εἰς Δήμητρα
Author namesCallimaque · Callimachus · Καλλιμαχος
- Scientific editors
- A. W. Mair
- Edition reference
- Callimachus and Lycophron; Aratus · London · William Heinemann · 1921
- CTS identifier
urn:cts:greekLit:tlg0533.tlg020.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
1τῶ καλάθω κατιόντος ἐπιφθέγξασθε, γυναῖκες,
2Δάματερ μέγα χαῖρε πολυτρόφε πουλυμέδιμνε.
3τὸν κάλαθον κατιόντα χαμαὶ θασεῖσθε βέβαλοι, Schol. Plato, Symp. 218 B καὶ εἴ τις ἄλλος ἐστὶ βέβηλός τε καὶ ἄγροικος, πύλας παμμεγάλας τοῖς ὠσὶν ἐπίθεσθε] ἐντεῦθεν παρῴδησε Καλλίμαχος ἐν ὕμνῳ Δήμητρος καλάθου τὸ θύρας δ’ ἐπίθεσθε βέβηλοι.
4μηδʼ ἀπὸ τῶ τέγεος μηδʼ ὑψόθεν αὐγάσσησθε
5μὴ παῖς μηδὲ γυνὰ μηδʼ ἃ κατεχεύατο χαίταν,
6μηδʼ ὅκʼ ἀφʼ αὑαλέων στομάτων πτύωμες ἄπαστοι.
7ἕσπερος ἐκ νεφέων ἐσκέψατο πανίκα νεῖται,
8ἕσπερος, ὅστε πιεῖν Δαμάτερα μῶνος ἔπεισεν,
9ἁρπαγίμας ὅκʼ ἄπυστα μετέστιχεν ἴχνια κώρας.
10πότνια, πῶς σε δύναντο πόδες φέρεν ἔστʼ ἐπὶ δυθμάς,
11ἔστʼ ἐπὶ τὼς μέλανας καὶ ὅπα τὰ χρύσεα μᾶλα;
12οὐ πίες οὔτʼ ἄρʼ ἔδες τῆνον χρόνον οὐδὲ λοέσσα.
13τρὶς μὲν δὴ διέβας Ἀχελώιον ἀργυροδίναν,
14τοσσάκι δʼ ἀενάων ποταμῶν ἐπέρασας ἕκαστον,
15τρὶς δʼ ἐπὶ Καλλιχόρῳ τρὶς δ ἐπὶ καλλι . . . only is preserved in A; the lacuna is supplied in F and late MSS. χαμάδις ἐκαθίσσαο φρητί
16αὐσταλέα ἄποτός τε καὶ οὐ φάγες οὐδὲ λοέσσα.
17μὴ μὴ ταῦτα λέγωμες ἃ δάκρυον ἄγαγε Δηοῖ·
18κάλλιον, ὡς πολίεσσιν ἑαδότα πτολίεσσιν ἑα . . . A; lacuna supplied in F. τέθμια δῶκε·
19κάλλιον, ὡς καλάμαν τε καὶ ἱερὰ δράγματα πράτα
20ἀσταχύων ἀπέκοψε καὶ ἐν βόας ἧκε πατῆσαι,
21ἁνίκα Τριπτόλεμος ἀγαθὰν ἐδιδάσκετο τέχναν·
22κάλλιον, ὡς, ἵνα καί τις ὑπερβασίας ὑπερβα . . . A; lacuna supplied in F etc. ἀλέηται,
23π ἰδέσθαι π . . . A; . . . ἰδέσθαι pd.
24οὔπω τὰν Κνιδίαν, ἔτι Δώτιον ἱρὸν ἔναιον,
25τὶν δʼ τὸν δ᾽ MSS.; τεῖδ᾽ Schneider. αὐτᾷ καλὸν ἄλσος ἐποιήσαντο Πελασγοὶ
26δένδρεσιν ἀμφιλαές· διά κεν μόλις ἦνθεν ὀιστός·
27ἐν πίτυς, ἐν μεγάλαι πτελέαι ἔσαν, ἐν δὲ καὶ ὄχναι,
28ἐν δὲ καλὰ γλυκύμαλα· τὸ δʼ ὥστʼ ἀλέκτρινον ὕδωρ
29ἐξ ἀμαρᾶν ἀνέθυε. θεὰ δʼ ἐπεμαίνετο χώρῳ
30ὅσσον Ἐλευσῖνι, Τριόπῳ θʼ τριόπῳ θ᾽ LM; Τριοπᾷδ᾽ Schneider; τριόπαιδ᾽ AF; τριόπᾳ θ’ δ. ὅσον, ὁκκόσον Ἔννᾳ.
31ἀλλʼ ὅκα Τριοπίδαισιν ὁ δεξιὸς ἄχθετο δαίμων,
32τουτάκις ἁ χείρων Ἐρυσίχθονος ἅψατο βωλά·
33σεύατʼ ἔχων θεράποντας ἐείκοσι, πάντας ἐν ἀκμᾷ,
34πάντας δʼ ἀνδρογίγαντας ὅλαν πόλιν ἀρκίος ἆραι,
35ἀμφότερον πελέκεσσι καὶ ἀξίναισιν ὁπλίσσας,
36ἐς δὲ τὸ Δάματρος ἀναιδέες ἔδραμον ἄλσος.
37ἦς ἦς d; ἦν. δέ τις αἴγειρος, μέγα δένδρεον αἰθέρι κῦρον,
38τῷ δʼ ἔπι ταὶ νύμφαι ποτὶ τὤνδιον ἑψιόωντο,
39ἃ πράτα πλαγεῖσα κακὸν μέλος ἴαχεν ἄλλαις.
40ᾄσθετο Δαμάτηρ, ὅτι οἱ ξύλον ἱερὸν ἄλγει,
41εἶπε δὲ χωσαμένα "τίς μοι καλὰ δένδρεα κόπτει;"
42αὐτίκα Νικίππᾳ, τάν οἱ πόλις ἀράτειραν
43δαμοσίαν ἔστασαν, ἐείσατο, γέντο δὲ χειρὶ
44στέμματα καὶ μάκωνα, κατωμαδίαν δʼ ἔχε κλᾷδα.
45φᾶ δὲ παραψύχοισα κακὸν καὶ ἀναιδέα φῶτα
46τέκνον, ὅτις τὰ θεοῖσιν ἀνειμένα δένδρεα κόπτεις,
47τέκνον ἐλίνυσον, τέκνον πολύθεστε τοκεῦσι,
48παύεο καὶ θεράποντας ἀπότρεπε, μή τι χαλεφθῇ
49πότνια Δαμάτηρ, τᾶς ἱερὸν ἐκκεραΐζεις.
50τὰν δʼ ἄρʼ ὑποβλέψας χαλεπώτερον ἠὲ κυναγὸν
51ὤρεσιν ἐν Τμαρίοισιν ὑποβλέπει ἄνδρα λέαινα
52ὠμοτόκος, τᾶς φαντὶ πέλειν βλοσυρώτατον ὄμμα,
53χάζευ, ἔφα, μή τοι πέλεκυν μέγαν ἐν χροΐ πάξω.
54ταῦτα δʼ ἐμὸν θησεῖ στεγανὸν δόμον, ᾧ ἔνι δαῖτας
55αἰὲν ἐμοῖς ἑτάροισιν ἄδην θυμαρέας ἀξῶ.
56εἶπεν ὁ παῖς, Νέμεσις δὲ κακὰν ἐγράψατο φωνάν.
57Δαμάτηρ δʼ ἄφατόν τι κοτέσσατο, γείνατο γείνατο MSS.; γείνετο Schneider. δʼ ἁ ἁ MSS.; αὖ Bergk. θεύς·
58ἴθματα μὲν χέρσω, κεφαλὰ δέ οἱ ἅψατʼ Ὀλύμπω.
59οἱ μὲν ἄρʼ ἡμιθνῆτες, ἐπεὶ τὰν πότνιαν εἶδον,
60ἐξαπίνας ἀπόρουσαν ἐνὶ δρυσὶ χαλκὸν ἀφέντες·
61ἁ δʼ ἄλλως μὲν ἔασεν, ἀναγκαίᾳ γὰρ ἕποντο
62δεσποτικὰν ὑπὸ χεῖρα, βαρὺν δʼ ἀπαμείψατʼ ἄνακτα
63ναὶ ναί, τεύχεο δῶμα, κύον, κύον, ᾧ ἔνι δαῖτας
64ποιησεῖς· θαμιναὶ γάρ ἐς ὕστερον εἰλαπίναι τοι.
65ἁ μὲν τόσσʼ εἰποῖσʼ Ἐρυσίχθονι τεῦχε πονηρά.
66αὐτίκα οἱ χαλεπόν τε καὶ ἄγριον ἔμβαλε λιμὸν
67αἴθωνα κρατερόν, μεγάλᾳ δʼ ἐστρεύγετο νούσῳ.
68σχέτλιος, ὅσσα πάσαιτο τόσων ἔχεν ἵμερος αὖτις.
69εἴκατι δαῖτα πένοντο, δυώδεκα δʼ οἶνον ἄφυσσον·
70τόσσα Διώνυσον γὰρ ἃ καὶ Δάματρα χαλέπτελ·
71καὶ γὰρ τᾷ Δάματρι συνωργίσθη Διόνυσος.
72οὔτε νιν εἰς ἐράνως οὔτε ξυνδείπνια πέμπον
73αἰδόμενοι γονέες, προχανὰ δʼ εὑρίσκετο πᾶσα.
74ἦνθον Ἰτωνιάδος νιν Ἀθαναίας ἐπʼ ἄεθλα
75Ὀρμενίδαι καλέοντες· ἀπʼ ὦν ἀρνήσατο μάτηρ
76οὐκ ἔνδοι, χθιζὸς γὰρ ἐπὶ Κραννῶνα βέβακε
77τέλθος ἀπαιτησῶν ἑκατὸν βόας. ἦνθε Πολυξώ,
78μάτηρ Ἀκτορίωνος, ἐπεὶ γάμον ἄρτυε παιδί,
79ἀμφότερον Τριόπαν τε καὶ υἱέα κικλήσκοισα.
80τὰν δὲ γυνὰ βαρύθυμος ἀμείβετο δάκρυ χέοισα
81νεῖταί τοι Τριόπας, Ἐρυσίχθονα δʼ ἤλασε κάπρος
82Πίνδον ἀνʼ εὐάγκειαν, ὁ δʼ ἐννέα φάεα κεῖται.
83δειλαία φιλότεκνε, τί δʼ οὐκ ἐψεύσαο, μᾶτερ;
84δαίνυεν εἰλαπίναν τις· ἐν ἀλλοτρίοις Ἐρυσίχθων.
85ἄγετό τις νύμφαν· Ἐρυσίχθονα δίσκος ἔτυψεν,
86ἢ ἔπεσʼ ἐξ ἵππων, ἢ ἐν Ὄθρυϊποίμνἰ ἀμιθρεῖ. ἀμιθρεῖ Ruhnken, Valckenaer; ἀμι- A, ἀμ᾽ E, ἀριθμεῖ d; ἀμέλγει F.
87ἐνδόμυχος δἤπειτα πανάμερος εἰλαπιναστὰς
88ἤσθιε μυρία πάντα· κακὰ δʼ ἐξάλλετο γαστὴρ
89αἰεὶ μᾶλλον ἔδοντι, τὰ δʼ ἐς βυθὸν οἷα θαλάσσας
90ἀλεμάτως ἀχάριστα κατέρρεεν εἴδατα πάντα.
91ὡς δὲ Μίμαντι χιών, ὡς ἀελίῳ ἔνι πλαγγών,
92καὶ τούτων ἔτι μεῖζον ἐτάκετο μέσφʼ ἐπὶ νευράς·
93δειλαίῳ ἶνές τε καὶ ὀστέα μῶνον ἔλειφθεν.
94κλαῖε μὲν ἁ μάτηρ, βαρὺ δʼ ἔστενον αἱ δύʼ ἀδελφαὶ
95χὡ μαστὸς τὸν ἔπωνε καὶ αἱ δέκα πολλάκι δῶλαι.
96καὶ δʼ αὐτὸς Τριόπας πολιαῖς ἐπὶ χεῖρας ἔβαλλε,
97τοῖα τὸν οὐκ ἀίοντα Ποσειδάωνα καλιστρέων·
98ψευδοπάτωρ ἰδὲ τόνδε τεοῦ τρίτον, εἴπερ ἐγὼ μὲν
99σεῦ τε καὶ Αἰολίδος Κανάκας γένος, αὐτὰρ ἐμεῖο
100τοῦτο τὸ δείλαιον γένετο βρέφος· αἴθε γὰρ αὐτὸν
101βλητὸν ὑπʼ Ἀπόλλωνος ἐμαὶ χέρες ἐκτερέιξαν·
102νῦν δὲ κακὰ βούβρωστις ἐν ὀφθαλμοῖσι κάθηται.
103ἤ οἱ ἀπόστασον χαλεπὰν νόσον ἠέ νιν αὐτὸς
104βόσκε λαβών· ἁμαὶ γὰρ ἀπειρήκαντι τράπεζαι.
105χῆραι μὲν μάνδραι, κενεαὶ δέ μοι αὔλιες ἤδη
106τετραπόδων, ἤδη γὰρ ἀπαρνήσαντο μάγειροι.
107ἀλλὰ καὶ οὐρῆας μεγαλᾶν ὑπέλυσαν ἁμαξᾶν,
108καὶ τὰν βῶν ἔφαγεν, τὰν Ἑστίᾳ ἔτρεφε μάτηρ,
109καὶ τὰν ἀεθλοφόρον καὶ τὸν πολεμήιον ἵππον,
110καὶ τὰν αἴλουρον, τὰν ἔτρεμε θηρία μικκά.
111μέσφʼ ὅκα μὲν Τριόπαο δόμοις ἔνι χρήματα κεῖτο,
112μῶνοι ἄρʼ οἰκεῖοι θάλαμοι κακὸν ἠπίσταντο.
113ἀλλʼ ὅκα τὸν βαθὺν οἶκον ἀνεξήραναν ἀνεξήραναν Ernesti; ἀνεξήραινον MSS. ὀδόντες,
114καὶ τόχʼ ὁ τῶ βασιλῆος ἐνὶ τριόδοισι καθῆστο
115αἰτίζων ἀκόλως τε καὶ ἔκβολα λύματα δαιτός.
116Δάματερ, μὴ τῆνος ἐμὶν φίλος, ὅς τοι ἀπεχθής,
117εἴη μηδʼ ὁμότοιχος· ἐμοὶ κακογείτονες ἐχθροί.
118ᾄσατε ἄσατε F; om. AE. παρθενικαί, καὶ ἐπιφθέγξασθε τεκοῖσαι
119Δάματερ μέγα χαῖρε πολυτρόφε πουλυμέδιμνε.
120χὠς αἱ χὠς αἱ Stephanus; χὧσαι. τὸν κάλαθον λευκότριχες ἵπποι ἄγοντι
121τέσσαρες, ὣς ἁμὶν μεγάλα θεὸς εὐρυάνασσα
122λευκὸν ἔαρ, λευκὸν δὲ θέρος καὶ χεῖμα φέροισα
123ἡξεῖ καὶ φθινόπωρον, ἔτος δʼ εἰς ἄλλο φυλαξεῖ.
124ὡς δʼ ἀπεδίλωτοι καὶ ἀνάμπυκες ἄστυ πατεῦμες,
125ὣς πόδας, ὣς κεφαλὰς παναπηρέας ἕξομες αἰεί.
126ὡς δʼ αἱ ὡς αἱ MSS.; corr. Meineke. λικνοφόροι χρυσῶ πλέα λίκνα φέροντι,
127ὣς ἁμὲς τὸν χρυσὸν ἀφειδέα πασαίμεσθα.
128μέσφα τὰ τᾶς πόλιος πρυτανήια τὰς ἀτελέστως,
129τὰς δὲ τελεσφορέας τελεσφορίας MSS.; corr. T. Bentley. ποτὶ τὰν θεὸν ἄχρις ὁμαρτεῖν,
130αἵτινες ἑξήκοντα κατώτεραι· αἱ δὲ αἵ τε MSS.; corr. Ernesti. βαρεῖαι
131χἄτις Ἐλειθυίᾳ τείνει χέρα χἄτις ἐν ἄλγει.
132ὣς ἅλις, ὡς αὐτᾶν ἱκανὸν γόνυ· ταῖσι δὲ Δηὼ
133δωσεῖ πάντʼ ἐπίμεστα καὶ ὡς ποτὶ ναὸν ἵκωνται.
134χαῖρε θεὰ καὶ τάνδε σάω πόλιν ἔν θʼ ὁμονοίᾳ
135ἔν τʼ εὐηπελίᾳ, φέρε δʼ ἀγρόθι νόστιμα πάντα·
136φέρβε βόας, φέρε μᾶλα, φέρε στάχυν, οἶσε θερισμόν,
137φέρβε καὶ εἰράναν, ἵνʼ ὃς ἄροσε τῆνος ἀμάσῃ. ἀμάσῃ Stephanus; ἀμάσ(σ)ει MSS., which may be right, cf. fr. Incert. 16.
138ἵλαθί μοι τρίλλιστε μέγα κρείοισα θεάων.