εἰς Δήμητρα
Author namesCallimaque · Callimachus · Καλλιμαχος
- Scientific editors
- Ulrich von Wilamowitz-Moellendorff
- Edition reference
- Callimachi Hymni et Epigrammata · Berlin · Weidmann · 1897
- CTS identifier
urn:cts:greekLit:tlg0533.tlg020.local002- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
εἰς Δήμητρα
1τῶ καλάθω κατιόντος ἐπιφθέγξασθε γυναῖκες
2Δάματερ μέγα χαῖρε πολύτροφε πουλυμέδιμνε.
3τὸν κάλαθον κατιόντα χαμαὶ θασεῖσθε βέβαλοι,
4μηδʼ ἀπὸ τῶ τέγεος μηδʼ ὑψόθεν αὐγάσσησθε
5μὴ παῖς μηδὲ γυνὰ μηδʼ ἃ κατεχεύατο χαίταν,
6μηδʼ ὅκʼ ἀφʼ αὑαλέων στομάτων πτύωμες ἄπαστοι.
7ἕσπερος ἐκ νεφέων ἐσκέψατο (πανίκα νεῖται;),
8ἕσπερος, ὅστε πιεῖν Δαμάτερα μῶνος ἔπεισεν,
9ἁρπαγίμας ὅκʼ ἄπυστα μετέστιχεν ἴχνια κώρας.
10πότνια πῶς σε δύναντο πόδες φέρεν ἔστʼ ἐπὶ δυθμάς,
11ἔστʼ ἐπὶ τὼς μέλανας καὶ ὅπα τὰ χρύσεα μᾶλα;
12οὐ πίες οὐδʼ ἄρʼ ἔδες τῆνον χρόνον οὐδὲ λοέσσα.
13τρὶς μὲν δὴ διέβας Ἀχελώιον ἀργυροδίναν,
14τοσσάκι δʼ ἀενάων ποταμῶν ἐπέρασας ἕκαστον,
15τρὶς δʼ ἐπὶ Καλλιχόρωι χαμάδις ἐκαθίσσαο φρητί
16αὐσταλέα ἄποτός τε καὶ οὐ φάγες οὐδὲ λοέσσα.
17μὴ μὴ ταῦτα λέγωμες ἃ δάκρυον ἄγαγε Δηοῖ·
18κάλλιον, ὡς πολίεσσιν ἑαδότα τέθμια δῶκε·
19κάλλιον, ὡς καλάμαν τε καὶ ἱερὰ δράγματα πράτα
20ἀσταχύων ἀπέκοψε καὶ ἐν βόας ἧκε πατῆσαι,
21ἁνίκα Τριπτόλεμος ἀγαθὰν ἐδιδάσκετο τέχναν·
22κάλλιον, ὡς (ἵνα καί τις ὑπερβασίας ἀλέηται)
23π
24οὔπω τὰν Κνιδίαν, ἔτι Δώτιον ἱρὸν ἔναιον,
25τεῖ δʼ αὐτᾶι καλὸν ἄλσος ἐποιήσαντο Πελασγοί
26δένδρεσιν ἀμφιλαφές· διά κεν μόλις ἦνθεν ὀιστός·
27ἐν πίτυς, ἐν μεγάλαι πτελέαι ἔσαν, ἐν δὲ καὶ ὄχναι,
28ἐν δὲ καλὰ γλυκύμαλα· τὸ δʼ ὥστʼ ἀλέκτρινον ὕδωρ
29ἐξ ἀμαρᾶν ἀνέθυε. θεὰ δʼ ἐπεμαίνετο χώρωι
30ὅσσον Ἐλευσῖνι, Τριόπαι θʼ ὅσον ὁκκόσον Ἔνναι.
31ἀλλʼ ὅκα Τριοπίδαισιν ὁ δεξιὸς ἄχθετο δαίμων,
32τουτάκις ἁ χείρων Ἐρυσίχθονος ἅψατο βωλά·
33σεύατʼ ἔχων θεράποντας ἐείκοσι, πάντας ἐν ἀκμᾶι,
34πάντας δʼ ἀνδρογίγαντας ὅλαν πόλιν ἀρκίος ἆραι,
35ἀμφότερον πελέκεσσι καὶ ἀξίναισιν ὁπλίσσας
36ἐς δὲ τὸ τᾶς Δάματρος ἀναιδέες ἔδραμον ἄλσος.
37ἦς δέ τις αἴγειρος, μέγα δένδρεον αἰθέρι κῦρον,
38τῶι ἔπι ταὶ νύμφαι ποτὶ τὤνδιον ἑψιόωντο,
39ἃ πράτα πλαγεῖσα κακὸν μέλος ἴαχεν ἄλλαις.
40ἄισθετο Δαμάτηρ ὅτι οἱ ξύλον ἱερὸν ἄλγει,
41εἶπε δὲ χωσαμένα τίς μοι καλὰ δένδρεα κόπτει;
42αὐτίκα Νικίππαι, τὰν οἱ πόλις ἀράτειραν
43δαμοσίαν ἔστασαν, ἐείσατο, γέντο δὲ χειρί
44στέμματα καὶ μάκωνα, κατωμαδίαν δʼ ἔχε κλαῖδα.
45φᾶ δὲ παραψύχοισα κακὸν καὶ ἀναιδέα φῶτα
46τέκνον, ὅτις τὰ θεοῖσιν ἀνειμένα δένδρεα κόπτεις,
47τέκνον ἐλίνυσον, τέκνον πολύθεστε τοκεῦσι,
48παύεο καὶ θεράποντας ἀπότρεπε, μή τι χαλεφθῆι
49πότνια Δαμάτηρ, τᾶς ἱερὸν ἐκκεραΐζεις.
50τὰν δʼ ἄρʼ ὑποβλέψας χαλεπώτερον ἠὲ κυναγὸν
51ὤρεσιν ἐν Τμαρίοισιν ὑποβλέπει ἄνδρα λέαινα
52ὠμοτόκος, τᾶς φαντὶ πέλειν βλοσυρώτατον ὄμμα,
53χάζευ ἔφα μή τοι πέλεκυν μέγαν ἐν χροῒ παξῶ.
54ταῦτα δʼ ἐμὸν θησεῖ στεγανὸν δόμον, ὧι ἔνι δαῖτας
55αἰὲν ἐμοῖς ἑτάροισιν ἄδην θυμαρέας ἀξῶ.
56εἷπεν ὁ παῖς, Νέμεσις δὲ κακὰν ἐγράψατο φωνάν.
57Δαμάτηρ δʼ ἄφατόν τι κοτέσσατο, εἴσατο δʼ ἁ θεύς·
58ἴθματα μὲν χέρσω, κεφαλὰ δέ οἱ ἅψατʼ Ὀλύμπω.
59οἳ μὲν ἄρʼ ἡμιθνῆτες, ἐπεὶ τὰν πότνιαν εἶδον,
60ἐξαπίνας ἀπόρουσαν ἐνὶ δρυσὶ χαλκὸν ἀφέντες.
61ἃ δʼ ἄλλως μὲν ἔασεν, ἀναγκαίαι γὰρ ἕποντο
62δεσποτικὰν ὑπὸ χεῖρα, βαρὺν δʼ ἀπαμείψατʼ ἄνακτα
63ναὶ ναί, τεύχεο δῶμα κύον κύον ὧι ἔνι δαῖτας
64ποιησεῖς· θαμιναὶ γὰρ ἐς ὕστερον εἰλαπίναι τοι.
65ἃ μὲν τόσσʼ εἰποῖσʼ Ἐρυσίχθονι τεῦχε πονηρά.
66αὐτίκα οἱ χαλεπόν τε καὶ ἄγριον ἔμβαλε λιμόν
67αἴθωνα κρατερόν, μεγάλαι δʼ ἐστρεύγετο νούσωι.
68σχέτλιος, ὅσσα πάσαιτο τόσων ἔχεν ἵμερος αὖτις.
69εἴκατι δαῖτα πένοντο, δυώδεκα δʼ οἶνον ἄφυσσον·
70τόσσα Διώνυσον γὰρ ἃ καὶ Δάματρα χαλέπτει·
71† καὶ γὰρ τᾶι Δάματρι συνωργίσθη Διόνυσος.
72οὔτε νιν εἰς ἐράνως οὔτε ξυνδείπνια πέμπον
73αἰδόμενοι γονέες, προχανὰ δʼ εὑρίσκετο πᾶσα.
74ἦνθον Ἰτωνιάδος νιν Ἀθαναίας ἐπʼ ἄεθλα
75Ὀρμενίδαι καλέοντες· ἀπʼ ὦν ἀρνήσατο μάτηρ
76οὐκ ἔνδοι, χθιζὸς γὰρ ἐπὶ Κραννῶνα βέβακε
77τέλθος ἀπαιτησῶν ἑκατὸν βόας. ἦνθε Πολυξώ,
78μάτηρ Ἀκτορίωνος, ἐπεὶ γάμον ἄρτυε παιδί,
79ἀμφότερον Τριόπαν τε καὶ υἱέα κικλήσκοισα.
80τὰν δὲ γυνὰ βαρύθυμος ἀμείβετο δάκρυ χέοισα
81νεῖταί τοι Τριόπας, Ἐρυσίχθονα δʼ ἤλασε κάπρος
82Πίνδον ἀνʼ εὐάγκειαν, δ δʼ ἐννέα φάεα κεῖται.
83δειλαία φιλότεκνε, τί δʼ οὐκ ἐψεύσαο, μᾶτερ;
84δαίνυεν εἰλαπίναν τις· ἐν ἀλλοτρίοις Ἐρυσίχθων.
85ἄγετό τις νύμφαν· Ἐρυσίχθονα δίσκος ἔτυψεν,
86ἢ ἔπεσʼ ἐξ ἵππων, ἢ ἐν Ὄθρυϊ ποίμνιʼ ἀμιθρεῖ.
87ἐνδόμυχος δἤπειτα πανάμερος εἰλαπιναστάς
88ἤσθιε μυρία πάντα· κακὰ δʼ ἐξάλλετο γαστήρ
89αἰεὶ μᾶλλον ἔδοντι, τὰ δʼ ἐς βυθὸν οἷα θαλάσσας
90ἀλεμάτως ἀχάριστα κατέρρεεν εἴδατα πάντα.
91ὡς δὲ Μίμαντι χιών, ὡς ἀελίωι ἔνι πλαγγών,
92καὶ τούτων † ἔτι μεῖζον ἐτάκετο μέσφʼ ἐπὶ νευράς·
93δειλαίωι ἶνές τε καὶ ὀστέα μῶνον ἔλειφθεν.
94κλαῖε μὲν ἁ μάτηρ, βαρὺ δʼ ἔστενον αἱ δύʼ ἀδελφαί
95χὡ μαστὸς τὸν ἔπωνε καὶ αἱ δέκα πολλάκι δῶλαι.
96καὶ δʼ αὐτὸς Τριόπας πολιαῖς ἐπὶ χεῖρας ἔβαλλε,
97τοῖα τὸν οὐκ ἀίοντα Ποσειδάωνα καλιστρέων·
98ψευδοπάτωρ ἰδὲ τόνδε τεοῦ τρίτον, εἴπερ ἐγὼ μέν
99σεῦ τε καὶ Αἰολίδος Κανάκας γένος, αὐτὰρ ἐμεῖο
100τοῦτο τὸ δείλαιον γένετο βρέφος· αἴθε γὰρ αὐτόν
101βλητὸν ὑπʼ Ἀπόλλωνος ἐμαὶ χέρες ἐκτερέιξαν·
102νῦν δὲ κακὰ βούβρωστις ἐν ὀφθαλμοῖσι κάθηται.
103ἤ οἱ ἀπόστασον χαλεπὰν νόσον ἠέ νιν αὐτός
104βόσκε λαβών· ἁμαὶ γὰρ ἀπειρήκαντι τράπεζαι.
105χῆραι μὲν μάνδραι, κενεαὶ δέ μοι αὔλιες ἤδη
106τετραπόδων, ἤδη γὰρ ἀπαρνήσαντο μάγειροι.
107ἀλλὰ καὶ οὐρῆας μεγαλᾶν ὑπέλυσαν ἁμαξᾶν,
108καὶ τὰν βῶν ἔφαγεν, τὰν Ἑστίαι ἔτρεφε μάτηρ,
109καὶ τὸν ἀεθλοφόρον καὶ τὸν πολεμήιον ἵππον,
110καὶ τὰν αἴλουρον, τὰν ἔτρεμε θηρία μικκά.
111μέσφʼ ὅκα μὲν Τριόπαο δόμοις ἔνι χρήματα κεῖτο,
112μῶνοι ἄρʼ οἰκεῖοι θάλαμοι κακὸν ἠπίσταντο.
113ἀλλʼ ὅκα τὸν βαθὺν οἶκον ἀνεξήραναν ὀδόντες,
114καὶ τόχʼ ὁ τῶ βασιλῆος ἐνὶ τριόδοισι καθῆστο
115αἰτίζων ἀκόλως τε καὶ ἔκβολα λύματα δαιτός.
116Δάματερ, μὴ τῆνος ἐμὶν φίλος, ὅς τοι ἀπεχθής,
117εἴη μηδʼ ὁμότοιχος· ἐμοὶ κακογείτονες ἐχθροί.
118ἄισατε παρθενικαί, καὶ ἐπιφθέγξασθε τεκοῖσαι
119Δάματερ μέγα χαῖρε πολύτροφε πουλυμέδιμνε.
120χὠς αἱ τὸν κάλαθον λευκότριχες ἵπποι ἄγοντι
121τέσσαρες, ὣς ἁμὶν μεγάλα θεὸς εὐρυάνασσα
122λευκὸν ἔαρ, λευκὸν δὲ θέρος καὶ χεῖμα φέροισα
123ἡξεῖ καὶ φθινόπωρον, ἔτος δʼ εἰς ἄλλο φυλαξεῖ.
124ὡς δʼ ἀπεδίλωτοι καὶ ἀνάμπυκες ἄστυ πατεῦμες,
125ὣς πόδας, ὣς κεφαλὰς παναπηρέας ἕξομες αἰεί.
126ὡς δʼ αἱ λικνοφόροι χρυσῶ πλέα λίκνα φέροντι,
127ὣς ἁμὲς τὸν χρυσὸν ἀφειδέα πασαίμεσθα.
128μέσφα τὰ τᾶς πόλιος πρυτανήια τὰς ἀτελέστως,
129τὰς δὲ τελεσφορέας ποτὶ τὰν θεὸν ἄχρις ὁμαρτεῖν,
130αἵτινες ἑξήκοντα κατώτεραι· αἱ δὲ βαρεῖαι
131χἄτις Ἐλειθυίαι τείνει χέρα χἄτις ἐν ἄλγει,
132ὣς ἅλις, ὡς αὐτᾶν ἱκανὸν γόνυ· ταῖσι δὲ Δηώ
133δωσεῖ πάντʼ ἐπίμεστα καὶ ὡς ποτὶ ναὸν ἵκωνται.
134χαῖρε θεὰ καὶ τάνδε σάω πόλιν ἔν θʼ ὁμονοίαι
135ἔν τʼ εὐηπελίαι, φέρε δʼ ἀγρόθι νόστιμα πάντα·
136φέρβε βόας, φέρε μᾶλα, φέρε στάχυν, οἶσε θερισμόν,
137φέρβε καὶ εἰράναν, ἵνʼ ὃς ἄροσε τῆνος ἀμάσηι.
138ἵλαθί μοι τρίλλιστε μέγα κρείοισα θεάων.