Fragmenta
- Edition reference
- Fragmenta, FGrH #4, #323a, #601a, #608a, #645a, #687a: 1A:107–152, *6–*8 addenda; 3B:41–50, 732–733; 3C:1–2, 190, 412–414.
- CTS identifier
urn:cts:greekLit:tlg0539.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1a,4,F
6a
φησί· καὶ ὅτι Δευκαλίωνος καὶ Πύρρας Ἕλλην, ἀφ' οὗ Ἕλληνες καὶ Ἑλλάς. ὅτι δὲ Δευκαλίων
ἐβασίλευσε Θεσσαλίας Ἑλλάνικος ἐν πρώτωι τῆς Δευκαλιωνείας φησίν.
ὅτι δὲ καὶ ι̅β̅ θεῶν βωμὸν Δευκαλίων ἱδρύσατο Ἑλλάνικος ἐν τῶι αὐτῶι
φησι συγγράμματι.
6b
III 1085: ὅτι δὲ Προμηθέως υἱὸς Δευκαλίων
ἐβασίλευσε Θεσσαλίας Ἑλλάνικός φησι· καὶ ὅτι δώδεκα θεῶν βωμὸν
ἱδρύσατο.
7
ATHENAI. X 416 B (EUSTATH. Il. Λ 547): Ἑλλάνικος δ' ἐν
α̅ Δευκαλιωνείας Ἐρυσίχθονά φησι τὸν Μυρμιδόνος, ὅτι ἦν ἄπληστος
βορᾶς, Αἴθωνα κληθῆναι.
8
STEPH. BYZ. s. † Θηγώνιον· πόλις Θεσσαλίας. Ἑλλάνικος α̅ Δευ-
καλιωνείας.
9
——s. Μισγομεναί· πόλις Θεσσαλίας. Ἑλλάνικος α̅ Δευκαλιωνείας.
10
——s. Λακέρεια· πόλις Μαγνησίας. Ἑλλάνικος Δευκαλιωνείας α̅.
11
——s. Ἀγάθεια· πόλις Φωκίδος, ὡς Ἑλλάνικος α̅ Δευκαλιωνείας.
12
——s Ἄλπωνος· πόλις καὶ ὄρος ἐν Μακεδονίαι, ὡς Εὐφορίων
(F 141 Scheidw.) ... τινὲς δὲ Θετταλίας αὐτήν φασιν. ἔστι καὶ ἄλλη
Λοκρῶν τῶν Ἐπικνημιδίων, ὡς Ἑλλάνικος ἐν α̅ Δευκαλιωνείας.
13
——s. Καλλίαρος· πόλις Λοκρῶν· ἀπὸ Καλλιάρου τοῦ Ὁδοιδόκου
καὶ Λαονόμης, ὡς Ἑλλάνικος ἐν α̅ Δευκαλιωνείας. Στράβων δὲ ἐν θ̅ (4, 5)
παρὰ τὸ εὐήροτον αὐτὴν εἶναί φησι.
14
——s. Φημίαι· πόλις τῆς Ἀρναίας· ἀπὸ Φημίου τοῦ Ἄμπυκος.
Ἑλλάνικος ἐν α̅ Δευκαλιωνείας.
15
——s. Ἄσπενδος· πόλις Παμφυλίας· Ἀσπένδου κτίσμα, ὡς
Ἑλλάνικος ἐν α̅ Δευκαλιωνείας.
16a
STEPH. BYZ. s. Σάλμος· πόλις Βοιωτίας, ἧς οἱ πολῖται
Σαλμώνιοι, ὡς Ἑλλάνικος ἐν β̅ Δευκαλιωνείας.
16b
——s. Ἄλμος· πόλις
Βοιωτίας, ὡς Ἑλλάνικος. καὶ Σάλμον αὐτήν φησι κακῶς.
17
——s. Μιδάειον· πόλις, Φρυγίας. 〈Ἑλλάνικος〉 ἐν β̅ Δευ-
καλιωνείας. καὶ Μίδαι λέγεται ...
18
CLEM. ALEX. Strom. VI 2, 26, 8 p. 443, 9 Stäh: Διευχίδας
τε ὁ Μεγαρικός, 〈ὃς〉 τὴν ἀρχὴν τοῦ λόγου ἐκ τῆς Ἑλλανίκου Δευκαλιω-
νείας μετέβαλεν.
19a
SCHOL. A HOM. Il. Σ 486: τὰς μὲν κατηστερισμένας ἐν τῶι
μετώπωι τοῦ ταύρου Ὑάδας φασὶν εἰρῆσθαι, τὰς δὲ ἐπὶ τῆς ἡμιτόμου πλευρᾶς
Πληιάδας καλεῖσθαι. Ἄτλαντος γὰρ τοῦ Ἰαπετοῦ καὶ Αἴθρας τῆς Ὠκεανοῦ, καθά
φησι Τίμαιος (III), θυγατέρες δώδεκα καὶ υἱὸς Ὕας. τοῦτον ἐν Λιβύηι κυνηγετοῦντα
ὄφις κτείνει· καὶ αἱ μὲν ε̅ τὸν ἀδελφὸν θρηνοῦσαι ἀπόλλυνται, † τὰς δὲ λοιπὰς δι'
οἶκτον καταστερίσας Ζεὺς Ὑάδας ἐπωνόμασεν ἐπωνυμίαι τοῦ ἀδελφοῦ. αἱ δὲ πλείους
ζ̅ βραδέως μέν, πλὴν ἀποθανοῦσαι Πληιάδες εἴρηνται. Φερεκύδης (3 F 90) δὲ ...
τὰς Ὑάδας Δωδωνίδας νύμφας φησὶν εἶναι καὶ Διονύσου τροφούς ... τῶν δὲ Πληι-
άδων ... πάνυ ἀμαυρὸς ὁ ἕβδομος ἀστήρ ἐστιν, ὡς μὲν Ἄρατος ἐν τῶι πρὸς Θεόπροπον
ἐπικηδείωι φησίν, Τροίας πορθουμένης τὴν Δαρδάνου μητέρα Ἠλέκτραν ... φυγεῖν
τε τὴν τῶν ἀδελφῶν σύνοδον καὶ τὰς κόμας λύσασαν ἐνίοτε κομήτην ἀστέρα φαίνεσθαι.
φησὶ δὲ καὶ Ἑλλάνικος ἐν τῶι πρώτωι τῶν Ἀτλαντικῶν τὰς μὲν Ϛ̅ θεοῖς
συνελθεῖν· Ταυγέτην Διί, ὧν γενέσθαι Λακεδαίμονα· Μαῖαν Διί, ἀφ' ὧν
Ἑρμῆς· Ἠλέκτραν Διί, ὧν Δάρδανος· Ἀλκυόνην Ποσειδῶνι, ὧν Ὑριεύς·
Στερόπην Ἄρει, ὧν Οἰνόμαος· Κελαινὼ Ποσειδῶνι καὶ αὐτὴν συγγενέσθαι,
ὧν Λύκος· Μερόπην δὲ Σισύφωι θνητῶι ὄντι, ὧν Γλαῦκος, διὸ καὶ ἀμαυρὰν
εἶναι.
19b
PAP. OX. VIII 1084: [<Μαίαι δὲ Ζεὺς μίσγεται
λανθά]νων ἐν σπῆι· τ[ῶν] δὲ γίγνεται Ἑρμ[ῆς] φιλήτης,
ὅτι αὐτῆι φιλησίμ[ως] συνεκοιμ[ᾶτο]· καὶ γ[ίγνεται θε]ῶν
κῆ[ρυξ] ἀγήρ[αος] καὶ ἀθάνατος. Κ[ε]λαινοῖ δὲ μίσγεται
Ποσειδέων· τῶν δὲ γίγνεται Λύκος, ὃν ὁ πατὴρ κατοικίζει
ἐν μακάρων νήσοις, καὶ ποιεῖ ἀθάνατον. Τηυγέτηι δὲ
[Ζε]ὺς μίσγεται· τῶν [δὲ γίγνεται Λακεδαίμων>——].
20
HARPOKR. SUID. s. Ὁμηρίδαι· ... Ὁμηρίδαι γένος ἐν Χίωι,
ὅπερ Ἀκουσίλαος ἐν γ̅ (2 F 2), Ἑλλάνικος ἐν τῆι Ἀτλαντιάδι ἀπὸ τοῦ
ποιητοῦ φησὶν ὠνομάσθαι. Σέλευκος δὲ ἐν β̅ Περὶ Βίων (IV) ἁμαρτάνειν
φησὶ Κράτητα νομίζοντα ἐν ταῖς Ἱεροποιίαις (III) Ὁμηρίδας ἀπογόνους
εἶναι τοῦ ποιητοῦ· ὠνομάσθησαν γὰρ ἀπὸ τῶν ὁμήρων, ἐπεὶ αἱ γυναῖκές
ποτε τῶν Χίων ἐν Διονυσίοις παραφρονήσασαι εἰς μάχην ἦλθον τοῖς
ἀνδράσι καὶ δόντες ἀλλήλοις ὅμηρα νυμφίους καὶ νύμφας ἐπαύσαντο, ὧν
τοὺς ἀπογόνους Ὁμηρίδας λέγουσιν.
21
SCHOL. EURIP. Phoen. 159: περὶ δὲ τοῦ πλήθους τῶν Νιοβιδῶν
αὐτός φησιν ὁ Εὐριπίδης ἐν Κρεσφόντηι (F 455) ‘καὶ δὶς ἕπτ' αὐτῆς
τέκνα Νιόβης θανόντα Λοξίου τοξεύμασιν’. ὁμοίως καὶ Αἰσχύλος ἐν
Νιόβηι (p. 50 N2) καὶ Ἀριστοφάνης ἐν Δράμασιν ἢ Νιόβωι (I 465, 284 K) ...
Φερεκύδης (3 F 126) δέ φησιν ἔχειν αὐτὴν παῖδας ἕξ, Ἀλαλκομενέα Φηρέα
Εὔδωρον Λύσιππον Ξάνθον Ἀργεῖον· θυγατέρας δὲ ἕξ, Χιόνην Κλυτίαν
Μελίαν Ὥρην (?) Δαμίππην Πελοπίαν. <Ἑλλάνικος δὲ ἐν τῆι ἐπι-
γραφομένηι Ἀτλαντίδι ἄρσενας τέσσαράς φησιν, Ἀρχή-
νορα Μενέστρατον Ἀρχαγόραν **· θυγατέρας δὲ τρεῖς,
Πελοπίαν Ὠγυγίαν Ἀστυκράτειαν.> Ξάνθος δὲ ὁ Λυδὸς (III)
δέκα καὶ δέκα ἐκ Φιλόττου τοῦ Ἀσσυρίου.
22
MARCELLIN. Vit. Thuk. 2—4: ὠικείωτο γὰρ (sc. Θουκυδίδης)
ἐκ παλαιοῦ τῶι γένει πρὸς Μιλτιάδην τὸν στρατηγόν, τῶι δὲ Μιλτιάδηι
πρὸς Αἰακὸν τὸν Διός. ... (3) καὶ τούτοις Δίδυμος μαρτυρεῖ, Φερεκύδην
ἐν τῆι πρώτηι τῶν Ἱστοριῶν (3 F 2) φάσκων οὕτω λέγειν· ‘Φιλαίας δὲ
ὁ Αἴαντος οἰκεῖ ἐν Ἀθήναις. ἐκ τούτου δὲ γίνεται Δάικλος· τοῦ δὲ
Ἐπίλυκος· τοῦ δὲ Ἀκέστωρ· τοῦ δὲ Ἀγήνωρ· τοῦ δὲ Ο〈ὔ〉λιος· τοῦ δὲ
Λύκης· τοῦ δὲ † Τόφων· τοῦ δὲ Λάιος· τοῦ δὲ Ἀγαμήστωρ· τοῦ δὲ Τίσαν-
δρος· [ἐφ' οὗ ἄρχοντος ἐν Ἀθήναις· τοῦ δὲ Μιλτιάδης] τοῦ δὲ Ἱπποκλείδης,
ἐφ' οὗ ἄρχοντος 〈ἐν Ἀθήναις〉 Παναθήναια ἐτέθη· 〈τοῦ δὲ Κύψελος〉·
τοῦ δὲ Μιλτιάδης, ὃς ὤικισε Χερρόννησον’. (4) μαρτυρεῖ τούτοις καὶ
Ἑλλάνικος ἐν τῆι ἐπιγραφομένηι Ἀσωπίδι.
23
SCHOL. APOLL. RHOD. I 916: νῆσον ἐς Ἠλέκτρης Ἀτλαντίδος]
τὴν Σαμοθράικην λέγει. ἐκεῖ γὰρ ὤικει Ἠλέκτρα ἡ Ἄτλαντος, καὶ ὠνομά-
ζετο ὑπὸ τῶν ἐγχωρίων Στρατηγίς· ἥν φησιν Ἑλλάνικος Ἠλεκτρυώνην
καλεῖσθαι. ἐγέννησε δὲ τρεῖς παῖδας, Δάρδανον τὸν εἰς Τροίαν κατοική-
σαντα, ὃν καὶ Πολυάρκη φησὶ λέγεσθαι ὑπὸ τῶν ἐγχωρίων, καὶ Ἠετίωνα,
ὃν Ἰασίωνα ὀνομάζουσι, καὶ φασὶ κεραυνωθῆναι αὐτὸν ὑβρίζοντα ἄγαλμα
τῆς Δήμητρος (s. F 135). τρίτην δὲ ἔσχεν Ἁρμονίαν, ἣν ἠγάγετο Κάδμος·
καὶ ἀπὸ τῆς μητρὸς αὐτῆς Ἠλεκτρίδας πύλας τῆς Θήβης ὠνομάσθαι ἱστορεῖ
Ἑλλάνικος ἐν πρώτωι Τρωικῶν καὶ Ἰδομενεὺς [ἐν πρώτωι Τρωικῶν]. 〈Ἀθηνίων (546 F 1) δέ φησιν ὅτι Διὸς καὶ
Ἠλέκτρας ἐγένετο Ἰασίων καὶ Δάρδανος.〉
24a
STEPH. BYZ. s. Βατίεια· τόπος τῆς Τροίας ὑψηλός. κέκλη-
ται ἀπὸ Βατείας τινός, ὡς Ἑλλάνικος ἐν α̅ Τρωικῶν. ἢ ἀπὸ τοῦ πάτου
τῶν ἵππων ἤγουν τῆς τροφῆς, τροπῆι τοῦ π̅ εἰς β̅· ἢ ἀπὸ τῶν βάτων.
24b
—s. Ἀρίσβη· πόλις τῆς Τρωάδος, Μιτυληναίων ἄποικος, ἧς οἰκισταὶ
Σκαμάνδριος καὶ Ἀσκάνιος, υἱὸς Αἰνείου. ... Κεφάλων (45 F 4) δέ φησιν
ὅτι Δάρδανος ἀπὸ Σαμοθράικης ἐλθὼν εἰς τὴν Τρωάδα τὴν Τεύκρου τοῦ
Κρητὸς θυγατέρα γαμεῖ Ἀρίσβην. Ἑλλάνικος δὲ 〈Β〉άτειαν αὐτήν φησιν.
ἔστιν ἑτέρα ἐν Λέσβωι ἀπὸ Ἀρίσβης τῆς Μάκαρος θυγατρός. Ἔφορος (II)
δὲ Μέροπος αὐτὴν γενεαλογεῖ, καὶ πρώτην Ἀλεξάνδρωι τῶι Πριάμου
γαμηθῆναι.
24c
SCHOL. T Il. Υ 236: Ἶλος δ' αὖ τέκεθ' υἱὸν ἀμύμονα
Λαομέδοντα] ἐξ Εὐρυδίκης τῆς Ἀδράστου. —〈v. 219 Δάρδανος αὖ τέκεθ'
υἱὸν Ἐριχθόνιον βασιλῆα〉] ἐκ Βατ〈ε〉ίας τῆς Τεύκρου, ὡς Ἑλλάνικος.
25a
SCHOL. (TZETZ.) Lyk. 29: Ἄτης ἀπ' ἄκρων βουπλανοκτίστων
λόφων] Ἄτης λόφος ἐκαλεῖτο πρότερον ἡ Ἴλιος ... φησὶ δὲ περὶ τούτου
τοῦ τόπου Ἑλλάνικος ἐν α̅ Τρωικῶν ὅτι μαντευομένωι ἐν Πριήπωι τῆς
Φρυγίας τῶι Ἴλωι ἔχρησεν ὁ Πριηπηναῖος Ἀπόλλων, μὴ κτίζειν τὸν λόφον
τοῦτον· ἄτης γὰρ αὐτὸν ἔφη εἶναι. διὸ καὶ Δάρδανος αὐτὸν 〈οὐκ〉 ἔκτισεν,
ἀλλὰ τὴν ὑπὸ τὴν Ἴδαν Δαρδανίαν καλουμένην. ἐκαλεῖτο δὲ τὸ πρότερον
Σκάμανδρος οὗτος ὁ λόφος.
25b
STRABON XIII 1, 42: ἐπὶ δὲ τῶν
Λυδῶν ἡ νῦν ἐκτίσθη κατοικία καὶ τὸ ἱερόν· οὐ μὴν πόλις γε ἦν, ἀλλὰ
πολλοῖς χρόνοις ὕστερον καὶ κατ' ὀλίγον, ὡς εἴρηται, τὴν αὔξησιν ἔσχεν.
Ἑλλάνικος δὲ χαριζόμενος τοῖς Ἰλιεῦσιν, οἷος ἐκείνου θυμός (T 22),
συνηγορεῖ τὸ τὴν αὐτὴν εἶναι πόλιν τὴν νῦν τῆι τότε. τὴν δὲ χώραν,
ἀφανισθείσης τῆς πόλεως, οἱ τὸ Σίγειον καὶ τὸ Ῥοίτειον ἔχοντες διενεί-
μαντο καὶ τῶν ἄλλων ὡς ἕκαστοι τῶν πλησιοχώρων, ἀπέδοσαν δ' ἀνοι-
κισθείσης.
26a
SCHOL. GEN. I HOM. Il. Φ 444: θητεύσαμεν] ζητεῖται διὰ
τί ἐθήτευσαν. Ἑλλάνικός φησι πειράζοντες Λαομέδοντα. γράφει δὲ ἐν
α̅ τῶν Τρωικῶν· «<μετὰ δὲ ταῦτα λέγεται Ποσειδῶ καὶ Ἀπόλ-
λωνα δουλεῦσαι Λαομέδοντι, ὅτι ὑβριστὴς ἦν πειρω-
μέν〈ους αὐτοῦ. λέγονται μὲν〉 οὖν ἀνδράσιν εἰδόμενοι
ἐπὶ μισθῶι, εἴτε ἄρα ἀποδώσει εἴτε καὶ οὔ, τεῖχος
λάινον ἐν τῶι Ἰλίωι ἐπ' ἀκροτάτωι τῶν κολωνῶν τειχί-
σαι, ὅτι νῦν Πέργαμος καλεῖται.»> Μητρόδωρος ἐν Τρωικοῖς
(43 F 2) ..
26b
SCHOL. A B * GEN. II HOM. Il. Υ 146: ἡγήσατο Κυανοχαίτης
τεῖχος ἐς ἀμφίχυτον Ἡρακλῆος θείοιο ὑψηλόν, τό ῥά οἱ Τρῶες καὶ Παλλὰς Ἀθήνη
ποίεον, ὄφρα τὸ κῆτος ὑπεκπροφυγὼν ἀλέαιτο] Ποσειδῶν καὶ Ἀπόλλων, προστάξαντος
Διὸς Λαομέδοντι θητεῦσαι, ἐπὶ μισθῶι τεταγμένωι τὸ τεῖχος κατασκευάζουσιν. Λαο-
μέδων δὲ παραβὰς τοὺς ὅρκους καὶ τὰς συνθήκας μὴ δοὺς τὸν μισθὸν ἀπήλασεν
αὐτούς. ἀγανακτήσας δὲ Ποσειδῶν ἔπεμψε τῆι χώραι κῆτος, ὃ τούς τε παρατυγχά-
νοντας ἀνθρώπους καὶ τοὺς γιγνομένους καρποὺς διέφθειρεν. μαντευομένωι δὲ Λαο-
μέδοντι χρησμὸς ἐδόθη Ἡσιόνην τὴν θυγατέρα αὐτοῦ βορὰν ἐκθεῖναι τῶι κήτει, καὶ
οὕτως ἀπαλλαγήσεσθαι τοῦ δεινοῦ. προθεὶς δὲ ἐκεῖνος τὴν θυγατέρα μισθὸν ἐκήρυξε
τῶι τὸ κῆτος ἀνελόντι τοὺς ἀθανάτους ἵππους δώσειν, οὓς Τρωὶ Ζεὺς ἀντὶ Γανυ-
μήδους ἔδωκεν. Ἡρακλῆς δὲ παραγενόμενος ὑπέσχετο τὸν ἆθλον κατορθώσειν, καὶ
Ἀθηνᾶς αὐτῶι πρόβλημα ποιησάσης τὸ καλούμενον ἀμφίχυτον τεῖχος, εἰσδὺς διὰ τοῦ
στόματος εἰς τὴν κοιλίαν τοῦ κήτους, αὐτοῦ τὰς λαγόνας διέφθειρεν. ὁ δὲ Λαομέδων
ὑπαλλάξας θνητοὺς δίδωσιν ἵππους. μαθὼν δὲ Ἡρακλῆς ἐπεστράτευσε, καὶ Ἴλιον
ἐπόρθησε, καὶ οὕτως ἤλαυνε τοὺς ἵππους. ἡ ἱστορία παρὰ Ἑλλανίκωι.
27
HARPOKRAT. s. Κριθώτην· ... Κριθώτη μία πόλις τῶν ἐν
Χερρονήσωι, καθά, φησιν Ἑλλάνικος ἐν α̅ Τρωικῶν. Ἔφορος (II) δὲ ἐν
τῆι δ̅ φησὶν αὐτὴν κατοικισθῆναι ὑπὸ Ἀθηναίων τῶν μετὰ Μιλτιάδου
ἐκεῖ παραγενομένων.
28
SCHOL. B* HOM. Il. Φ 242: Ἑλλάνικος ἐν δευτέρωι Τρωικῶν
<«ὑπὸ δὲ τοῦτον τὸν χρόνον ἐν τῆι Ἴδηι» φησίν, «ὁ θεὸς ὗε,
ὅθεν ὁ Σκάμανδρος τὸ ῥεῖθρον ὑπερβαλὼν ὑπὸ τοῦ
ὀμβρίου ὕδατος τὸ ἔχον κοῖλα χωρία ἐπῆλθεν. τῶι ῥοὶ
τούτωι ὁ Ἀχιλλεὺς ἡγούμενος τοῦ στρατοῦ πρῶτος ἐνέ-
τυχε, καὶ δείσας τὸν ῥοῦν, μή τί μιν πημήνηι, ἐν πεδίωι
πτελέας πεφυκυίας λαβόμενος ἐμετεώρισεν ἑαυτόν· οἱ
δ' ἄλλοι προιδόμενοι τὸν ῥοῦν ἐτράποντο ὅπου ἐδύναντο
ἕκαστος ἄλλος ἄλληι, καὶ ἐπὶ τὰ τῶν ὀρῶν ὑπερέχοντα
τοῦ πεδίου ἀνέβαινε.»> Σερούιος δὲ ἐν τρίτωι τῶν Τρωικῶν (47 F 1)·
‘πλῆθος δὴ νεκρῶν ἐσωρεύθη κατὰ τὸν ῥοῦν· εἶτα ἀνακοπτομένου τοῦ
ῥεύματος διὰ τὸ ἀποπεφράχθαι τὸν πόρον ἐλιμνάζετο ὁ ποταμός’.
29
PARTHEN. Narr. am. 34: Περὶ Κορύθου. ἱστορεῖ Ἑλλάνικος Τρωικῶν 〈β̅〉
καὶ Κεφάλων ὁ Γεργίθιος (45 F 6). ἐκ δὲ Οἰνώνης καὶ Ἀλεξάνδρου παῖς ἐγένετο
Κόρυθος. οὗτος ἐπίκουρος ἀφικόμενος εἰς Ἴλιον Ἑλένης ἠράσθη· καὶ αὐτὸν ἐκείνη
μάλα φιλοφρόνως ὑπεδέχετο. ἦν δὲ τὴν ἰδέαν κράτιστος. φωράσας δὲ αὐτὸν ὁ πατὴρ
ἀνεῖλεν. Νίκανδρος (F 108 Schn) μέντοι τὸν Κόρυθον οὐκ Οἰνώνης, ἀλλὰ Ἑλένης
καὶ Ἀλεξάνδρου φησὶ γενέσθαι.
30
STEPH. BYZ. s. Φοιτίαι· πόλις Ἀκαρνανίας, ἀπὸ Φοιτίου τοῦ
Ἀλκμέωνος τοῦ Ἀμφιαράου. Πολύβιος δ̅ (63, 7). λέγεται καὶ Φοίτιον.
καὶ τὸ ἐθνικὸν Φοιτιεύς, καὶ Φοίτιοι, ὡς Ἑλλάνικος ἐν τοῖς Τρωικοῖς.
31
DIONYS. HAL. AR I 45, 4—48, 1: βούλομαι δὲ καὶ περὶ τῆς
Αἰνείου παρουσίας εἰς Ἰταλίαν, ἐπεὶ τῶν συγγραφέων τοῖς μὲν ἠγνόηται,
τοῖς δὲ διαπεφώνηται ὁ περὶ αὐτοῦ λόγος, μὴ παρέργως διελθεῖν τάς τε
τῶν Ἑλλήνων καὶ τὰς Ῥωμαίων τῶν μάλιστα πιστευομένων ἱστορίας
παραβαλών. ἔχει δὲ τὰ περὶ αὐτοῦ λεγόμενα ὧδε.
(46, 1) Ἰλίου κρατηθέντος ὑπ' Ἀχαιῶν, εἴτε τοῦ δουρείου ἵππου τῆι
ἀπάτηι, ὡς Ὁμήρωι πεποίηται, εἴτε τῆι προδοσίαι τῶν Ἀντηνοριδῶν εἴτε
ἄλλως πως, τὸ μὲν ἄλλο πλῆθος ἐν τῆι πόλει Τρωικόν τε καὶ συμμα-
χικὸν ἐν ταῖς εὐναῖς ἔτι καταλαμβανόμενον ἐφονεύετο (νυκτὸς γὰρ δὴ τὸ
δεινὸν ἀφυλάκτοις αὐτοῖς ἐπιστῆναι ἔοικεν), Αἰνείας δὲ καὶ οἱ σὺν αὐτῶι
παρόντες Ἰλιεῦσιν ἐπίκουροι Τρῶες ἐκ Δαρδάνου τε πόλεως καὶ Ὀφρυνίου
τῶν τε ἄλλων ὅσοι τῆς κάτω πόλεως ἁλισκομένης ἔφθασαν αἴσθησιν τοῦ
δεινοῦ λαβεῖν, ἐπὶ τὰ καρτερὰ τοῦ Περγάμου συμφυγόντες τὴν ἀκρόπολιν
ἰδίωι τείχει φρουρουμένην καταλαμβάνονται, ἐν ἧι καὶ ἱερὰ τὰ πατρῶια
τοῖς Τρωσὶν ἦν καὶ χρημάτων ὁ πολὺς πλοῦτος, οἷα εἰκὸς ἐν ἐχυρῶι, καὶ
τοῦ στρατιωτικοῦ τὸ κράτιστον. (2) ἔνθα ὑπομένοντες ἀπεκρούοντο τοὺς
πειρωμένους ἐπιβαίνειν τῆς ἄκρας, καὶ τὸ διαπῖπτον ἀπὸ τῆς ἁλώσεως
πλῆθος ἐμπειρίαι στενωπῶν ὑποθέοντες ἀνελάμβανον· καὶ ἐγένετο τοῦ
καταληφθέντος πλεῖον τὸ διαφυγόν. τὴν μὲν δὴ αὐτίκα ὁρμὴν τῶν
πολεμίων, ἣν εἶχον ὅλην διαχρήσασθαι τὴν πόλιν, καὶ τὸ μὴ πᾶν ἐξ
ἐφόδου καταληφθῆναι τὸ ἄστυ τοῦτο τὸ μηχάνημα ἐξευρὼν Αἰνείας ἐπέσχε.
λογισμὸν δὲ τὸν εἰκότα περὶ τοῦ μέλλοντος λαμβάνων, ὡς ἀμήχανον εἴη
πρᾶγμα σῶσαι πόλιν, ἧς τὰ πλείω ἤδη ἐκρατεῖτο, εἰς νοῦν βάλλεται τοῦ
μὲν τείχους ἐρήμου παραχωρῆσαι τοῖς πολεμίοις, τὰ δὲ σώματα αὐτὰ καὶ
τὰ ἱερὰ τὰ πατρῶια καὶ χρήματα ὁπόσα φέρειν δύναιτο διασώσασθαι.
(3) δόξαν δὲ αὐτῶι, παῖδας μὲν καὶ γυναῖκας καὶ τὰ γηραιὰ σώματα καὶ
ὁπόσοις ἄλλοις βραδείας ἔδει φυγῆς προεξελθεῖν κελεύει τῆς πόλεως κατὰ
τὰς ἐπὶ τὴν Ἴδην φερούσας ὁδούς, ἕως Ἀχαιοὶ τὴν ἄκραν ἑλεῖν προθυμού-
μενοι διώξεως τοῦ διαπίπτοντος ἐκ τῆς πόλεως πλήθους οὐδὲν προεμη-
χανῶντο, τοῦ δὲ στρατιωτικοῦ τὸ μὲν ἐπὶ φυλακῆι τῶν ἐξιόντων ἔταξεν,
ὡς ἀσφαλής τε καὶ ἀταλαίπωρος ἐκ τῶν ἐνόντων 〈ἡ〉 φυγὴ αὐτοῖς γένοιτο
(εἴρητο δὲ τούτοις τὰ καρτερώτατα καταλαβέσθαι τῆς Ἴδης), τὸ δὲ λοιπόν,
ὃ δὴ κράτιστον ἦν, αὐτὸς ἔχων ὑπέμενεν ἐπὶ τοῦ τείχους, καὶ παρεῖχε
τοῖς προεξελθοῦσιν ἧττον ἐπιπόνους διηρτημένων τειχομαχίαι τῶν πολεμίων
τὰς φυγάς. (4) Νεοπτολέμου δὲ σὺν τοῖς ἀμφ' αὐτὸν ἐπιβάντος μέρους
τινὸς τῆς ἄκρας καὶ προσβοηθησάντων αὐτοῖς Ἀχαιῶν ἁπάντων, τῆς μὲν
ἄκρας μεθίεται, ἀνοίξας δὲ τὰς † φυγάδας πύλας ἀπήιει συντεταγμένους
ἔχων τοὺς λοιπούς, ἀγόμενος ἐπὶ ταῖς κρατίσταις συνωρίσι τόν τε πατέρα
καὶ θεοὺς τοὺς πατρώιους γυναῖκά τε καὶ τέκνα καὶ τῶν ἄλλων εἴ τι
πλείστου ἄξιον ἦν σῶμα ἢ χρῆμα.
(47, 1) ἐν δὲ τούτωι κατὰ κράτος εἰλήφεσαν Ἀχαιοὶ τὴν πόλιν, καὶ
περὶ τὰς ἁρπαγὰς ἐσπουδακότες πολλὴν ἄδειαν σώζεσθαι τοῖς φεύγουσιν
παρῆκαν. οἱ δὲ ἀμφὶ τὸν Αἰνείαν ἔτι καθ' ὁδὸν εὑρόντες τοὺς σφετέρους
καὶ καθ' ἓν ἅπαντες γενόμενοι τὰ ὀχυρώτατα καταλαμβάνονται τῆς Ἴδης.
(2) ἦλθον δ' ὡς αὐτοὺς οἵ τ' ἐν Δαρδάνωι τότε οἰκοῦντες, ὡς εἶδον φλόγα
πολλὴν παρὰ τὰ εἰωθότα φερομένην ἐξ Ἰλίου, νύκτωρ καταλιπόντες τὴν
πόλιν ἔρημον, χωρὶς ἢ ὅσοι σὺν Ἐλύμωι καὶ Αἰγέστωι ναυτικόν τι
συνεσκευασμένοι ἔτυχον προεξεληλυθότες τῆς πόλεως, καὶ ἐξ Ὀφρυνίου
πόλεως ὁ δῆμος ἅπας, καὶ ἐκ τῶν ἄλλων Τρωικῶν πόλεων 〈οἱ〉 τῆς
ἐλευθερίας περιεχόμενοι· δύναμίς τε αὕτη δι' ἐλαχίστου χρόνου μεγίστη
τῶν Τρωικῶν ἐγένετο. (3) οἱ μὲν οὖν σὺν Αἰνείαι διασωθέντες ἐκ τῆς
καταλήψεως ἐν τούτοις ὑπομένοντες τοῖς χωρίοις οὐ διὰ μακροῦ πάλιν
ἐπὶ τὰ σφέτερα κατελεύσεσθαι ἤλπιζον τῶν πολεμίων ἀποπλευσάντων,
Ἀχαιοὶ δὲ ἀνδραποδισάμενοι τὴν πόλιν καὶ τὰ σύνεγγυς χωρία καὶ
φρούρια δηιώσαντες παρεσκευάζοντο μὲν ὡς καὶ τοὺς ἐν τοῖς ὄρεσι
χειρωσόμενοι. (4) πεμψάντων δὲ κήρυκας αὐτῶν περὶ διαλύσεων καὶ
δεομένων μὴ σφᾶς εἰς ἀνάγκην καταστῆσαι πολέμου, συνελθόντες εἰς ἐκ-
κλησίαν ἐπὶ τοῖσδε ποιοῦνται πρὸς αὐτοὺς τὰς διαλύσεις· Αἰνείαν μὲν
καὶ τοὺς σὺν αὐτῶι τὰ χρήματα φέροντας ὅσα διεσώσαντο κατὰ τὴν φυγὴν
ἐν ὡρισμένοις τισὶ χρόνοις ἐκ τῆς Τρωάδος ἀπελθεῖν παραδόντας Ἀχαιοῖς
τὰ φρούρια· Ἀχαιοὺς δὲ παρασχεῖν αὐτοῖς τὴν ἀσφάλειαν ἐξ ἁπάσης ὅσης
ἐκράτουν γῆς καὶ θαλάττης ἀπιοῦσι κατὰ τὰς ὁμολογίας. (5) δεξάμενος
δὲ ταῦτα Αἰνείας καὶ νομίσας ἐκ τῶν ἐνόντων κράτιστα εἶναι, Ἀσκάνιον
μὲν τὸν πρεσβύτατον τῶν παίδων, ἔχοντα τοῦ συμμαχικοῦ τινα μοῖραν, ἧς
Φρύγιον ἦν τὸ πλεῖστον, εἰς τὴν Δασκυλῖτιν καλουμένην γῆν, ἔνθα ἐστὶν
ἡ Ἀσκανία λίμνη, μετάπεμπτον ὑπὸ τῶν ἐγχωρίων γενόμενον ἐπὶ βασιλείαι
τοῦ ἔθνους ἀποπέμπει· καὶ ὤικησεν Ἀσκάνιος αὐτόθι χρόνον τινὰ οὐ
πολύν. ἐλθόντων δὲ ὡς αὐτὸν Σκαμανδρίου τε καὶ τῶν ἄλλων Ἑκτοριδῶν,
ἀφειμένων ἐκ τῆς Ἑλλάδος ὑπὸ Νεοπτολέμου, κατάγων αὐτοὺς ἐπὶ τὴν
πατρώιαν ἀρχὴν εἰς Τροίαν ἀφικνεῖται. (6) καὶ περὶ μὲν Ἀσκανίου
τοσαῦτα λέγεται. τοὺς δὲ ἄλλους παῖδας Αἰνείας παραλαβὼν καὶ τὸν
πατέρα καὶ τὰ ἕδη τῶν θεῶν, ἐπειδὴ παρεσκευάσθη τὸ ναυτικὸν αὐτῶι,
διαπλεῖ τὸν Ἑλλήσποντον ἐπὶ τῆς ἔγγιστα κειμένης χερρονήσου τὸν πλοῦν
ποιούμενος, ἣ πρόκειται μὲν τῆς Εὐρώπης, καλεῖται δὲ Παλλήνη. ἔθνος
δ' εἶχεν αὐτὴν Θράικιον σύμμαχον, Κρουσαῖον καλούμενον, ἁπάντων προ-
θυμότατον τῶν συναραμένων αὐτοῖς τοῦ πολέμου.
(48, 1) ὁ μὲν οὖν πιστότατος τῶν λόγων, ὧι κέχρηται τῶν παλαιῶν
συγγραφέων Ἑλλάνικος ἐν τοῖς Τρωικοῖς, περὶ τῆς Αἰνείου φυγῆς
τοιόσδε ἐστίν.
32
SCHOL. PINDAR. N XI 43 (TZETZ. Lyk. 1374 p. 380, 6 Scheer):
οὗτος δέ (sc. Πείσανδρος Σπαρτιάτης), φησί, σὺν Ὀρέστηι ἀπώικησεν ἐκ
Σπάρτης καὶ τὴν Τένεδον κατώικησε· Τενέδιος γὰρ ὁ Ἀρισταγόρας. περὶ
δὲ τῆς Ὀρέστου εἰς τὴν Αἰολίδα ἀποικίας Ἑλλάνικος ἐν τῶι πρώτωι [περὶ]
Αἰολικῶν ἱστόρηκεν.
32bis
NATAL. COM. Myth. 9, 2 (p. 945 ed. Genev.): cum vero redisset (scil.
Orestes) Athenas, Electram sororem Pyladae in matrimonium collocavit, e qua
Pylades postea Medontem et Strophium filios suscepit, ut scripsit <Hellanicus
Lesbius in primo libro rerum Aeolicarum> et Isacius in Licophronem.
33
STEPH. BYZ. s. Μαλόεις· Ἀπόλλων ἐν Λέσβωι. καὶ ὁ τόπος
τοῦ ἱεροῦ Μαλόεις. ἀπὸ τοῦ μήλου τῆς Μαντοῦς, ὡς Ἑλλάνικος ἐν
Λεσβικῶν α̅.
34
STEPH. BYZ. s. Τραγασαί· χωρίον ἐν ἠπείρωι, ἀπὸ Τραγάσου, οὗ εἰς
χάριν ὁ Ποσειδῶν ἁλὸς πῆξιν ἐποίησεν, ὅθεν Τραγασαῖοι ἅλες, ὡς Ἑλ-
λάνικος ἐν α̅ Λεσβιακῶν. ἀφ' οὗ καὶ τὸ πεδίον Ἁλ〈ή〉σιον καλεῖται.
35a
STEPH. BYZ. s. Νάπη· πόλις Λέσβου· Ἑλλάνικος ἐν β̅ Λεσβια-
κῶν. ὁ πολίτης Ναπαῖος· καὶ Ἀπόλλων Ναπαῖος. εἰσὶ καὶ Ναπαῖοι
ἠπείρου.
35b
STRABON IX 4, 5: ταύτην μὲν οὖν τὴν Βῆσσαν ἐν τοῖς
δυσὶ γραπτέον Ϛ̅· ἀπὸ γὰρ τοῦ δρυμώδους ὠνόμασται ὁμωνύμως, ὥσπερ
καὶ Νάπη ἐν τῶι Μηθύμνης πεδίωι, ἣν Ἑλλάνικος ἀγνοῶν Λάπην
ὀνομάζει.
36a
SCHOL. EUST. (T) HOM. Il. Γ 75: Ἄργος ἐς ἱππόβοτον καὶ
Ἀχαιίδα καλλιγύναικα] φησὶ δὲ Ἑλλάνικος παῖδας τρεῖς Φορωνέως γενέσθαι,
οἳ τοῦ πατρὸς θανόντος διενείμαντο τὴν Ἀργείαν. καὶ ἡ μὲν πρὸς
Ἐρασίνωι τῶι ποταμῶι Πελασγῶι ἔλαχε, τῶι καὶ τὴν ἐκεῖ Λάρισαν κτί-
σαντι· Ἰάσωι δὲ τὰ πρὸς † Ἦλιν· Ἀγήνωρ δέ, ἀναλωθείσης τῆς γῆς, τὴν
πατρικὴν εἴληφεν ἵππον· ὅθεν ἐν τῶι αὐτῶι χρόνωι ὠνομάσθη τὸ Ἄρ-
γος τριχῶς Ἴασον, ὡς καὶ ἡ Ὀδύσσεια δηλοῖ, Πελασγικὸν καὶ ἱππόβοτον.
τινὲς δὲ μετὰ θάνατον τῶν δύο ἀδελφῶν ἐπιστρατεῦσαί φασι τὸν Ἀγήνορα πολλὴν
ἐπαγόμενον ἵππον, ἀφ' ἧς κληθῆναι τὸ Ἄργος ἱππόβοτον. τισὶ δὲ τῶν παλαιῶν
ἀρέσκει Ἄργος ἱππόβοτον ἐνταῦθα τὴν Θεσσαλίαν νοεῖν, Ἀχαιίδα δὲ πᾶσαν τὴν τῶν
Ἑλλήνων χώραν.
36b
SCHOL. A: Ἴασος καὶ Πελασγὸς Τριόπα παῖδες· τελευ-
τήσαντος δὲ αὐτοῖς τοῦ πατρὸς διείλοντο τὴν βασιλείαν. λαχὼν δὲ Πελασγὸς μὲν
τὰ πρὸς Ἐρασῖνον ποταμὸν ἔκτισε Λάρισαν· Ἴασος δὲ τὰ πρὸς † Ἤλιν. τελευ-
τησάντων δὲ αὐτῶν ὁ νεώτατος ἀδελφὸς Ἀγήνωρ ἐπεστράτευσε τῆι χώραι πολλὴν
ἵππον ἐπαγόμενος· ὅθεν ἐκλήθη ἱππόβοτον μὲν τὸ Ἄργος ἀπὸ τῆς Ἀγήνορος
ἵππου, ἀπὸ δὲ Ἰάσου Ἴασον. ἱστορεῖ Ἑλλάνικος ἐν Ἀργολικοῖς.
37
SCHOL. APOLL. RHOD. I 162: καὶ μὴν Ἀμφιδάμας Κηφεύς
τ' ἴσαν Ἀρκαδίηθεν, οἳ Τεγέην καὶ κλῆρον Ἀφειδάντειον ἔναιον, υἷε δύω
Ἀλεοῦ] δύο δέ εἰσι Κηφεῖς, ὁ μὲν Ἀλεοῦ, οὗ μνημονεύει Ἀπολλώνιος, ὁ δὲ
ἕτερος **, οὗ μνημονεύει Ἑλλάνικος ἐν τῶι Περὶ Ἀρκαδίας.
38
SUID. s. Ἄρειος πάγος (ET. M. 139, 12. BEKK. ANECD.
444, 5): ... ἐκλήθη δὲ καὶ Ἄρειος πάγος ἤτοι ὅτι ἐν πάγωι ἐστὶ καὶ ἐν
ὕψει τὸ δικαστήριον, Ἄρειος δέ, ἐπεὶ τὰ φονικὰ δικάζει, ὁ δὲ Ἄρης ἐπὶ
τῶν φόνων. ἢ ὅτι ἔπηξε τὸ δόρυ ἐκεῖ ἐν τῆι πρὸς Ποσειδῶνα ὑπὲρ
Ἁλιρροθίου δίκηι, ὅτε ἀπέκτεινεν αὐτὸν βιασάμενον Ἀλκίππην τὴν αὐτοῦ
καὶ Ἀγραύλου τῆς Κέκροπος θυγατέρα, ὥς φησιν Ἑλλάνικος ἐν α̅.
39
HARPOKR. s. Παναθήναια· ... ἤγαγε δὲ τὴν ἑορτὴν πρῶτος
Ἐριχθόνιος ὁ Ἡφαίστου, καθά φησιν Ἑλλάνικός τε καὶ Ἀνδροτίων (III),
ἑκάτερος ἐν α̅ Ἀτθίδος. πρὸ τούτου δὲ Ἀθήναια ἐκαλεῖτο, ὡς δεδήλωκεν
Ἴστρος ἐν γ̅ τῶν Ἀττικῶν (III).
40
—s. Φορβαντεῖον (SUID. s.v. ET. M. 798, 26): ὅτι τὸ Ἀθήνησι
Φορβαντεῖον ὠνομάσθη ἀπὸ Φόρβαντος βασιλεύσαντος Κουρήτων καὶ ὑπ'
Ἐρεχθέως ἀναιρεθέντος δεδήλωκεν Ἄνδρων ἐν η̅ τῶν Συγγενειῶν (10 F 1).
ἦν δὲ Ποσειδῶνος υἱὸς ὁ Φόρβας, καθά φησιν Ἑλλάνικος ἐν α̅ Ἀτθίδος.
41
PHOT. BEROL. lex. p. 53, 21 Reitz. (BEKK. ANECD. 362, 24):
Αἷμον· τὸ ὄρος οὐδετέρως· Ἑκαταῖος διὰ παντὸς (1 F 167) καὶ Διονύσιος
(III) καὶ Ἑλλάνικος ἐν α̅ Ἀτθίδος καὶ Τίμαιος (III) καὶ Εὔδοξος (V).
42a
HARPOKR. SUID. (SCHOL. DEMOSTH. XVIII 107 a) s.
Μουνυχία· ... τόπος παραθαλάσσιος ἐν τῆι Ἀττικῆι. Ἑλλάνικος δὲ ἐν
β̅ Ἀτθίδος ὠνομάσθαι φησὶν ἀπὸ Μουνύχου τινὸς βασιλέως τοῦ Παντα-
κλέους.
42b
SCHOL. DEMOSTH. XVIII 107 b: ἐκλήθη δὲ Μουνυχία,
ὥς φησιν ὁ Διόδωρος (III) παραφέρων τὰ Ἑλλανίκου, λέγων ὡς ὅτι
Θρᾶικές ποτε στρατεύσαντες κατὰ τῶν οἰκούντων τὸν Μινύειον Ὀρχομενὸν
τὸν τῆς Βοιωτίας ἐξέβαλον αὐτοὺς ἐκεῖθεν· οἱ δὲ ἐξαναστάντες ἦλθον
εἰς Ἀθήνας ἐπὶ Μουνύχου βασιλέως· ὁ δὲ ἐπέτρεψεν αὐτοῖς οἰκῆσαι τὸν
τόπον τοῦτον, τὴν Μουνυχίαν, ὅστις οὕτως ὠνομάσθη παρ' αὐτῶν πρὸς
τιμὴν τοῦ βασιλέως.
43
——s. Ἀλόπη· ... Κερκυόνος θυγάτηρ, ἐξ ἧς καὶ Ποσειδῶνος
Ἱπποθόων ὁ τῆς Ἱπποθοωντίδος φυλῆς ἐπώνυμος, ὡς Ἑλλάνικός τε ἐν
β̅ Ἀτθίδος καὶ Εὐριπίδης ἐν τῶι ὁμω〈νύμωι δράματι (p. 389 N2) καὶ〉
Δείναρχος ἐν τῆι διαδικασίαι Φαληρέων.
44
HARPOKR. s. Πηγαί· ... τόπος ἐν Μεγάροις, ὡς ἐν δευτέρωι
τῆς Ἀτθίδος φησὶν Ἑλλάνικος.
45
——s. Ἱεροφάντης· ... περὶ δὲ τοῦ γένους τῶν ἱεροφαντῶν
δεδήλωκεν Ἑλλάνικος ἐν β̅ Ἀτθίδος.
46
——s. Στεφανηφόρος· ... Στεφανηφόρου ἡρῶιον, ὡς ἔοικεν, ἦν
ἐν ταῖς Ἀθήναις. εἴη δ' ἂν ὁ Στεφανηφόρος ἤτοι τῶν Ἡρακλέους υἱέων
εἷς (F 3) ...· ἢ μήποτε τοῦ Ἀττικοῦ Στεφανηφόρου τὸ ἡρῶιον ἦν, οὗ
πάλιν ὁ αὐτὸς Ἑλλάνικος ἐν β̅ Ἀτθίδος μέμνηται.
47a
AFRIKAN. b. EUSEB. P E X 10 p. 488 D: τὰ δὲ πρὸ τούτων (sc. τῶν
ὀλυμπιάδων) ὡδί πως τῆς Ἀττικῆς χρονογραφίας ἀριθμουμένης, ἀπὸ Ὠγύγου τοῦ
παρ' ἐκείνοις αὐτόχθονος πιστευθέντος, ἐφ' οὗ γέγονεν ὁ μέγας καὶ πρῶτος ἐν τῆι
Ἀττικῆι κατακλυσμός, Φορωνέως Ἀργείων βασιλεύοντος, ὡς Ἀκουσίλαος ἱστορεῖ (2
F 23) μέχρι πρώτης ὀλυμπιάδος, ὁπόθεν Ἕλληνες ἀκριβοῦν τοὺς χρόνους ἐνόμισαν,
ἔτη συνάγεται χίλια εἴκοσιν ... ταῦτα γὰρ 〈οἱ τὰ〉 Ἀθηναίων ἱστοροῦντες, Ἑλλάνικός
τε καὶ Φιλόχορος (III) οἱ τὰς Ἀτθίδας, οἵ τε τὰ Σύρια Κάστωρ (II) καὶ Θάλλος (II),
καὶ 〈ὁ〉 τὰ πάντων Διόδωρος ὁ τὰς Βιβλιοθήκας, Ἀλέξανδρός τε ὁ Πολυίστωρ (III),
καί τινες τῶν καθ' ἡμᾶς ἀκριβέστερον ἐμνήσθησαν καὶ τῶν Ἀττικῶν ἁπάντων.
47b
JUSTIN. Coh. ad Graec. 9: καὶ οἱ τὰ Ἀθηναίων δὲ ἱστοροῦντες, Ἑλλάνικός τε
καὶ Φιλόχορος ὁ τὰς Ἀτθίδας, Κάστωρ τε καὶ Θάλλος καὶ Ἀλέξανδρος ὁ Πολυίστωρ,
ἔτι δὲ καὶ οἱ σοφώτατοι Φίλων τε καὶ Ἰώσηπος οἱ τὰ κατὰ Ἰουδαίους ἱστορήσαντες,
ὡς σφόδρα ἀρχαίου καὶ παλαιοῦ τῶν Ἰουδαίων ἄρχοντος Μωυσέως μέμνηνται.
48
HARPOKR. s. Ἐρυθραῖοι· ... πόλις ἐν Ἰωνίαι Ἐρυθρά, μία
τῶν ὑπὸ Νηλέως τοῦ Κόδρου κτισθεισῶν, ὥς φησιν Ἑλλάνικος ἐν Ἀτθίσιν.
s. F 125.
49
THUKYD. I 97, 2: ἔγραψα δὲ αὐτὰ καὶ τὴν ἐκβολὴν τοῦ λόγου
ἐποιησάμην διὰ τόδε, ὅτι τοῖς πρὸ ἐμοῦ ἅπασιν ἐκλιπὲς τοῦτο ἦν τὸ
χωρίον, καὶ ἢ τὰ πρὸ τῶν Μηδικῶν Ἑλληνικὰ ξυνετίθεσαν ἢ αὐτὰ τὰ
Μηδικά· τούτων δὲ ὅσπερ καὶ ἥψατο ἐν τῆι Ἀττικῆι ξυγγραφῆι Ἑλλάνικος,
βραχέως τε καὶ τοῖς χρόνοις οὐκ ἀκριβῶς ἐπεμνήσθη.
50
SCHOL. R ARISTOPHAN. Lys. 36: ἐν γὰρ τῆι Κωπαίδι λίμνηι
μέγισταί εἰσιν ἐγχέλεις· ὤικουν τε τὴν Βοιωτίαν καὶ οἱ λεγόμενοι Ἐγχελεῖς,
περὶ ὧν καὶ Ἑλλάνικος ἐν τοῖς Βοιωτιακοῖς φησιν.
51
SCHOL. A D HOM. Il. Β 494: ἡ Βοιωτία τὸ πρότερον Ἀονία ἐκαλεῖτο ἀπὸ
τῶν κατοικούντων ἐν αὐτῆι Ἀόνων, μετωνομάσθη δὲ Βοιωτία κατὰ μέν τινας ἀπὸ
Βοιωτοῦ τοῦ Ποσειδῶνος καὶ Ἄρνης, καθ' ἑτέρους δὲ ἀπὸ τῆς ἐλαθείσης κατὰ τὸ
πυθόχρηστον ὑπὸ Κάδμου βοός. Εὐρώπης γὰρ τῆς Φοίνικος θυγατρὸς ἐκ Σιδῶνος
ὑπὸ Διὸς ἁρπαγείσης, Κάδμος ὁ ἀδελφὸς αὐτῆς κατὰ ζήτησιν πεμφθεὶς ὑπὸ τοῦ
πατρὸς ὡς οὐχ εὗρεν αὐτήν, ἦλθεν εἰς Δελφοὺς ἐρωτήσων τὸν θεόν. ὁ δὲ θεὸς
εἶπεν αὐτῶι περὶ μὲν Εὐρώπης μὴ πολυπραγμονεῖν, χρῆσθαι δὲ καθοδηγῶι βοὶ
καὶ πόλιν ἐκεῖ κτίζειν, ἔνθα ἂν αὕτη εἰς τὰ δεξιὰ πέσηι καμοῦσα. τοιοῦτον λαβὼν
χρησμὸν διὰ Φωκέων ἐπορεύετο. εἶτα βοὶ συντυχὼν παρὰ τοῖς Πελάγονος βουκολίοις
ταύτηι πορευομένηι κατόπιν εἵπετο. ἡ δὲ διεξιοῦσα πᾶσαν Βοιωτίαν ὀκνήσασα ἀνεκλίθη
ἔνθα νῦν εἰσιν αἱ Θῆβαι. βουλόμενος δὲ Ἀθηνᾶι τὴν βοῦν καταθῦσαι πέμπει τινὰς τῶν
μεθ' ἑαυτοῦ ληψομένους χέρνιβα ἀπὸ τῆς Ἀρητιάδος κρήνης. ὁ δὲ φρουρῶν τὴν
κρήνην δράκων, ὃν Ἄρεως ἔλεγον εἶναι, τοὺς πλείονας τῶν πεμφθέντων διέφθειρεν.
ἀγανακτήσας δὲ Κάδμος κτείνει τὸν δράκοντα καὶ τῆς Ἀθηνᾶς αὐτῶι ὑποθεμένης
τοὺς τούτου ὀδόντας σπείρει· ἀφ' ὧν ἐγένοντο οἱ γηγενεῖς. ὀργισθέντος δὲ Ἄρεως
καὶ μέλλοντος Κάδμον ἀναιρεῖν ἐκώλυσεν ὁ Ζεὺς καὶ Ἁρμονίαν αὐτῶι συνώικισε
τὴν Ἄρεως καὶ Ἀφροδίτης· πρότερον δὲ ἐκέλευσεν αὐτὸν ἀντὶ τῆς ἀναιρέσεως τοῦ
δράκοντος ἐνιαυτὸν θητεῦσαι. ἐν δὲ τῶι γάμωι Μούσας ἆισαι καὶ τῶν θεῶν ἕκαστον
Ἁρμονίαι δῶρον δοῦναι. ἱστορεῖ Ἑλλάνικος ἐν Βοιωτιακοῖς καὶ Ἀπολλόδωρος ἐν
τῶι γ̅(Bibl. III 21—25).
52
HARPOKR. SUID. s. τετραρχία· ... τεττάρων μερῶν ὄντων τῆς
Θετταλίας ἕκαστον μέρος τετρὰς ἐκαλεῖτο, καθά φησιν Ἑλλάνικος ἐν τοῖς
Θετταλικοῖς. ὀνόμα〈τα〉 δέ φησιν εἶναι ταῖς τετράσι Θετταλιῶτιν Φθιῶτιν
Πελασγιῶτιν Ἑστιαιῶτιν. καὶ Ἀριστοτέλης δὲ ἐν τῆι κοινῆι Θετταλῶν
Πολιτείαι (III) ἐπὶ Ἀλεύα τοῦ πυρροῦ διηιρῆσθαί φησιν εἰς δ̅ μοίρας
τὴν Θετταλίαν.
52bis
NATAL. COM. Myth. 9, 4 (p. 951 ed. Genev.): Peleus ob amores
Cretheis uxoris Acasti, quia noluisset illi ad turpitudinem parere, accusatus apud
Acastum tentatae pudicitiae, in deserta Pelei montis deductus est atque arbori nudus
alligatus, ut a feris sylvestribus voraretur. dicunt deos innocentiae misertos Vulcanum
ad Peleum solvendum misisse, atque ensem illi insuper donasse, quo feras irruentes
posset trucidare. sic igitur solutus ivit in Thessaliam, Acastumque ipsum et universam
Iolcum debellavit, ut inquit <Hellanicus Lesbius in Rebus Thessalicis.>
53
ATHENAI. XI 470 D: ἠθάνιον· Ἑλλάνικος ἐν Αἰγυπτιακοῖς
οὕτως γράφει· <«Αἰγυπτίων ἐν τοῖς οἴκοις κεῖται φιάλη
χαλκῆ καὶ κύαθος χαλκοῦς καὶ ἠθάνιον χάλκεον.»>
54
—XV 679 F: περὶ δὲ τῶν ἐν Αἰγύπτωι αἰεὶ ἀνθούντων στεφά-
νων Ἑλλάνικος ἐν τοῖς Αἰγυπτιακοῖς οὕτως γράφει· <«πόλις ἐπι-
ποταμίη, Τίνδιον ὄνομα αὐτῆι, θεῶν ὁμήγυρις· καὶ
ἱερὸν μέγα καὶ ἁγνὸν ἐν μέσηι τῆι πόλει λίθινον, καὶ
θύρετρα λίθινα. ἔσω τοῦ ἱεροῦ ἄκανθαι πεφύκασι λευ-
καὶ καὶ μέλαιναι. ἐπ' αὐτῆισι στέφανοι ἐπιβέβληνται
ἄνω τῆς ἀκάνθου τοῦ ἄνθεος, καὶ ῥοιῆς [ἄνθος] καὶ ἀμ-
πέλου πεπληγμένοι· καὶ οὗτοι αἰεὶ ἀνθέουσι· τοὺς [στε-
φάνους] ἀπέθεντο οἱ θεοὶ ἐν Αἰγύπτωι πυθόμενοι βα-
σιλεύειν τὸν Βάβυν, ὅς ἐστι Τυφών.»> Δημήτριος δ' ἐν τῶν
Περὶ τῶν κατ' Αἴγυπτον (III) περὶ Ἄβυδον πόλιν τὰς ἀκάνθας ταύτας
εἶναί φησιν ...
55
ATHENAI. XV 680 B C: ὁ δὲ προειρημένος Ἑλλάνικος καὶ Ἄμασιν
Αἰγύπτου βασιλεῦσαι ἰδιώτην ὄντα καὶ τῶν τυχόντων κατὰ τὸν πρῶτον
βίον διὰ στεφάνου δωρεάν, ὃν ἔπεμψεν ἀνθέων πλεξάμενος τῆι ὥραι
περικαλλεστάτων γενέθλια ἐπιτελοῦντι Πατάρμιδι τῶι τῆς Αἰγύπτου τότε
βασιλεύοντι· τοῦτον γὰρ ἡσθέντα τῶι κάλλει τοῦ στεφάνου καὶ ἐπὶ
δεῖπνον καλέσαι τὸν Ἄμασιν καὶ μετὰ ταῦτα τῶν φίλων ἕνα αὐτὸν ἔχοντα
ἐκπέμψαι ποτὲ καὶ στρατηγόν, Αἰγυπτίων αὐτῶι πολεμούντων· ὑφ' ὧν
διὰ τὸ τοῦ Πατάρμιδος μῖσος ἀποφανθῆναι βασιλέα.
56
ATHENAI. XIV 652 A: φοίνικα δὲ τὸν καρπὸν καὶ Ἑλλάνικος
κέκληκεν ἐν τῆι Εἰς Ἄμμωνος Ἀναβάσει, εἰ γνήσιον τὸ σύγγραμμα.
57
STEPH. BYZ. s. Καρπασία· πόλις Κύπρου, ἣν Πυγμαλίων ἔ-
κτισεν, ὡς Ἑλλάνικος ἐν τοῖς Κυπριακοῖς.
58
STEPH. BYZ, s. Ἀζειῶται· ἔθνος τῆς Τρωάδος, ὡς Ἑλλάνικος
ἐν τοῖς περὶ Λυδίας λέγει. ... λέγεται δὲ καὶ Ἀζειοί.
59
STEPH. BYZ. s. Χαλδαῖοι· οἱ πρότερον Κηφῆνες, ἀπὸ Κηφέως
τοῦ πατρὸς Ἀνδρομέδας, ἀφ' ἧς καὶ τοῦ Περσέως τοῦ Δανάης καὶ Διὸς Πέρσης,
ἀφ' οὗ οἱ Κηφῆνες καὶ Χαλδαῖοι πρότερον 〈καλούμενοι Πέρσαι〉
ἐκλήθησαν, ὡς εἴρηται ἐν τῶι περὶ Κηφηνίας. Ἑλλάνικος δέ φησιν ἐν
α̅ Περσικῶν οὕτω· <«Κηφέος οὐκέτι ζῶντος στρατευσάμενοι
ἐκ Βαβυλῶνος ἀνέστησαν ἐκ τῆς χώρας καὶ τὴν Ἀρταίαν
ἔσχον· 〈τῆς δὲ Βαβυλῶνος〉 οὐκέτι ἡ χώρη Κηφηνίη καλέε-
ται οὐδ' οἱ ἄνθρωποι οἱ ἐνοικοῦντες Κηφῆνες, ἀλλὰ
Χαλδαῖοι. καὶ ἡ χώρα αὕτη πᾶσα νῦν Χαλδαικὴ κα-
λεῖται»>.
60
STEPH. BYZ. s. Ἀρταία· Περσικὴ χώρα, ἣν ἐπόλισε Πέρσης ὁ Περσέως
καὶ Ἀνδρομέδας· Ἑλλάνικος ἐν Περσικῶν α̅. οἱ οἰκοῦντες Ἀρταῖοι. ἀρ-
ταίους δὲ Πέρσαι, ὥσπερ οἱ Ἕλληνες, τοὺς παλαιοὺς ἀνθρώπους [ἥρωας]
καλοῦσι. τάχα δὲ καὶ ἐντεῦθέν μοι δοκεῖ Ἀρταξέρξαι καὶ Ἀρτάβαζοι, ὡς
παρ' Αἰγυπτίοις Νειλάμμωνες καὶ Παναπόλλωνες. Ἡρόδοτος Ἀρτεάτας
αὐτοὺς καλεῖ διὰ τοῦ ε̅ ψιλοῦ.
61
HARPOKR. s. Στρέψα· ... πόλις ἐστὶ τῆς Θράικης, ὡς Ἑλλάνι-
κος ἐν β̅ Περσικῶν ὑποσημαίνει.
62
STEPH. BYZ. s. Τυρόδιζα· πόλις Θράικης μετὰ Σέρριον. Ἑλ-
λάνικος δὲ Τυρόριζαν αὐτήν φησιν ἐν Περσικῶν β̅.
63a
SCHOL. ARISTOPH. av. 1021: ὁ δὲ Ἑλλάνικος ἐν τοῖς Περσι-
κοῖς δύο φησὶ Σαρδαναπάλους γεγονέναι.
63b
PHOT. SUID. s. Σαρδαναπάλους·
ἐν β̅ Περσικῶν δύο φησὶ γεγονέναι 〈Ἑλλάνικος, ὡσαύτως δὲ καὶ〉 (?) Καλλισθένης,
ἔνα μὲν δραστήριον καὶ γενναῖον, ἄλλον δὲ μαλακόν. ἐν Νίνωι δὲ ἐπὶ τοῦ μνήματος
αὐτοῦ τοῦτ' ἐπιγέγραπται· ‘Ἀνακυνδαράξου παῖς Ταρσόν τε καὶ Ἀγχιάλην ἔδειμεν
ἡμέρηι μιῆι. ἔσθιε πῖνε ὄχευε, ὡς τά γ' ἄλλα οὐδὲ τούτου ἐστὶν ἄξια’, τουτέστιν
τοῦ τῶν δακτύλων ἀποκροτήματος. τὸ γὰρ ἐφεστὸς τῶι μνήματι ἄγαλμα ὑπὲρ τῆς
κεφαλῆς ἔχον τὰς χεῖρας πεποίηται, ὡς ἂν ἀποληκοῦν τοῖς δακτύλοις. ταὐτὸ καὶ
ἐν Ἀγχιάλωι τῆι πρὸς Ταρσῶι ἐπιγέγραπται, ἥτις νῦν καλεῖται Ζεφύριον.
64
STEPH. BYZ. s. Ἀμάδοκοι· Σκυθικὸν ἔθνος· Ἑλλάνικος ἐν
Σκυθικοῖς. ἡ γῆ δὲ τούτων Ἀμαδόκιον.
65
——s. Ἀμύργιον· πεδίον Σακῶν· Ἑλλάνικος Σκυθικοῖς. τὸ
ἐθνικὸν Ἀμύργιος, ὡς αὐτός φησιν.
66
ATHENAI. X 447 C: Ἑλλάνικος δ' ἐν Κτίσεσι καὶ ἐκ ῥιζῶν,
φησι, κατασκευάζεται τὸ βρῦτον γράφων ὧδε· <«πίνουσι δὲ βρῦτον
ἔκ τινων ῥιζῶν, καθάπερ οἱ Θρᾶικες ἐκ τῶν κριθῶν».>
67
—XI 462 A B (EUST. Il. Ν 6): οἶδα δὲ καὶ Ἑλλάνικον ἐν
Ἐθνῶν Ὀνομασίαις λέγοντα ὅτι Λιβύων τῶν νομάδων τινὲς οὐδὲν ἄλλο
κέκτηνται ἢ κύλικα καὶ μάχαιραν καὶ ὑδρίαν. καὶ ὅτι οἰκίας ἔχουσιν ἐξ
ἀνθερίκου πεποιημένας μικρὰς ὅσον σκιᾶς ἕνεκα, ἃς καὶ περιφέρουσιν
ὅπου ἂν πορεύωνται.
68
PAP. OX. XIII 611 fr. 8 col. II 208: [!!!] ευ[** | !!]ν π!
[**] | χ?ερε?![**] | τοι συμ[**] | βιων π?[!!! Ἑλλάνι]κος δ' ἐν? [ταῖς Ἐθνῶν (?) |
Κτίσεσι [**] | δ?ὲ περι? [**] | !!ροι? κ[**] | !ε συμ***.
69
SCHOL. APOLL. RHOD. IV 321: οὔθ' οἱ περὶ Λαύριον ἤδη
Σινδοὶ ἐρημαῖον πεδίον μέγα ναιετάοντες] Λαύριον πεδίον τῆς Σκυθίας.
τῆς δὲ Σκυθίας ἔθνη ν̅ε̅ Τιμῶναξ ἀναγράφει ἐν πρώτωι Περὶ Σκυθῶν (III).
κατὰ δὲ τὸ τῶν Σίνδων πεδίον σχίζεται ὁ ποταμὸς Ἴστρος, καὶ τὸ μὲν
αὐτοῦ ῥεῦμα εἰς τὸν Ἀδρίαν, τὸ δὲ εἰς τὸν Εὔξεινον πόντον εἰσβάλλει ...
Ἑλλάνικος δὲ ἐν τῶι Περὶ Ἐθνῶν φησι <«Βόσπορον διαπλεύσαντι
Σίνδοι, ἄνω δὲ τούτων Μαιῶται Σκύθαι».>
70
STEPH. BYZ. s. Χαριμάται· ἔθνος πρὸς τῶι Πόντωι. Παλαί-
φατος ἐν ζ̅ Τρωικῶν (44 F 3)· ‘Κερκεταίων ἔχονται Μόσχοι καὶ Χαριμά-
ται 〈οἳ〉 τοῦ Παρθενίου κρατοῦσιν εἰς τὸν Εὔξεινον πόντον’. καὶ Ἑλλάνι-
κος ἐν Κτίσεσιν Ἐθνῶν καὶ Πόλεων· <«Κερκεταίων δ' ἄνω οἰκοῦσι
Μόσχοι καὶ Χαριμάται, κάτω δ' Ἡνίοχοι, ἄνω δὲ Κοραξοί»>.
71a
SCHOL. HOM. Od. θ 294: εἰς Λῆμνον μετὰ Σίντιας ἀγριο-
φώνους] Σίντιες ἐκαλοῦντο οἱ Λήμνιοι, ὡς Ἑλλάνικος ἱστορεῖ ἐν τῶι Περὶ
Χίου Κτίσεως τὸν τρόπον τοιοῦτον· «ἐκ τῆς Τενέδου ὤιχοντο εἰς τὸν
Μέλανα κόλπον, καὶ πρῶτον μὲν εἰς Λῆμνον ἀφίκοντο. ἦσαν δὲ αὐτόθι
κατοικοῦντες Θρᾶικές τινες οὐ πολλοὶ ἄνθρωποι· ἐγεγόνεισαν δὲ μιξέλ-
ληνες. τούτους ἐκάλουν οἱ περίοικοι Σίντιας, ὅτι ἦσαν αὐτῶν δημιουργοί
τινες πολεμιστήρια ὅπλα ἐργαζόμενοι. τούτοις συνώικισαν ἑαυτοὺς ἀναμὶξ
ὡς ἦλθον αὐτόθι καὶ κατέλιπον ναῦς πέντε.»
71b
TZETZ. Lyk. 227
(und 462): Λημναίωι πυρί] ἐν Λήμνωι πρώτως εὑρέθη τό τε πῦρ καὶ
αἱ ὁπλουργίαι, καθὼς ἐν τῶι Περὶ Χίου Κτίσεως Ἑλλάνικος ἱστορεῖ.
71c
SCHOL. APOLL. RHOD. I 608: κραναὴν Σιντηίδα Λῆμνον ἵκοντο]
ἐπιθετικῶς Σιντηὶς ἡ Λῆμνος· Τυρσηνοὶ γὰρ αὐτὴν πρῶτοι ὤικησαν βλαπτι-
κώτατοι ὄντες. ἢ τὴν ὑπὸ τῶν βαρβάρων οἰκισθεῖσαν· καὶ Ὅμηρος (θ 294)
‘ὤιχετο δ' ἐς Λῆμνον μετὰ Σίντιας ἀγριοφώνους’. Ἑλλάνικος δέ φησι
Σίντιας ὀνομασθῆναι τοὺς Λημνίους διὰ τὸ πρώτους ὅπλα ποιῆσαι πολεμικά,
παρὰ τὸ σίνεσθαι τοὺς πλησίον καὶ βλάπτειν.
72
PORPHYR. b. EUSEB. P E X 3 p. 466 B: καὶ τί ὑμῖν λέγω
ὡς τὰ Βαρβαρικὰ Νόμιμα Ἑλλανίκου ἐκ τῶν Ἡροδότου καὶ Δαμάστου
συνῆκται.
73
PHOT. SUID. s. Ζάμολξις (ET. M. 407, 45): Πυθαγόραι
δουλεύσας, ὡς Ἡρόδοτος τετάρτηι (95), Σκύθης, ὃς ἐπανελθὼν ἐδί-
δασκε περὶ τοῦ ἀθάνατον εἶναι τὴν ψυχήν. Μνασέας (V) δὲ παρὰ
Γέταις τὸν Κρόνον τιμᾶσθαι καὶ καλεῖσθαι Ζάμολξιν. Ἑλλάνικος δὲ ἐν
τοῖς Βαρβαρικοῖς Νομίμοις φησὶν ὅτι Ἑλληνικός τε γεγονὼς τελετὰς
κατέδειξε Γέταις τοῖς ἐν Θράικηι, καὶ ἔλεγεν ὅτι οὔτ' ἂν αὐτὸς ἀποθάνοι
οὔθ' οἱ μετ' αὐτοῦ, ἀλλ' ἕξουσι πάντα τὰ ἀγαθά. ἅμα δὲ ταῦτα λέγων
ωἰκοδόμει οἴκημα κατάγαιον. ἔπειτα ἀφανισθεὶς αἰφνίδιον ἐκ Θραικῶν
ἐν τούτωι διηιτᾶτο. οἱ δὲ Γέται ἐπόθουν αὐτόν. τετάρτωι δὲ ἔτει πάλιν
φαίνεται, καὶ οἱ Θρᾶικες αὐτῶι πάντα ἐπίστευσαν. λέγουσι δέ τινες ὡς
ὁ Ζάμολξις ἐδούλευσε Πυθαγόραι Μνησάρχου Σαμίωι καὶ ἐλευθερωθεὶς
ταῦτα ἐσοφίζετο. ἀλλὰ πολὺ πρότερός μοι δοκεῖ ὁ Ζάμολξις Πυθαγόρου
γενέσθαι. ἀθανατίζουσι δὲ καὶ Τέριζοι καὶ Κρόβυζοι, καὶ τοὺς ἀποθανόν-
τας ὡς Ζάμολξίν φασιν οἴχεσθαι, ἥξειν δὲ αὖθις· καὶ ταῦτα ἀεὶ νομίζουσιν
ἀληθεύειν. θύουσι δὲ καὶ εὐωχοῦνται ὡς αὖθις ἥξοντος τοῦ ἀποθα-
νόντος.
74
STEPH. BYZ. (CONSTANT. PORPH. De them. II p. 48 Bonn.)
s. Μακεδονία· ἡ χώρα, ἀπὸ Μακεδόνος τοῦ Διὸς καὶ Θυίας τῆς Δευκαλίω-
νος, ὥς φησιν Ἡσίοδος (F 5) ... ἄλλοι δ' ἀπὸ Μακεδόνος τοῦ Αἰόλου,
ὡς Ἑλλάνικος Ἱερειῶν πρώτηι τῶν ἐν Ἄργει· <«καὶ Μακεδόνος 〈τοῦ〉
Αἰόλου, 〈ἀφ'〉 οὗ νῦν Μακεδόνες καλοῦνται, μόνοι μετὰ
Μυσῶν τότε οἰκοῦντες».>
75
——s. Νίσαια· ἐπίνειον Μεγαρίδος· καὶ αὐτὴ ἡ Μεγαρίς·
ἀπὸ Νίσου τοῦ Πανδίονος. Ἑλλάνικος ἐν Ἱερειῶν α̅· καὶ ἐν τῆι β̅ (F 78) ...
76
——s. Σίπυλος· πόλις Φρυγίας. Ἑλλάνικος Ἱερειῶν α̅.
77
——s. Φαίαξ καὶ Φαιακία· ἀπὸ Φαίακος· Ἑλλάνικος Ἱερειῶν α̅·
<«Φαίαξ ὁ Ποσειδῶνος καὶ Κερκύρας τῆς Ἀσωπίδος, ἀφ'
ἧς ἡ νῆσος Κέρκυρα ἐκλήθη, τὸ πρὶν Δρεπάνη τε καὶ
Σχερία κληθεῖσα».>
78
STEPH. BYZ. s. Νίσαια· ... (F 75) καὶ ἐν τῆι β̅· <«καὶ
Νίσαιάν τ' εἷλε καὶ Νῖσον τὸν Πανδίονος καὶ Μεγαρέα
τὸν Ὀγχήστιον»>.
79a
——(CONSTANT. De them. II p. 58 Bonn.) s. Σικελία·
ἡ χώρα καὶ ἡ νῆσος. Σικανία πρότερον ὠνομάζετο· εἶτα Σικελία ἐκλήθη,
ὥς φησιν Ἑλλάνικος Ἱερειῶν τῆς Ἥρας β̅· <«ἐν δὲ τῶι αὐτῶι χρόνωι
καὶ Αὔσονες ὑπὸ τῶν Ἰαπύγων ἐξ Ἰταλίας ἀνέστησαν,
ὧν ἦρχε Σικελός, καὶ διαβάντες εἰς τὴν νῆσον τὴν 〈τό〉τε
Σικανίαν καλουμένην περὶ τὴν Αἴτναν καθιζόμενοι ὤι-
κουν αὐτοί τε καὶ ὁ βασιλεὺς αὐτῶν Σικελὸς βασιλείην
ἐγκαταστησάμενος· καὶ ἐντεῦθεν ὁρμώμενος ὁ Σικελὸς
οὗτος πάσης ἤδη τῆς νήσου 〈ἐκράτησε〉 ταύτης 〈τῆς〉 τότε
Σικελίας καλουμένης ἀπὸ τοῦ Σικελοῦ τούτου, ὃς καὶ ἐν
αὐτῆι ἐβασίλευσε»>. καὶ Μένιππος (V) δὲ ταὐτά φησιν. 〈Θου-
κυδίδης (VI 2, 5) δὲ οὕτως〉· ‘ἐλθόντες εἰς Σικελίαν στρατὸς πολὺς ἐξ
Ἰταλίας τούς τε Σικανοὺς κρατήσαντες μάχηι ἀπέστειλαν εἰς τὰ μεσημβρινὰ
καὶ τὰ ἑσπέρια μέρη αὐτῆς, καὶ ἀντὶ Σικανίας Σικελίαν τὴν νῆσον ἐποίησαν
καλεῖσθαι, καὶ τὰ κράτιστα τῆς γῆς ὤικησαν ἔχοντες’. ... ** ‘τῶν δὲ
νησιωτῶν οἱ μὲν ἰθαγενεῖς πάλαι Λίγυες ἐξ Ἰταλίας Σικελοὶ λέγονται, οἱ
δὲ ἐπήλυδες Ἕλληνές εἰσι Σικελιῶται.’
79b
DIONYS. HAL. A R I 22:
οἱ δὲ Σικελοί (οὐ γὰρ ἔτι ἀντέχειν οἷοί τε ἦσαν ὑπό τε Πελασγῶν καὶ
Ἀβοριγίνων πολεμούμενοι) τέκνα καὶ γυναῖκας καὶ τῶν χρημάτων ὅσα
χρυσὸς ἢ ἄργυρος ἦν ἀνασκευασάμενοι μεθίενται αὐτοῖς ἁπάσης τῆς
γῆς. τραπόμενοι δὲ διὰ τῆς ὀρεινῆς ἐπὶ τὰ νότια καὶ διεξελθόντες
ἅπασαν Ἰταλίαν τὴν κάτω, ἐπειδὴ πανταχόθεν ἀπηλαύνοντο, σὺν χρόνωι
κατασκευασάμενοι σχεδίας ἐπὶ τῶι πορθμῶι καὶ φυλάξαντες κατιόντα τὸν
ῥοῦν ἀπὸ τῆς Ἰταλίας διέβησαν ἐπὶ τὴν ἔγγιστα νῆσον. (2) κατεῖχον
δ' αὐτὴν Σικανοί, γένος Ἰβηρικόν, οὐ πολλῶι πρότερον ἐνοικισάμενοι Λίγυας
φεύγοντες, καὶ παρεσκεύασαν ἀφ' ἑαυτῶν Σικανίαν κληθῆναι τὴν νῆσον,
Τρινακρίαν πρότερον ὀνομαζομένην ἀπὸ τοῦ τριγώνου σχήματος. ἦσαν
δὲ οὐ πολλοὶ ἐν μεγάληι αὐτῆι οἰκήτορες ἀλλ' ἡ πλείων τῆς χώρας ἔτι
ἦν ἔρημος. καταχθέντες οὖν εἰς αὐτὴν Σικελοὶ τὸ μὲν πρῶτον ἐν τοῖς
ἑσπερίοις μέρεσιν ὤικησαν, ἔπειτα καὶ ἄλληι πολλαχῆι, καὶ τοὔνομα ἡ
νῆσος ἐπὶ τούτων ἤρξατο Σικελία καλεῖσθαι. (3) <τὸ μὲν δὴ Σικελι-
κὸν γένος οὕτως ἐξέλιπεν Ἰταλίαν, ὡς μὲν Ἑλλάνικος ὁ
Λέσβιός φησι, τρίτηι γενεᾶι πρότερον τῶν Τρωικῶν,
Ἀ…
The complete text is available when the reading interface loads.