρηα

174ὀψίγονοι Τιτῆνες ἀφʼ ἑσπέρου ἐσχατόωντος

175ῥώσωνται νιφάδεσσιν ἐοικότες ἢ ἰσάριθμοι

176τείρεσιν, ἡνίκα πλεῖστα κατʼ ἠέρα βουκολέονται,

177φρούρια καὶ

178καὶ πεδία Κρισσαῖα καὶ ἤπειροι

179ἀμφιπεριστείνωνται, ἴδωσι δὲ πίονα καπνὸν

180γείτονος αἰθομένοιο, καὶ οὐκέτι μοῦνον ἀκουῆι,

181ἀλλʼ ἤδη παρὰ νηὸν ἀπαυγάζωνται † φάλαγγες

182δυσμενέων, ἤδη δὲ παρὰ τριπόδεσσιν ἐμεῖο

183φάσγανα καὶ ζωστῆρας ἀναιδέας ἐχθομένας τε

184ἀσπίδας, αἳ Γαλάτηισι κακὴν ὁδὸν ἄφρονι φύλωι

185στήσονται· τέων αἳ μὲν ἐμοὶ γέρας, αἳ δʼ ἐπὶ Νείλωι

186ἐν πυρὶ τοὺς φορέοντας ἀποπνεύσαντας ἰδοῦσαι

187κείσονται βασιλῆος ἀέθλια πολλὰ καμόντος.

188ἐσσόμενε Πτολεμαῖε, τά τοι μαντήια φαίνω.

189αἰνήσεις μέγα δή τι τὸν εἰσέτι γαστέρι μάντιν

190ὕστερον ἤματα πάντα· σὺ δὲ ξυμβάλλεο μῆτερ·

191ἔστι διειδομένη τις ἐν ὕδατι νήσος ἀραιή,

192πλαζομένη πελάγεσσι· πόδες δέ οἱ οὐχ ἑνὶ χώρωι,

193ἀλλὰ παλιρροίηι ἐπινήχεται ἀνθέρικος ὥς,

194ἔνθα νότος, ἔνθʼ εὖρος, ὅπη φορέηισι θάλασσα.

195τῆι με φέροις· κείνην γὰρ ἐλεύσεαι εἰς ἐθέλουσαν.ʼ

196αἳ μὲν τόσσα λέγοντος ἀπέτρεχον εἰν ἁλὶ νῆσοι·

197Ἀστερίη φιλόμολπε, σὺ δʼ Εὐβοίηθε κατήιεις,

198Κυκλάδας ὀψομένη περιηγέας, οὔ τι παλαιόν,

199ἀλλʼ ἔτι τοι μετόπισθε Γεραίστιον εἵπετο φῦκος·

201φλεξας ἐπεὶ περικαίεο πυρί,

202τλήμονʼ ὑπʼ ὠδίνεσσι βαρυνομένην ὁρόωσα·

203ʼἭρη τοῦτό με ῥέξον ὅ τοι φίλον· οὐ γάρ ἀπειλὰς

204ὑμετέρας ἐφύλαξα· πέρα, πέρα εἰς ἐμὲ Λητοῖʼ.

205ἔννεπες· ἣ δʼ ἀρητὸν ἄλης ἀπεπαύσατο λυγρῆς,

206ἕζετο δʼ Ἰνωποῖο παρὰ ρῥόον, ὅντε βάθιστον

207γαῖα τότʼ ἐξανίησιν, ὅτε πλήθοντι ῥεέθρωι

208Νεῖλος ἀπὸ κρημνοῖο κατέρχεται Αἰθιοπῆος·

209λύσατο δὲ ζώνην, ἀπὸ δʼ ἐκλίθη ἔμπαλιν ὤμοις

210φοίνικος ποτὶ πρέμνον ἀμηχανίης ὑπὸ λυγρῆς

211τειρομένη· νότιος δὲ διὰ χροὸς ἔρρεεν ἱδρώς.

212εἶπε δʼ ἀλυσθμαίνουσα ʼτί μητέρα κοῦρε βαρύνεις;

213αὕτη τοι φίλε νῆσος ἐπιπλώουσα θαλάσσηι.

214γείνεο, γείνεο κοῦρε καὶ ἤπιος ἔξιθι κόλπουʼ.

215νύμφα Διὸς βαρύθυμε, σὺ δʼ οὐκ ἄρʼ ἔμελλες ἄπυστος

216δὴν ἔμεναι· τοίη σε προσέδραμεν ἀγγελιῶτις,

217εἶπε δʼ ἔτʼ ἀσθμαίνουσα, φόβωι δʼ ἀνεμίσγετο μῦθος,

218ʼἭρη τιμηέσσα, πολὺ προὔχουσα θεάων

219σὴ μὲν ἐγώ, σὰ δὲ πάντα, σὺ δὲ κρείουσα κάθησαι

220γνησίη Οὐλύμποιο, καὶ οὐ χέρα δείδιμεν ἄλλην

221θηλυτέρην, σὺ δʼ ἄνασσα τὸν αἴτιον εἴσεαι ὀργῆς.

222Λητώ τοι μίτρην ἀναλύεται ἔνδοθι νήσου.

223ἄλλαι μὲν πᾶσαί μιν ἀπέστυγον οὐδʼ ἐδέχοντο·

224Ἀστερίη δʼ ὀνομαστὶ παρερχομένην ἐκάλεσσεν,

225Ἀστερίη, πόντοιο κακὸν σάρον· οἶσθα καὶ αὐτή.

226ἀλλὰ φίλη, δύνασαι γάρ, ἀμύνειν πότνια δούλοις

227ὑμετέροις, οἳ σεῖο πέδον πατέουσιν ἐφετμῆιʼ.

228ἦ καὶ ὑπὸ χρύσειον ἐδέθλιον ἷζε κύων ὥς,

229Ἀρτέμιδος ἥτις τε, θοῆς ὅτε παύσεται ἄγρης,

230ἵζει θηρήτειρα παρʼ ἴχνεσιν, οὔατα δʼ αὐτῆς

231ὀρθὰ μάλʼ, αἰὲν ἑτοῖμα θεῆς ὑποδέχθαι ὀμοκλήν·

232τῆι ἰκέλη Θαύμαντος ὑπὸ θρόνον ἵζετο κούρη.

233κείνη δʼ οὐδέποτε σφετέρης ἐπιλήθεται ἕδρης,

234οὐδʼ ὅτε οἱ ληθαῖον ἐπὶ πτερὸν ὕπνος ἐρείσει,

235ἀλλʼ αὐτοῦ μεγάλοιο ποτὶ γλωχῖνα θρόνοιο

236τυτθὸν ἀποκλίνασα καρήατα λέχριος εὕδει.

237οὐδέ ποτε ζώνην ἀναλύεται οὐδὲ ταχείας

238ἐνδρομίδας, μή οἵ τι καὶ αἰφνίδιον ἔπος εἴπηι

239δεσπότις. ἣ δʼ ἀλεγεινὸν ἀλαστήσασα προσηύδα

240ʼοὕτω νῦν, ὦ Ζηνὸς ὀνείδεα, καὶ γαμέοισθε

241λάθρια καὶ τίκτοιτε κεκρυμμένα, μηδʼ ὅθι δειλαί

242δυστοκέες μογέουσιν ἀλετρίδες, ἀλλʼ ὅθι φῶκαι

243εἰνάλιαι τίκτουσιν, ἐνὶ σπιλάδεσσιν ἐρήμοις.

244Ἀστερίηι δʼ οὐδέν τι βαρύνομαι εἵνεκα τῆσδε

245ἀμπλακίης, οὐδʼ ἔστιν ὅπως ἀποθύμια ῥέξω·

246τόσσα δέω· μάλα γάρ τε κακῶς ἐχαρίσσατο Λητοῖ·

247ἀλλά μιν ἔκπαγλόν τι σεβίζομαι, οὕνεκʼ ἐμεῖο

248δέμνιον οὐκ ἐπάτησε, Διὸς δʼ ἀνθείλετο πόντονʼ.

249ἣ μὲν ἔφη· κύκνοι δὲ θεοῦ μέλποντες ἄοζοι

250Μηιόνιον Πακτωλὸν ἐκυκλώσαντο λιπόντες

251ἑβδομάκις περὶ Δῆλον, ἐπήεισαν δὲ λοχείηι

252Μουσάων ὄρνιθες, ἀοιδότατοι πετεηνῶν·

253ἔνθεν ὁ παῖς τοσσάσδε λύρηι ἐνεδήσατο χορδάς

254ὕστερον, ὁσσάκι κύκνοι ἐπʼ ὠδίνεσσιν ἄεισαν.

255ὄγδοον οὐκέτʼ ἄεισαν, ὃ δʼ ἔκθορεν, αἳ δʼ ἐπὶ μακρὸν

256νύμφαι Δηλιάδες, ποταμοῦ γένος ἀρχαίοιο,

257εἶπαν Ἐλειθυίης ἱερὸν μέλος, αὐτίκα δʼ αἰθήρ

258χάλκεος ἀντήχησε διαπρυσίην ὀλολυγήν,

259οὐδʼ Ἥρη νεμέσησεν, ἐπεὶ χόλον ἐξέλετο Ζεύς.

260χρύσεά τοι τότε πάντα θεμείλια γείνετο Δῆλε,

261χρυσῶι δὲ τροχόεσσα πανήμερος ἔρρεε λίμνη,

262χρύσειον δʼ ἐκόμησε γενέθλιον ἔρνος ἐλαίης,

263χρυσῶι δὲ πλήμυρε βαθὺς Ἰνωπὸς ἑλιχθείς.

264αὐτὴ δὲ χρυσέοιο ἀπʼ οὔδεος εἵλεο παῖδα,

265ἐν δʼ ἐβάλευ κόλποισιν, ἔπος δʼ ἐφθέγξαο τοῖον

266ὦ μεγάλη πολύβωμε πολύπτολι πολλὰ φέρουσα,

267πίονες ἤπειροί τε καὶ αἳ περιναίετε νῆσοι·

268αὕτη ἐγὼ τοιήδε· δυσήροτος, ἀλλʼ ἀπʼ ἐμεῖο

269Δήλιος Ἀπόλλων κεκλήσεται, οὐδέ τις ἄλλη

270γαιάων τοσσόνδε θεῶι πεφιλήσεται ἄλλωι,

271οὐ Κερχνὶς κρείοντι Ποσειδάωνι Λεχαίου,

272οὐ πάγος Ἑρμείηι Κυλλήνιος, οὐ Διὶ Κρήτη,

273ὡς ἐγὼ Ἀπόλλωνι· καὶ ἔσσομαι οὐκέτι πλαγκτή.

274ὧδε σὺ μὲν κατέλεξας· ὃ δὲ γλυκὺν ἔσπασε μαζόν.

275τῶι καὶ νησάων ἁγιωτάτη ἐξέτι κείνου

276κλήζηι, Ἀπόλλωνος κουροτρόφος· οὐδέ σʼ Ἐνυώ

277οὐδʼ Ἀίδης οὐδʼ ἵπποι ἐπιστείβουσιν Ἄρηος·

278ἀλλά τοι ἀμφιετεῖς δεκατηφόροι αἰὲν ἀπαρχαί

279πέμπονται, πᾶσαι δὲ χοροὺς ἀνάγουσι πόληες,

280αἵ τε πρὸς ἠοίην αἵ θʼ ἕσπερον αἵ τʼ ἀνὰ μέσσην

281κλήρους ἐστήσαντο, καὶ οἳ καθύπερθε βορείης

282οἰκία θινὸς ἔχουσι, πολυχρονιώτατον αἷμα.

283οἳ μέν τοι καλάμην τε καὶ ἱερὰ δράγματα πρῶτοι

284ἀσταχύων φορέουσιν· ἃ Δωδώνηθι Πελασγοί

285τηλόθεν ἐκβαίνοντα πολὺ πρώτιστα δέχονται,

286γηλεχέες θεράποντες ἀσιγήτοιο λέβητος·

287δεύτερον Ἱερὸν ἄστυ καὶ οὔρεα Μηλίδος αἴης

288ἔρχονται· κεῖθεν δὲ διαπλώουσιν Ἀβάντων

289εἰς ἀγαθὸν πεδίον Ληλάντιον· οὐδʼ ἔτι μακρός

290ὁ πλόος Εὐβοίηθεν, ἐπεὶ σέο γείτονες ὅρμοι.

291πρῶταί τοι τάδʼ ἔνεικαν ἀπὸ ξανθῶν Ἀριμασπῶν

292Οὖπίς τε Λοξώ τε καὶ εὐαίων Ἑκαέργη,

293θυγατέρες Βορέαο, καὶ ἄρσενες οἳ τότʼ ἄριστοι

294ἠιθέων· οὐδʼ οἵ γε παλιμπετὲς οἴκαδʼ ἵκοντο,

295εὔμοιροι δʼ ἐγένοντο, καὶ ἀκλέες οὔποτʼ ἐκεῖνοι.

296ἦ τοι Δηλιάδες μέν, ὅτʼ εὐήχης ὑμέναιος

297ἤθεα κουράων μορμύσσεται, ἥλικα χαίτην

298παρθενικαῖς, παῖδες δὲ θέρος τὸ πρῶτον ἰούλων

299ἄρσενες ἠιθέοισιν ἀπαρχόμενοι φορέουσιν.

300Ἀστερίη θυόεσσα, σὲ μὲν περί τʼ ἀμφί τε νῆσοι

301κύκλον ἐποιήσαντο καὶ ὡς χορὸν ἀμφεβάλοντο·

302οὔτε σιωπηλὴν οὔτʼ ἄψοφον οὖλος ἐθείραις

303ἕσπερος, ἀλλʼ αἰεί σε καταβλέπει ἀμφιβόητον.

304οἳ μὲν ὑπαείδουσι νόμον Λυκίοιο γέροντος,

305ὅν τοι ἀπὸ Ξάνθοιο θεοπρόπος ἤγαγεν Ὠλήν·

306αἳ δὲ ποδὶ πλήσσουσι χορίτιδες ἀσφαλὲς οὖδας.

307δὴ τότε καὶ στεφάνοισι βαρύνεται ἱρὸν ἄγαλμα

308Κύπριδος ἀρχαίης ἀριήκοον, ἥν ποτε Θησεύς

309εἵσατο σὺν παίδεσσιν, ὅτε Κρήτηθεν ἀνέπλει.

310οἳ χαλεπὸν μύκημα καὶ ἄγριον υἷα φυγόντες

311Πασιφάης καὶ γναμπτὸν ἕδος σκολιοῦ λαβυρίνθου

312πότνια σὸν περὶ βωμὸν ἐγειρομένου κιθαρισμοῦ

313κύκλιον ὠρχήσαντο, χοροῦ δʼ ἡγήσατο Θησεύς.

314ἔνθεν ἀειζώοντα θεωρίδος ἱερὰ Φοίβωι

315Κεκροπίδαι πέμπουσι, τοπήια νηὸς ἐκείνης.

316Ἀστερίη πολύβωμε πολύλλιτε, τίς δέ σε ναύτης

317ἔμπορος Αἰγαίοιο παρήλυθε νηὶ θεούσηι;

318οὐχ ούτω μεγάλοι μιν ἐπιπνείουσιν ἀῆται,

319χρειὼ δʼ ὅττι τάχιστον ἄγει πλόον, ἀλλὰ τὰ λαίφη

320ὠκέες ἐστείλαντο καὶ οὐ πάλιν αὖτις ἔβησαν,

321πρὶν μεγάλη σέο βωμὸν ὑπὸ πληγῆισιν ἑλίξαι

322ῥησσόμενον καὶ πρέμνον ὀδακτάσαι ἁγνὸν ἐλαίης

323χεῖρας ἀποστρέψαντας· ἃ Δηλιὰς εὕρετο νύμφη

324παίγνια κουρίζοντι καὶ Ἀπόλλωνι γελαστύν.

325ἱστίη ὦ νήσων εὐέστιε χαῖρε μὲν αὐτή,

326χαίροι δʼ Ἀπόλλων τε καὶ ἣν ἐλοχεύσαο Λητώ.