Fragmenta
- Edition reference
- Fragmenta, FGrH #1: 1A:7–47, *1–*4 addenda.
- CTS identifier
urn:cts:greekLit:tlg0538.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1a,1,F
8
παρ' Ἰσοκράτει ἐν Αἰγινητικῶι (XIX 30) καὶ Ἑκαταίωι τῶι Μιλησίωι ἐν
β̅ Ἡρωολογίας καὶ Στράττιδι (I 798, 4 K.) ἢ Ἀπολλωφάνει ἐν Ἰφιγέροντι.
9
ATHENAI. IV 148 F: Ἀρκαδικὸν δὲ δεῖπνον διαγράφων ὁ Μιλήσιος
Ἑκαταῖος ἐν τῆι τρίτηι τῶν Γενεαλογιῶν «μάζας» φησὶν εἶναι καὶ «ὕεα κρέα».
10
STEPH. BYZ. s. Τρεμίλη. ἡ Λυκία ἐκαλεῖτο οὕτως, ἀπὸ Τρε-
μίλου ὡς Πανύασις (F 18 Ki)· ‘ἔνθα δ' ἔναιε μέγας Τρεμίλης καὶ ἔγημε
θύγατρα / νύμφην Ὠγυγίην, ἣν Πραξιδίκην καλέουσι / Σίβρωι ἐπ' ἀργυρέωι
ποταμῶι παρὰ δινήεντι· / τῆς δ' ὀλοοὶ παῖδες Τλῶος Ξάνθος Πίναρός
τε / καὶ Κράγος, ὃς κρατέων πάσας ληίζετ' ἀρούρας’. οἱ κατοικοῦντες
Τρεμιλεῖς. Ἀλέξανδρος (III) δευτέρωι· ‘τελευτήσας [τὰς] δὲ τοὺς Τρε-
μιλέας Λυκίους Βελλεροφόντης μετωνόμασεν’. Ἑκαταῖος Τρεμίλας αὐτοὺς
καλεῖ ἐν δ̅ Γενεαλογιῶν.
11
—s. Μελία· πόλις Καρίας. Ἑκαταῖος Γενεαλογιῶν δ̅. τὸ
ἐθνικὸν Μελιεύς.
12
—s. Μύγισσοι· πόλις Καρίας. Ἑκαταῖος δ̅ Γενεαλογιῶν. τὸ
ἐθνικὸν Μυγίσσιος καὶ Μυγισσία Ἀθηνᾶ καὶ Μυσιγαίς.
12bis
SCHOL. PLUTARCH. (COD. AMBROS. 859) De cap.
ex inim. util. 10 p. 91 E: ἐκ τοῦ ζ̅ τῶν Λουπέρκου (no. 636). τὰ παιδία τοὺς
κορυδοὺς διώκουσι· Πλάτων Εὐθυδήμωι (291 B)· Ἀριστοφάνης (Av. 472 ff.)
θηλυκῶς «τῆς κορυδοῦ» καὶ «κορυδὸν πρώτην» ὀρνίθων. κορυδαλλὸς καὶ
κορυδαλλή· Ἀριστοτέλης θ̅ Ζωικῶν (617b 20 ff.) ....· <Ἑκαταῖος δ̅ (?)
«κορυδαλλῆς νεοττίαν»>. Σιμωνίδης ἐν Κατευχαῖς (F 3 Diehl) «χρὴ
κορυδαλλαῖς πάσαις ἐμφῦναι λόφον».
13
SCHOL. THUKYD. I 3, 2: Ἑκαταῖος ἱστορεῖ, ὅτι Δευκαλίων
τρεῖς παῖδας ἔσχε, Πρόνοον, Ὀρεσθέα καὶ Μαραθώνιον. Προνόου δὲ τὸν
Ἕλληνά φησι γενέσθαι.
14
SCHOL. APOLL. RHOD. IV 266 οὐδὲ Πελασγὶς χθὼν τότε
κυδαλίμοισιν ἀνάσσετο Δευκαλίδηισιν] οἱ ἀπὸ Δευκαλίωνος τὸ γένος
ἔχοντες ἐβασίλευον Θεσσαλίας, ὥς φησιν Ἑκαταῖος καὶ Ἡσίοδος (F 8 R).
ἡ Θεσσαλία δὲ Πελασγία ἐκαλεῖτο ἀπὸ Πελασγοῦ τοῦ βασιλεύσαντος.
15
ATHENAI. II 35 AB: Ἑκαταῖος δ' ὁ Μιλήσιος τὴν ἄμπελον ἐν
Αἰτωλίαι λέγων εὑρεθῆναί φησι καὶ τάδε· <«Ὀρεσθεὺς ὁ Δευκαλίωνος
ἦλθεν εἰς Αἰτωλίαν ἐπὶ βασιλείαι, καὶ κύων αὐτοῦ στέ-
λεχος ἔτεκε, καὶ ὃς ἐκέλευσεν αὐτὸ κατορυχθῆναι, καὶ
ἐξ αὐτοῦ ἔφυ ἄμπελος πολυστάφυλος· διὸ καὶ τὸν αὑτοῦ
παῖδα Φύτιον ἐκάλεσε. τούτου δ' Οἰνεὺς ἐγένετο, κλη-
θεὶς ἀπὸ τῶν ἀμπέλων (οἱ γὰρ παλαιοί, φησιν, Ἕλληνες
οἴνας ἐκάλουν τὰς ἀμπέλους)· Οἰνέως δ' ἐγένετο Αἰ-
τωλός.»>
16
HERODIAN. π. μον. λεξ. 41, 24 (II 947, 8 Lentz): οὐδένα
τῶν εἰς κ̅ο̅ς̅ ληγόντων δισύλλαβα ὀξύνεσθαι θέλει· Κέσκος, Φύσκος—
Ἑκαταῖος· <«Ἴων δὲ πρεσβύτερος Λοκροῦ ἦν, Φύσκου παῖς»>—
Ζύσκος, ποταμὸς Μακεδονίας, ὡς Ἀντιγένης (II) φησί.
17
SCHOL. APOLL. RHOD. I 256 ὡς ὄφελεν καὶ Φρίξον, ὅτ'
ὤλετο παρθένος Ἕλλη, κῦμα μέλαν κριῶι ἅμ' ἐπικλύσαι· ἀλλὰ καὶ αὐτὴν
ἀνδρομένην προέηκε κακὸν τέρας] λέγεται γὰρ ὅτι τῆς Ἕλλης κατα-
πεσούσης ἀγωνιῶντι τῶι Φρίξωι κατὰ Διὸς βούλησιν ἐφθέγξατο θαρσύνων
αὐτὸν ὁ κριός, διασώζειν αὐτὸν εἰς τὴν Σκυθίαν. τοῦτο δὲ αὐτῆι τῆι
Ἀλκιμέδηι ἔμελλε κακὸν γενέσθαι, τοῦ υἱοῦ ἐκεῖσε στελλομένου. <ἡ δὲ
ἱστορία κεῖται παρὰ Ἑκαταίωι ὅτι ὁ κριὸς ἐλάλησεν.>
ἔνιοι δέ φασιν αὐτὸν ἐπὶ κριοπρώρου σκάφους πλεῦσαι. Διονύσιος δὲ ἐν
β̅ (32 F 2) Κριόν φησι Φρίξου τροφέα γενέσθαι καὶ συμπεπλευκέναι
αὐτῶι εἰς Κόλχους. διὸ καὶ μεμύθευται τὰ περὶ τῆς τοῦ κριοῦ θυσίας
αὐτόθι.
18a
—IV 259 ἔστιν γὰρ πλόος ἄλλος, ὃν ἀθανάτων ἱερῆες
πέφραδον, οἳ Θήβης Τριτωνίδος ἐκγεγάασιν] Ἡρόδωρος ἐν τοῖς Ἀργοναύ-
ταις (31 F 10) φησὶ διὰ τῆς αὐτῆς ἐπανελθεῖν θαλάσσης, δι' ἧς ἦλθον
εἰς Κόλχους. <Ἑκαταῖος δὲ ὁ Μιλήσιος ἐκ τοῦ Φάσιδος διελ-
θεῖν εἰς τὸν Ὠκεανόν, εἶτα ἐκεῖθεν εἰς τὸν Νεῖλον, ὅθεν
εἰς τὴν ἡμετέραν θάλασσαν>. τοῦτο δ' ὁ Ἐφέσιος Ἀρτεμίδωρος (V)
Ψεῦδός φησιν εἶναι· τὸν γὰρ Φᾶσιν μὴ συμβάλλειν τῶι Ὠκεανῶι, ἀλλ' ἐξ
ὀρέων καταφέρεσθαι. τὸ αὐτὸ καὶ Ἐρατοσθένης ἐν γ̅ Γεωγραφικῶν (V)
φησι. Τιμάγητος δὲ ἐν α̅ Περὶ λιμένων (V) τὸν μὲν Φᾶσιν ** 〈τὸν
δὲ Ἴστρον〉 καταφέρεσθαι ἐκ τῶν Ῥιπαίων ὀρῶν, ἅ ἐστι τῆς Κελτικῆς,
εἶτα ἐκδιδόναι εἰς Κελτῶν λίμνην, μετὰ δὲ ταῦτα εἰς δύο σχίζεσθαι τὸ
ὕδωρ, καὶ τὸ μὲν εἰς τὸν Εὔξεινον πόντον εἰσβάλλειν, τὸ δὲ εἰς τὴν
Κελτικὴν θάλασσαν· διὰ δὲ τούτου τοῦ στόματος πλεῦσαι τοὺς Ἀργοναύτας·
καὶ ἐλθεῖν εἰς Τυρρηνίαν. κατακολουθεῖ δὲ αὐτῶι καὶ Ἀπολλώνιος. Ἡσίοδος
(F 64 Rz2) δὲ καὶ Πίνδαρος ἐν Πυθιονίκαις (IV 25f. 251) καὶ Ἀντίμαχος ἐν Λύδηι
διὰ τοῦ Ὠκεανοῦ φασιν ἐλθεῖν αὐτοὺς εἰς Λιβύην καὶ βαστάσαντας τὴν Ἀργὼ εἰς τὸ
ἡμέτερον πέλαγος γενέσθαι.
18b
—284: τὸν Ἴστρον φησὶν (Apollonios) ἐκ τῶν
Ὑπερβορέων καταφέρεσθαι καὶ τῶν Ῥιπαίων ὀρῶν (οὕτω δὲ εἶπεν ἀκολουθῶν
Αἰσχύλωι ἐν Λυομένωι Προμηθεῖ [F 197 N2] λέγοντι τοῦτο), γενόμενον
δὲ μεταξὺ Σκυθῶν καὶ Θραικῶν σχίζεσθαι, καὶ τὸ μὲν εἰς τὴν καθ' ἡμᾶς
θάλασσαν ἐκβάλλειν ῥεῖθρον, τὸ δὲ εἰς τὴν Ποντικὴν θάλασσαν ἐκπίπτειν
[τὸ δὲ εἰς τὸν Ἀδριατικὸν κόλπον]. Σκύμνος (V) δὲ ἐν τῆι ι̅Ϛ̅ (?) περὶ
Εὐρώπης αὐτὸν μόνον φησιν ἀπὸ ἐρήμων φέρεσθαι τὸν Ἴστρον. Ῥιπαῖα
δὲ ὄρη πρὸς ταῖς ἀντολαῖς, ὡς Καλλίμαχος (F 215 Schn)· ‘Ῥιπαίου
πέμπουσιν ἀπ' οὔρεος, ἧχι μάλιστα’. Ἐρατοσθένης δὲ ἐν τρίτωι
Γεωγραφικῶν ἐξ ἐρήμων τόπων ῥεῖν, περιβάλλειν δὲ νῆσον Πεύκην.
οὐδεὶς δὲ ἱστορεῖ διὰ τούτων τοὺς Ἀργοναύτας εἰσπεπλευκέναι εἰς τὴν
ἡμετέραν θάλασσαν ἔξω Τιμαγήτου, ὧι ἠκολούθησεν Ἀπολλώνιος. ὁ
μὲν γὰρ Σκύμνος αὐτοὺς διὰ Τανάιδος πεπλευκέναι ἐπὶ τὴν μεγάλην
θάλασσαν, ἐκεῖθεν δὲ εἰς τὴν ἡμετέραν θάλασσαν ἐληλυθέναι. καὶ παρεκ-
βολεύεται ὡς ἄρα ἐλθόντες ἐπὶ τὴν ἤπειρον οἱ Ἀργοναῦται ἐπὶ στρωτήρων
ἐκόμισαν τὴν Ἀργώ, μέχρις οὗ ἐπὶ θάλασσαν παρεγένοντο. Ἡσίοδος
(F 63) δὲ διὰ Φάσιδος αὐτοὺς εἰσπεπλευκέναι λέγει. Ἑκαταῖος δὲ
〈** Ἀρτεμίδωρος δὲ〉 ἐλέγχων αὐτὸν ἱστορεῖ μὴ ἐκδιδόναι εἰς τὴν θάλασσαν
τὸν Φᾶσιν. οὐδὲ διὰ Τανάιδος ἔπλευσαν, ἀλλὰ κατὰ τὸν αὐτὸν πλοῦν
καθ' ὃν καὶ πρότερον, ὡς Σοφοκλῆς ἐν Σκύθαις (F 504 N2) ἱστορεῖ.
καὶ Καλλίμαχος ** αὐτῶν τοὺς μὲν εἰς τὸν Ἀδρίαν πεπλευκότας μὴ
εὑρεῖν τοὺς Ἀργοναύτας, τοὺς δὲ διὰ τῶν Κυανέων πετρῶν ἐπὶ τὴν
Κέρκυραν, ἔνθα κἀκεῖνοι τότε ἦσαν. ὁ δὲ Ἴστρος καταφερόμενος ἐξ
Ὑπερβορέων, ὅταν φθάσηι ἐπὶ τὸν μεταξὺ Σκυθίας καὶ Θράικης τόπον,
σχίζεται εἰς δύο, καὶ τὸ μὲν αὐτοῦ εἰς τὸν Εὔξεινον πόντον βάλλει. τὸ
δὲ ἕτερον εἰς τὴν Τυρρηνικὴν θάλασσαν.
19
SCHOL. EURIP. Or. 872 ἄκραν, οὗ φασι πρῶτον Δαναὸν
Αἰγύπτωι δίκας διδόντα ...] ἡ πολλὴ δόξα κατέχει μὴ ἀφῖχθαι τὸν
Αἴγυπτον εἰς Ἄργος, καθάπερ ἄλλοι τέ φασι καὶ Ἑκαταῖος γράφων
οὕτως· <«ὁ δὲ Αἴγυπτος αὐτὸς μὲν οὐκ ἦλθεν εἰς Ἄργος,
παῖδες δέ, 〈ἐόντες〉, ὡς μὲν Ἡσίοδος (F 25) ἐποίησε,
πεντήκοντα, ὡς ἐγὼ δέ, οὐδὲ εἴκοσι»>. καὶ Διονύσιος ὁ κυκλο-
γράφος (15 F 6) ἐν † τούτωι τὰ παραπλήσιά φησι. Φρύνιχος δὲ ὁ
τραγικός φησιν ἐν Αἰγυπτίοις (p. 720 N2) τὸν Αἴγυπτον ἥκειν εἰς
Ἄργος.
20
SCHOL. DIONYS. THRAC. [Gr. Gr. III] p. 183, 1 Hilgard:
τῶν στοιχείων εὑρετὴν ἄλλοι τε καὶ Ἔφορος ἐν δευτέρωι (II) Κάδμον
φασίν· οἱ δὲ οὐχ εὑρετήν, τῆς δὲ Φοινίκων εὑρέσεως πρὸς ἡμᾶς διά-
κτορον γεγενῆσθαι, ὡς καὶ Ἡρόδοτος ἐν ταῖς Ἱστορίαις (V 58) καὶ
Ἀριστοτέλης (F 501 Rose) ἱστορεῖ. φασὶ γὰρ ὅτι Φοίνικες μὲν εὗρον
τὰ στοιχεῖα, Κάδμος δὲ ἤγαγεν αὐτὰ εἰς τὴν Ἑλλάδα. Πυθόδωρος (IV)
δὲ [ὡς] ἐν τῶι Περὶ στοιχείων καὶ Φίλλις ὁ Δήλιος (II) ἐν τῶι Περὶ
Χρόνων πρὸ Κάδμου Δαναὸν μετακομίσαι αὐτά φασιν. ἐπιμαρτυροῦσι
τούτοις καὶ οἱ Μιλησιακοὶ συγγραφεῖς Ἀναξίμανδρος (9 F 3) καὶ
Διονύσιος (III) καὶ Ἑκαταῖος, οὓς καὶ Ἀπολλόδωρος ἐν Νεῶν καταλόγωι
(II) παρατίθεται. ἔνιοι δὲ Μουσαῖον εὑρετὴν λέγουσι τὸν Μητίονος
καὶ Στερόπης κατ' Ὀρφέα γενόμενον· Ἀντικλείδης δ' ὁ Ἀθηναῖος (II)
Αἰγυπτίοις τὴν εὕρεσιν ἀνατίθησι· Δωσιάδης (III) δὲ ἐν Κρήτηι φησὶν
εὑρεθῆναι αὐτά· Αἰσχύλος δὲ Προμηθέα φησὶν εὑρηκέναι ἐν τῶι ὁμωνύμωι
δράματι (460)· Στησίχορος δὲ ἐν δευτέρωι Ὀρεστείας (F 34) καὶ
Εὐριπίδης (F 578 N2) τὸν Παλαμήδην φησὶν εὑρηκέναι· Μνασέας (V) δὲ
Ἑρμῆν· ἄλλοι δὲ ἄλλον.
21
HERODIAN. π. μον. λέξ. 7, 32 (II 912, 23 L): οὐδὲν εἰς ν̅α̅
λῆγον ὑπὲρ μίαν συλλαβὴν θηλυκὸν περισπᾶται, ἀλλὰ μόνον τὸ Ἀθηνᾶ ...
εἰ δέ τις λέγοι καὶ ἡ Δανᾶ οὕτως εἴρηται παρ' Ἑκαταίωι—<«τῆι
Δανᾶι μίσγεται Ζεύς»>—, ἴστω ὅτι τοῦτο παρ' Ἑκαταίωι ἐστὶ καὶ
ἐν τῆι χρήσει τῶν Φοινίκων, ὡς αὐτός φησι, οὐκ ἔτι μέντοι Ἀττικοῖς καὶ
τῆι συνηθείαι γνωστόν ... προσέθηκα δὲ ὑπὲρ μίαν συλλαβήν, ἵνα ἐκ-
φύγωμεν τὸ σύνηθες τὸ μνᾶ ... καὶ ἀπεξενωμένον τὸ Χνᾶ· οὕτω γὰρ
πρότερον ἡ Φοινίκη ἐκαλεῖτο (F 272).
22
SCHOL. HOMER. A Il. Ο 302: ... μύκητά τε καὶ μύκην, εἰ
καὶ πολλὰ σημαίνει ἡ λέξις. καὶ ὅτι οὐ τὸ μέτρον αἴτιόν ἐστι, δῆλός
ἐστιν Ἑκαταῖος οὕτως κλίνας. φησὶ γὰρ· <«καὶ ἐπαφήσας τὸν κολεὸν
τοῦ ξίφεος τὸν μύκην εὗρεν ἀποπεπτωκότα»> ὁ δὲ Ἄρατος
(976) περιττοσυλλάβως ἔκλινεν ‘ἢ λύχνοιο μύκητες ἀγείρονται περὶ μοῖραν’.
23
EPIMER. HOM. Λ (Cram. An. Ox. I 265, 6): τὸ λαός ἄτρεπτος
ἔμεινε παρ' Ὁμήρωι, καίτοι τῆι μεταγενεστέραι Ἰάδι τραπέν· ‘ληὸν
ἀθρήσας’ Ἱππῶναξ (F 88). σημειωτέον δὲ, ὅτι οὐχ ἁπλῶς τὸν ὄχλον
σημαίνει, ἀλλὰ τὸν ὑποτεταγμένον. Ἑκαταῖος γὰρ τὸν Ἡρακλέα τοῦ
<«Εὐρυσθέως λεών»> λέγει, καίτοι ἕνα ὄντα.
24
AELIAN. HA IX 23: τὴν μὲν ὕδραν τὴν Λερναίαν τὸν ἆθλον
τὸν Ἡράκλειον ἀιδέτωσαν ποιηταὶ καὶ μύθων ἀρχαίων συνθέται, ὧνπερ
οὖν καὶ Ἑκαταῖος ὁ λογοποιός ἐστιν. ἀιδέτω δὲ καὶ Ὅμηρος Χιμαίρας
φύσιν ... καὶ ταῦτα μὲν ἔοικεν ἐς τοὺς μύθους ἀποκεκρίσθαι. ἡ δὲ
ἀμφίσβαινα ὄφις ...
25
STRABON. VIII 3, 9: Ἑκαταῖος δ' ὁ Μιλήσιος ἑτέρους λέγει τῶν
Ἠλείων τοὺς Ἐπειούς· τῶι γοῦν Ἡρακλεῖ συστρατεῦσαι τοὺς Ἐπειοὺς ἐπὶ
Αὐγέαν καὶ συνανελεῖν αὐτῶι τόν τε Αὐγέαν καὶ τὴν Ἦλιν. φησὶ δὲ καὶ
(F 121) τὴν Δύμην Ἐπειίδα καὶ Ἀχαιίδα.
25bis
NATAL. COM. Myth. 6, 23 (p. 656 ed. Genev.): Tyndarus
dicitur procos Helenae convocasse, qui super equi execti testibus iurarunt se Helenam
defensuros .... post illud iuramentum Tyndarus equum in eo loco infodit, sicuti
scripsit Pausanias in Laconicis (3, 20, 9). fuit enim antiquorum consuetudo ut
super testibus victimarum plerunque iuraretur, cum foedera inter aliquos percu-
terentur. idcirco ubi Hercules foedus iniit cum liberis Nelei, fide ultro citroque
data, sue mactato, super eius testibus et ipse et illi iurarunt atque confirmarunt iura-
mentum insuper factum, ut scripsit in Phoroneo Hecataeus.
26
ARRIAN. anab. II 16, 5 (EUSTATH. Dion. Per. 558): Γηρυόνην
δέ, ἐφ' ὅντινα ὁ Ἀργεῖος Ἡρακλῆς ἐστάλη πρὸς Εὐρυσθέως τὰς βοῦς ἀπελάσαι
τὰς Γηρυόνου καὶ ἀγαγεῖν ἐς Μυκήνας, οὐδέν τι προσήκειν τῆι γῆι τῆι
Ἰβήρων Ἑκαταῖος ὁ λογοποιὸς λέγει, οὐδὲ ἐπὶ νῆσόν τινα Ἐρύθειαν ἔξω
τῆς μεγάλης θαλάσσης σταλῆναι Ἡρακλέα, ἀλλὰ τῆς ἠπείρου τῆς περὶ
Ἀμπρακίαν τε καὶ Ἀμφιλόχους βασιλέα γενέσθαι Γηρυόνην καὶ ἐκ τῆς ἠπείρου
ταύτης ἀπελάσαι Ἡρακλέα τὰς βοῦς, οὐδὲ τοῦτο φαῦλον ἆθλον τιθέμενον.
(6) οἶδα δὲ ἐγὼ καὶ εἰς τοῦτο ἔτι εὔβοτον τὴν ἤπειρον ταύτην καὶ βοῦς τρέφουσαν
καλλίστας· καὶ ἐς Εὐρυσθέα τῶν μὲν ἐξ Ἠπείρου βοῶν κλέος ἀφῖχθαι καὶ τοῦ βασι-
λέως τῆς Ἠπείρου τὸ ὄνομα τὸν Γηρυόνην οὐκ ἔξω τοῦ εἰκότος τίθεμαι· τῶν δὲ
ἐσχάτων τῆς Εὐρώπης Ἰβήρων οὔτ' ἂν τοῦ βασιλέως τὸ ὄνομα γιγνώσκειν Εὐρυσθέα,
οὔτε εἰ βοῦς καλαὶ ἐν τῆι χώραι ταύτηι νέμονται, εἰ μή τις τὴν Ἥραν τούτοις
ἐπάγων, ὡς αὐτὴν ταῦτα Ἡρακλεῖ δι' Εὐρυσθέως ἐπαγγέλλουσαν, τὸ οὐ πιστὸν τοῦ
λόγου ἀποκρύπτειν ἐθέλοι τῶι μύθωι.
27a
PAUSAN. III 25, 4: ἄκρα Ταίναρον ... ἐπὶ δὲ τῆι ἄκραι ναὸς
εἰκασμένος σπηλαίωι καὶ πρὸ αὐτοῦ Ποσειδῶνος ἄγαλμα. (5) ἐποίησαν δὲ
Ἑλλήνων τινὲς ὡς Ἡρακλῆς ἀναγάγοι ταύτηι τοῦ Ἅιδου τὸν κύνα, οὔτε ὑπὸ
γῆν ὁδοῦ διὰ τοῦ σπηλαίου φερούσης οὔτε ἕτοιμον ὂν πεισθῆναι θεῶν
ὑπόγαιον εἶναί τινα οἴκησιν ἐς ἣν ἀθροίζεσθαι τὰς ψυχάς. ἀλλὰ <Ἑκαταῖος
μὲν ὁ Μιλήσιος λόγον εὗρεν εἰκότα, ὄφιν φήσας ἐπὶ
Ταινάρωι τραφῆναι δεινόν, κληθῆναι δὲ Ἅιδου κύνα,
ὅτι ἔδει τὸν δηχθέντα τεθνάναι παραυτίκα ὑπὸ τοῦ ἰοῦ·
καὶ τοῦτον ἔφη τὸν ὄφιν ὑπὸ Ἡρακλέους ἀχθῆναι παρ'
Εὐρυσθέα>. (6) Ὅμηρος δέ—πρῶτος γὰρ ἐκάλεσε Ἅιδου κύνα ὅντινα
Ἡρακλῆς ἦγεν (Θ 368, λ 623)—οὔτε ὄνομα ἔθετο οὐδὲν οὔτε συνέπλασεν
ἐς τὸ εἶδος ὥσπερ ἐπὶ τῆι Χιμαίραι· οἱ δὲ ὕστεροι Κέρβερον ὄνομα ἐποίησαν
καὶ ... κεφαλὰς τρεῖς φασιν ἔχειν αὐτόν.
27b
SCHOL. ANTIMACH. (P. Cairo 65741) col. II 26 ff.
p. 83 Wyss: (ἐνδέξασθαι) ἀντὶ τοῦ ἐπ[ιτ]άξη〈ι〉· Μίμνερμ[ος] δ' [ἐν] τῆι
Σμυρν[η]ίδι (578 F 1) ..... καὶ Ἑκατ[αῖ]ος ὁ Μειλήσιός φησιν [οὕ]-
τως· <«εἶνα[ι δ]ὲ τ?ὸν ὄφιν δοκέω οὐ μέγα[ν] ο[ὕ]τως ο[ὔτε.]
πε![!!]ιον, ἀλ[λ]ὰ δειν[ό]τερον τῶν ἄλλων ὀφίων, καὶ
τού[τ]ου [ἕ]νε[κεν] τὸν Ε[ὐ]ρυσθέα [ἐ]νδέξασθαι ὡς ἀμήχανον
ἐ[όν]τα»>. καὶ Ἡ[σ]ίοδος (—)· «ἐ[ν δ'] ἄρα κούραις δ[έξ]ατο».
28
—IV 2, 2: χρόνωι δὲ ὕστερον, ὡς ἦν τῶν Πολυκάονος οὐδεὶς
ἔτι ἀπογόνων, ἐς γενεὰς πέντε ἐμοὶ δοκεῖν προελθόντων ... Περιήρην
τὸν Αἰόλου βασιλέα ἐπάγονται παρὰ τοῦτον ἀφίκετο, ὡς
οἱ Μεσσήνιοί φασι, Μελανεύς, τοξεύειν ἀνὴρ ἀγαθὸς καὶ διὰ τοῦτο Ἀπόλλωνος
εἶναι νομιζόμενος· καί οἱ τῆς χώρας τὸ Καρνάσιον, τότε δὲ Οἰχαλίαν κλη-
θεῖσαν, ἀπένειμεν ὁ Περιήρης ἐνοικῆσαι. γενέσθαι δὲ ὄνομα Οἰχαλίαν τῆι
πόλει φασὶν ἀπὸ τοῦ Μελανέως τῆς γυναικός. (3) Θεσσαλοὶ δὲ καὶ Εὐβοεῖς
... λέγουσιν οἱ μὲν ὡς τὸ Εὐρύτιον—χωρίον δὲ ἔρημον ἐφ' ἡμῶν ἐστι
τὸ Εὐρύτιον—πόλις τὸ ἀρχαῖον ἦν καὶ ἐκαλεῖτο Οἰχαλία, τῶι δὲ Εὐβοέων
λόγωι Κρεώφυλος ἐν Ἡρακλείαι (F 2 p. 62 Ki) πεποίηκεν ὁμολογοῦντα.
<Ἑκαταῖος δὲ ὁ Μιλήσιος ἐν Σκίωι μοίραι τῆς Ἐρετρικῆς
ἔγραψεν εἶναι Οἰχαλίαν>.
29a
—VIII 4, 8: μετὰ δὲ Αἴπυτον ἔσχεν Ἄλεος τὴν ἀρχήν (in
Arkadien) ... Ἀλέωι δὲ ἄρσενες μὲν παῖδες Λυκοῦργός τε καὶ Ἀμφιδάμας
καὶ Κηφεύς, θυγάτηρ δὲ ἐγένετο Αὔγη. (9) ταύτηι τῆι Αὔγηι τῶι Ἑκαταίου
λόγωι συνεγίνετο Ἡρακλῆς, ὁπότε ἀφίκοιτο ἐς Τεγέαν· τέλος δὲ καὶ ἐφω-
ράθη τετοκυῖα ἐκ τοῦ Ἡρακλέους, καὶ αὐτὴν ὁ Ἄλεος ἐσθέμενος ὁμοῦ τῶι
παιδὶ ἐς λάρνακα ἀφίησιν ἐς θάλασσαν, καὶ ἡ μὲν ἀφίκετο ἐς Τεύθραντα
δυνάστην ἄνδρα ἐν Καίκου πεδίωι, καὶ συνώικησεν ἐρασθέντι τῶι Τεύθραντι.
καὶ νῦν ἔστι μὲν Αὔγης μνῆμα ἐν Περγάμωι τῆι ὑπὲρ τοῦ Καίκου ...
29b
—VIII 47, 4: ἔστι δὲ ἐν τοῖς πρὸς ἄρκτον τοῦ ναοῦ
κρήνη, καὶ ἐπὶ ταύτηι βιασθῆναι τῆι κρήνηι φασὶν Αὔγην
ὑπὸ Ἡρακλέους, οὐχ ὁμολογοῦντες Ἑκαταίωι τὰ ἐς αὐτήν.
30
ANONYM. π. ὕψ. 27, 2: ὡς καὶ παρὰ τῶι Ἑκαταίωι <«Κῆυξ
δὲ ταῦτα δεινὰ ποιούμενος αὐτίκα ἐκέλευε τοὺς Ἡρα-
κλείδας ἐπιγόνους ἐκχωρεῖν· οὐ γὰρ ὑμῖν δυνατός εἰμι
ἀρήγειν. ὡς μὴ ὦν αὐτοί τε ἀπολέεσθε καμὲ τρώσετε,
ἐς ἄλλον τινὰ δῆμον ἀποίχεσθε.»>
31
PHOT. lex. s. Τενθεύς· ὁ Πενθεὺς παρ' Ἑκαταίωι.
32
SCHOL. SOPH. OC 1320 ἕκτος δὲ Παρθενοπαῖος Ἀρκὰς ὄρνυται,
ἐπώνυμος τῆς πρόσθεν ἀδμήτης χρόνωι μητρὸς λοχευθείς, πιστὸς Ἀταλάντης
γόνος] ἔνιοι οὐ τὸν Ἀταλάντης Παρθενοπαῖόν φασι στρατεῦσαι, ἀλλὰ τὸν
Ταλαοῦ (ὃν ἔνιοι διὰ τοῦ κ̅ Καλαὸν προσαγορεύουσι), καθάπερ Ἀρίσταρχος
ὁ Τεγεάτης (F 5 N2) καὶ Φιλοκλῆς (F 3 N2) ἱστοροῦσι, συγγραφέων δὲ
Ἑκαταῖος ὁ Μιλήσιος.
33
AELIAN. H A XIII 22: τέτταρες δὲ καὶ εἴκοσι τῶι βασιλεῖ (der
Inder) φρουροὶ παραμένουσιν ἐλέφαντες ἐκ διαδοχῆς ... καὶ αὐτοῖς
παίδευμα τὴν φρουρὰν 〈ἔχειν〉 οὐ κατανυστάζουσι· διδάσκονται γάρ τοι
σοφίαι τινὶ Ἰνδικῆι καὶ τοῦτο. καὶ λέγει μὲν Ἑκαταῖος ὁ Μιλήσιος Ἀμφιάρεων
τὸν Οἰκλέους κατακοιμίσαι τὴν φυλακὴν καὶ ὀλίγου παθεῖν ὅσα λέγει.
34
SCHOL. APOLL. RHOD. II 946: (Andron von Teos 802 F 3) ἐπεὶ δὲ οἱ μέθυσοι σανάπαι
λέγονται παρὰ Θραιξίν, ἧι διαλέκτωι χρῶνται καὶ Ἀμαζόνες, κληθῆναι τὴν
πόλιν 〈Σανάπην〉, ἔπειτα κατὰ φθορὰν Σινώπην. ἡ δὲ μέθυσος Ἀμαζὼν
ἐκ 〈ταύτης〉 τῆς πόλεως παρεγένετο πρὸς Λυτίδαν, ὥς φησιν Ἑκαταῖος.
35
Joseph. A J I 107 (Euseb. P E IX 13. Synkell. p. 78 ed. Bonn. Joann.
Lyd. De mens. III 5 p. 39, 16 Wü): μαρτυροῦσι δέ μου τῶι λόγωι πάντες οἱ παρ'
Ἕλλησι καὶ βαρβάροις συγγραψάμενοι τὰς ἀρχαιολογίας· καὶ γὰρ καὶ Μανέθων ... καὶ
Βηρωσὸς ... καὶ Μῶχός τε καὶ Ἑστιαῖος καὶ πρὸς τούτοις ὁ Αἰγύπτιος Ἱερώνυμος
... συμφωνοῦσι τοῖς ὑπ' ἐμοῦ λεγομένοις, (108) Ἡσίοδός τε (F 256 Rz3) καὶ Ἑκα-
ταῖος καὶ Ἑλλάνικος (4 F 202) καὶ Ἀκουσίλαος (2 F 46) καὶ πρὸς τούτοις Ἔφορος
(II) καὶ Νικόλαος (II) ἱστοροῦσι τοὺς ἀρχαίους ζήσαντας ἔτη χίλια.
35bis
NATAL. COM. Myth. 3 praef. (p. 186 ed. Genev.): his rationibus
(scil. de inferis) ad corporis voluptates pertinentibus (alias enim voluptates vulgus
non percipiebat) aliisque similibus conati sunt antiqui multitudinis animos par-
tim spe voluptatum, partim metu suppliciorum ad iustitiam vitaeque inte-
gritatem revocare. sed quoniam primus omnium mortalium Pluto istas rationes
excogitavit, <ut sensit Hecataeus>, hunc esse locorum illorum regem crediderunt,
sicuti ventorum Aeolum, quia mutationes ventorum prior observasset, Lunaeque
amicum Endymionem, quia lunae cursum prior et mutationes percepisset.
35 ter
Natal. Com. Myth. 7, 2 (p. 705 ed. Genev.): Alcaeus (—) Oceani
et Terrae filium esse sensit, <ac Hecataeus Solis et Terrae>.
36a
Agathem. ge. inf. I 1 (T 12): οἱ μὲν οὖν παλαιοὶ τὴν οἰκουμένην ἔγραφον
στρογγύλην, μέσην δὲ κεῖσθαι τὴν Ἑλλάδα, καὶ ταύτης Δελφούς· τὸν ὀμφαλὸν γὰρ
ἔχειν τῆς γῆς. πρῶτος δὲ Δημόκριτος ... συνεῖδεν, ὅτι προμήκης ἐστὶν ἡ γῆ, ἡμιόλιον
τὸ μῆκος τοῦ πλάτους ἔχουσα· συνήινεσε τούτωι καὶ Δικαίαρχος ὁ Περιπατητικός.
Εὔδοξος δὲ τὸ μῆκος διπλοῦν τοῦ πλάτους· ὁ δὲ Ἐρατοσθένης πλεῖον τοῦ διπλοῦ.
36b
Herodot IV 36: γελῶ δὲ ὁρῶν γῆς περιόδους γράψαντας πολλοὺς ἤδη καὶ οὐδένα
νόον ἐχόντως ἐξηγησάμενον, οἳ Ὠκεανόν τε ῥέοντα γράφουσι πέριξ τὴν γῆν, ἐοῦσαν
κυκλοτερέα ὡς ἀπὸ τόρνου, καὶ τὴν Ἀσίην τῆι Εὐρώπηι ποιεύντων ἴσην.
37
HARPOKR. s. ῥοδωνιά· ... ῥοδωνιά ἐστιν ἡ τῶν ῥόδων φυτεία,
ὥσπερ ἰωνιὰ ἡ τῶν ἴων, ὡς Ἑκαταῖος ἐν α̅ Περιηγήσεως δηλοῖ.
38
STEPH. BYZ. s. Ἐλιβύργη· πόλις Ταρτησσοῦ. Ἑκαταῖος Εὐρώπηι.
τὸ ἐθνικὸν Ἐλιβύργιος.
39
—s. Καλάθη· πόλις οὐ πόρρω τῶν Ἡρακλείων στηλῶν. Ἑκαταῖος
Εὐρώπηι. Ἔφορος (II) δὲ Καλάθουσαν αὐτήν φησιν.
40
—s. Ἐλβέστιοι· ἔθνος Λιβύης. Φίλιστος η̅ (III) ‘περὶ δὲ τοὺς
Λίβυας’ ** Ἑκαταῖος Εὐρώπηι «Ἐλβέστιοι καὶ Μαστιηνοί».
41
—s. Μαστιανοί· ἔθνος πρὸς ταῖς Ἡρακλείαις στήλαις. Ἑκαταῖος
Εὐρώπηι. εἴρηται δὲ ἀπὸ Μαστίας πόλεως.
42
—s. Μαινοβώρα· πόλις Μαστιηνῶν. Ἑκαταῖος Εὐρώπηι. τὸ ἐθνικὸν
Μαινοβωραῖος.
43
STEPH. BYZ. s. Σίξος· πόλις Μαστιηνῶν. Ἑκαταῖος «μετὰ δὲ
Σίξος πόλις».
44
—s. Μολυβδίνη· πόλις Μαστιηνῶν. Ἑκαταῖος Εὐρώπηι.
45
—s. Σικάνη· πόλις Ἰβηρίας, ὡς Ἑκαταῖος Εὐρώπηι.
46
—s. Κραβασία· πόλις Ἰβήρων. Ἑκαταῖος Εὐρώπηι.
47
—s. Ἔσδητες· ἔθνος Ἰβηρικόν. Ἑκαταῖος Εὐρώπηι.
48
—s. Ὕοψ· πόλις ἐν Ἰβηρίαι χερρονήσου. Ἑκαταῖος Εὐρώπηι.
<«μετὰ δὲ Ὕοψ πόλις, μετὰ δὲ Λεσυρὸς ποταμός»>
49
—s. Ἰλαραυγᾶται· οἱ Ἴβηρες. Ἑκαταῖος Εὐρώπηι· <«καὶ Ἰλα-
ραυγάτης ποταμός»>
50
—s. Μίσγητες· ἔθνος Ἰβήρων. Ἑκαταῖος Εὐρώπηι.
51
—s. Κρομύουσα· νῆσος Ἰβηρίας. Ἑκαταῖος Εὐρώπηι.
52
—s. Μήλουσα· νῆσος κατὰ Ἴβηρας. Ἑκαταῖος Εὐρώπηι.
53
STEPH. BYZ. s. Ἐλίσυκοι· ἔθνος Λιγύων. Ἑκαταῖος Εὐρώπηι.
54
—s. Νάρβων· ἐμπόριον καὶ πόλις Κελτική· Στράβων δ̅ (1, 6).
Μαρκιανὸς δὲ Ναρβωνησίαν αὐτήν φησι. τὸ ἐθνικὸν Ναρβωνίτης ... ἔστι
καὶ λίμνη Ναρβωνῖτις ... καὶ ποταμὸς Ἀτακός. Ἑκαταῖος δὲ «Ναρβαίους»
αὐτούς φησι.
55
—s. Μασσαλία· πόλις τῆς Λιγυστικῆς κατὰ τὴν Κελτικήν, ἄποικος
Φωκαέων. Ἑκαταῖος Εὐρώπηι. Τίμαιος (III) δὲ ...
56
—s. Νύραξ· πόλις Κελτική. Ἑκαταῖος Εὐρώπηι.
57
—s. Μόνοικος· πόλις Λιγυστική. Ἑκαταῖος Εὐρώπηι.
58
—s. Ἄμπελος· πόλις τῆς Λιγυστικῆς. Ἑκαταῖος Εὐρώπηι.
59
STEPH. BYZ. s. Αἰθάλη· νῆσος Τυρσηνῶν. Ἑκαταῖος Εὐρώπηι.
ἔοικε δὲ κεκλῆσθαι διὰ τὸ σίδηρον ἔχειν τὸν ἐν αἰθάληι τὴν ἐργασίαν ἔχοντα.
Φίλιστος δὲ ἐν ε̅ Σικελικῶν (III) Αἰθάλειαν αὐτὴν καλεῖ· καὶ Ἡρωδιανὸς
καὶ Ὦρος. Πολύβιος δὲ ἐν λ̅δ̅ (11, 4) λέγει Αἰθάλειαν τὴν Λῆμνον καλεῖσθαι·
... δύναται τὸ Αἰθαλίτης ἀντὶ τοῦ Χῖος. οὕτω γὰρ ἡ Χῖος ἐλέγετο.
60
STEPH. BYZ. s. Κύρνος· νῆσος πρόσβορρος Ἰαπυγίας. Ἑκαταῖος
Εὐρώπηι.
61
STEPH. BYZ. s. Νῶλα· πόλις Αὐσόνων. Ἑκαταῖος Εὐρώπηι. Νώλην
δὲ αὐτὴν Πολύβιός φησιν (II 17, 1).
62
—s. Καπύα· πόλις Ἰταλίας. Ἑκαταῖος Εὐρώπηι. ἀπὸ Κάπυος
τοῦ Τρωικοῦ.
63
—s. Καπριήνη· νῆσος Ἰταλίας. Ἑκαταῖος Εὐρώπηι. λέγονται
καὶ Καπρίαι.
64
STEPH. BYZ. s. Ἀρίνθη· πόλις Οἰνώτρων ἐν μεσογείαι. Ἑκαταῖος
Εὐρώπηι.
65
—s. Ἀρτεμίσιον· πόλις Οἰνώτρων ἐν μεσογείωι. Ἑκαταῖος Εὐρώ-
πηι ... Φίλιστος (III) δὲ Ἀρτεμίτιον αὐτὴν καλεῖ, ἴσως δωρικῶς.
66
—s. Ἔριμον· πόλις Οἰνώτρων ἐν μεσογείωι, ὡς Ἑκαταῖος.
67a
—s. Ἰξιάς· πόλις Οἰνώτρων ἐν μεσογείαι. Ἑκαταῖος Εὐρώπηι·
<«ἐν δὲ Ἰξιὰς πόλις, ἐν δὲ Μενεκίνη πόλις.»>
67b
—s. Μενεκίνη
πόλις Οἰνώτρων ἐν μεσογείαι. Ἑκαταῖος Εὐρώπηι.
68
—s. Κόσσα· πόλις Οἰνώτρων ἐν τῶι μεσογείωι. Ἑκαταῖος Εὐρώπηι.
69
—s. Κυτέριον· πόλις Οἰνώτρων ἐν τῆι μεσογείαι. Ἑκαταῖος Εὐρώπηι.
70
—s. Μαλάνιος· πόλις μία μεσογείας τῶν Οἰνώτρων τῶν ὑπὸ
Ἑκαταίου καταλεχθεισῶν ἐν Εὐρώπηι. τὸ ἐθνικὸν Μαλάνιος καὶ Μαλανιεύς.
71
—s. Νίναια· πόλις Οἰνώτρων ἐν τῆι μεσογείαι. Ἑκαταῖος
Εὐρώπηι. τὸ ἐθνικὸν Νιναῖος ἢ Νιναιεύς.
72
STEPH. BYZ. s. Ζάγκλη· πόλις Σικελίας. Ἑκαταῖος Εὐρώπηι.
οἱ μὲν ἀπὸ Ζάγκλου τοῦ γηγενοῦς ἢ ἀπὸ κρήνης Ζάγκλης· οἱ δὲ διὰ τὸ
ἐκεῖ Κρόνον τὸ δρέπανον ἀποκρύψαι, ὧι τὰ τοῦ πατρὸς ἀπέκοψεν αἰδοῖα.
Νίκανδρος ἐν τῶι η̅ Σικελίας (21 Schn.)· ‘καί τις καὶ Ζάγκλης ἐδάη Δρεπα-
νηίδος ἄστυ’. τὸ γὰρ δρέπανον οἱ Σικελοὶ Ζάγκλον καλοῦσι (Thuk. VI 4, 5).
73
STEPP. BYZ. s. Κατάνη· πόλις Σικελίας. Ἑκαταῖος Εὐρώπηι·
<«μετὰ δὲ Κατάνη πόλις, ὑπὲρ δὲ ὄρος Αἴτνη.»>
74
—s. Συρακοῦσαι· πόλις Σικελίας μεγίστη, ὡς Ἑκαταῖος Εὐρώπηι.
75
—s. Λιλύβαιον· ἡ πρὸς δύσιν ἄκρα τῆς Σικελίας. Ἑκαταῖος
Εὐρώπηι. ἔστι καὶ πόλις.
76
—s. Μοτύη· πόλις Σικελίας ἀπὸ Μοτύης γυναικὸς μηνυσάσης
Ἡρακλεῖ τοὺς ἐλάσαντας τοὺς αὐτοῦ βοῦς. Ἑκαταῖος Εὐρώπηι. Φίλιστος (III)
δὲ φρούριον αὐτήν φησι Σικελίας παραθαλάττιον.
77
—s. Σολοῦς· πόλις Σικελίας, ὡς Ἑκαταῖος ἐν Εὐρώπηι. ἐκλήθη
δὲ ἀπὸ Σολοῦντος κακοξένου, ὃν ἀνεῖλεν Ἡρακλῆς.
78
—s. Ἱμέρα· πόλις Σικελίας. Ἑκαταῖος Εὐρώπηι. ἔστι καὶ Λιβύης·
... ἔστι καὶ ποταμὸς Ἱμέρας, ὡς Νικάνωρ.
79
—s. Μυλαί· πόλις Σικελίας. Ἑκαταῖος Εὐρώπηι.
80
STEPH. BYZ. s. Λαμητῖνοι· πόλις 〈Ἰταλίας〉, ἀπὸ Λαμήτου ποταμοῦ
† πρὸς Κρότων †. Ἑκαταῖος Εὐρώπηι· <«ἐν δὲ Λάμητος ποταμός,
ἐν δὲ Λαμητῖνοι»>.
81
—s. Μέδμη· πόλις Ἰταλίας καὶ κρήνη ὁμώνυμος. Ἑκαταῖος
Εὐρώπηι. ἀπὸ Μέδμης κόρης τινός ... ἔστι καὶ ἑτέρα πόλις τῆς Λιγυστικῆς.
82
—s. Σκύλλαιον· ἄκρα, περὶ ἧς Ἑκαταῖος ἐν Εὐρώπηι φησίν.
83
—s. Λοκροὶ Ἐπιζεφύριοι· πόλις Ἰταλίας. Ἑκαταῖος Εὐρώπηι.
84
—s. Καυλωνία· πόλις Ἰταλίας, ἣν <«Αὐλωνίαν»> Ἑκαταῖος
καλεῖ, διὰ τὸ μέσην αὐλῶνος εἶναι. ἀπὸ γὰρ τῆς Αὐλῶνος ὕστερον μετωνο-
μάσθη Καυλωνία, ὡς ἀπὸ Μετάβου ἥρωος τὸ Μεταπόντιον καὶ Ἐπίδαυρος
Ἐπίταυρος καὶ αἱ Κλαζομεναὶ Πλαζομεναί. ἔστι καὶ ἄλλη Σικελίας. ἔστι
καὶ ἄλλη Λοκρῶν.
85
—s. Κρόταλλα· πόλις Ἰταλίας. Ἑκαταῖος Εὐρώπηι.
86
STEPH. BYZ. s. Ἰαπυγία· β̅ πόλεις. μία ἐν τῆι Ἰταλίαι καὶ
ἑτέρα ἐν τῆι Ἰλλυρίδι (F 97), ὡς Ἑκαταῖος. τὸ ἐθνικὸν Ἰάπυξ καὶ Ἰαπύγιος
καὶ Ἰαπυγία.
87
—s. Ἐλεύτιοι· ἔθνος τῆς Ἰαπυγίας. Ἑκαταῖος Εὐρώπηι.
88
—s. Χανδάνη· πόλις Ἰαπυγίας. Ἑκαταῖος Εὐρώπηι <«ἐν δὲ
Χανδάνη πόλις. μετὰ δὲ Πευκαῖοι.»>
89
—s. Πευκετίαντες· ἔθνος τοῖς Οἰνώτροις προσεχές, ὡς Ἑκαταῖος
ἐν Εὐρώπηι.
90
STEPH. BYZ. s. Ἀδρία· πόλις καὶ παρ' αὐτὴν κόλπος Ἀδρίας καὶ
ποταμὸς ὁμοίως, ὡς Ἑκαταῖος. ἡ χώρα τοῖς βοσκήμασίν ἐστιν ἀγαθή, ὡς δὶς
τίκτειν τὸν ἐνιαυτὸν καὶ διδυμητοκεῖν, πολλάκις καὶ τρεῖς καὶ τέσσαρας ἐρίφους
τίκτειν, ἔνια δὲ καὶ πέντε καὶ πλείους. καὶ τὰς ἀλεκτορίδας δὶς τίκτειν τῆς ἡμέρας,
τῶι δὲ μεγέθει πάντων εἶναι μικροτέρας τῶν ὀρνίθων.
91
—s. Ἴστροι· ἔθνος ἐν τῶι Ἰονίωι κόλπωι. Ἑκαταῖος Εὐρώπηι.
92
—s. Καυλικοί· ἔθνος κατὰ τὸν Ἰόνιον κόλπον. Ἑκαταῖος Εὐρώπηι.
κέκληται δὲ ἀπὸ ὄρους, ὃ Ἀπολλώνιος (IV 324) μετὰ τοῦ α̅ Καυλιακόν φησι.
93
—s. Λιβυρνοί· ἔθνος προσεχὲς τῶι ἐνδοτέρωι μέρει τοῦ Ἀδριατικοῦ
κόλπου. Ἑκαταῖος Εὐρώπηι. τὸ θηλυκὸν Λιβυρνίς. καὶ Λιβυρναῖοι. ὠνο-
μάσθησαν δὲ ἀπό τινος Λιβυρνοῦ † Ἀττικοῦ. εὕρηται τὰ Λιβυρνικὰ σκάφη.
καὶ Λιβυρνικὴ μανδύη εἶδος ἐσθῆτος (Aischyl. F 364 N2).
94
—s. Μέντορες· ἔθνος πρὸς τοῖς Λιβυρνοῖς. Ἑκαταῖος Εὐρώπηι.
95
—s. Συώπιοι· ἔθνος προσεχὲς τοῖς Λιβυρνοῖς, ὡς Ἑκαταῖος
Εὐρώπηι.
96
—s. Ὑθμῖται· ἔθνος πρὸς Λιβυρνοῖς καὶ Συωπίοις, ὥς φησιν
Ἑκαταῖος Εὐρώπηι.
97
—s. Ἰαπυγία· β̅ πόλεις, μία ἐν τῆι Ἰταλίαι (F 86) καὶ ἑτέρα
ἐν τῆι Ἰλλυρίδι, ὡς Ἑκαταῖος.
98
—s. Οἰδάντιον· πόλις Ἰλλυριῶν. Θεόπομπος (II) Φιλιππικῶν λ̅η̅.
τὸ ἐθνικὸν Οἴδαντες, ὥς φησιν Ἑκαταῖος. καὶ Οἰδαντικὴ γῆ.
99
STEPH. BYZ. s. Σεσάρηθος· πόλις Ταυλαντίων, ὥς φησιν Ἑκαταῖος.
100
—s. Χελιδόνιοι· ἔθνος Ἰλλυρικόν. Ἑκαταῖος Εὐρώπηι· <«Σεσα-
ρηθίων πρὸς βορέω οἰκέουσι Χελιδόνιοι.»>
101
—s. Ἄβροι (SUID. s. Ἅβρος)· ἔθνος πρὸς τῶι Ἀδρίαι Ταυλαν-
τίων, προσεχὲς τοῖς Χελιδονίοις, ὡς Ἑκαταῖος.
102a
—s. Λάκμων· ἄκρα τοῦ Πίνδου ὄρους, ἐξ ἧς ὁ Ἴναχος
καὶ Αἴας ῥεῖ ποταμός, ὡς Ἑκαταῖος ἐν α̅. ἔστι δὲ παρώνυμον ὡς
ἀπὸ τοῦ Λάκμος.
102b
STRAB. VII 5, 8: ὁ Ἄωος, ἐφ' ὧι Ἀπολ-
λωνία πόλις ... τὸν δ' Ἄωον Αἴαντα καλεῖ Ἑκαταῖος, καί φησιν ἀπὸ
τοῦ αὐτοῦ τόπου, τοῦ περὶ Λάκμον, μᾶλλον δὲ τοῦ αὐτοῦ μυχοῦ,
τόν τε Ἴναχον ῥεῖν εἰς Ἄργος πρὸς νότον καὶ τὸν Αἴαντα πρὸς
ἑσπέραν καὶ πρὸς τὸν Ἀδρίαν.
102c
—VI 2, 4: φέ?ρονται δ' ὑπὸ
γῆς ποταμοὶ πολλοὶ καὶ πολλαχοῦ τῆς γῆς, ἀλλ' οὐκ ἐπὶ τοσοῦτον
διάστημα. εἰ δὲ τοῦτο δυνατόν, τά γε προειρημένα
ἀδύνατα καὶ τῶι περὶ τοῦ Ἰνάχου μύθωι παραπλήσια· ‘ῥεῖ
γὰρ ἀπ' ἄκρας Πίνδου’, φησὶν ὁ Σοφοκλῆς (F 249 N2) ‘Λάκμου τε ἀπὸ
Περραιβῶν εἰς Ἀμφιλόχους καὶ Ἀκαρνᾶνας, μίσγει δ' ὕδασιν τοῖς Ἀχε-
λώιου’. καὶ ὑποβάς· ‘ἐνθένδε εἰς Ἄργος διὰ κῦμα τεμὼν ἥκει δῆμον τὸν
Λυρκείου’. ... βελτίων δ' Ἑκαταῖος, ὅς φησι τὸν ἐν τοῖς Ἀμφιλόχοις
Ἴναχον ἐκ τοῦ Λάκμου ῥέοντα, ἐξ οὗ καὶ ὁ Αἴας ῥεῖ, ἕτερον εἶναι τοῦ
Ἀργολικοῦ, ὠνομάσθαι δ' ὑπὸ Ἀμφιλόχου τοῦ καὶ τὴν πόλιν Ἄργος
Ἀμφιλοχικὸν καλέσαντος· τοῦτον μὲν οὖν οὗτός φησιν εἰς τὸν Ἀχελῶιον
ἐκβάλλειν, τὸν δὲ Αἴαντα εἰς Ἀπολλωνίαν πρὸς δύσιν ῥεῖν.
103
STEPH. BYZ. s. Δεξάροι· ἔθνος Χαόνων, τοῖς Ἐγχελέαις
προσεχεῖς. Ἑκαταῖος Εὐρώπηι. ὑπὸ Ἄμυρον ὄρος οἰκοῦν.
104
—s. Βαιάκη· πόλις τῆς Χαονίας. Ἑκαταῖος.
105
—s. Χαονία· μέση τῆς Ἠπείρου ... καὶ ἐν κτητικῶι τύπωι
ὁ αὐτὸς (Lykophr. 1320) ‘φθογγὴν ἑδώλων Χαονιτικῶν ἄπο’. καὶ
Χαονικὸς ὡς ἀπὸ τοῦ Χάονος· Ἑκαταῖος Εὐρώπηι· <«ὁ δὲ κόλπος
Κι〈χυ〉ραῖος (?) καὶ τὸ πεδίον ἐν τῆι Χαονικῆι»>.
106
—s. Ὠρικός (Eustath. Dion. Per. 321)· πόλις ἐν τῶι Ἰονίωι
κόλπωι. Ἑκαταῖος λιμένα καλεῖ Ἠπείρου τὸν Ὠρικὸν ἐν τῆι Εὐρώπηι·
<«μετὰ δὲ Βουθρωτὸς πόλις, μετὰ δὲ Ὠρικὸς λιμήν»>. Ἀπολ-
λόδωρος δὲ ὁ θαυμασιώτατος (II) πόλιν αὐτὴν οἶδε. λέγεται ἀρ-
σενικῶς, ὡς Πολύβιος ζ̅ (14 d)· ‘οἱ δὲ τὸν Ὠρικὸν κατοικοῦντες, οἳ καὶ
πρῶτοι κεῖνται περὶ τὴν εἰσβολὴν πρὸς τὸν Ἀδρίαν ἐκ δεξιῶν εἰσπλέοντι’.
107
STEPH. BYZ. s. Ὀρέσται· Μολοσσικὸν ἔθνος. Ἑκαταῖος Εὐρώπηι.
Θεαγένης ἐν Μακεδονικοῖς (III) φησιν ὅτι, ἐπεὶ ἀφείθη τῆς μανίας
Ὀρέστης, φεύγων διὰ τὴν αἰδῶ μετὰ τῆς Ἑρμιόνης εἰς ταύτην ἦλθε τὴν
γῆν καὶ παῖδα ἔσχεν Ὀρέστην, οὗ ἄρξαντος ἐκλήθησαν Ὀρέσται, αὐτὸς δὲ ...
108
—s. Δωδώνη· πόλις τῆς Μολοσσίδος ἐν Ἠπείρωι ... τῆς μέν
τοι Δωδώνης Δωδωναῖος. Ἑκαταῖος Εὐρώπηι· <«Μολοσσῶν πρὸς
μεσημβρίης οἰκέουσι Δωδωναῖοι»>.
109
STRABON VI 2, 4: ὑπὸ Ἀμφιλόχου τοῦ καὶ τὴν πόλιν Ἄργος
Ἀμφιλοχικὸν καλέσαντος.
110
STEPH. BYZ. s. Ἐπιλευκάδιοι· πόλις μετὰ Ἀκαρνανίαν. Ἑκα-
ταῖος Εὐρώπηι.
111
—s. Λύζεια· πόλις Ἀκαρνανίας. Ἑκαταῖος Εὐρώπηι. ἀπὸ
Λυζέως τινός.
112
—s. Ὀλύκραι· πόλις περὶ Ναύπακτον. Ἑκαταῖος Περιηγήσει
Εὐρώπης.
113a
—s. Χάλαιον· πόλις Λοκρῶν. Ἑκαταῖος Εὐρώπηι <«μετὰ
δὲ Λοκροί· ἐν δὲ Χάλαιον πόλις, ἐν δὲ Οἰάνθη πόλις»>.
113b
—s. Οἰάνθη· πόλις Λοκρῶν. Ἑκαταῖος Εὐρώπηι. Ἑλλάνικος (4 F 120)
δὲ Οἰάνθειαν αὐτήν φησιν.
114
—s. Φωκίς· χώρα περὶ τὸν Παρνασσόν. Ἑκαταῖος Εὐρώπηι. ἀπὸ
Φώκου τινός.
115a
—s. Κρῖσα· πόλις Φωκίδος. Ἑκαταῖος Εὐρώπηι. ἀπὸ
Κρίσου Φώκ〈ου ὑ〉ιοῦ. τὸ ἐθνικὸν Κρισαῖος καὶ Κρισαῖον πεδίον ...
τινὲς δὲ 〈τὴν〉 αὐτὴν τῆι Κίρραι φασί.
115b
EUSTATH. II. B 520:
Κρίσσα δὲ πεδίον καὶ πόλις ἐν Λοκροῖς ἢ 〈ὡς οἱ πλείονές φασιν Schol. A〉
ἐν Δελφοῖς ἀπὸ Κρίσσου τινὸς τυράννου 〈καὶ Ἀστεροδείας τῆς Δηιονέως
Schol. A〉 ἤ, ὡς Ἑκαταῖός φησι, παιδὸς Φώκου.
116
STEPH. BYZ. s. Χαιρώνεια· πόλις πρὸς τοῖς ὅροις Φωκίδος.
Ἑκαταῖος Εὐρώπηι· <«ἐν δὲ Χαιρώνεια πόλις τὰ πρῶτα.»>
κέκληται ἀπὸ Χαίρωνος. Ἀριστοφάνης ἐν Βοιωτικῶν β̅ (III) ‘λέγεται δ'
οἰκιστὴν γενέσθαι τοῦ πολίσματος Χαίρωνα.’ ... (4 F 81)
117
—s. Κορώνεια· πόλις Βοιωτίας. Ἑκαταῖος Εὐρώπηι. ἀπὸ
Κορώνου τοῦ Θερσάνδρου.
118
—s. Γέφυρα· πόλις Βοιωτίας. τινὲς δὲ τοὺς αὐτοὺς εἶναι καὶ
Ταναγραίους φασίν, ὡς Στράβων (IX 2, 10) καὶ Ἑκαταῖος. ἀφ' οὗ καὶ
Γεφυραία ἡ Δηώ.
119
STRABON VII 7, 1: Ἑκαταῖος μὲν οὖν ὁ Μιλήσιος περὶ τῆς
Πελοποννήσου φησίν, διότι πρὸ τῶν Ἑλλήνων ὤικησαν αὐτὴν βάρβαροι.
σχεδὸν δέ τι καὶ ἡ σύμπασα Ἑλλὰς κατοικία βαρβάρων ὑπῆρξε τὸ παλαιόν,
ἀπ' αὐτῶν λογιζομένοις τῶν μνημονευομένων· Πέλοπος μὲν ἐκ τῆς Φρυγίας
ἐπαγομένου λαὸν εἰς τὴν ἀπ' αὐτοῦ κληθεῖσαν Πελοπόννησον, Δαναοῦ δὲ
ἐξ Αἰγύπτου, Δρυόπων τε καὶ Καυκώνων καὶ Πελασγῶν καὶ Λελέγων καὶ
ἄλλων τοιούτων κατανειμαμένων τὰ ἐντὸς Ἰσθμοῦ καὶ τὰ ἐκτὸς δέ· τὴν μὲν
γὰρ Ἀττικὴν οἱ μετὰ Εὐμόλπου Θρᾶικες ἔσχον, τῆς δὲ Φωκίδος τὴν Δαυλίδα
Τηρεύς, τὴν δὲ Καδμείαν οἱ μετὰ Κάδμου Φοίνικες, αὐτὴν δὲ τὴν Βοιωτίαν
Ἄονες καὶ Τέμμικες καὶ Ὕαντες (ὡς δὲ Πίνδαρός φησιν [F 83] ‘ἦν ὅτε
σύας Βοιώτιον ἔθνος ἔνεπον’). καὶ ἀπὸ τῶν ὀνομάτων δὲ ἐνίων τὸ βάρβαρον
ἐμφαίνεται· Κέκροψ καὶ Κόδρος καὶ Αἶκλος καὶ Κόθος καὶ Δρύμας καὶ
Κρίνακος. οἱ δὲ Θρᾶικες καὶ Ἰλλυριοὶ καὶ Ἠπειρῶται καὶ μέχρι νῦν ἐν
πλευραῖς εἰσιν· ἔτι μέντοι μᾶλλον πρότερον ἢ νῦν, ὅπου γε καὶ τῆς ἐν
τῶι παρόντι Ἑλλάδος ἀναντιλέκτως οὔσης [τὴν] πολλὴν οἱ βάρβαροι ἔχουσι
Μακεδονίαν μὲν Θρᾶικες καί τινα μέρη τῆς Θετταλίας, Ἀκαρνανίας δὲ
καὶ Αἰτωλίας 〈τὰ〉 ἄνω Θεσπρωτοὶ καὶ 〈Κ〉ασσωπαῖοι καὶ Ἀμφίλοχοι καὶ
Μολοττοὶ καὶ Ἀθαμᾶνες, Ἠπειρωτικὰ ἔθνη.
120
STEPH. BYZ. s. Κόρινθος (EUSTATH. Il. Β 570)· πόλις
ἔσω τοῦ Ἰσθμοῦ τῆς Πελοποννήσου. Ἑκαταῖος Εὐρώπηι. ἡ αὐτὴ ἐκαλεῖτο
Ἐφύρα ἀπὸ Ἐφύρας τῆς Μύρμηκος τῆς Ἐπιμηθέως γυναικός.
121
STRABON VIII 3, 9: φησὶ δὲ καὶ τὴν Δύμην Ἐπειίδα καὶ
Ἀχαιίδα.
122
STEPH. BYZ. s. Μήκιστον· πόλις Τριφυλίας. Ἑκαταῖος Εὐρώπηι.
ἔστι καὶ ἄλλη τῆς Ἤλιδος.
123
—s. Ἀγάμμεια· ... λέγεται καὶ Μαντίνη κατὰ συναλοιφὴν
παρ' Ἑκαταίωι.
124
—s. Ὑδρέα· νῆσος πρὸς τῆι Τροιζῆνι. Ἑκαταῖος Εὐρώπηι.
125
HARPOKR. s. Καλαύρεια· ... νῆσός ἐστι πλησίον Τροιζῆνος,
ὡς Ἑκαταῖος ἐν Περιόδωι τῆς Γῆς ἔφη. ἐκαλεῖτο δὲ πρότερον Εἰρήνη ἡ
Καλαύρεια, καθά φησιν Ἀντικλείδης (II).
126
STEPH. BYZ. s. Θορικός· δῆμος τῆς Ἀκαμαντίδος φυλῆς. Ἑκα-
ταῖος δὲ πόλιν αὐτήν φησιν.
127
HERODOT. VI 137: Πελασγοὶ ἐπείτε ἐκ τῆς Ἀττικῆς ὑπὸ
Ἀθηναίων ἐξεβλήθησαν, εἴτε ὦν δὴ δικαίως εἴτε ἀδίκως—τοῦτο γὰρ
οὐκ ἔχω φράσαι, πλὴν τὰ λεγόμενα ὅτι Ἑκαταῖος μὲν ὁ Ἡγησάνδρου
ἔφησε ἐν τοῖσι λόγοισι λέγων ἀδίκως· (2) ἐπείτε γὰρ ἰδεῖν τοὺς Ἀθηναίους
τὴν χώρην, τήν σφι αὐτοὶ ὑπὸ τὸν Ὑμησσὸν ἐοῦσαν ἔδοσαν οἰκῆσαι μισθὸν
τοῦ τείχεος τοῦ περὶ τὴν ἀκρόπολίν κοτε ἐληλαμένου, ταύτην ὡς ἰδεῖν
τοὺς Ἀθηναίους ἐξεργασμένην εὖ, τὴν πρότερον εἶναι κακήν τε καὶ τοῦ
μηδενὸς ἀξίην, λαβεῖν φθόνον τε καὶ ἵμερον τῆς γῆς, καὶ οὕτως ἐξελαύνειν
αὐτοὺς οὐδεμίαν ἄλλην πρόφασιν προισχομένους τοὺς Ἀθηναίους. (3) ὡς
δὲ αὐτοὶ Ἀθηναῖοι λέγουσι, δικαίως ἐξελάσαι. κατοικημένους γὰρ τοὺς
Πελασγοὺς ὑπὸ τῶι Ὑμησσῶι ἐντεῦθεν ὁρμωμένους ἀδικέειν τάδε· φοιτᾶν
γὰρ αἰεὶ τὰς σφετέρας θυγατέρας [τε καὶ τοὺς παῖδας] ἐπ' ὕδωρ ἐπὶ
τὴν Ἐννεάκρουνον· οὐ γὰρ εἶναι τοῦτον τὸν χρόνον σφίσι κω οὐδὲ τοῖσι
ἄλλοισι Ἕλλησι οἰκέτας· ὅκως δὲ ἔλθοιεν αὗται, τοὺς Πελασγοὺς ὑπὸ
ὕβριός τε καὶ ὀλιγωρίης βιᾶσθαι σφέας. καὶ ταῦτα μέντοι σφι οὐκ
ἀποχρᾶν ποιέειν, ἀλλὰ τέλος καὶ ἐπιβουλεύοντας ἐπιχειρήσειν φανῆναι
ἐπ' αὐτοφώρωι. (4) ἑωυτοὺς δὲ γενέσθαι τοσούτωι ἐκείνων ἄνδρας
ἀμείνονας, ὅσωι παρεὸν αὐτοῖσι ἀποκτεῖναι τοὺς Πελασγούς, ἐπεί σφεας
ἔλαβον ἐπιβουλεύοντας, οὐκ ἐθελῆσαι, ἀλλά σφι προειπεῖν ἐκ τῆς γῆς
ἐξιέναι. τοὺς δὲ οὕτω δὴ ἐκχωρήσαντας ἄλλα τε σχεῖν χωρία καὶ δὴ καὶ
Λῆμνον. ἐκεῖνα μὲν δὴ Ἑκαταῖος ἔλεξε, ταῦτα δὲ Ἀθηναῖοι λέγουσι.
128
STEPH. BYZ. s. Ἑλένη· νῆσος τῆς Ἀττικῆς. Ἑκαταῖος Εὐρώπηι.
ἐκεῖ γὰρ ἀποβῆναί φασι τὴν Ἑλένην μετὰ τὴν ἅλωσιν Ἰλίου (Pausan. I 35, 1).
ἐκαλεῖτο δὲ Μάκρις διὰ τὸ μῆκος.
129
—s. Χαλκίς· πόλις Εὐβοίας. Ἑκαταῖος Εὐρώπηι· <«Χαλκὶς
πόλις ἐστίν, ἣ πρότερον Εὔβοια προσηγορεύετο»>. ἐκλήθη
δὲ ἀπὸ Κόμβης τῆς Χαλκίδος καλουμένης, θυγατρὸς Ἀσωποῦ. τινὲς δὲ
Χαλκιδεῖς φασι κληθῆναι διὰ τὸ χαλκουργεῖα πρῶτον παρ' αὐτοῖς ὀφθῆναι.
τὸ παλαιὸν δὲ Στύμφηλος προσηγορεύετο, νῦν δὲ Ἁλικάρνα.
130
STEPH. BYZ. s. Ὀρέστη· πόλις 〈Εὐβοίας〉. Ἑκαταῖος Εὐρώπης
Περιηγήσει. τὸ ἐθνικὸν Ὀρέσται ὁμοίως.
131
—s. Κῦνος· ἐπίνειον Ὀποῦντος, ὡς Φίλων (III) καὶ Παυ-
σανίας (X 1, 2). Ἑκαταῖος δὲ πόλιν αὐτήν φησιν. Ὅμηρος (B 531) ‘οἳ
Κῦνον τ' ἐνέμοντ' Ὀπόεντά τε Καλλίαρόν τε’.
132
—s. Αἰγώνεια· πόλις Μηλιέων. Λυκόφρων (903) ‘ὧν οἱ μὲν
Αἰγώνειαν ἄθλιοι πάτραν’. καὶ Ἑκαταῖος. Ῥιανὸς ι̅Ϛ̅ Αἰγώνην αὐτὴν λέγει.
133
—s. Κραννών· πόλις τῆς Θεσσαλίας τῆς Πελασγιώτιδος ἐν τοῖς
Τέμπεσιν, ὡς Ἑκαταῖος Εὐρώπηι. ἔστι καὶ ἄλλη πόλις Ἀθαμ〈α〉νίας
ἀπὸ Κράννωνος τοῦ Πελασγοῦ.
134
—s. Φωτίναιον· προπαροξυτόνως. πόλις Θεσσαλίας, ὡς Ἑκα-
ταῖος Περιηγήσει Εὐρώπης.
135
—s. Ὀλιζών· πόλις Θετταλίας. Ἑκαταῖος Εὐρώπηι.
136
—s. Εὐρυμεναί· πόλις Θεσσαλίας. Ἑκαταῖος Εὐρώπηι.
137
—s. Ἰμφεῖς· ἔθνος προσεχὲς τοῖς Περραιβοῖς. Ἑκαταῖος Εὐρώ-
πηι· <«οἰκέουσιν Ἰμφέες Περραιβοί.»>
138a
STEPH. BYZ. s. Λῆμνος· νῆσος πρὸς τῆι Θράικηι, δύο πόλεις
ἔχουσα, Ἡφαιστίαν καὶ Μύριναν, ὡς Ἑκαταῖος Εὐρώπηι. ἀπὸ τῆς Μεγάλης
λεγομένης θεοῦ, ἣν Λῆμνόν φασι. ταύτηι δὲ καὶ παρθένους θύεσθαι.
ὠικίσθη δὲ πρῶτον ὑπὸ Θραικῶν, οἳ Σίντιες ἐκαλοῦντο, ὡς Στράβων
(XII 3, 20). οἱ δ' αὐτοὶ οὗτοι καὶ Σαπαῖοι.
138b
—s. Ἡφαιστία·
πόλις ἐν Λήμνωι. Ἑκαταῖος Εὐρώπηι.
138c
—s. Μύρινα· πόλις ἐν
Λήμνωι. Ἑκαταῖος Εὐρώπηι. ἔστι καὶ τῆς Αἰολίδος ἄλλη (vgl. F 225).
ἀπὸ Μυρίνης ἀμφότεραι ἢ ἀπὸ Μυρίνου.
139
—s. Τένεδος· νῆσος τῶν Σποράδων, ὡς Ἑκαταῖος, ἐν Ἑλ-
λησπόντωι. ἀπὸ Τέννου καὶ Ἀμφιθέας ἢ Ἡμιθέας, τῶν Κύκνου παίδων,
οἱονεὶ Τεννούεδος. ἐκαλεῖτο δὲ Λεύκοφρυς.
140
STEPH. BYZ. s. Μυτιλήνη· πόλις ἐν Λέσβωι μεγίστη. Ἑκαταῖος
Εὐρώπηι. ἀπὸ Μυτιλήνης τῆς Μάκαρος ἢ Πέλοπος θυγατρός. οἱ δὲ ὅτι Μυτίλης
ἦν ὁ οἰκιστής. οἱ δὲ ἀπὸ Μύτωνος τοῦ Ποσειδῶνος καὶ Μυτιλήνης, ὅθεν Μυ-
τωνίδα καλεῖ τὴν Λέσβον Καλλίμαχος ἐν τῶι δ̅ (F 33 Schn.). Παρθένιος
δὲ (F 43 Mart) Μυτωνίδας τὰς Λεσβικάς φησι.
141
—s. Χίος· ἡ ἐπιφανεστάτη νῆσος τῶν Ἰώνων, ἔχουσα καὶ
πόλιν ὁμώνυμον. Ἑκαταῖος Εὐρώπηι <«Χίος κατὰ Ἐρυθράς· ἐν
δὲ πόλις Χίος»>. ἀπὸ Χίου τῆς Ὠκεανοῦ ἢ ἀπὸ τῆς χιόνος τῆς ἐκεῖ
γινομένης πολλῆς ἢ ἀπὸ νύμφης τῆς Χιόνης.
142
—s. Οἰνοῦσσαι· νῆσοι τῆι Χίωι προσεχεῖς. Ἑκαταῖος Εὐρώπηι.
143
—s. Κορσεαί· νῆσος τῆς Ἰωνίας ἀντικρὺ Σάμου. Ἑκαταῖος
Εὐρώπηι. Ἡρωδιανὸς (I 285, 1 L) Κορσία διὰ τοῦ ι̅.
144
EPIMER. HOM. CRAM. AN. OX. I 223, 16: σεσημειῶται τὸ
φακός ὀξυνόμενον· ἔστιν δὲ καὶ βαρυτόνως ὄνομα ὄρους. Ἑκαταῖος· <«πρὸς
μὲν νότον Πάωλος καὶ Φάκος»>.
145
HARPOKR. s. Λοιδίας ... ὅτι δὲ τῆς Μακεδονίας ἐστὶ πο-
ταμός, ἄλλοι τε ἱστοροῦσι καὶ Ἑκαταῖος ἐν Περιόδωι Εὐρώπης.
146
STEPH. BYZ. s. Χαλάστρα· πόλις Θράικης περὶ τὸν Θερμαῖον
κόλπον. Ἑκαταῖος Εὐρώπηι· <«ἐν δ' αὐτῶι Θέρμη πόλις Ἑλ-
λήνων Θρηίκων, ἐν δὲ Χαλάστρη πόλις Θρηίκων»>. Στράβων
δ' ἐν ζ̅ (fr. 24) Μακεδονίας αὐτὴν καλεῖ. ὠνόμασται δὲ ἀπὸ Χαλάστρης.
ἔστι καὶ λίμνη τῆι πόλει ὁμώνυμος.
147
—s. Σινδοναῖοι· Θράικιον ἔθνος, ὡς Ἑκαταῖος ἐν Εὐρώπηι.
148
—s. Σμίλα· πόλις Θράικης. Ἑκαταῖος Εὐρώπηι· <«μετὰ δὲ
Σμίλα πόλις»>.
149
—s. Λίπαξος· πόλις Θράικης. Ἑκαταῖος.
150
STEPH. BYZ. s. Μηκύβερνα· πόλις Παλλήνης τῆς ἐν Θράικηι
χερρονήσου. Ἑκαταῖος Εὐρώπηι.
151
—s. Σερμυλία· πόλις περὶ τὸν Ἄθω, ὡς Ἑκαταῖος.
152a
—s. Γαληψός· πόλις Θράικης καὶ Παιόνων. Ἑκαταῖος Εὐρώπηι.
Θουκυδίδης δ̅ (107, 3) ἑτέραν λέγει· ‘καὶ Γαληψὸς οὐ πολλῶι ὕστερον καὶ
Οἰσύμη’. 〈ὠνόμασται δὲ ἀπὸ Γαληψοῦ τοῦ ἐκ Θάσου καὶ Τηλέφης.〉
152b
HARPOKR. s.v. Γαληψός· .... πόλις Θράικης, <ὡς
οἱ τὰς Περιόδους γεγραφότες φασίν>. ὠνομάσθη δὲ ἀπὸ Γαληψοῦ
τοῦ ἐκ Θάσου καὶ Τηλέφης, ὡς Μαρσύας ὁ νεώτερος ἐν πέμπτωι Μακεδο-
νικῶν (135/6 F 5).
153
—s. Κρήστων· πόλις Θράικης. ἔοικε δὲ εἶναι ἡ Κρήστων παρ'
Ἡροδότωι (I 57). Λυκόφρων (937)· ‘ὁρκωμοτῆσαι τόν τε Κρηστώνης
θεόν’. ὁ πολίτης Κρηστωναῖος παρὰ Πινδάρωι (F 309). Ῥιανὸς δὲ
Κρηστωνίους αὐτούς φησιν. Ἑκαταῖος δὲ Κρηστῶνας αὐτοὺς ἐν Εὐρώπηι.
καὶ Κρηστωνικόν κτητικόν (Thuk. IV 109, 4).
154
ATHENAI. X 447 D: Ἑκαταῖος (F 323a) ... ἐν δὲ τῆι τῆς
Εὐρώπης Περιόδωι Παίονάς φησι πίνειν <«βρῦτον ἀπὸ τῶν κριθῶν
καὶ παραβίην ἀπὸ κέγχρου καὶ κονύζης. ἀλείφονται δέ»>.
φησίν <«ἐλαίωι ἀπὸ γάλακτος»>.
155
STEPH. BYZ. s. Αἰγιαλός ... ἔστι καὶ Θράικης Αἰγιαλὸς παρὰ
τῶι Στρυμόνι, ὡς Ἑκαταῖος.
156
—s. Φάγρης· πόλις Θράικης. Ἑκαταῖος Εὐρώπηι· καὶ Θου-
κυδίδης β̅ (99, 3).
157
—s. Σάτραι· ἔθνος Θράικης, ὡς Ἑκαταῖος ἐν Εὐρώπηι φησί.
158
—s. Ἄβδηρα· πόλεις δύο. ἡ μὲν Θράικης, ἀπὸ Ἀβδήρου ... ὡς
Ἑλλάνικος (4 F 105) καὶ ἄλλοι φασίν…
Ἰβ…
The complete text is available when the reading interface loads.