εἰς Λουτρά τῆς Παλλάδος
Author namesCallimaque · Callimachus · Καλλιμαχος
- Scientific editors
- A. W. Mair
- Edition reference
- Callimachus and Lycophron; Aratus · London · William Heinemann · 1921
- CTS identifier
urn:cts:greekLit:tlg0533.tlg019.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
1ὅσσαι λωτροχόοι τᾶς Παλλάδος ἔξιτε πᾶσαι,
2ἔξιτε· τᾶν ἵππων ἄρτι φρυασσομενᾶν
3τᾶν ἱερᾶν ἐσάκουσα, καὶ ἁ θεὸς εὔτυκος ἕρπειν ἕρπει MSS.
4σοῦσθέ νυν, ὦ ξανθαί, σοῦσθε Πελασγιάδες.
5οὔποκʼ Ἀθαναία μεγάλως ἀπενίψατο πάχεις
6πρὶν κόνιν ἱππειᾶν ἐξελάσαι λαγόνων,
7οὐδʼ ὅκα δὴ λύθρῳ πεπαλαγμένα πάντα φέροισα
8τεύχεα τῶν ἀδίκων ἦνθʼ ἀπὸ γηγενέων,
9ἀλλὰ πολὺ πράτιστον ὑφʼ ἅρματος αὐχένας ἵππων
10λυσαμένα παγαῖς ἔκλυσεν Ὠκεανῶ
11ἱδρῶ καὶ ῥαθάμιγγας, ἐφοίβασεν δὲ παγέντα
12πάντα χαλινοφάγων ἀφρὸν ἀπὸ στομάτων.
13ὦ ἴτʼ Ἀχαιιάδες, καὶ μὴ μύρα μηδʼ ἀλαβάστρως
14συρίγγων ἀίω φθόγγον ὑπαξονίων ὑπαξόνιον e; ὑπ’ ἀξονίων Schneider.,
15μὴ μύρα λωτροχόοι τᾷ Παλλάδι μηδʼ ἀλαβάστρως
16(οὐ γὰρ Ἀθαναία χρίματα μεικτὰ φιλεῖ)
17οἴσετε μηδὲ κάτοπτρον· ἀεὶ καλὸν ὄμμα τὸ τήνας
18οὐδʼ ὅκα τὰν Ἴδᾳ Ἴδαν MSS.; corr. Bentley. Φρὺξ ἐδίκαζεν ἔριν,
19οὔτʼ ἐς ὀρείχαλκον μεγάλα θεὸς οὔτε οὐδ’ . . . οὐδὲ MSS.; corr. Meineke. Σιμοῦντος
20ἔβλεψεν δίναν ἐς διαφαινομέναν·
21οὐδʼ Ἥρα· Κύπρις δὲ διαυγέα χαλκὸν ἑλοῖσα
22πολλάκι τὰν αὐτὰν δὶς μετέθηκε κόμαν·
23ἁ δέ, δὶς ἑξήκοντα διαθρέξασα διαύλως,
24οἷα παρʼ Εὐρώτᾳ τοὶ Λακεδαιμόνιοι
25ἀστέρες, ἐμπεράμως ἐνετρίψατο ἐτρίψατο MSS.; corr. Meineke. λιτὰ λαβοῖσα βαλοῖσα EF.
26χρίματα, τᾶς ἰδίας ἔκγονα φυταλιᾶς·
27ὦ κῶραι, τὸ δʼ ἔρευθος ἀνέδραμε, πρώιον οἵαν
28ἢ ῥόδον ἢ σίβδας κόκκος ἔχει χροΐαν.
29τῶ καὶ νῦν ἄρσεν τι τι Bergk; τε. κομίξατε μῶνον κομίξατε Schneider, μῶνον Ernesti; κομίσσατε μοῦνον. ἔλαιον,
30ᾧ Κάστωρ, ᾧ καὶ χρίεται Ἡρακλέης·
31οἴσετε καὶ κτένα οἱ παγχρύσεον, ὡς ἀπὸ χαίταν
32πέξηται, λιπαρὸν σμασαμένα πλόκαμον.
33ἔξιθʼ Ἀθαναία· πάρα τοι καταθύμιος ἴλα,
34παρθενικαὶ μεγάλων παῖδες Ἀκεστοριδᾶν Ἀρεστοριδᾶν Valckenaer.
35ὠθάνα, φέρεται δὲ καὶ ἁ Διομήδεος ἀσπίς,
36ὡς ἔθος Ἀργείων τοῦτο παλαιότερον
37Εὐμήδης ἐδίδαξε, τεὶν κεχαρισμένος ἱρεύς·
38ὅς ποκα βωλευτὸν ποτε βουλευτὸν MSS. γνοὺς ἐπί οἱ θάνατον
39δᾶμον ἑτοιμάζοντα φυγᾷ τεὸν ἱρὸν ἄγαλμα
40ᾤχετʼ ἔχων, Κρεῖον δʼ εἰς ὄρος ᾠκίσατο·
41κρεῖον ὄρος· σὲ δέ, δαῖμον, ἀπορρώγεσσιν ἔθηκεν
42ἐν πέτραις, αἷς νῦν οὔνομα Παλλατίδες·
43ἔξιθʼ Ἀθαναία περσέπτολι, χρυσεοπήληξ,
44ἵππων καὶ σακέων ἁδομένα πατάγῳ.
45σάμερον ὑδροφόροι μὴ βάπτετε—σάμερον Ἄργος
46πίνετʼ ἀπὸ κρανᾶν μηδʼ ἀπὸ τῶ ποταμῶ, τῶν ποταμῶν MSS.
47σάμερον αἱ δῶλαι τὰς κάλπιδας ἢ ᾽ς Φυσάδειαν
48ἢ ἐς Ἀμυμώναν οἴσετε τὰν Δαναῶ.
49καὶ γὰρ δὴ χρυδῷ τε καὶ ἄνθεσιν ὕδατα μίξας
50ἡξεῖ φορβαίων Ἴναχος ἐξ ὀρέων
51τἀθάνᾳ τὸ λοετρὸν ἄγων καλόν. ἀλλά, Πελασγέ,
52φράζεο μὴ οὐκ ἐθέλων τὰν βασίλειαν ἴδῃς.
53ὅς κεν ἴδῃ γυμνὰν τὰν Παλλάδα τὰν πολιοῦχον,
54τὦργος ἐσοψεῖται τοῦτο πανυστάτιον.
55πότνἰ Ἀθαναία τὺ σὺ MSS. μὲν ἔξιθι· μέσφα δʼ ἐγώ τι
56ταῖσδʼ ἐρέω. μῦθος δʼ οὐκ ἐμός, ἀλλʼ ἑτέρων.
57παῖδες, Ἀθαναία νύμφαν μίαν ἔν ποκα Θήβαις
58πουλύ τι καὶ περὶ δὴ φίλατο τᾶν ἑταρᾶν,
59ματέρα Τειρεσίαο, καὶ οὔποκα χωρὶς ἔγεντο·
60ἀλλὰ καὶ ἀρχαίων εὖτʼ ἐπὶ Θεσπιέων
61ἢ ʼπὶ Κορωνείας ἢ εἰς Ἁλίαρτον ἐλαύνοι
62ἵππως, Βοιωτῶν ἔργα διερχομένα,
63ἢ ʼπὶ Κορωνείας, There is much uncertainty about the text here. We assume a very bold epanaphora. ἵνα οἱ τεθυωμένον ἄλσος
64καὶ βωμοὶ ποταμῷ κεῖντʼ ἐπὶ Κωραλίῳ·
65πολλάκις ἁ δαίμων νιν ἑῶ ἐπεβάσατο δίφρω,
66οὐδʼ ὄαροι νυμφᾶν οὐδὲ χοροστασίαι
67ἁδεῖαι τελέθεσκον, ὅκʼ οὐχ ἁγεῖτο Χαρικλώ·
68ἀλλʼ ἔτι καὶ τήναν δάκρυα πόλλʼ ἔμενεν,
69καίπερ Ἀθαναίᾳ καταθύμιον ἔσσαν ἑταίραν.
70δή ποκα ποτε MSS. γὰρ πέπλων λυσαμένα περόνας
71ἵππω ἐπὶ κράνᾳ Ἑλικωνίδι καλὰ ῥεοίσᾳ
72λῶντο· μεσαμβρινὰ δʼ εἶχʼ ὄρος ἁσυχία.
73ἀμφότεραι λώοντο, μεσαμβριναὶ δʼ ἔσαν ὧραι,
74πολλὰ δʼ ἁσυχία τῆνο κατεῖχεν ὄρος.
75Τειρεσίας δʼ ἔτι μῶνος μοῦνος MSS. ἁμᾶ κυσὶν ἄρτι γένεια
76περκάζων ἱερὸν χῶρον ἀνεστρέφετο·
77διψάσας δʼ ἄφατόν τι ποτὶ ῥόον ἤλυθε κράνας,
78σχέτλιος· οὐκ ἐθέλων δʼ εἶδε τὰ μὴ θεμιτά·
79τὸν δὲ χολωσαμένα περ ὅμως προσέφασεν Ἀθάνα
80τίς σε, τὸν ὀφθαλμὼς οὐκέτʼ ἀποισόμενον,
81ὦ Εὐηρείδα, χαλεπὰν ὁδὸν ἄγαγε δαίμων;
82ἁ μὲν ἔφα, παιδὸς δʼ ὄμματα νὺξ ἔλαβεν. ἔλαβεν Vindob. 318; ἔβαλεν other MSS.
83ἑστάκη ἑστάκη Buttmann; ἑστάθη (ἐστάθη). δʼ ἄφθογγος, ἐκόλλασαν γὰρ ἀνῖαι
84γώνατα καὶ φωνὰν ἔσχεν ἀμηχανία.
85ἁ νύμφα δʼ ἐβόασε τί μοι τὸν κῶρον ἔρεξας,
86πότνια; τοιαῦται δαίμονες ἐστὲ φίλαι;
87ὄμματά μοι τῶ παιδὸς ἀφείλεο. τέκνον ἄλαστε,
88εἶδες Ἀθαναίας στήθεα καὶ λαγόνας,
89ἀλλʼ οὐκ ἀέλιον πάλιν ὄψεαι. ὦ ἐμὲ δειλάν,
90ὦ ὄρος, ὦ Ἑλικὼν οὐκέτι μοι παριτέ,
91ἦ μεγάλʼ ἀντʼ ὀλίγων ἐπράξαο· δόρκας ὀλέσσας
92καὶ πρόκας οὐ πολλὰς φάεα παιδὸς ἔχεις.
93ἆ καὶ ἅμʼ ἆ καὶ ἅμ᾽ Editor; ἁ (ἡ) μὲν. ἀμφοτέραισι φίλον περὶ παῖδα λαβοῖσα
94μάτηρ μὲν γοερᾶν οἶτον οἶκτον Stephanus. ἀηδονίδων
95ἆγε βαρὺ κλαίοισα, θεὰ δʼ ἐλέησεν ἑταίραν
96καί νιν Ἀθαναία πρὸς τόδʼ ἔλεξεν ἔπος
97δῖα γύναι, μετὰ πάντα βαλεῦ πάλιν ὅσσα διʼ ὀργὰν
98εἶπας· ἐγὼ δʼ οὔ τοι τέκνον ἔθηκʼ ἀλαόν.
99οὐ γὰρ Ἀθαναίᾳ γλυκερὸν πέλει ὄμματα παίδων
100ἁρπάζειν· Κρόνιοι δʼ ὧδε λέγοντι νόμοι·
101ὅς κε τινʼ ἀθανάτων, ὅκα μὴ θεὸς αὐτὸς ἕληται,
102ἀθρήσῃ, μισθῶ τοῦτον ἰδεῖν μεγάλω.
103δῖα γύναι, τὸ μὲν οὐ παλινάγρετον αὖθι γένοιτο
104ἔργον· ἐπεὶ μοιρᾶν ὧδʼ ἐπένησε ἐπένησε Spanheim, Bentley; ἐπένευσε. λίνα,
105ἁνίκα τὸ πρᾶτόν νιν ἐγείναο· νῦν δὲ κομίζευ,
106ὦ Εὐηρείδα, τέλθος ὀφειλόμενον.
107πόσσα μὲν ἁ Καδμηὶς ἐς ὕστερον ἔμπυρα καυσεῖ,
108τόσσα δʼ Ἀρισταῖος, τὸν μόνον εὐχόμενοι
109παῖδα, τὸν ἁβατὰν Ἀκταίονα, τυφλὸν ἰδέσθαι.
110καὶ τῆνος μεγάλας σύνδρομος Ἀρτέμιδος
111ἐσσεῖτʼ· ἀλλʼ οὐκ αὐτὸν ὅ τε δρόμος αἵ τʼ ἐν ὄρεσσι
112ῥυσεῦνται ξυναὶ τᾶμος ἑκαβολίαι,
113ὁππόκʼ ὁππόταν MSS. ἂν οὐκ ἐθέλων περ ἴδῃ χαρίεντα λοετρὰ
114δαίμονος· ἀλλʼ αὐταὶ τὸν πρὶν ἄνακτα κύνες
115τουτάκι δειπνησεῦντι· τὰ δʼ υἱέος ὀστέα μάτηρ
116λεξεῖται δρυμὼς πάωτας ἐπερχομένα·
117ὀλβίσταν ἐρέει σε καὶ εὐαίωνα γενέσθαι,
118ἐξ ὀρέων ἀλαὸν παῖδʼ ὑποδεξαμέναν. ἀποδεξαμέναν Meineke; an absolute solecism, but accepted by Wilamowitz and others.
119ὦ ἑτάρα, τῶ μή τι μινύρεο· τῷδε γὰρ ἄλλα
120τεῦ χάριν ἐξ ἐμέθεν πολλὰ μενεῦντι γέρα.
121μάντιν ἐπεὶ θησῶ νιν ἀοίδιμον ἐσσομένοισιν,
122ἦ μέγα τῶν ἄλλων δή τι περισσότερον.
123γνωσεῖται δʼ ὄρνιχας, ὅς αἴσιος οἵ τε πέτονται
124ἤλιθα καὶ ποίων οὐκ ἀγαθαὶ πτέρυγες.
125πολλὰ δὲ Βοιωτοῖσι θεοπρόπα, πολλὰ δὲ Κάδμῳ
126χρησεῖ, καὶ μεγάλοις ὕστερα Λαβδακίδαις.
127δωσῶ καὶ μέγα βάκτρον, ὅ οἱ πόδας ἐς δέον ἀξεῖ,
128δωσῶ καὶ βιότω τέρμα πολυχρόνιον.
129καὶ μόνος, εὖτε θάνῃ, πεπνυμένος ἐν νεκύεσσι
130φοιτασεῖ, μεγάλωι τίμιος Ἁγεσίλᾳ.
131ὥς φαμένα κατένευσε· τὸ δʼ ἐντελὲς ᾧ κʼ ἔπι νεύσῃ ἔπι νεύσῃ Wilamowitz; ἐπινεύσῃ.
132Παλλάς, ἐπεὶ μώνᾳ Ζεὺς τό γε θυγατέρων
133δῶκεν Ἀθαναίᾳ, πατρώια πάντα φέρεσθαι,
134λωτροχόοι, μάτηρ δʼ οὔτις ἔτικτε θεάν,
135ἀλλὰ Διὸς κορυφά. κορυφὰ Διὸς οὐκ ἐπινεύει
136ψεύδεα κοὐδὲ Διὸς ψεύδετ lacuna supplied by the Editor. αι ἁ θυγάτηρ.
137ἔρχετʼ Ἀθαναία νῦν ἀτρεκές· ἀλλὰ δέχεσθε
138τὰν θεόν, ὦ κῶραι τὦργον τὦργον Boissonade; τὦργος. ὅσαις μέλεται,
139σύν τʼ εὐαγορίᾳ σύν τʼ εὔγμασι σύν τʼ ὀλολυγαῖς.
140χαῖρε θεά, κάδευ δʼ Ἄργεος Ἰναχίω.
141χαῖρε καὶ ἐξελάοισα, καὶ ἐς πάλιν αὖτις ἐλάσσαις
142ἵππως, καὶ Δαναῶν κλᾶρον ἅπαντα σάω.