εἰς Λουτρά τῆς Παλλάδος
Author namesCallimaque · Callimachus · Καλλιμαχος
- Scientific editors
- Ulrich von Wilamowitz-Moellendorff
- Edition reference
- Callimachi Hymni et Epigrammata · Berlin · Weidmann · 1897
- CTS identifier
urn:cts:greekLit:tlg0533.tlg019.local002- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
εἰς Λουτρά τῆς Παλλάδος
1Όσσαι λωτροχόοι τᾶς Παλλάδος ἔξιτε πᾶσαι,
2ἔξιτε· τᾶν ἵππων ἄρτι φρυασσομενᾶν
3τᾶν ἱερᾶν ἐσάκουσα, καὶ ἁ θεὸς εὔτυκος ἕρπειν·
4σοῦσθέ νυν, ὦ ξανθαί σοῦσθε Πελασγιάδες.
5οὔποκʼ Ἀθαναία μεγάλως ἀπενίψατο πάχεις
6πρὶν κόνιν ἱππειᾶν ἐξελάσαι λαγόνων,
7οὐδʼ ὅκα δὴ λύθρωι πεπαλαγμένα πάντα φέροισα
8τεύχεα τῶν ἀδίκων ἦνθʼ ἀπὸ γηγενέων,
9ἀλλὰ πολὺ πράτιστον ὑφʼ ἅρματος αὐχένας ἵππων
10λυσαμένα παγαῖς ἔκλυσεν Ὠκεανῶ
11ἱδρῶ καὶ ῥαθάμιγγας, ἐφοίβασεν δὲ παγέντα
12πάντα χαλινοφάγων ἀφρὸν ἀπὸ στομάτων.
13ὦ ἴτʼ Ἀχαιιάδες, καὶ μὴ μύρα μηδʼ ἀλαβάστρως
14(συρίγγων ἀίω φθόγγον ὑπαξονίων),
15μὴ μύρα λωτροχόοι τᾶι Παλλάδι μηδʼ ἀλαβάστρως
16(οὐ γὰρ Ἀθαναία χρίματα μεικτὰ φιλεῖ)
17οἴσετε μηδὲ κάτοπτρον· ἀεὶ καλὸν ὄμμα τὸ τήνας
18οὐδʼ ὅκα τὰν Ἴδαι Φρὺξ ἐδίκαζεν ἔριν,
19οὔτʼ ἐς ὀρείχαλκον μεγάλα θεὸς οὔτε Σιμοῦντος
20ἔβλεψεν δίναν ἐς διαφαινομέναν·
21οὐδʼ Ήρα· Κύπρις δὲ διαυγέα χαλκὸν ἑλοῖσα
22πολλάκι τὰν αὐτὰν δὶς μετέθηκε κόμαν·
23ἃ δέ, δὶς ἑξήκοντα διαθρέξασα διαύλως,
24οἷα παρʼ Εὐρώται τοὶ Λακεδαιμόνιοι
25ἀστέρες, ἐμπεράμως ἐνετρίψατο λιτὰ βαλοῖσα
26χρίματα, τᾶς ἰδίας ἔκγονα φυταλιᾶς·
27ὦ κῶραι, τὸ δʼ ἔρευθος ἀνέδραμε, πρώιον οἵαν
28ἢ ῥόδον ἢ σίβδας κόκκος ἔχει χροΐαν.
29τῶι καὶ νῦν ἄρσεν τι κομίξατε μῶνον ἔλαιον,
30ὧι Κάστωρ, ὧι καὶ χρίεται Ἡρακλέης·
31οἴσετε καὶ κτένα οἱ παγχρύσεον, ὡς ἀπὸ χαίταν
32πέξηται, λιπαρὸν σμασαμένα πλόκαμον.
33ἔξιθʼ Ἀθαναία· πάρα τοι καταθύμιος ἴλα,
34παρθενικαὶ μεγάλων παῖδες Ἀρεστοριδᾶν·
35ὠθάνα, φέρεται δὲ καὶ ἁ Διομήδεος ἀσπίς,
36ὡς ἔθος Ἀργείων τοῦτο παλαιότερον·
37Εὐμήδης ἐδίδαξε, τεὶν κεχαρισμένος ἱρεύς·
38ὅς ποκα βωλευτὸν γνοὺς ἐπί οἱ θάνατον
39δᾶμον ἑτοιμάζοντα φυγᾶι τεὸν ἱρὸν ἄγαλμα
40ὤιχετʼ ἔχων, Κρεῖον δʼ εἰς ὄρος ὠικίσατο·
41κρεῖον ὄρος· σὲ δὲ δαῖμον ἀπορρώγεσσιν ἔθηκεν
42ἐν πέτραις, αἷς νῦν οὔνομα Παλλατίδες.
43ἔξιθʼ Ἀθαναία περσέπτολι χρυσεοπήληξ,
44ἵππων καὶ σακέων ἁδομένα πατάγωι.
45σάμερον ὑδροφόροι μὴ βάπτετε — σάμερον Ἄργος
46πίνετʼ ἀπὸ κρανᾶν μηδʼ ἀπὸ τῶ ποταμῶ,
47σάμερον αἱ δῶλαι τὰς κάλπιδας ἢ ʼς Φυσάδειαν
48ἢ ἐς Ἀμυμώναν οἴσετε τὰν Δαναῶ.
49καὶ γὰρ δὴ χρυσῶι τε καὶ ἄνθεσιν ὕδατα μείξας
50ἡξεῖ φορβαίων Ἴναχος ἐξ ὀρέων
51τἀθάναι τὸ λοετρὸν ἄγων καλόν. ἀλλὰ Πελασγέ
52φράζεο μὴ οὐκ ἐθέλων τὰν βασίλειαν ἴδηις.
53ὅς κεν ἴδηι γυμνὰν τὰν Παλλάδα τὰν πολιοῦχον,
54τὦργος ἐσοψεῖται τοῦτο πανυστάτιον.
55πότνιʼ Ἀθαναία τὺ μὲν ἔξιθι· μέσφα δʼ ἐγώ τι
56ταῖσδʼ ἐρέω. μῦθος δʼ οὐκ ἐμός, ἀλλʼ ἑτέρων.
57παῖδες, Ἀθαναία νύμφαν μίαν ἔν ποκα Θήβαις
58πουλύ τι καὶ πέρι δὴ φίλατο τᾶν ἑταρᾶν,
59ματέρα Τειρεσίαο, καὶ οὔποκα χωρὶς ἔγεντο·
60ἀλλὰ καὶ ἀρχαίων εὖτʼ ἐπὶ Θεσπιέων
61¯˘˘¯˘˘¯˘; ἢ εἰς Ἁλίαρτον ἐλαύνοι
62ἵππως, Βοιωτῶν ἔργα διερχομένα,
63ἢ ʼπὶ Κορωνείας, ἵνα οἱ τεθυωμένον ἄλσος
64καὶ βωμοὶ ποταμῶι κεῖντʼ ἐπὶ Κουραλίωι·
65πολλάκις ἁ δαίμων νιν ἑῶ ἐπεβάσατο δίφρω,
66οὐδʼ ὄαροι νυμφᾶν οὐδὲ χοροστασίαι
67ἁδεῖαι τελέθεσκον, ὅκʼ οὐχ ἁγεῖτο Χαρικλώ·
68ἀλλʼ ἔτι καὶ τήναν δάκρυα πόλλʼ ἔμενεν,
69καίπερ Ἀθαναίαι καταθύμιον ἔσσαν ἑταίραν.
70δή ποκα γὰρ πέπλων λυσομένα περόνας
71ἵππω ἐπὶ κράναι Ἑλικωνίδι καλὰ ῥεοίσαι
72λῶντο· μεσαμβρινὰ δʼ εἶχʼ ὄρος ἁσυχία.
73ἀμφότεραι λώοντο, μεσαμβριναὶ δʼ ἔσαν ὧραι,
74πολλὰ δʼ ἁσυχία τῆνο κατεῖχεν ὄρος.
75Τειρεσίας δʼ ἔτι μῶνος ἁμᾶ κυσὶν ἄρτι γένεια
76περκάζων ἱερὸν χῶρον ἀνεστρέφετο·
77διψάσας δʼ ἄφατόν τι ποτὶ ρῥόον ἤλυθε κράνας,
78σχέτλιος· οὐκ ἐθέλων δʼ εἶδε τὰ μὴ θεμιτά·
79τὸν δὲ χολωσαμένα περ ὅμως προσέφασεν Ἀθάνα
80τίς σε, τὸν ὀφθαλμὼς οὐκέτʼ ἀποισόμενον,
81ὦ Εὐηρείδα, χαλεπὰν ὁδὸν ἄγαγε δαίμων;
82ἃ μὲν ἔφα, παιδὸς δʼ ὄμματα νὺξ ἔλαβεν.
83ἑστάκη δʼ ἄφθογγος, ἐκόλλασαν γὰρ ἀνῖαι
84γώνατα καὶ φωνὰν ἔσχεν ἀμηχανία.
85ἁ νύμφα δʼ ἐβόασε τί μοι τὸν κῶρον ἔρεξας
86πότνια; τοιαῦται δαίμονες ἐστἐ φίλαι;
87ὄμματά μοι τῶ παιδὸς ἀφείλεο. τέκνον ἄλαστε
88εἶδες Ἀθαναίας στήθεα καὶ λαγόνας,
89ἀλλʼ οὐκ ἀέλιον πάλιν ὄψεαι. ὦ ἐμὲ δειλάν,
90ὦ ὄρος, ὦ Ἑλικὼν οὐκέτι μοι παριτέ,
91ἦ μεγάλʼ ἀντʼ ὀλίγων ἐπράξαο· δόρκας ὀλέσσας
92καὶ πρόκας οὐ πολλὰς φάεα παιδὸς ἔχεις.
93† ἁ μὲν ἀμφοτέραισι φίλον περὶ παῖδα λαβοῖσα
94† μάτηρ μὲν γοερᾶν οἶτον ἀηδονίδων
95ἆγε βαρὺ κλαίοισα, θεὰ δʼ ἐλέησεν ἑταίραν
96καί νιν Ἀθαναία πρὸς τόδʼ ἔλεξεν ἔπος
97δῖα γύναι μετὰ πάντα βαλεῦ πάλιν ὅσσα διʼ ὀργάν
98εἶπας· ἐγὼ δʼ οὔ τοι τέκνον ἔθηκʼ ἀλαόν.
99οὐ γὰρ Ἀθαναίαι γλυκερὸν πέλει ὄμματα παίδων
100ἁρπάζειν· Κρόνιοι δʼ ὧδε λέγοντι νόμοι·
101ὅς κε τινʼ ἀθανάτων, ὅκα μὴ θεὸς αὐτὸς ἕληται,
102ἀθρήσηι, μισθῶ τοῦτον ἰδεῖν μεγάλω.
103δῖα γύναι, τὸ μὲν οὐ παλινάγρετον αὖθι γένοιτο
104ἔργον· ἐπεὶ μοιρᾶν ὧδʼ ἐπένησε λίνα,
105ἁνίκα τὸ πρᾶτόν νιν ἐγείναο· νῦν δὲ κομίζευ,
106ὦ Εὐηρείδα, τέλθος ὀφειλόμενον.
107πόσσα μὲν ἁ Καδμηὶς ἐς ὕστερον ἔμπυρα καυσεῖ,
108πόσσα δʼ Ἀρισταῖος, τὸν μόνον εὐχόμενοι
109παῖδα, τὸν ἁβατὰν Ἀκταίονα, τυφλὸν ἰδέσθαι.
110καὶ τῆνος μεγάλας σύνδρομος Ἀτέμιδος
111ἐσσεῖτʼ· ἀλλʼ οὐκ αὐτὸν ὅ τε δρόμος αἵ τʼ ἐν ὄρεσσι
112ῥυσεῦνται ξυναὶ τᾶμος ἑκαβολίαι,
113ὁπ πόκα κοὐκ ἐθέλων περ ἴδηι χαρίεντα λοετρά
114δαίμονος· ἀλλʼ αὐταὶ τὸν πρὶν ἄνακτα κύνες
115τουτάκι δειπνησεῦντι· τὰ δʼ υἱέος ὀστέα μάτηρ
116λεξεῖται δρυμὼς πάντας ἐπερχομένα·
117ὀλβίσταν ἐρέει σε καὶ εὐαίωνα γενέσθαι,
118ἐξ ὀρέων ἀλαὸν παῖδʼ ἀποδεξαμέναν.
119ὦ ἑτάρα, τῶι μή τι μινύρεο· τῶιδε γὰρ ἄλλα
120τεῦ χάριν ἐξ ἐμέθεν πολλὰ μενεῦντι γέρα.
121μάντιν ἐπεὶ θησῶ νιν ἀοίδιμον ἐσσομένοισιν,
122ἦ μέγα τῶν ἄλλων δή τι περισσότερον,
123γνωσεῖται δʼ ὄρνιχας, ὃς αἴσιος οἵ τε πέτονται
124ἤλιθα καὶ ποίων οὐκ ἀγαθαὶ πτέρυγες.
125πολλὰ δὲ Βοιωτοῖσι θεοπρόπα, πολλὰ δὲ Κάδμωι
126χρησεῖ, καὶ μεγάλοις ὕστερα Λαβδακίδαις.
127δωσῶ καὶ μέγα βάκτρον, ὅ οἱ πόδας ἐς δέον ἀξεῖ,
128δωσῶ καὶ βιότω τέρμα πολυχρόνιον.
129καὶ μόνος, εὖτε θάνηι, πεπνυμένος ἐν νεκύεσσι
130φοιτασεῖ, μεγάλωι τίμιος Ἁγεσίλαι.
131ὣς φαμένα κατένευσε· τὸ δʼ ἐντελές ὧι κʼ ἔπι νεύσηι
132Παλλάς, ἐπεὶ μώναι Ζεὺς τό γε θυγατέρων
133δῶκεν Ἀθαναίαι, πατρώια πάντα φέρεσθαι,
134λωτροχόοι, μάτηρ δʼ οὔτις ἔτικτε θεάν,
135ἀλλὰ Διὸς κορυφά. κορυφὰ Διὸς οὐκ ἐπινεύει
136ψεύδεα αι θυγάτηρ.
137ἔρχετʼ Ἀθαναία νῦν ἀτρεκές· ἀλλὰ δέχεσθε
138τὰν θεόν, ὦ κῶραι, τὦργον ὅσαις μέλεται,
139σύν τʼ εὐαγορίαι σύν τʼ εὔγμασι σύν τʼ ὀλολυγαῖς.
140χαῖρε θεά, κάδευ δʼ Ἄργεος Ἰναχίω.
141χαῖρε καὶ ἐξελάοισα, καὶ ἐς πάλιν αὖτις ἐλάσσαις
142ἵππως, καὶ Δαναῶν κλᾶρον ἅπαντα σάω.