The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, FGrH #70: 2A:43–109.
CTS identifier
urn:cts:greekLit:tlg0536.tlg003.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

2a,70,F

1

τήσας ἐν τῆι πατρίδι Κύμηι κατέλιπε θυγατέρα Κριθηίδα τοὔνομα, προστη-

σάμενος αὐτῆς τὸν ἀδελφὸν Μαίονα, ὃς διακορεύσας τὴν προειρημένην καὶ

τὴν ἀπὸ τῶν πολιτῶν ἐπὶ τῶι γεγονότι δείσας κατάγνωσιν, ἔδωκεν αὐτὴν

πρὸς γάμον Φημίωι Σμυρναίωι διδασκάλωι γραμμάτων. φοιτῶσα δὲ αὐτὴ

ἐπὶ τοὺς πλύνους, οἳ ἦσαν παρὰ τῶι Μέλητι, ἀπεκύησε τὸν Ὅμηρον ἐπὶ

τῶι ποταμῶι, καὶ διὰ τοῦτο Μελησιγένης ἐκλήθη. μετωνομάσθη δὲ Ὅμηρος,

ἐπειδὴ τὰς ὄψεις ἐπηρώθη· οὕτω γὰρ ἐκάλουν οἵ τε Κυμαῖοι καὶ οἱ Ἴωνες

τοὺς τὰς ὄψεις πεπηρωμένους παρὰ τὸ δεῖσθαι τῶν ὁμηρευόντων, ὅ ἐστι

τῶν ἡγουμένων. καὶ ταῦτα μὲν Ἔφορος.

2

ATHEN. VIII 46 p. 352 C: ζηλωτὴς δὲ 〈διὰ〉 τῶν

εὐτραπέλων λόγων τούτων ἐγένετο ὁ Στρατόνικος Σιμωνίδου τοῦ ποιητοῦ,

ὥς φησιν Ἔφορος ἐν δευτέρωι Περὶ Εὑρημάτων, φάσκων καὶ Φιλόξενον

τὸν Κυθήριον περὶ τὰ ὅμοια ἐσπουδακέναι.

3

ATHEN. IV 80 p. 182 C: οἶδα δὲ καὶ ἄλλα γένη αὐλῶν

τραγικῶν τε καὶ λυσιωιδικῶν καὶ κιθαριστηρίων, ὧν μνημονεύουσιν Ἔφορός

τ' ἐν τοῖς Εὑρήμασι καὶ Εὐφράνωρ ὁ Πυθαγορικὸς ἐν τῶι Περὶ αὐλῶν (IV),

ἔτι δὲ καὶ Ἄλεξις [ὧν] καὶ αὐτὸς ἐν τῶι Περὶ αὐλῶν.

4

ATHEN. XIV 40 p. 637 B: φοίνικα δὲ τὸ ὄργανον Ἔφορος

καὶ Σκάμων ἐν τοῖς Περὶ Εὑρημάτων (III) ὑπὸ Φοινίκων εὑρεθὲν ταύτης

τυχεῖν τῆς προσηγορίας. Σῆμος δὲ ὁ Δήλιος ἐν πρώτωι Δηλιάδος (III)

διὰ τὸ ἐκ τοῦ ἐν Δήλωι φοίνικος τοὺς ἀγκῶνας αὐτοῦ ἐξεργάσασθαι **

5

SCHOL. HOM. Il. Α 31 (CRAM. AP III 119, 27. ET. M. 367, 47):

ἱστὸν ἐποιχομένην] .. αἱ πάλαι γυναῖκες ἑστῶσαι ὕφαινον καὶ ἐπιπορευό-

μεναι τὸν ἱστὸν 〈διὰ τὴν τῶν ὑφαινομένων, ὡς εἰκός, πλατύτητα〉. πρώτην

δὲ γυναῖκα Αἰγυπτίαν, Ὕρ τὸ ὄνομα, καθεζομένην ὑφάναι φασί, ἀφ' ἧς

καὶ Αἰγύπτιοι τῆς Ἀθηνᾶς ἄγαλμα 〈καθημένης〉 ἱδρύσαντο, ὥς φησιν

Ἔφορος ἐν τοῖς Εὑρήμασι.

6

THEON Progymn. 2 p. 71, 19 Sp: συγγνώμης δ' ἄξιον,

ὅταν εἰς ἐκεῖνά τις ἐμπέσηι ποτὲ τὰ μέτρα, ἅπερ ἔχει ὁμοιότητα πρὸς τὸ

πεζόν, οἷόν ἐστι τὸ ἰαμβικόν. διὸ καὶ πάντες οἱ συγγραφεῖς ἄκοντες

ἐμπίπτουσιν εἰς τὸ γένος τοῦτο. ὁ γοῦν Ἔφορος ἐν τῶι Περὶ λέξεως δι'

αὐτοῦ τοῦ ἀπαγορεύοντος λόγου, μὴ τῆι ἐνρύθμωι χρῆσθαι διαλέκτωι,

εὐθὺς ἐν ἀρχῆι στίχον εἴρηκεν εἰπών <«πάλιν δὲ περὶ τῆς ἐνρύθμου

διέξειμι.»>

7

PHOT. bibl. 176 p. 121 a 30: (T 3 a) διὸ καὶ τὰ προοίμια

αὐτοῖς (sc. Θεοπόμπωι καὶ Ἐφόρωι) τῶν Ἱστοριῶν τῆι τε διανοίαι καὶ

τοῖς ἄλλοις ἐστὶν ὁμοιότατα, ὡς ἂν ἀπὸ τῆς αὐτῆς ἀφετηρίας ἐκδραμόντων

ἑκατέρου πρὸς τὸ στάδιον τῆς ἱστορίας.

8

POLYB. IV 20, 5 (ATHEN. XIV 22 p. 626 A): οὐ γὰρ ἡγητέον

μουσικήν, ὡς Ἔφορός φησιν ἐν τῶι προοιμίωι τῆς ὅλης πραγματείας,

οὐδαμῶς ἁρμόζοντα λόγον αὑτῶι ῥίψας, ἐπ' ἀπάτηι καὶ γοητείαι παρεισ-

ῆχθαι τοῖς ἀνθρώποις.

9

HARPOKR. s. ἀρχαίως (DERS. s. καινῶς)· Ἰσοκράτης Πανηγυ-

ρικῶι (§ 8) ‘τά τε παλαιὰ καινῶς διελθεῖν καὶ περὶ τῶν νεωστὶ γενομένων

ἀρχαίως εἰπεῖν’. ἔνιοι μέν φασι σημαίνειν ἀρχαιοτρόπως, τουτέστιν ἀρχαιο-

τέροις ὀνόμασι χρῆσθαι. Ἔφορος δ' ἐν τῆι α̅ τῶν Ἱστοριῶν τρόπον τινὰ

ἐξηγήσατο, 〈ἐν ὧι〉 φησὶ περὶ τῶν ἀρχαίων πραγμάτων τοὺς νεωτέρους

διεξέρχεσθαι· <«περὶ μὲν γὰρ τῶν καθ' ἡμᾶς γεγενημένων»>

φησί <«τοὺς ἀκριβέστατα λέγοντας πιστοτάτους ἡγού-

μεθα, περὶ δὲ τῶν παλαιῶν τοὺς οὕτω διεξιόντας ἀπι-

θανωτάτους εἶναι νομίζομεν, ὑπολαμβάνοντες οὔτε τὰς

πράξεις ἁπάσας οὔτε τῶν λόγων τοὺς πλείστους εἰκὸς

εἶναι μνημονεύεσθαι διὰ τοσούτων.»>

10

HARPOKR. s. Κεβρῆνα ... πόλις ἐστὶ τῆς Τρωάδος Κεβρήν,

Κυμαίων ἀποικία, ὥς φησιν Ἔφορος ἐν α̅.

11

ATHEN. III 66 p. 105 D: περὶ δὲ τῶν καρίδων, ὅτι καὶ

πόλις ἦν Καρίδες περὶ Χίον τὴν νῆσον Ἔφορος ἐν τῆι α̅ ἱστορεῖ, κτίσαι

φάσκων αὐτὴν τοὺς διασωθέντας ἐκ τοῦ ἐπὶ Δευκαλίωνος γενομένου κατα-

κλυσμοῦ μετὰ Μάκαρος, καὶ μέχρι νῦν τὸν τόπον καλεῖσθαι Καρίδας.

12

SCHOL. T PLATON Lach. 187 B (Euthyd. 285C): ἐν τῶι Καρὶ ὑμῖν ὁ

κίνδυνος] ἐπὶ τῶν ἐπισφαλέστερον καὶ ἐν ἀλλοτρίοις κινδυνευόντων. Κᾶρες

γὰρ δοκοῦσι πρῶτοι μισθοφορῆσαι, ὅθεν καὶ εἰς πόλεμον αὐτοὺς προέ-

ταττον ... καὶ τὸ παρ' Ὁμήρωι (Il. Ι 378) δὲ ‘ἐν Καρὸς αἴσηι’ ἐν τῶι

τυχόντι τινες ἀκούουσι. μέμνηται δ' αὐτῆς Ἀρχίλοχος λέγων (F 40 Di) ‘καὶ

δὴ 'πίκουρος ὥστε Κὰρ κεκλήσομαι’· καὶ Ἔφορος ἐν α̅ Ἱστοριῶν· καὶ

Φιλήμων ἐν Γάμωι (II 483, 18 K) ‘ἐν Καρὶ τὸν κίνδυνον· οἶδα, δέσποτα’ κτλ.

13

THEON Progymn. 2 p. 67, 8 Sp: διηγημάτων μὲν μυθικῶν

... παρὰ Ἐφόρωι ἐν τῆι πρώτηι τὸ περὶ τῶν πεντήκοντα Θεσπίου

θυγατέρων, αἷς ἁπάσαις παρθένοις οὔσαις φασὶν ἅμα μιγῆναι τὸν Ἡρα-

κλέα ...

14a

SCHOL. APOLL. RHOD. I 1168: Ἔφορος δὲ ἐν πρώτωι

παραδέδωκεν αὐτὸν (sc. Ἡρακλέα) δι' Ὀμφάλην καταλελεῖφθαι.

14b

ebd.

I 1289: Ἔφορος δὲ ἐν τῆι ε̅ φησὶν αὐτὸν ἑκουσίως ἀπολελεῖφθαι πρὸς

Ὀμφάλην τὴν Λυδῶν βασιλεύουσαν.

15

STEPH. BYZ. s. Δυμᾶνες· φυλὴ Δωριέων. ἦσαν δὲ τρεῖς,

Ὑλλεῖς καὶ Πάμφυλοι καὶ Δυμᾶνες, ἐξ Ἡρακλέους (καὶ προσετέθη ἡ Ὑρνη-

θία), ὡς Ἔφορος α̅· <«Αἰγίμιος γάρ, ὢν τῶν περὶ τὴν Οἴτην

Δωριέων βασιλεύς, ἔσχε δύο παῖδας Πάμφυλον καὶ

Δυμᾶνα, καὶ τὸν τοῦ Ἡρακλέους Ὕλλον ἐποιήσατο τρί-

τον, χάριν ἀποδιδοὺς ἀνθ' ὧν Ἡρακλῆς ἐκπεπτωκότα

κατήγαγεν.»>

16

SCHOL. PINDAR. P. V 101 b Αἰγεῖδαι ἐμοὶ πατέρες]

διτταὶ γίνονται αἱ τῶν Θήβηθεν Αἰγειδῶν εἰς Σπάρτην ἀφίξεις, προτέρα

μὲν ἡ σὺν τοῖς Δωριεῦσι καὶ Ἀριστοδήμωι, ἧς μέμνηται Ἔφορος ἐν τῆι

πρώτηι λέγων· «Ὕλλον καὶ τοὺς ἄλλους τοὺς ἀποτυχόντας τῆς ἐπὶ τὴν

Σπάρτην στρατείας ἐπερωτᾶν τὸν θεὸν τίνας τῶν Ἑλλήνων ποιήσονται

πρὸς τὴν κάθοδον συμμάχους· τὸν δὲ ἀνελεῖν, τοὺς ὑπὸ Ἡρακλέους εὐερ-

γηθέντας, πρώτους δὲ τούτων κελεῦσαι Αἰγείδας παρακαλεῖν. ὑπολαμβά-

νοντας δὲ ταῦτα εὐλόγως προστεταχέναι τὸν θεὸν ἐλθεῖν εἰς τὰς Ἀθήνας

πρῶτον, εἰδότας Θησέα τὸν Αἰγέως μέγιστα πάντων ὑφ' Ἡρακλέους εὐεργε-

τημένον. [εὖ δὲ ἔχειν τὴν μαντείαν νομίζοντας ** καὶ πρώτους τοὺς Θη-

σέως τοῦ Αἰγέως ἀπογόνους ἐκάλουν, τοῦ τῆς καθόδου μὴ διαμαρτεῖν]. **

ἔπειτά φασι τὸν Ἀριστόδημον διὰ τῆς Βοιωτίας πορευόμενον καταλαβεῖν

θύοντάς τινας τῶν Θηβαίων παρὰ τὴν ὁδόν, καὶ τοῦ κήρυκος ἀκούσαντα

τοῖς Αἰγείδαις εὐχομένου τὰ ἀγαθά, λαβεῖν περὶ τῆς μαντείας ἔννοιαν·

καὶ νομίσαντα δεῖν, ἐπειδὴ τοὺς Ἀθήνηθεν Αἰγείδας πρώτους παρακαλοῦν-

τες διημάρτανον, τοὺς ἐκ τῶν Θηβῶν συμμάχους μετελθεῖν † πρότερον. κατὰ

τύχην δὲ ταύτηι τῆι στρατείαι τῶν Ἡρακλειδῶν τὴν Πελοπόννησον κατασχόν-

των ἡγοῦντο τὸ μαντεῖον εἰρῆσθαι περὶ τῶν ἐν Θήβαις Αἰγειδῶν.» ἑτέρα δὲ

ἡ σὺν Τιμομάχωι, ἐν ὧι πρὸς Ἀμυκλαεῖς Λακεδαιμονίοις καθειστήκει πόλεμος.

17

THEON Progymn. 2 p. 67, 11: (F 13) καὶ περὶ τοῦ Ἀριστο-

δήμου ὡς ἐτελεύτησε κεραυνόβλητος γενόμενος.

18a

——2 p. 67, 12: τῶν δὲ πραγματικῶν διηγήσεων

ἔστι μέν τινα καὶ παρὰ Ἡροδότου λαβεῖν, ὡς τὰ ἐκ τῆς τετάρτης (42) περὶ

τοῦ διαιρεῖσθαι τὴν ὅλην γῆν εἰς τρία μέρη ... καὶ παρὰ Θουκυδίδου ἐκ

τῆς πρώτης (20) τὰ περὶ τῆς ἀναιρέσεως Ἱππάρχου ... πλείω δὲ ἔχομεν

καὶ παρ' ἄλλων ἱστορικῶν λαβεῖν· παρὰ μὲν Ἐφόρου ἐκ τῆς πρώτης τὰ

περὶ τὴν διαίρεσιν τῆς Πελοποννήσου κατὰ τὴν τῶν Ἡρακλειδῶν κάθοδον.

18b

STRABON VIII 8, 5: οὐκ ἄτοπον δ' ἴσως καὶ τοὺς οἰκιστὰς προσθεῖναι

τῶν τὴν Πελοπόννησον οἰκούντων, οὓς εἶπεν Ἔφορος, τοὺς μετὰ τὴν Ἡρα-

κλειδῶν κάθοδον· Κορίνθου μὲν Ἀλήτην (F 19), Σικυῶνος δὲ Φάλκην,

Ἀχαίας δὲ Τισαμενόν, Ἤλιδος δ' Ὀξύλον, Μεσσήνης δὲ Κρεσφόντην, Λακε-

δαίμονος δ' Εὐρυσθένη καὶ Προκλῆ, Ἄργους δὲ Τήμενον κ〈αὶ Κίσσον, τῶν

δὲ〉 περὶ τὴν Ἀκτὴν Ἀγ〈ρ〉αῖον καὶ Δηιφόντην.

18c

[SKYMN.] orb. descr. 516:

τὰ μὲν οὖν βόρεια τῆς Πελοποννήσου μέρη | Σικυώνιοι κατέχουσιν οἵ τε πρίν ποτε |

Κόρινθον οἰκήσαντες ἐπιφανῆ πόλιν | ἄλλοι τ' Ἀχαιοί· τοὺς πρὸς ἑσπέραν δ' ὅρους | καὶ

ζέφυρον Ἠλεῖοι τε καὶ Μεσσήνιοι· | τὸ πρὸς μεσημβρίαν δὲ καὶ νότον κλίμα | Λάκωνες

Ἀργεῖοί τε· πρὸς ἀνιόντα δὲ | ἥλιον ὅσαι κατέχουσι τὴν Ἀκτὴν πόλεις· | ἐν τῆι μεσο-

γείωι δ' ἐστὶν ἡ Φλιασία | τό τ' Ἀρκάδων μέγιστον ἐπὶ τούτοις ἔθνος. | τοὺς Ἀρκάδας

μὲν οὖν λέγους' αὐτόχθονας, | ὕστερον Ἀλήτην δ' οἰκίσαι Κορινθίους, | Φάλκην δὲ

τὸν Σικυῶνα, τὴν δ' Ἀχαίαν | Τισαμενόν, Ἤλιδος δ' ὑπάρχειν Ὀξύλον | ἡγεμόνα,

Κρεσφόντην δὲ τῆς Μεσσηνίας, | Εὐρυσθένην δὲ καὶ Προκλῆ Λακεδαίμονος, | Ἄργους

δὲ Κίσσον καὶ μετ' αὐτοῦ Τήμενον, | τῶν δὲ περὶ τὴν Ἀκτὴν Ἀγραῖον, ὡς λόγος, |

καὶ Δηιφόντην, 〈γαμβρὸν〉 ὄντα Τημένου.

19

SCHOL. T PLATON. EUTHYD. 292 E: Διὸς Κόρινθος ἐπὶ τῶν ἄγαν μὲν

ὑπερσεμνυνομένων, κακῶς δὲ καὶ πονηρῶς ἀπαλλαττόντων. τῶν γὰρ Κορινθίων βαρέα

τοῖς Μεγαρεῦσιν ἀποίκοις οὖσιν ἐπιταττόντων τὸ μὲν πρῶτον ὑπήκουον· ὡς δὲ ὕβρεως

οὐδὲν ἀπελίμπανον οἱ Κορίνθιοι, 〈τὰ δὲ τῶν Μεγαρέων ἔρρωτο〉, ἐλπίσαντες οἱ

Μεγαρεῖς οὐδὲν ἂν παθεῖν ἀποστάντες παραχρῆμα τῶν Κορινθίων ἀφίστανται. πέμ-

πουσιν οὖν πρέσβεις οἱ Κορίνθιοι κατηγορήσοντας τῶν Μεγαρέων, οἳ παρελθόντες

εἰς τὴν ἐκκλησίαν ἄλλα τε πολλὰ διεξήιεσαν καὶ τέλος ὅτι δικαίως ἂν στενάξειεν ἐπὶ

τοῖς γιγνομένοις ὁ Διὸς Κόρινθος, εἰ μὴ λήψονται δίκην παρ' αὐτῶν. ἐφ' οἷς

παροξυνθέντες οἱ Μεγαρεῖς τούς τε πρέσβεις παραχρῆμα λίθοις ἔβαλον, καὶ μετὰ

μικρὸν ἐπιβοηθησάντων τινῶν τοῖς Κορινθίοις καὶ μάχης γενομένης νικήσαντες,

φυγῆι τῶν Κορινθίων ἀποχωρούντων, ἐφεπόμενοι καὶ κτείνοντες ἅμα παίειν ἀλλήλοις

τὸν Διὸς Κόρινθον ἐκέλευον. μέμνηται δὲ ταύτης Ἀριστοφάνης ἐν τοῖς Βατράχοις

(439) ... καὶ ἐν Ταγηνισταῖς (I 523, 509 K), καὶ Ἔφορος ἐν πρώτωι Ἱστοριῶν, καὶ

Πλάτων Εὐθυδήμωι. ἄλλοι δὲ ἐπὶ τῶν ἐπ' οὐδενὶ τέλει ἀπειλούντων φασὶν εἰρῆσθαι τὴν παροιμίαν.

(Aus Zenob. p. 356 Miller)· Μεγαρεῦσι

γὰρ ὡρμημένοις ἀφίστασθαι ἐπιλέγειν τὸν Κορίνθιον ‘οὐκ ἀνέξεται ταῦτα ὁ Διὸς

Κορίνθος’. μέμνηται ταύτης καὶ Πίνδαρος (N VII 106).

20a

MACROB. s. V 18, 6—8: ... Ephorus notissimus scriptor

historiarum libro secundo ostendit his verbis: <«τοῖς μὲν οὖν ἄλλοις

ποταμοῖς [τοὺς μὲν οὖν ἄλλους ποταμοὺς] οἱ πλησιόχωροι

μόνοι θύουσιν, τὸν δὲ Ἀχελῶιον μόνον πάντας ἀνθρώ-

πους συμβέβηκεν τιμᾶν, οὐ τοῖς κοινοῖς ὀνόμασιν ἀντὶ

τῶν ἰδίων 〈ὀνομάζοντες τοὺς ἄλλους ποταμούς, ἀλλὰ〉

τοῦ Ἀχελώιου τὴν ἰδίαν ἐπωνυμίαν ἐπὶ τὸ κοινὸν μετα-

φέροντας. τὸ μὲν γὰρ ὕδωρ ὅλως, ὅπερ ἐστὶν κοινὸν

ὄνομα, ἀπὸ τῆς ἰδίας ἐκείνου προσηγορίας Ἀχελῶιον

καλοῦμεν, τῶν δὲ ἄλλων ὀνομάτων τὰ κοινὰ πολλάκις

ἀντὶ τῶν ἰδίων ὀνομάζομεν τοὺς μὲν Ἀθηναίους Ἴωνας,

τοὺς δὲ Λακεδαιμονίους Πελοποννησίους ἀποκα-

λοῦντες. τούτου δὲ τοῦ ἀπορήματος οὐδὲν ἔχομεν αἰτιώ-

τατον εἰπεῖν ἢ τοὺς ἐκ Δωδώνης χρησμούς· σχεδὸν

γὰρ ἐν ἅπασιν αὐτοῖς προστάττειν ὁ θεὸς εἴωθεν Ἀχε-

λώιωι θύειν, ὥστε πολλοὶ νομίζοντες οὐ τὸν ποταμὸν

τὸν διὰ τῆς Ἀκαρνανίας ῥέοντα, ἀλλὰ τὸ σύνολον ὕδωρ

Ἀχελῶιον ὑπὸ τοῦ χρησμοῦ καλεῖσθαι, μιμοῦνται τὰς

τοῦ θεοῦ προσηγορίας. σημεῖον δὲ ὅτι πρὸς τὸ θεῖον

ἀναφέροντες οὕτω λέγειν εἰώθαμεν· μάλιστα γὰρ τὸ ὕδωρ

Ἀχελῶιον προσαγορεύομεν ἐν τοῖς ὅρκοις καὶ ἐν ταῖς

εὐχαῖς καὶ ἐν ταῖς θυσίαις, ἅπερ πάντα περὶ τοὺς θεούς.»>

20b

SCHOL. HOM. Il. Φ 195 (P. OX II 221 col. IX 21): Ἔφορος δ' ἐν β̅ [φησὶ]

τὸ ἐν Δωδώνηι μαντεῖον σχεδὸν ἐν ἅπασι τοῖς χρησμοῖς προστάττειν

Ἀχελώιωι θύειν, ὅθεν τοὺς Ἕλληνας πάν[τ]α? [!] πο?τ?α?μ?ὸν νομίζειν Ἀχελῶιον.

20c

SERV. DAN. Verg. ge I 8: nam, sicut Orpheus (F 344 Kern) docet et

Aristophanes comicus (Lys. 381) et Ephorus historicus tradunt, Acheloon gene-

raliter propter antiquitatem fluminis omnem aquam veteres vocabant.

21

AMMON. De diff. verb. p. 70 Valck.: Θηβαῖοι καὶ Θηβα-

γενεῖς διαφέρουσιν, καθὼς Δίδυμος ἐν ὑπομνήματι τῶι πρώτωι τῶν Παιά-

νων Πινδάρου (p. 238 Schm.) φησίν· ‘καὶ τὸν τρίποδα ἀπὸ τούτου Θηβα-

γενεῖς πέμπουσι τὸν χρύσεον εἰς Ἰσμηνίου πρῶτον. τίς δ' ἐστὶ διαφορὰ

Θηβαγενέων πρὸς Θηβαίους, Ἔφορος ἐν τῆι δευτέραι φησί· <«οὗτοι μὲν

οὖν συνετάχθησαν εἰς τὴν Βοιωτίαν· τοὺς δὲ τοῖς Ἀθη-

ναίοις ὁμόρους προσοικοῦντας ἰδίαι Θηβαῖοι προσηγά-

γοντο πολλοῖς ἔτεσιν ὕστερον, [δὲ] οἳ σύμμικτοι ἦσαν

πολλαχόθεν, ἐνέμοντο δὲ τὴν ὑπὸ τὸν Κιθαιρῶνα χώραν

καὶ τὴν ἀπεναντίον τῆς Εὐβοίας, ἐκαλοῦντο δὲ Θηβα-

γενεῖς, ὅτι προσεγένοντο τοῖς ἄλλοις Βοιωτοῖς διὰ

Θηβαίων.»>

22

HARPOKR. s. Ἀπατούρια· ... ἑορτή ἐστι παρ' Ἀθηναίοις,

ἣν ἄγουσι Πυανεψιῶνι ἐφ' ἡμέρας δ̅, ὥς φασιν οἱ τὰ Περὶ ἑορτῶν γράψαντες (IV).

πόθεν δ' ἐκλήθη ἄλλοι τε πολλοὶ εἰρήκασι καὶ Ἔφορος ἐν β̅, ὡς διὰ τὴν

ὑπὲρ τῶν ὁρίων ἀπάτην γενομένην, ὅτι Ἀθηναίων πολεμούντων πρὸς Βοιω-

τοὺς ὑπὲρ τῆς Μελανίας χώρας Μέλανθος ὁ τῶν Ἀθηναίων βασιλεὺς Ξάνθον

τὸν Θηβαίων μονομαχῶν ἀπατήσας ἀπέκτεινεν.

23

PHOT. SUID. s. Περιθοῖδαι· δῆμος τῆς Οἰνηίδος φυλῆς,

ἀπὸ Πειρίθου τοῦ Ἰξίονος. νόμος δ' ἦν Ἀθήνησι ξένους εἰσδέχεσθαι τοὺς

βουλομένους τῶν Ἑλλήνων, Θεσσαλοὺς δ' ἐξαιρέτως ὑπεδέχοντο διὰ τὴν

Πειρίθου καὶ Θησέως φιλοξενίαν. τούτοις δὲ καὶ χώραν ἐμέρισαν, ἣν

ἐκάλεσαν Περιθοίδας. Ἔφορος ἱστορεῖ ἐν γ̅.

24

STEPH. BYZ. s. Ἀθῆναι ... Ϛ̅ Εὐβοίας, Δίαντος κτίσμα,

ὡς Ἔφορος γ̅· <«Ἄβαντος δὲ γίγνονται παῖδες Ἄλκων καὶ

Δίας καὶ Ἀρέθουσα, ὧν ὁ μὲν Δίας κτίσας πόλιν οὕτως

ἀπὸ τῆς πατρίδος ὠνόμασεν.»> ὁ πολίτης Ἀθηναῖος καὶ Ἀθηναι-

κός. 〈ταύ〉τας δ' Ἀθήνας καὶ Διάδας λέγεσθαι.

25

STEPH. BYZ. s. Λάμψος· μοῖρα τῆς Κλαζομενίων χώρας,

ἀπὸ Λάμψου παιδὸς † Κυδρίδου, ὡς Ἔφορος γ̅.

26

——s. Σκυφία· πολίχνιον Κλαζομενίων, ὡς Ἔφορος ἐν γ̅·

<«ἐν Σκυφίαι κατώικει».> τινὲς δὲ διὰ τοῦ π̅.

27

PHOT. SUID. s. Κωρυκαῖος ... Κώρυκος γὰρ τῆς Παμ-

φυλίας ἀκρωτήριον, παρ' ὧι πόλις Ἀττάλεια. ἐνταῦθα οἱ ἀπὸ τῆς πόλεως

ἵνα μηδὲν αὐτοὶ κακῶς πάσχωσιν ἀπὸ τῶν ἐφορμούντων ἐπὶ τὴν ἄκραν

ληιστῶν, ὑπαλλαττόμενοι πρὸς τοὺς ἐν ἄλλοις λιμέσιν ὁρμοῦντας κατηκρο-

ῶντο καὶ τοῖς ληισταῖς ἀπήγγελλον καὶ τίνες εἰσὶν καὶ ποῖ πλέουσιν· ὅθεν

καὶ ἡ παροιμία ’τοῦ δ' ἆρ' ὁ Κωρυκαῖος ἠκροάζετο‘ ... ὁ δ' Ἔφορος

ἐν γ̅· <«ὑπ' ἄκραι»> φησίν <«ὤικουν οἱ καλούμενοι Κωρυκαῖοι

ἀνατεινούσηι εἰς πέλαγος, σύμμικτοί τινες κατασκευα-

σάμενοι πολισμάτιον, γείτονες Μυονήσωι. τοῖς οὖν ὁρ-

μοῦσιν ἐμπόροις προσήιεσαν, ὡς ἐωνούμενοι 〈ἢ〉 σύμ-

πλοοι· εἶτα μαθόντες τί τε κομίζουσι καὶ ποῖ πλέουσι,

τοῖς Μυονησίοις ἀπήγγελλον, κἀκεῖνοι ἐπετίθεντο αὐ-

τοῖς· ἐλάμβανον δὲ καὶ αὐτοὶ μέρη τινὰ τῶν λύτρων.»>

28

STFPH. BYZ. s. Μυκαλησσός· πόλις μεσογεία Βοιωτίας ...

ἔστι καὶ ἄλλη Καρίας, ὡς Ἔφορος γ̅.

29

ATHEN. VI 84 p. 263 F: ὁ Ἔφορος δ' ἐν γ̅ Ἱστοριῶν

<«κλαρώτας»> φησί <«Κρῆτες καλοῦσι τοὺς δούλους ἀπὸ τοῦ

γενομένου περὶ αὐτῶν κλήρου. τούτοις δ' εἰσὶ νενο-

μισμέναι τινὲς ἑορταὶ ἐν Κυδωνίαι, ἐν αἷς οὐκ εἰσίασιν

εἰς τὴν πόλιν ἐλεύθεροι, ἀλλ' οἱ δοῦλοι πάντων κρατοῦσι

καὶ κύριοι μαστιγοῦν εἰσι τοὺς ἐλευθέρους.»>

30a

STRABON I 2, 28: μηνύει δὲ καὶ Ἔφορος τὴν παλαιὰν

περὶ τῆς Αἰθιοπίας δόξαν, ὅς φησιν ἐν τῶι περὶ τῆς Εὐρώπης λόγωι,

τῶν περὶ τὸν οὐρανὸν καὶ τὴν γῆν τόπων εἰς τέσσαρα μέρη διηιρημένων,

τὸ πρὸς τὸν ἀπηλιώτην Ἰνδοὺς ἔχειν, πρὸς νότον δὲ Αἰθίοπας, πρὸς δύσιν

δὲ Κελτούς, πρὸς δὲ βορρᾶν ἄνεμον Σκύθας. προστίθησι δ', ὅτι μείζων

ἡ Αἰθιοπία καὶ ἡ Σκυθία· <«δοκεῖ γάρ»> φησίν <«τὸ τῶν Αἰθιό-

πων ἔθνος παρατείνειν ἀπ' ἀνατολῶν χειμερινῶν μέχρι

δυσμῶν 〈χειμερινῶν〉· ἡ Σκυθία δ' ἀντίκειται τούτωι».>

30b

KOSMAS INDIKOPL. Topogr. Christ. II p. 148 (Migne Patrol. gr. 88,

117): Ἐφόρου ἐκ τῆς δ̅ αὐτοῦ Ἱστορίας. <«τὸν μὲν γὰρ ἀπηλιώ-

την καὶ τὸν ἐγγὺς ἀνατολῶν τόπον Ἰνδοὶ κατοικοῦσι·

τὸν δὲ πρὸς νότον καὶ μεσημβρίαν Αἰθίοπες νέμονται·

τὸν δὲ ἀπὸ ζεφύρου καὶ δυσμῶν Κελτοὶ κατέχουσι· τὸν

δὲ κατὰ βορρᾶν καὶ τοὺς ἄρκτους Σκύθαι κατοικοῦσιν.

ἔστιν μὲν οὖν οὐκ ἶσον ἕκαστον τούτων τῶν μερῶν, ἀλλὰ

τὸ μὲν τῶν Σκυθῶν καὶ τῶν Αἰθιόπων μεῖζον, τὸ δὲ τῶν

Ἰνδῶν καὶ τῶν Κελτῶν ἔλαττον. καὶ παραπλήσιον ἑκα-

τέρων ἀλλήλοις ἔχει τοῦ τόπου τὸ μέγεθος· οἱ μὲν γὰρ

〈Ἰνδοί〉 εἰσι μεταξὺ θερινῶν καὶ χειμερινῶν ἀνατολῶν·

Κελτοὶ δὲ τὴν ἀπὸ θερινῶν μέχρι χειμερινῶν δυσμῶν

χώραν κατέχουσι· καὶ τοῦτο μὲν ἶσόν ἐστιν ἐκείνωι τῶι

διαστήματι καὶ μάλιστά πως ἀντικείμενον. ἡ δὲ τῶν

Σκυθῶν κατοίκησις τοῦ μὲν ἡλίου τῆς περιφορᾶς τὸν

διαλείποντα κατέχει τόπον· ἀντίκειται δὲ πρὸς τὸ τῶν

Αἰθιόπων ἔθνος, ὃ δοκεῖ παρατείνειν ἀπὸ ἀνατολῶν

χειμερινῶν μέχρι δυσμῶν τῶν βραχυτάτων.»> οὗτος ὁ Ἔφο-

ρος παλαιός ἐστι συγγραφεύς, φιλόσοφος καὶ ἱστοριογράφος.►(ΝΟΤΟΣΧΕΙΜΕΡΙΝΗ ΑΝΑΤΟΛΗ (ΑΙΘΙΟΠΕΣ) ΧΕΙΜΕΡΙΝΗ ΔΥΣΙΣ)((ΑΠΗΛΙΩΤΗΣ (ΙΝΔΟΙ)) ((ΚΕΛΤΟΙ) ΖΕΦΥΡΟΣ))(ΘΕΡΙΝΗ ΑΝΑΤΟΛΗ (ΣΚΥΘΑΙ) ΘΕΡΙΝΗ ΔΥΣΙΣΒΟΡΡΑΣ)◄

ἀκριβῶς ὁ Ἔφορος καὶ λόγωι καὶ τῆι καταγραφῆι ... διηγεῖται τὴν θέσιν

τῆς γῆς καὶ τῶν ἄστρων τὴν περιφοράν.

30c

[SKYMN.] orb. descr. 167—182

ἔπειτα (hinter Tartessos) χώρα Κελτικὴ καλουμένη | μέχρι τῆς θαλάττης τῆς κατὰ

Σαρδὼ κειμένης, | ὅπερ μέγιστόν ἐστι πρὸς δυσμαῖς ἔθνος. | τὴν μὲν γὰρ ἐντὸς

ἀνατολῶν πᾶσαν σχεδὸν | οἰκοῦσιν Ἰνδοί, τὴν δὲ πρὸς μεσημβρίαν | Αἰθίοπες

ἐγγὺς κείμενοι νότου πνοῆς· | τὸν ἀπὸ ζεφύρου Κελτοὶ δὲ μέχρι δυσμῶν τόπον |

θερινῶν ἔχουσιν, τὸν δὲ πρὸς βορρᾶν Σκύθαι. | Ἰνδοὶ μὲν οὖν μεταξὺ θερινῶν ἀνα-

τολῶν | καὶ χειμερινῶν οἰκοῦσι· Κελτοὶ δ' ἀνάπαλιν | ὑπ' ἰσημερινῆς 〈θερινῆ〉ς τε

δύσεως, ὡς λόγος. | τὰ μὲν οὖν ἔθνη τὰ τέσσαρ' ἐστὶ τοῖς ὄχλοις | τοῖς πλήθεσίν τε

τῶν κατοικούντων ἴσα· | ἡ δ' Αἰθιόπων πλέον' ἐστὶ χώραν καὶ Σκυθῶν | ἐρημίαν 〈δ'〉

ἔχουσα πλείστην διὰ τὸ καὶ | τὰ μὲν ἔμπυρ' εἶναι μᾶλλον αὐτῶν, τὰ δ' ἔνυγρα.

31a

THEON Progymn. 2 p. 95, 8 Sp: τὸ δὲ μὴ μόνον

ἀνασκευάζειν τὰς τοιαύτας μυθολογίας, ἀλλὰ καὶ ὅθεν παρερρύηκεν ὁ τοιοῦτος

λόγος ἀποφαίνειν τελεωτέρας ἐστὶν ἕξεως ἢ κατὰ τοὺς πολλούς ......

καὶ μέντοι καὶ Ἔφορος ἐν τῆι τετάρτηι χρῆται τούτωι τῶι τρόπωι, ὅτι

ἄρα Τιτυὸς μὲν ἦν Πανοπέως δυνάστης, ἀνὴρ παράνομος καὶ βίαιος, Πύ-

θων δὲ θηριώδης τὴν φύσιν, Δράκων ἐπικαλούμενος.

31b

STRABON IX 3, 11—12: Ἔφορος δ', ὧι τὸ πλεῖστον προσχρώμεθα

διὰ τὴν περὶ ταῦτα ἐπιμέλειαν, καθάπερ καὶ Πολύβιος μαρτυρῶν τυγχάνει

(T 18), ἀνὴρ ἀξιόλογος, δοκεῖ μοι τἀναντία ποιεῖν ἔσθ' ὅτε τῆι προαιρέσει

καὶ ταῖς ἐξ ἀρχῆς ὑποσχέσεσιν. ἐπιτιμήσας γοῦν τοῖς φιλομυθοῦσιν ἐν

τῆι τῆς ἱστορίας γραφῆι καὶ τὴν ἀλήθειαν ἐπαινέσας προστίθησι τῶι περὶ

τοῦ μαντείου τούτου λόγωι σεμνήν τινα ὑπόσχεσιν, ὡς πανταχοῦ μὲν ἄριστον

νομίζει τἀληθές, μάλιστα δὲ κατὰ τὴν ὑπόθεσιν ταύτην. <«ἄτοπον γάρ,

εἰ περὶ μὲν τῶν ἄλλων τὸν τοιοῦτον ἀεὶ τρόπον διώκο-

μεν»> φησί <«περὶ δὲ τοῦ μαντείου λέγοντες, ὃ πάντων

ἐστὶν ἀψευδέστατον, τοῖς οὕτως ἀπίστοις καὶ ψευδέσι

χρησόμεθα λόγοις.»> ταῦτα δ' εἰπὼν ἐπιφέρει παραχρῆμα, ὅτι

<«ὑπολαμβάνουσι κατασκευάσαι τὸ μαντεῖον Ἀπόλλωνα

μετὰ Θέμιδος, ὠφελῆσαι βουλόμενον τὸ γένος ἡμῶν.»>

εἶτα τὴν ὠφέλειαν εἰπών, ὅτι <«εἰς ἡμερότητα προὐκαλεῖτο καὶ

ἐσωφρόνιζε, τοῖς μὲν χρηστηριάζων καὶ τὰ μὲν προσ-

τάττων τὰ δὲ ἀπαγορεύων, τοὺς δ' οὐδ' ὅλως προσιέμενος·

ταῦτα δὲ διοικεῖν νομίζουσι»> φησίν <«αὐτόν, οἱ μὲν αὐτὸν

τὸν θεὸν σωματοειδῆ γινόμενον, οἱ δ' ἀνθρώποις ἔννοιαν

παραδιδόντα τῆς ἑαυτοῦ βουλήσεως.»> (12) ὑποβὰς δὲ περὶ

τῶν Δελφῶν οἵτινές εἰσι διαλεγόμενος, φησὶ τὸ παλαιὸν Παρνασίους τινὰς

αὐτόχθονας καλουμένους οἰκεῖν τὸν Παρνασόν, καθ' ὃν χρόνον Ἀπόλλωνα

τὴν γῆν ἐπιόντα ἡμεροῦν τοὺς ἀνθρώπους δόσει τῶν ἡμέρων καρπῶν καὶ

τῶν 〈ἄλλων τῶν ὠφελούντων τὸν ἀνθρώπινον〉 βίον. ἐξ Ἀθηνῶν δ' ὁρμη-

θέντα ἐπὶ Δελφοὺς ταύτην ἰέναι τὴν ὁδόν, ἧι νῦν Ἀθηναῖοι τὴν Πυθιάδα

πέμπουσι· γενόμενον δὲ κατὰ Πανοπέας Τιτυὸν καταλῦσαι ἔχοντα τὸν

τόπον, βίαιον ἄνδρα καὶ παράνομον· τοὺς δὲ Παρνασίους συμμίξαντας

αὐτῶι καὶ ἄλλον μηνῦσαι χαλεπὸν ἄνδρα. Πύθωνα τοὔνομα, ἐπίκλησιν δὲ

Δράκοντα, κατατοξεύοντος δ' ἐπικελεύειν ’ἵε παιάν‘, ἀφ' οὗ τὸν παιωνισμὸν

οὕτως ἐξ ἔθους παραδοθῆναι τοῖς μέλλουσι συμπίπτειν εἰς παράταξιν.

ἐμπρησθῆναι δὲ καὶ σκηνὴν τότε τοῦ Πύθωνος ὑπὸ τῶν Δελφῶν, καθάπερ

καὶ νῦν ἔτι καίειν ὑπόμνημα ποιουμένους τῶν τότε γενομένων. τί δ' ἂν

εἴη μυθωδέστερον ἢ Ἀπόλλων τοξεύων καὶ κολάζων Τιτυοὺς καὶ Πύθωνας

καὶ ὁδεύων ἐξ Ἀθηνῶν εἰς Δελφοὺς καὶ γῆν πᾶσαν ἐπιών; εἰ δὲ ταῦτα μὴ

ὑπελάμβανε μύθους εἶναι, τί ἐχρῆν τὴν μυθευομένην Θέμιν γυναῖκα καλεῖν,

τὸν δὲ μυθευόμενον δράκοντα ἄνθρωπον; πλὴν εἰ συγχεῖν ἐβούλετο τόν

τε τῆς ἱστορίας καὶ τὸν τοῦ μύθου τόπον

32

THEON Progymn. 2 p. 96, 1 Sp:

καὶ ὅσα ἄλλα τοιαῦτα ἐπιλύεται περὶ τοῦ Λυκούργου καὶ Μίνωος καὶ

Ῥαδαμάνθυος καὶ Διὸς καὶ Κουρήτων καὶ τῶν ἄλλων τῶν ἐν τῆι Κρήτηι

μυθολογουμένων.

33

STRABON X 4, 9: ὑπὲρ τῆς Κρήτης ὁμολογεῖται, διότι κατὰ

τοὺς παλαιοὺς χρόνους ἐτύγχανεν εὐνομουμένη καὶ ζηλωτὰς ἑαυτῆς τοὺς

ἀρίστους τῶν Ἑλλήνων ἀπέφηνεν, ἐν δὲ τοῖς πρώτοις Λακεδαιμονίους,

καθάπερ Πλάτων τε ἐν τοῖς Νόμοις δηλοῖ καὶ Ἔφορος ἐν τῆι Εὐρώπηι

[τῆι πολιτείαι] ἀναγέγραφεν.

34

THEON Progymn. 2 p. 95, 27 Sp: οἱ δὲ

περὶ τὴν πάλαι μὲν Φλέγραν, νῦν δὲ Παλλήνην ὀνομαζομένην κατοικοῦντες

ἦσαν ἄνθρωποι ὠμοὶ καὶ ἱερόσυλοι καὶ ἀνθρωποφάγοι, οἱ καλούμενοι

Γίγαντες, οὓς Ἡρακλῆς λέγεται χειρώσασθαι τὴν Τροίαν ἑλών· καὶ διὰ τὸ

κρατῆσαι τοὺς περὶ τὸν Ἡρακλέα ὀλίγους ὄντας τῶν Γιγάντων πολλῶν

ὄντων καὶ ἀσεβῶν θεῶν ἔργον ἅπασιν ἐδόκει γεγονέναι τὸ περὶ τὴν μάχην.

35

HARPOKR. s. Τορώνη· ... πόλις ἐν Θράικηι, ὡς Ἔφο-

ρος ἐν δ̅ ἱστορεῖ.

36

HARPOKR. s. Οἰσύμη· ... πόλις ἐστὶ τῆς Θράικης, καθά

φασιν ἄλλοι τε καὶ Ἔφορος ἐν δ̅.

37

—s. Δάτος· πόλις ἐστὶ Θράικης σφόδρα εὐδαίμων. ἀπὸ

ταύτης γοῦν ἐλέγετό τις καὶ παροιμία ’Δάτος ἀγαθῶν‘. δεδηλώκασι δὲ περί

τε αὐτῆς καὶ τῆς παρακειμένης χώρας ὁτὲ μέν ’τὸ Δάτον‘ οὐδετέρως λέ-

γοντες, ὁτὲ δὲ ’τὴν Δάτον‘ θηλυκῶς, ὡς ἀεὶ Ἔφορος ἐν τῆι δ̅· ἅπαξ

δ' ἀρσενικῶς ’τὸν Δάτον‘ Θεόπομπος γ̅ Φιλιππικῶν (115 F 43). μετωνο-

μάσθη μέντοι ἡ πόλις τῶν Δατηνῶν 〈Φίλιπποι〉, Φιλίππου τοῦ Μακεδόνων

βασιλέως κρατήσαντος αὐτῆς, ὡς Ἔφορός τέ φησι καὶ Φιλόχορος ἐν τῆι ε̅ (III).

38

—s. Μαρώνεια· ... ἔστι μέντοι καὶ πόλις ἐν Θράικηι

Μαρώνεια, ἥν φασιν εἶναι τὴν ὑφ' Ὁμήρου Ἴσμαρον καλουμένην· μνημονεύει

δὲ αὐτῆς Δημοσθένης (50, 20) ... καὶ Ἔφορος ἐν τῆι δ̅.

39

—s. Αἰνίους· ... Αἶνος πόλις τῆς Θράικης· Ὅμη-

ρος (Δ 520) ’ὃς ἂρ Αἰνόθεν εἰληλούθει‘. Ἔφορος δ' ἐν τῆι δ̅ περὶ

Θραικίων πολισμάτων λέγων φησίν· <«ἐχομένη δὲ τούτων Αἶνος

πόλις, ἣν Ἕλληνες τὰ πρῶτα Ἀλωπεκοννήσιοι κατώι-

κισαν, ὕστερον δ' ἐκ Μιτυλήνης ἐπηγάγοντο καὶ Κύμης

ἐποίκους.»>

40

—s. Κριθώτην· ... Κριθώτη μία πόλις τῶν ἐν Χερρο-

νήσωι, καθά φησιν Ἑλλάνικος ἐν α̅ Τρωικῶν (4 F 27). Ἔφορος δ' ἐν τῆι δ

φησὶν αὐτὴν κατοικισθῆναι ὑπὸ Ἀθηναίων τῶν μετὰ Μιλτιάδου ἐκεῖ παρα-

γενομένων.

41

SCHOL. APOLL. RHOD. II 360: ἔστι δέ τις ἄκρη Ἑλίκης

κατεναντίον Ἄρκτου, πάντοθεν ἠλίβατος, καί μιν καλέουσι Κάραμβιν] ὅτι ἡ

Κάραμβις ἄκρα ὑψηλή τε καὶ καταρρὼξ τῆς Παφλαγονίας καὶ εἰς τὸ πέλαγος

τείνει πρὸς ἄρκτον μνημονεύει καὶ Ἔφορος ἐν δ̅.

42

STRABON VII 3, 9: Ἔφορος δ' ἐν τῆι τετάρτηι μὲν τῆς

ἱστορίας, Εὐρώπηι δ' ἐπιγραφομένηι βίβλωι, περιοδεύσας τὴν Εὐρώπην

μέχρι Σκυθῶν (s. F 158) ἐπὶ τέλει φησὶν εἶναι τῶν τε ἄλλων Σκυθῶν καὶ

τῶν Σαυροματῶν τοὺς βίους ἀνομοίους· τοὺς μὲν γὰρ εἶναι χαλεπούς, ὥστε

καὶ ἀνθρωποφαγεῖν, τοὺς δὲ καὶ τῶν ἄλλων ζώιων ἀπέχεσθαι. <«οἱ μὲν

οὖν ἄλλοι» φησί «τὰ περὶ τῆς ὠμότητος αὐτῶν λέγουσιν,

εἰδότες τὸ δεινὸν [δὲ] καὶ τὸ θαυμαστὸν ἐκπληκτικὸν ὄν»>·

δεῖν δὲ τἀναντία καὶ λέγειν καὶ παραδείγματα ποιεῖσθαι· καὶ αὐτὸς οὖν

περὶ τῶν δικαιοτάτοις ἤθεσι χρωμένων ποιήσεσθαι τοὺς λόγους, εἶναι γάρ

τινας τῶν Νομάδων Σκυθῶν γάλακτι τρεφομένους ἵππων, τῆι 〈δὲ〉 δικαιο-

σύνηι πάντων διαφέρειν. μεμνῆσθαι δ' αὐτῶν τοὺς ποιητάς· Ὅμηρον

(Il. Ν 1 ff.) μὲν ’Γλακτοφάγων Ἀβίων τε, δικαιοτάτων ἀνθρώπων‘ φήσαντα

τὴν γῆν καθορᾶν τὸν 〈Δία· τὸν〉 δὲ Ἡσίοδον ἐν τῆι καλουμένηι Γῆς Περιόδωι

(F 54 R3) τὸν Φινέα ὑπὸ τῶν Ἁρπυιῶν ἄγεσθαι ’Γλακτοφάγων εἰς γαῖαν,

ἀπήναις οἰκί' ἐχόντων‘. εἶτ' αἰτιολογεῖ, διότι ταῖς διαίταις εὐτελεῖς ὄντες

καὶ οὐ χρηματισταὶ πρός τε ἀλλήλους εὐνομοῦνται, κοινὰ πάντα ἔχοντες

τά τε ἄλλα καὶ τὰς γυναῖκας καὶ τέκνα καὶ τὴν ὅλην συγγένειαν, πρός τε

τοὺς ἐκτὸς ἄμαχοί εἰσι καὶ ἀνίκητοι, οὐδὲν ἔχοντες ὑπὲρ οὗ δουλεύσουσι.

καλεῖ δὲ καὶ Χοιρίλον (F 3 Ki) εἰπόντα ἐν τῆι διαβάσει τῆς σχεδίας, ἣν

ἔζευξε Δαρεῖος· ’μηλονόμοι τε Σάκαι, γενεᾶι Σκύθαι, αὐτὰρ ἔναιον Ἀσίδα

πυροφόρον· νομάδων γε μὲν ἦσαν ἄποικοι ἀνθρώπων νομίμων‘. καὶ τὸν

Ἀνάχαρσιν δὲ σοφὸν καλῶν ὁ Ἔφορος (F 158; 182) τούτου τοῦ γένους φησὶν

εἶναι, νομισθῆναι δὲ καὶ 〈τῶν〉 ἑπτὰ σοφῶν ἐπ' εὐτελείαι 〈καὶ〉 σωφροσύνηι

καὶ συνέσει· εὑρήματά τε αὐτοῦ λέγει τά τε ζώπυρα καὶ τὴν ἀμφίβολον ἄγκυ-

ραν καὶ τὸν κεραμικὸν τροχόν. ταῦτα δὲ λέγω, σαφῶς μὲν εἰδὼς ὅτι καὶ

οὗτος αὐτὸς οὔτε 〈τὰ〉 ἀληθέστατα

λέγει περὶ πάντων, καὶ δὴ καὶ τὸ τοῦ

Ἀναχάρσιδος—πῶς γὰρ ὁ τροχὸς

εὕρημα αὐτοῦ, ὃν οἶδεν Ὅμηρος πρεσ-

βύτερος ὢν (Il. Σ 600)·

’ὡς δ' ὅτε τις κεραμεὺς τροχὸν ἅρμενον ἐν παλάμηισι‘ καὶ τὰ ἑξῆς—ἀλλ'

ἐκεῖνα διασημῆναι βουλόμενος, ὅτι κοινῆι τινι φήμηι καὶ ὑπὸ τῶν παλαιῶν

καὶ ὑπὸ τῶν ὕστερον πεπιστεῦσθαι συνέβαινε τὸ τῶν Νομάδων, τοὺς μά-

λιστα ἀπωικισμένους ἀπὸ τῶν ἄλλων ἀνθρώπων γαλακτοφάγους τε εἶναι

καὶ ἀβίους καὶ δικαιοτάτους, ἀλλ' οὐχ ὑπὸ Ὁμήρου πεπλάσθαι.

42a

SCHOL. APOLL. RHOD. I 1276:

γελοῖος δὲ Ἔφορος νομίζων πρῶτον

Ἀνάχαρσιν τὴν διπλῆν ἄγκυραν εὑρη-

κέναι· πρεσβύτεροι γὰρ Ἀναχάρσιδος

οἱ Ἀργοναῦται.

43

STEPH. BYZ. s. Τιβαρανία· χώρα πρὸς τῶι Πόντωι, πρόσ-

οικος Χάλυψι καὶ Μοσσυνοίκοις. τὸ ἐθνικὸν Τιβαρανοὶ καὶ Τιβαρηνοί,

καὶ τὸ θηλυκὸν Τιβαρηνίς. Ἔφορος ἐν ε̅ φησὶν ὅτι <«Τιβαρηνοὶ καὶ

τὸ παίζειν καὶ τὸ γελᾶν εἰσιν ἐζηλωκότες καὶ μεγίστην

εὐδαιμονίαν τοῦτο νομίζουσιν. ὅμοροι δὲ τούτοις Χά-

λυβες καὶ τὸ τῶν Λευκοσύρων ἔθνος.»>

44a

SCHOL. APOLL. RHOD. II 845: ὅτι δὲ Βοιωτοὶ καὶ

Μεγαρεῖς ἔκτισαν τὴν ἐν Πόντωι Ἡράκλειαν καὶ Ἔφορος ἐν πέμπτωι καὶ

ἄλλοι ἱστοροῦσιν.

44b

——II 351: τὴν δὲ Μαριανδυνῶν γῆν σὺν Γνησιόχωι

τῶι Μεγαρεῖ Βοιωτοὶ κατέσχον, ὡς Εὐφορίων (F 90 Scheidw) ἱστορεῖ.

45

STEPH. BYZ. s. Βρύλλιον· πόλις ἐν τῆι Προποντίδι. Ἔφορος

δ' ἐν τῶι ε̅ Κίον αὐτήν φησιν εἶναι ... Βρυλλὶς ἡ χώρα, ἐν ἧι Δασκύ-

λειόν ἐστι μικρὸν πολισμάτιον.

46

—s. Ἄβαρνος· πόλις καὶ χώρα 〈καὶ〉 ἄκρα τῆς Παρια-

νῆς ... Ἑκαταῖος (1 F 220) ... Λαμψάκου ἄκρην εἶναί φησιν. Ἔφορος

δ' ἐν τῆι ε̅ λέγει κληθῆναι αὐτὴν ἀπὸ τῆς ἐν Φωκ〈α〉ίδι Ἀβαρνίδος ὑπὸ

Φωκ〈α〉έων τὴν Λάμψακον κτιζόντων.

47

MACROB. s. V 20, 6—7: ex his liquido claret Gargar

cacumen Idae montis appellitari. pro oppido autem Gargara qui

dixerint enumerabo: Ephorus, notissimus historiarum scriptor, in libro

quinto sic ait <«μετὰ δὲ τὴν Ἄσσον ἐστὶ τὰ Γάργαρα πλησίον

πόλις.»>

48

ATHEN. VII 87 p. 311 E: ὁ δὲ Γαίσων, οὗ Ἀρχέστρατος

μνημονεύει (XLV 1 Brandt), ἡ Γαισωνὶς λίμνη ἐστὶ μεταξὺ Πριήνης καὶ

Μιλήτου ἡνωμένη τῆι θαλάσσηι, ὡς Νεάνθης ὁ Κυζικηνὸς ἱστορεῖ ἐν τῆι Ϛ̅

τῶν Ἑλληνικῶν (84 F 3). Ἔφορος δ' ἐν τῆι πέμπτηι ποταμὸν εἶναί φησι

τὸν Γαίσωνα περὶ Πριήνην, ὃν εἰσρεῖν εἰς λίμνην.

49

HARPOKR. s. Σόλοι· ... ἡ μὲν Κυπρικὴ πόλις, ἡ δὲ

τῆς Κιλικίας, ὡς ἄλλοι τε ἱστοροῦσι καὶ Ἔφορος ἐν τῆι ε̅.

50

SUIDAS s. Δούλων πόλις· [παροιμία] ἐν Λιβύηι. Ἔφορος ε̅.

51

STEPH. BYZ. s. Ὕδρα· νῆσος Λιβύης περὶ Καρχηδόνα, ὡς

Ἔφορος ε̅.

52

—s. Χαλισία· πόλις Λιβύης. Ἔφορος ἐν τῶι ε̅· <«ἀναχ-

θέντι δ' ἀπὸ τούτων πόλις ὀνομαζομένη Χαλισία.»> ἔστι

καὶ ἄλλη (1 F 7) πρὸς τῶι Πόντωι, μία τῶν Ἀμαζον〈ίδ〉ων, ἧς οἱ οἰκήτορες

Χαλίσιοι.

53

STEPH. BYZ. s. Καρικὸν τεῖχος· πόλις Λιβύης ἐν ἀριστερᾶι

τῶν Ἡρακλείων στηλῶν, ὡς Ἔφορος ε̅.

54

ATHEN. IV 41 p. 154 DE: Ἕρμιππος δ' ἐν α̅ Περὶ

νομοθετῶν (IV) τῶν μονομαχούντων εὑρετὰς ἀποφαίνει Μαντινεῖς, Δημώ-

νακτος ... συμβουλεύσαντος· καὶ ζηλωτὰς τούτων γενέσθαι Κυρηναίους.

Ἔφορος δ' ἐν ἕκτηι Ἱστοριῶν <«ἤσκουν»> φησί <«τὰ πολεμικὰ οἱ

Μαντινεῖς καὶ Ἀρκάδες, τήν τε στολὴν τὴν πολεμικὴν

καὶ τὴν ὅπλισιν τὴν ἀρχαίαν ὡς εὑρόντων ἐκείνων ἔτι

καὶ νῦν Μαντινικὴν ἀποκαλοῦσι. πρὸς δὲ τούτοις καὶ

ὁπλομαχίας μαθήσεις ἐν Μαντινείαι πρῶτον εὑρέθησαν

Δημέου τὸ τέχνημα καταδείξαντος.»>

55

STEPH. BYZ. s. Φορίεια· κώμη Ἀρκαδίας. τὸ ἐθνικὸν

Φοριαεύς, ὡς Ἔφορος ἐν τῆι Ϛ̅ τῶν Ἱστοριῶν.

56

—s. Ἁλιεῖς· πόλις Ἀργολικῆς παραθαλασσία. ... Ἔφορος

ἐν τῶι Ϛ̅ ὅτι οὗτοι Τιρύνθιοί εἰσι, καὶ ἐξαναστάντες ἐβουλεύοντο οἰκεῖν τινα

τόπον καὶ ἠρώτων τὸν θεόν. ἔχρησε δὲ οὕτω· ’† ποῖ τυ λαβὼν καὶ ποῖ

τυ καθίξω καὶ ποῖ τυ οἴκησιν ἔχων ἁλιέα τε κεκλῆσθαι.‘ ἐλέγοντο δ'

οὕτως διὰ τὸ πολλοὺς τῶν Ἑρμιονέων ἁλιευομένους κατὰ τοῦτο τὸ μέρος

οἰκεῖν τῆς χώρας.

57

THEON Progymn. 2 p. 66, 26 Sp: ἔχουσι δὲ καὶ περὶ Δαιδά-

λου τῆς ἀφίξεως πρὸς Κώκαλον τὸν Σικανῶν βασιλέα Ἔφορος μὲν ἐν τῆι

ἑβδόμηι, Φίλιστος (III) δὲ ἐν τῆι πρώτηι.

58a

HARPOKR. (SUID.) s. Εὐρύβατον ... Ἔφορος ἐν τῆι

η̅ Εὐρύβατόν φησιν ἄνδρα Ἐφέσιον λαβόντα χρήματα παρὰ Κροίσου ὥστε

στρατιὰν συναγαγεῖν εἰς τὸν πόλεμον τὸν εἰς τοὺς Πέρσας, εἶτα προδότην γενό-

μενον ἐγχειρίσαι τὰ δοθέντα χρήματα τῶι Κύρωι· καὶ ἐντεῦθεν τοὺς

πονηροὺς Εὐρυβάτους καλεῖσθαι.

58b

SCHOL. HERMOG. Rh. Mus.

LXIII 140, 2: Ἔφορος δὲ λέγει Ἐφέσιον αὐτὸν γεγονέναι, πεμφθέντα δὲ

μετὰ χρημάτων εἰς Πελοπόννησον ὑπὸ Κροίσου ἐπὶ ξενικοῦ μίσθωσιν αὐτο-

μολῆσαι πρὸς Κῦρον ...

58c

SUID. s. Εὐρύβατος· πονηρός. ἀπὸ τοῦ

πεμφθέντος ὑπὸ Κροίσου ἐπὶ ξενολογίαν μετὰ χρημάτων, ὥς φησιν Ἔφορος,

εἶτα μεταβαλλομένου πρὸς Κῦρον. ἦν δὲ Ἐφέσιος. οἱ δὲ τὸν Κέρκωπα τὸν

ἕτερον· Διότιμος Ἡρακλέους Ἄθλοις (p. 213 Ki) ... Νίκανδρος (F 112 Schn)

Αἰγιναῖον Εὐρύβατον πανουργότατον, οὗ μνημονεύει Ἀριστοτέλης ἐν α̅ Περὶ

δικαιοσύνης (F 84 R). Δοῦρις (76 F 20) ... ἀπὸ τοῦ Ὀδυσσέως ἑταίρου. ...

58d

DIODOR. IX 32 (Exc. De virt. I 220, 9): ὅτι Κροῖσος ... προσποιησάμενος εἰς Δελ-

φοὺς πέμπειν ἔπεμπεν εἰς Πελοπόννησον Εὐρύβατον τὸν Ἐφέσιον, δοὺς αὐτῶι χρυσίον,

ὅπως ὡς πλείστους ξενολογήσηι τῶν Ἑλλήνων. ὁ δὲ πεμφθεὶς πρὸς Κῦρον τὸν

Πέρσην ἀποχωρήσας τὰ κατὰ μέρος ἐδήλωσε, διὸ καὶ παρὰ τοῖς Ἕλλησιν ἐπισήμου

γενομένης τῆς περὶ τὸν Εὐρύβατον πονηρίας, μέχρι τοῦ νῦν ὅταν τις ὀνειδίσαι τινὶ

βούληται μοχθηρίαν, Εὐρύβατον ἀποκαλεῖ.

59a

HARPOKR. s. γεωφάνιον· χωρίον, ἐν ὧι γῆς μέταλλον.

περὶ δὲ τοῦ ἐν Σάμωι γεωφανίου ὃν τρόπον ἐξευρέθη Ἔφορος δεδήλωκεν

ἐν τῆι θ̅.

59b

SUID. s. ἐπὶ τὰ Μανδροβόλου· ἐπὶ τῶν εἰς τὰ χείρονα

τρεπομένων. ἀπὸ Μανδροβόλου τινὸς τὸ ἐν Σάμωι γεωφάνιον εὑρόντος

καὶ πρῶτον μὲν κριὸν χρυσοῦν ἀναθέντος, ἔπειτα ἀργυροῦν, ἔπειτα χαλκοῦν

ἐλάττονα, εἶτα οὐκέτι· ὡς Ἔφορος.

60a

SCHOL. APOLL. RHOD. II 965: Ἔφορος δὲ ἐν ἐννάτωι

φησὶ τὰς Ἀμαζόνας ὑβριζομένας ὑπὸ τῶν ἀνδρῶν, ἐξελθόντων αὐτῶν ἐπί

τινα πόλεμον, τοὺς μὲν καταλειφθέντας ἀναιρεῖν, τοὺς δὲ ἀπὸ τῆς ξένης

προσιόντας μὴ δέχεσθαι.

60b

STEPH. BYZ. s. Ἀμαζόνες· ἔθνος γυναι-

κεῖον πρὸς τῶι Θερμώδοντι, ὡς Ἔφορος, ἃς νῦν Σαυροματίδας (F 160)

καλοῦσιν.

61

SCHOL. APOLL. RHOD. I 1037: περὶ τῆς μάχης καὶ

Δηίλοχος (III) ἱστορεῖ. —περὶ δὲ τῆς τοῦ Κυζίκου ἀναιρέσεως καὶ τῆς ὅλης

μάχης οὐ συμφωνεῖται. Ἔφορος μὲν γάρ φησι τοὺς Δολίονας Πελασγοὺς

ὄντας καὶ ἐχθρώδως διακειμένους πρὸς τοὺς τὴν Θεσσαλίαν καὶ Μαγνησίαν

κατοικοῦντας διὰ τὸ ἀπελασθῆναι ὑπ' αὐτῶν ἐπιθέσθαι αὐτοῖς, γράφων

ἐν τῆι ἐννάτηι. ἠκολούθηκε δὲ Ἀπολλώνιος Δηιλόχωι. Καλλισθένης

(124 F 6) δὲ ἐν τῶι πρώτωι τοῦ Περίπλου κατ' ἔχθραν φησὶ τοὺς οἰκοῦν-

τας τὴν Κύζικον ἐπιθέσθαι νυκτὸς τοῖς Ἀργοναύταις.

62

STEPH. BYZ. s. Φάλαννα· πόλις Περραιβίας ... Ἔφορος

Φάλαννον αὐτὴν καλεῖ ἐν τῶι θ̅.

63

STEPH. BYZ. s. Πάρος· νῆσος ... ἀπὸ ταύτης λέγεται

παροιμία τὸ ἀναπαριάζειν, ὡς Ἔφορος ἐν τῆι ι̅. <«ὁ δὲ Μιλτιάδης

τῶν μὲν ἄλλων νήσων τινὰς ἀποβάσεις ποιησάμενος ἐπόρ-

θησε, Πάρον δὲ εὐδαιμονεστάτην [καὶ μεγίστην] οὖσαν

τότε τῶν Κυκλάδων καθεζόμενος ἐπολιόρκει πολὺν χρό-

νον, τῆς θαλάττης εἴργων καὶ κατὰ γῆν μηχανήματα

ἄγων. ἤδη δὲ τῶν τειχῶν πιπτόντων καὶ ἐπὶ τῶι παρα-

διδόναι τὴν πόλιν τῶν Παρίων διωμολογημένων, ὕλης

τινὸς ἐξ αὐτομάτου περὶ τὴν Μύκονον ἐξαφθείσης οἱ

μὲν Πάριοι τὸν Δάτιν αὐτοῖς πυρσεύειν ὑπολαβόντες

ἐψεύσαντο τὰς ὁμολογίας καὶ τὴν πόλιν οὐκέτι τῶι Μιλ-

τιάδηι παρεδίδοσαν. ὅθεν φασὶν ἔτι καὶ νῦν ἡμᾶς χρῆ-

σθαι τῆι παροιμίαι τοὺς ψευδομένους τὰς ὁμολογίας

ἀναπαριάζειν φάσκοντας.»>

64

SCHOL. ARISTEID. p. 515, 22 Ddf: Ἔφορος δὲ ἐν τῆι

〈̅ι̅〉̅α̅ φησὶν ἐκτῖσαι αὐτὸν (sc. τὸν Κίμωνα) τὰ πεντήκοντα τάλαντα,

γήμαντα γυναῖκα πλουσίαν.

65a

THEON Progymn. 2 p. 66, 31 Sp: ἔχομεν δὲ καὶ

ἀνασκευὰς καὶ κατασκευὰς παρὰ τοῖς παλαιοῖς χρειῶν καὶ γνωμῶν καὶ

ἀποφάσεων καὶ τοιούτων. καὶ δὴ ἁρμόττοι ἂν εἰς τοῦτο τὸ εἶδος ὅσα

λέγεται ὑπὸ τοῦ Ἐφόρου ἐν τῆι ἑνδεκάτηι τῶν Ἱστοριῶν πρὸς τὰς ὑπὸ τῶν

παλαιοτέρων περὶ τοῦ Νείλου καταβεβλημένας ἀποφάσεις.

65b

JOANN.

LYD. De mens. IV 107 p. 146, 11 Wü: Ἔφορός γε μὴν ὁ Κυμαῖος ἐν τῆι

〈̅ι̅〉̅α̅ τῶν Ἱστοριῶν φησιν, ἀραιὰν εἶναι κατὰ φύσιν τὴν Αἴγυπτον, καὶ

κατ' ἔτος ἐπαγομένης ἰλύος ὑπὸ τοῦ Νείλου στεγανοῦσθαι, τὸν δὲ ποταμὸν

δίκην ἱδρῶτος κατὰ τὸν καιρὸν τοῦ καύματος ἐπὶ τὰ κουφότερα καὶ ἀραιό-

τερα καταρρεῖν.

65c

AETIUS Plac. IV 1, 6 p. 385 a 24 Diels: Ἔφορος

ὁ ἱστοριογράφος κατὰ θέρος φησὶν ἀναχαλᾶσθαι τὴν ὅλην Αἴγυπτον καὶ

οἱονεὶ ἐξιδροῦν τὸ πολὺ νᾶμα. συνδίδωσι δ' αὐτῆι καὶ ἡ Ἀραβία καὶ ἡ

Λιβύη (f § 64) παρὰ τὸ ἀραιὸν καὶ ὑπόψαμμον.

65d

SCHOL. APOLL.

RHOD. IV 269: Ἔφορος δὲ ποταμόχωστον εἶναί φησι τὴν Αἴγυπτον, ῥη-

γνυμένης δὲ τῆς γῆς ὑπὸ τοῦ ἡλίου τῶι ἔαρι ἀναπηδᾶν τὸ ὕδωρ καὶ ἐπαύξε-

σθαι τὸ ῥεῦμα.

65e

DIODOR. I 37, 4 (= Agatharchides 86 F 19):

Ξενοφῶν δὲ καὶ Θουκυδίδης, ἐπαινούμενοι κατὰ τὴν ἀλήθειαν τῶν ἱστοριῶν,

ἀπέσχοντο τελέως κατὰ τὴν γραφὴν τῶν τόπων τῶν κατ' Αἴγυπτον· οἱ

δὲ περὶ τὸν Ἔφορον καὶ Θεόπομπον (115 F 293) μάλιστα πάντων εἰς ταῦτ'

ἐπιταθέντες ἥκιστα τῆς ἀληθείας ἐπέτυχον. ... (39, 7) Ἔφορος δὲ και-

νοτάτην αἰτίαν εἰσφέρων πιθανολογεῖν μὲν πειρᾶται, τῆς δ' ἀληθείας οὐδα-

μῶς ἐπιτυγχάνων θεωρεῖται. φησὶ γὰρ τὴν Αἴγυπτον ἅπασαν οὖσαν ποτα-

μόχωστον καὶ χαύνην, ἔτι δὲ κισηρώδη τὴν φύσιν, ῥαγάδας τε μεγάλας καὶ

διηνεκεῖς ἔχειν, διὰ δὲ τούτων εἰς ἑαυτὴν ἀναλαμβάνειν ὑγροῦ πλῆθος·

καὶ κατὰ μὲν τὴν χειμερινὴν ὥραν συνέχειν ἐν ἑαυτῆι τοῦτο, κατὰ δὲ τὴν

θερινὴν ὥσπερ ἱδρῶτάς τινας ἐξ αὑτῆς πανταχόθεν ἀνιέναι, καὶ διὰ τούτων

πληροῦν τὸν ποταμόν. (8) ὁ δὲ συγγραφεὺς οὗτος οὐ μόνον ἡμῖν φαίνεται

μὴ τεθεαμένος τὴν φύσιν τῶν κατὰ τὴν Αἴγυπτον τόπων, ἀλλὰ μηδὲ παρὰ

τῶν εἰδότων τὰ κατὰ τὴν χώραν ταύτην ἐπιμελῶς πεπυσμένος.

65f

ARISTEID. or. XXXVI 64

(II 283, 23 Keil): ’ἀλλ' ἄγε δὴ μετάβηθι‘, Ἐφόρου δὲ τοῦ φιλοσόφου καὶ

σοφοῦ ’κόσμον ἄεισον‘, ὧι κεκόσμηκεν ἁνὴρ αὑτόν τε καὶ τὴν συγγραφήν.

καίτοι δέδοικα μὴ γελοιότερος ὁ πειρώμενος ἐλέγχειν ὦ τοῦ φάσκοντος

εὑρεῖν. εἰ μὲν γὰρ μὴ πολὺ μὲν Καταδούπων ἄνω, πολὺ δ' ὧν ἴσμεν

τόπων ἔτι τὴν ἐπίδοσιν κατῆγεν ὁ Νεῖλος, τάχ' ἄν τις προσεῖτο τὴν ὑπό-

νοιαν ὡς ἄρα ἐκ τοῦ Λιβυκοῦ ὄρους καὶ τοῦ Ἀραβίου τὸ ὕδωρ ὑποχωροῦν

εἰς τὸ κάτω πληροῖ τὴν Αἴγυπτον μέσην τε καὶ κοίλην οὖσαν, ἅ φησιν

ἐκεῖνος τὴν θέρμην αἰτιώμενος.

(68) ὅλως δέ τι δή ποτε οὐ καὶ πάντες

οἱ ποταμοὶ μείζους ἑαυτῶν τοῦ θέρους γίγνονται τῶι λόγωι τούτωι; εἰ

γὰρ ὁ ἥλιος εἰς τὰ κοῖλα τῆς γῆς τὸ ὕδωρ ἀπωθεῖ, ἡ δὲ γῆ μεστὴ γιγνο-

μένη τελευτῶσα ἐπικλύζεται αὐτὴ δι' αὑτῆς, τί δή ποτ' οὐκ εἰσὶν ἐν

ἀκμῆι τοῦ καύματος οἱ ποταμοὶ μέγιστοι, πάντες ἐν τοῖς κοίλοις ὄντες

τῆς καθ' αὑτοὺς ἕκαστοι γῆς, ἀλλ' ἀντὶ τοῦ μέγιστοι τότ' εἶναι τότ' εἰσιν

ἐλάχιστοι. (70)

<«πῶς οὖν αἱ πόρρω

τοῦ Νείλου»> φησί <«λίμναι πληροῦνται, εἴπερ ἐξ ὄμβρων ἢ

χιόνος λυθείσης αἴρεται»;> (71) τοῦτο δ' εἰ τὰ μάλιστα ἀδύνατόν

ἐστιν, οὐδὲν μᾶλλον τῶι γε Ἐφόρου λόγωι συνθεῖ. ἔστι γὰρ καὶ μήτε ἐξ

ὄμβρων μήτε ἐκ χιόνος αἴρεσθαι τὸν ποταμὸν καὶ μὴ τοῦτ' αἴτιον εἶναι,

τὸ τὴν ἰκμάδα εἰς αὐτὸν ὑπορρεῖν.

(72) εἰ δ'

ἡ κοιλότης ἡ τῆς συγκεκλεισμένης ὑπὸ τῶν ὀρῶν χώρας παρεῖχε τὴν αἰτίαν,

οὐκ ἂν ἐπληροῦντο αἱ πόρρω δήπου λίμναι τοῦ ποταμοῦ. καὶ τούτου μάρτυς

αὐτὸς Ἔφορος. φησὶ γὰρ φεύγων τὸν ἔλεγχον ὡς ἄρα <«οὐ δυνατὸν

τοῦτο συμβαίνειν περὶ τὴν ἄλλην γῆν, διὰ τὸ μήτε κοί-

λην εἶναι μήτ' ἐπίκτητον ὥσπερ τὴν Αἴγυπτον, ἀλλ' ἀρ-

χαίαν τε καὶ»> ὡς ἐκεῖνος κέκληκεν <«αὐτοπαγῆ».>

καὶ ἕτερ' ἄν τις ἔχοι λέγειν μυρία τοιαῦτα

(Diod. I 39, 11—13)· καίτοι πρός γε οὓς αὐτὸς ἀντιλέγει, καὶ ἓν ποιη-

σάμενος παράδειγμα ἀπαλλάττεται· ἔστι δ' οὗ μηδ' ὄνομα ἐπενεγκών, ὥστε

γνῶναι ἢ τὸν ποταμὸν ἢ τὴν γῆν, ὅμως ἀξιοῖ νικᾶν. (78) <«ἀραιὰ γὰρ

ἡ Αἴγυπτος καὶ ῥαιδία λιβάδας διαδοῦναι.»>

(82)

εἰ μὲν οὖν

καὶ αὕτη μεταξὺ Λιβύης καὶ Ἀραβίας ἐστὶν ἡ γῆ ἢ κοιλοτέρα τῆς ἄλλης

ἁπάσης, δῶμεν ἀληθῆ λέγειν Ἔφορον· καίτοι τοσοῦτόν γε ψεύδεται, εἰπὼν

μὴ δεῖν ἄλλοθι ζητεῖν, μὴ γὰρ εἶναι ταὐτόν.

(85) τοσαῦτα δὲ ἡμῖν καὶ πρὸς τὴν Ἐφόρου

σοφίαν καὶ γνώμην καινὴν (p. 60, 15) εἰρήσθω, ὅτι καὶ μόνος ἧφθαί φησιν

τῆς ἀληθείας. ἥσθην δὲ θαλάττηι γλυκείαι Λιβύης ἐπέκεινα εἴσω ῥεούσηι

διὰ τοὺς ἐτησίας καὶ ταύτης καὶ κροκοδείλοις καὶ μύθοις Μασσαλιωτικοῖς

ἀντὶ τῶν Συβαριτικῶν. εἰ γὰρ μὴ συνίης, ὦ χαριέστατε Εὐθύμενες (V)

—εἰ ταῦτ' ἀληθῆ Ἔφορος λέγει σοὶ φάσκων δοκεῖν ...

66

STEPH. BYZ. s. Τύχη· πόλις Σικελίας πλησίον Συρακουσῶν.

Ἔφορος ἐν τῆι ι̅β̅ νῆσον Τυχίαν φησίν.

67

HARPOKR. s. Σκῆψις· ... πόλις ἐστὶν ἐν Τροίαι, ἧς

μνημονεύουσιν ἄλλοι τε καὶ Ἔφορος ἐν τῆι ι̅ε̅.

68

STEPH. BYZ. s. Ἔντελλα· πόλις Σικελίας. Ἔφορος ι̅Ϛ̅.

ἦσαν δ' οἱ οἰκοῦντες Καμπανοὶ…

69

S…

The complete text is available when the reading interface loads.