The Greek Library Catalogue

Anonymous

Aspis

Edition reference
Aspis, ed. F. H. Sandbach, Menandri reliquiae selectae, Oxford: Clarendon Press, 1972: 3–25.
CTS identifier
urn:cts:greekLit:tlg0541.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

t

{ΑΣΠΙΣ}

1

{[ΔΑΟΣ]} [ ] ἡμέραν ἄγω

2

ὦ τρόφιμε, τὴν νῦν, οὐδὲ διαλογίζομαι

3

παραπλήσι' ὡς τότ' ἤλπις' ἐξορμώμεν[ος.

4

ὤιμην γὰρ εὐδο[ξο]ῦντα καὶ σωθέντα σε

5

ἀπὸ στρατείας ἐν βίωι τ' εὐσχήμονι

6

ἤδη τὸ λοιπὸν καταβιώσεσθαί τινι,

7

στρατηγὸν ἢ σύμβουλον ὠνομασμένον,

8

καὶ τὴν ἀδελφήν, ἧσπερ ἐξώρμας τότε

9

ἕνεκα, σεαυτοῦ νυμφίωι καταξίωι

10

συνοικιεῖν ποθεινὸν ἥκοντ' οἴκαδε,

11

ἐμοί τ' ἔσεσθαι τῶν μακρῶν πόνων τινὰ

12

ἀνάπαυσιν εἰς τὸ γῆρας εὐνοίας χάριν.

13

νῦν δὲ σὺ μὲν οἴχει παραλόγως τ' ἀνήρπασαι,

14

ἐγὼ δ' ὁ παιδαγωγός, 〈ὦ〉 Κλεόστρατε,

15

τὴν οὐχὶ σώσασάν σε τήνδ' ἐλήλυθα

16

ἀσπίδα κομίζων ὑπὸ δὲ σοῦ σεσωμένην

17

πολλάκις· ἀνὴρ γὰρ ἦσθα τὴν ψυχὴν μέγας,

18

εἰ καί τις ἄλλος.{ΣΜΙΚΡΙΝΗΣ} τῆς ἀνελπίστου τύχης,

19

ὦ Δᾶε.{(Δα)} δεινῆς.{(Σμ)} πῶς δ' ἀπώλετ', ἢ τίνι

20

τρόπωι;{(Δα)} στρατιώτηι, Σμικρίνη, σωτηρίας

21

ἔστ' ἔργον εὑρεῖν πρόφασιν, ὀλέθρου δ' εὔπορον.

22

{(Σμ)} ὅμως διήγησαι τὸ πρᾶγμα Δᾶέ μοι.

23

{(Δα)} ποταμός τις ἐστὶ τῆς Λυκίας καλούμενος

24

Ξάνθος, πρὸς ὧι τότ' ἦμεν ἐπιεικῶς μάχαις

25

πολλαῖς διευτυχοῦντες, οἵ τε βάρβαροι

26

ἐπεφεύγεσαν τὸ πεδίον ἐκλελοιπότες.

27

ἦν δ' ὡς ἔοικε καὶ τὸ μὴ πάντ' εὐτυχεῖν

28

χρήσιμον· ὁ γὰρ πταίσας τι καὶ φυλάττεται.

29

ἡμᾶς δ' ἀτάκτους πρὸς τὸ μέλλον ἤγαγε

30

τὸ καταφρονεῖν· πολλοὶ γὰρ ἐκλελοιπότες

31

τὸν χάρακα τὰς κώμας ἐπόρθουν, τοὺς ἀγροὺς

32

ἔκοπτον, αἰχμάλωτ' ἐπώλουν, χρήματα

33

ἕκαστος εἶχε πόλλ' ἀπελθών.{Σμ} ὡς καλόν.

34

{(Δα)} [!!!!!!!] ὁ τρόφιμος συναγαγὼν χρυσοῦς τινας

35

ἑξακοσί]ους, ποτήρι' ἐπιεικῶς συχνά,

36

τῶν τ' αἰχ]μαλώτων τοῦτον ὃν ὁρᾶις πλησίον

37

ὄχλον, ἀπο]πέμπει μ' εἰς Ῥόδον καί τωι ξένωι

38

φράζει κ]αταλιπεῖν ταῦτα πρός θ' αὑτὸν πάλιν

39

[!!!!!! ἀ]ναστρέφειν.{(Σμ)} τί οὖν δὴ γίνεται;

40

{(Δα)} ἐγὼ μὲν ἐξώρμων ἕωθεν, ἧι δ' ἐγὼ

41

ἀπῆιρον ἡμέραι λαθόντες τοὺς σκοποὺς

42

τοὺς ἡμετέρους οἱ βάρβαροι λόφον τινὰ

43

ἐπίπροσθ' ἔχοντες ἔμενον, αὐτομόλων τινῶν

44

πεπυσμένοι τὴν δύναμιν ἐσκεδασμένην·

45

ὡς δ' ἐγένεθ' ἑσπέρα κατὰ σκηνάς θ' ἅπαν

46

ἦν τὸ στρατόπεδον, ἔκ τε χώρας ἄφθονα

47

ἅπαντ' ἐχούσης, οἷον εἰκὸς γίνεται·

48

〈ἐ〉βρύαζον οἱ πλεῖστοι.{(Σμ)} πονηρόν γε σφόδρα.

49

{(Δα)} ἄφνω γὰρ ἐπιπίπτουσιν αὐτοῖς μοι δοκεῖ.

50

{(Σμ)} [!!]!!!!![!!!]!!!!υ?ς?!! φα!![!!]![

51

(deest uersus unus)

52

{[Δα]} [ ]εγω

53

[ ]τα περὶ μέσας δ' ἴσως

54

νύκτας φυλακ]ὴν τῶν χρημάτων ποούμενος

55

τῶν τ' ἀνδραποδίων περιπατῶν ἔμπροσθε τῆς

56

σκηνῆς ἀκούω θόρυβον οἰμωγὴν δρόμον

57

ὀδυρμόν, ἀνακαλοῦντας αὑτοὺς ὀνόματι,

58

ὧν καὶ τὸ πρᾶγμ' ἤκουον· εὐτυχῶς δέ τι

59

λοφίδιον ἦν ἐνταῦθ' ὀχυρόν· πρὸς τοῦτ' ἄνω

60

ἠθροιζόμεσθα πάντες, οἱ δ' ἐπέρρεον

61

ἱππεῖς ὑπασπισταὶ στρατιῶται τραύματα

62

ἔχοντες.{(Σμ)} ὡς ὤνης' ἀποσταλεὶς τότε.

63

{(Δα)} αὐτοῦ δ' ἕωθεν χάρακα βαλόμενοί τινα

64

ἐμένομεν· οἱ δὲ τότε 〈δι〉εσκεδασμένοι

65

ἐν ταῖς προνομαῖς αἷς εἶπον ἐπεγίνοντ' ἀεὶ

66

ἡμῖν, τετάρτηι δ' ἡμέραι προήγομεν

67

πάλιν, πυθόμενοι τοὺς Λυκίους εἰς τὰς ἄνω

68

κώμας ἄγειν οὓς ἔλαβον.{(Σμ)} ἐν δὲ τοῖς νεκροῖς

69

πεπτωκότ' εἶδες τοῦτον;{(Δα)} αὐτὸν μὲν σαφῶς

70

οὐκ ἦν ἐπιγνῶναι· τετάρτην ἡμέραν

71

ἐρριμμένοι γὰρ ἦσαν ἐξωιδηκότες

72

τὰ πρόσωπα.{(Σμ)} πῶς οὖν οἶσθα;{(Δα)} ἔχων τὴν ἀσπίδα

73

ἔκειτο· συντετριμμένην δέ μοι δοκεῖ

74

οὐκ ἔλαβεν αὐτὴν οὐδὲ εἷς τῶν βαρβάρων.

75

ὁ δ' ἡγεμὼν ἡμῶν ὁ χρηστὸς καθ' ἕνα μὲν

76

κάειν ἐκώλυσεν διατριβὴν ἐσομένην

77

ὁρῶν ἑκάστοις ὀστολογῆσαι, συναγαγὼν

78

πάντας δ' ἀθρόους ἔκαυσε, καὶ σπουδῆι πάνυ

79

θάψας ἀνέζευξ' εὐθύς· ἡμεῖς τ' εἰς Ῥόδον

80

διεπίπτομεν τὸ πρῶτον, εἶτ' ἐκεῖ τινας

81

μείναντες ἡμέρας ἐπλέομεν ἐνθάδε.

82

ἀκήκοάς μου πάντα.{(Σμ)} χρυσοῦς φὴις ἄγειν

83

ἑξακοσίους;{(Δα)} ἔγωγε.{(Σμ)} καὶ ποτήρια;

84

{(Δα)} ὁλκὴν ἴσως μνῶν τετταράκοντ', οὐ πλείονος,

85

κληρονόμε.{(Σμ)} πῶς; οἴει 〈μ'〉 ἐρωτᾶν, εἰπέ μοι,

86

διὰ τοῦτ'; Ἄπολλον. τἆλλα δ' ἡρπάσθη;{(Δα)} σχεδὸν

87

τὰ πλεῖστα, πλὴν ὧν ἔλαβον ἐξ ἀρχῆς ἐγώ.

88

ἱμάτι' ἔνεστ' ἐνταῦθα, χλαμύδες· τουτονὶ

89

τὸν ὄχλον ὁρᾶις οἰκεῖον.{〈Σμ〉} οὐθέν μοι μέλει

90

τούτων· ἐκεῖνος ὤφελε ζῆν.{(Δα)} ὤφελε.

91

παράγωμεν εἴσω τὸν ταλαίπωρον λόγον

92

ἀπαγγελοῦντες τοῦτον οἷς ἥκιστα χρῆν.

93

{(Σμ)} εἶτ' ἐντυχεῖν βουλήσομαί τι Δᾶέ σοι

94

κατὰ σχολήν· νυνὶ δὲ καὐτός μοι δοκῶ

95

εἴσω παριέναι σκεψόμενος τίν' ἂν τρόπον

96

τούτοις προσενεχθείη τις ἡμερώτατα.

97

{ΘΕΟΣ ΤΥΧΗ}ἀλλ' εἰ μὲν ἦν τούτοις τι γεγονὸς δυσχερές,

98

θεὸν οὖσαν οὐκ ἦν εἰκὸς ἀκολουθεῖν ἐμέ.

99

νῦν δ' ἀγνοοῦσι καὶ πλανῶνται· τοῦτο δὲ

100

[ ε]χων μαθήσεται

101

[!!]ν!!!![!]![!!]![

102

ξένος ἄλλος ὡς ![!!!]τοκα?ι?[

103

ἥ τ' ἐπίθεσις τῶν βαρβάρων[

104

ἐπέχων ἐσήμαιν', ἐξεβοήθου[ν

105

ὁπλιζόμενοι τὸ παρὸν ἕκαστος πλησίον.

106

οὕτως ὁ μὲν παρὰ τῶι τροφίμωι τούτου τότε

107

ὢν ἐξεβοήθει τήνδ' ἔχων τὴν ἀσπίδα

108

εὐθύς τε πίπτει· κειμένης δ' ἐν τοῖς νεκροῖς

109

τῆς ἀσπίδος τοῦ μειρακίου τ' ὠιδηκότος

110

οὗτος διημάρτηκεν· ὁ δὲ Κλεόστρατος

111

ἐκεῖθεν ἑτέροις ἐκβοηθήσας ὅπλοις

112

γέγον' αἰχμάλωτος, ζῆι δὲ καὶ σωθήσεται

113

ὅσον οὐδέπω. ταυτὶ μὲν οὖν μεμαθήκατε

114

ἱκανῶς. ὁ γέρων δ' ὁ πάντ' ἀνακρίνων ἀρτίως

115

γένει μὲν αὐτῶι θεῖός ἐστι πρὸς πατρός,

116

πονηρίαι δὲ πάντας ἀνθρώπους ὅλως

117

ὑπερπέπαικεν· οὗτος οὔτε συγγενῆ

118

οὔτε φίλον οἶδεν οὐδὲ τῶν ἐν τῶι βίωι

119

αἰσχρῶν πεφρόντικ' οὐδέν, ἀλλὰ βούλεται

120

ἔχειν ἅπαντα· τοῦτο γινώσκει μόνον,

121

καὶ ζῆι μονότροπος, γραῦν ἔχων διάκονον.

122

οὗ δ' εἰσελήλυθ' ὁ θεράπων ἐν γειτόνων

123

ἁδελφὸς οἰκεῖ τοῦδε τοῦ φιλαργύρου

124

νεώτερος, ταὐτὸν προσήκων κατὰ γένος

125

τῶι μειρακίωι, χρηστὸς δὲ τῶι τρόπωι πάνυ

126

καὶ πλούσιος, γυναῖκ' ἔχων καὶ παρθένου

127

μιᾶς πατὴρ ὤν· ὧι κατέλιπεν ἐκπλέων

128

ὁ μειρακίσκος τὴν ἀδελφήν· σύντροφοι

129

αὗται θ' ἑαυταῖς εἰσιν ἐκτεθραμμέναι.

130

ὢν δ', ὅπερ ὑπεῖπα, χρηστὸς οὗτος μακροτέραν

131

ὁρῶν ἐκείνωι τὴν ἀποδημίαν τά τε

132

οἰκεῖα μέτρια παντελῶς, τὴν παρθένον

133

αὐτὸς συνοικίζειν νεανίσκωι τινὶ

134

ἔμελλεν, ὑῶι τῆς γυναικὸς ἧς ἔχει,

135

ἐξ ἀνδρὸς ἑτέρου, προῖκά τ' ἐπεδίδου δύο

136

τάλαντα· καὶ ποιεῖν ἔμελλε τοὺς γάμους

137

νυνί. ταραχὴν δὲ τοῦτο πᾶσιν ἐμπεσὸν

138

τὸ νῦν παρέξει πρᾶγμα· τοὺς ἑξακοσίους

139

χρυσοῦς ἀκούσας οὑτοσὶ γὰρ ἀρτίως

140

ὁ πονηρός, οἰκέτας τε βαρβάρους ἰδών,

141

σκευοφόρα, παιδίσκας, ἐπικλήρου τῆς κόρης

142

οὔσης κρατεῖν βουλήσετ' αὐτός, τῶι χρόνωι

143

προέχων. μάτην δὲ πράγμαθ' αὑτῶι καὶ πόνους

144

πολλοὺς παρασχὼν γνωριμώτερόν τε τοῖς

145

πᾶσιν ποήσας αὑτὸν οἷός ἐστ' ἀνὴρ

146

ἐπάνεισιν ἐπὶ τἀρχαῖα. λοιπὸν τοὔνομα

147

τοὐμὸν φράσαι· τίς εἰμι, πάντων κυρία

148

τούτων βραβεῦσαι καὶ διοικῆσαι; Τύχη.

149

{Σμ} ἵνα μή τις εἴπηι μ' ὅτι φιλάργυρος σφόδρα,

150

οὐκ ἐξετάσας πόσον ἐστὶν ὃ φέρει χρυσίον

151

οὐδ' ὁπόσα τἀργυρώματ', οὐδ' ἀριθμὸν λαβὼν

152

οὐδενός, ἑτοίμως εἰσενεγκεῖν ἐνθάδε

153

εἴασα· βασκαίνειν γὰρ εἰώθασί με

154

ἐπὶ παντί· τὸ γὰρ ἀκριβὲς εὑρεθήσεται

155

ἕως ἂν οἱ φέροντες ὦσιν οἰκέται.

156

οἶμαι μὲν οὖν ἑκόντας αὐτοὺς τοῖς νόμοις

157

καὶ τοῖς δικαίοις ἐμμενεῖν· ἐὰν δὲ μή,

158

οὐθεὶς ἐπιτρέψει. τοὺς δὲ γινομένους γάμους

159

τούτους προειπεῖν βούλομ' αὐτοῖς μὴ ποεῖν.

160

ἴσως μὲν ἄτοπον καὶ λέγειν· οὐκ ἐν γάμοις

161

ἐστὶν γὰρ ἥκοντος τοιούτου νῦν λόγου.

162

ὅμως δὲ τὴν θύραν γε κόψας ἐκκαλῶ

163

τὸν Δᾶον· οὗτος γὰρ προσέξει μοι μόνος.

164

{Δα} πολλὴ μὲν ὑμῖν ταῦτα συγγνώμη ποεῖν,

165

ἐκ τῶν δ' ἐνόντων ὡς μάλιστα δεῖ φέρειν

166

ἀνθρωπίνως τὸ συμβεβηκός.{Σμ} πρός ς' ἐγὼ

167

πάρειμι, Δᾶε.{(Δα)} πρὸς ἐμέ;{(Σμ)} ναὶ μὰ τὸν Δία.

168

ὤφελε μὲν οὖν ἐκεῖνος, ὃν δίκαιον ἦν,

169

ζῆν καὶ διοικεῖν ταῦτα καὶ τεθνηκότος

170

ἐμοῦ γενέσθαι τῶν ἐμῶν κατὰ τοὺς νόμους

171

κύριος ἁπάντων.{(Δα)} ὤφελεν. τί οὖν;{(Σμ)} τί γάρ;

172

πρεσβύτατός εἰμι τοῦ γένους. ἀδικούμενος

173

ἀεί τε πλεονεκτοῦντα τὸν ἀδελφόν τι μου

174

ὁρῶν ἀνέχομαι.{(Δα)} νοῦν ἔχεις.{(Σμ)} ἀλλ', ὦγαθέ,

175

οὐδὲ μετριάζει, νενόμικεν δὲ παντελῶς

176

οἰκότριβά μ' ἢ νόθον τιν', ὃς νυνὶ γάμους

177

ἐπόει διδοὺς οὐκ οἶδ' ὅτωι 〈τὴν〉 παρθένον,

178

οὐκ ἐπανενεγκών, οὐκ ἐρωτήσας ἐμέ,

179

ἐμοὶ προσήκων ταὐτό, θεῖος ὢν ὅπερ

180

κἀγώ.{(Δα)} τί οὖν δή;{(Σμ)} πάντα ταῦτ' ὀργίζομαι

181

ὁρῶν. ἐπειδὴ δ' ἐστὶν ἀλλοτρίως ἔχων

182

πρὸς ἐμέ, ποήσω ταῦτ' ἐγώ· τὴν οὐσίαν

183

οὐχὶ καταλείψω τὴν ἐμὴν διαρπάσαι

184

τούτοις, ὅπερ δὲ καὶ παραινοῦσίν τινες

185

τῶν γνωρίμων μοι λήψομαι τὴν παρθένον

186

γυναῖκα ταύτην· καὶ γὰρ ὁ νόμος μοι δοκεῖ

187

οὕτω λέγειν πως, Δᾶε. ταῦτ' οὖν ὃν τρόπον

188

πράττοιτ' ἂν ὀρθῶς καὶ σὲ φροντίζειν ἔδει·

189

οὐκ ἀλλότριος 〈εἶ〉.{Δα} Σμικρίνη, πάνυ μοι δοκεῖ

190

τὸ ῥῆμα τοῦτ' εἶναί τι μεμεριμνημένον

191

τὸ “γνῶθι σαυτόν”. ἐμμένειν τούτωι μ' ἔα

192

ὅσα τ' οἰκέτηι δεῖ μὴ πονηρῶι ταῦτ' ἐμοὶ

193

ἀνάφερε καὶ τούτων παρ' ἐμοῦ ζήτει λόγον(desunt uersus i uel ii)

194

σὸν δ' εἴ με δω?[

195

πάντας θερά[ποντ]α?ς? ἐ?σ?τ?ι?[

196

σώματα μεγ?[!!!λ]αμβανοντ[

197

σημεῖ' ἐπέστ?[ ], συνήλλαξέν τισιν

198

ἐκεῖνος ἀποδημῶν ἔχω φράζειν· ἐγὼ

199

ταῦτ', ἂν κελεύηι τίς με, δείξω καθ' ἕν, ὅπου,

200

πῶς, τοῦ παρόντος. περὶ δὲ κλήρου, Σμικρίνη.

201

ἢ νὴ Δί' ἐπικλήρου γάμων τε καὶ γένους

202

καὶ διαφορᾶς οἰκειότητος μηκέτι

203

Δᾶον ἄγετ' εἰς μέσον· τὰ τῶν ἐλευθέρων

204

αὐτοὶ δὲ πράττεθ' οἷς τὸ τοιοῦτον ἁρμόσει.

205

{Σμ} δοκῶ δέ σοι τι πρὸς θεῶν ἁμαρτάνειν;

206

{(Δα)} Φρύξ εἰμι· πολλὰ τῶν παρ' ὑμῖν φαίνεται

207

καλῶν ἐμοὶ πάνδεινα καὶ τοὐναντίον

208

τούτων. τί προσέχειν δεῖ ς' ἐμοί; φρονεῖς ἐμοῦ

209

βέλτιον εἰκότως.{(Σμ)} σὺ νυνί μοι δοκεῖς

210

λέγειν ὁμοῦ τι· “μὴ πάρεχέ μοι πράγματα.”

211

τοιουτότροπόν τι. μανθάνω. τούτων τινὰ

212

ὀπτέον ἂν εἴη πρὸς ἀγορὰν ἐλθόντι μοι,

213

εἰ μή τις ἔνδον ἐστίν.{Δα} οὐδείς. —ὦ Τύχη,

214

οἵωι μ' ἀφ' οἵου δεσπότου παρεγγυᾶν

215

μέλλεις. τί ς' ἠδίκηκα τηλικοῦτ' ἐγώ;

216

{ΜΑΓΕΙΡΟΣ}ἂν καὶ λάβω ποτ' ἔργον, ἢ τέθνηκέ τις,

217

εἶτ' ἀποτρέχειν δεῖ μισθὸν οὐκ ἔχοντά με,

218

ἢ τέτοκε τῶν ἔνδον κυοῦσά τις λάθραι,

219

εἶτ' οὐκέτι θύους' ἐξαπίνης, ἀλλ' οἴχομαι

220

ἀπιὼν ἐγώ. τῆς δυσποτμίας.{Δα} πρὸς τῶν θεῶν,

221

μάγειρ', ἄπελθε.{(Μα)} νῦν δέ 〈σοι〉 τί δοκῶ ποεῖν;

222

λαβὲ τὰς μαχαίρας, παιδάριον, θᾶττόν ποτε.

223

δραχμῶν τριῶν ἦλθον δι' ἡμερῶν δέκα

224

ἔργον λαβών· ὤιμην ἔχειν ταύτας· νεκρὸς

225

ἐλθών τις ἐκ Λυκίας ἀφήιρηται βίαι

226

ταύτας. τοιούτου συμβεβηκότος κακοῦ

227

τοῖς ἔνδον, ἱερόσυλε, κλαούσας ὁρῶν

228

καὶ κοπτομένας γυναῖκας ἐκφέρεις κενὴν

229

τὴν λήκυθον; μέμνησο καιρὸν παραλαβὼν

230

τοιοῦτον. οὐ Σπινθῆρ', Ἀριστείδην δ' ἔχω,

231

ὑπηρέτην δίκαιον· ὄψομαί ς' ἐγὼ

232

ἄδειπνον. ὁ δὲ τραπεζοποιὸς καταμενεῖ

233

εἰς τὸ περίδειπνον τυχὸν ἴσως.{ΤΡΑΠΕΖΟΠΟΙΟΣ} δραχμὴν ἐγὼ

234

ἂν μὴ λάβω κοπτόμενος ὑμῶν οὐδὲ ἓν

235

αὐτὸς διοίσω.{Δα} πρόαγε· τοῦτον οὐδ?![!]!ς(desunt fortasse uersus i vel ii)

236

[ ]!έλλων ἄρα

237

[ ]α? π?ρῶτ?[α !!]τα.{(Δα)} πάνυ μ[ὲν οὖν.

238

{[Τρ]} κακὸς κακῶ]ς ἀπόλοιο τοίνυν νὴ Δία

239

τοιό]ν?δ?[ε π]εποηκώς, ἀπόπληκτε· χρυσίον

240

ἔχων τοσοῦτο, παῖδας, ἥκεις δεσπότηι

241

ταῦτ' ἀποκομίζων; κοὐκ ἀπέδρας; ποταπός π?[οτ' εἶ;

242

{(Δα)} Φρύξ.{(Τρ)} οὐδὲν ἱερόν· ἀνδρόγυνος. ἡμεῖς μόνοι

243

οἱ Θρᾶικές ἐσμεν ἄνδρες· οἱ μὲν δὴ Γέται,

244

Ἄπολλον, ἀνδρεῖον τὸ χρῆμα· τοιγαροῦν

245

γέμουσιν οἱ μυλῶνες ἡμῶν.{Δα} ἐκποδὼν

246

ἀπαλλάγηθ' ἀπὸ τῆς θύρας· καὶ γάρ τινα

247

ὄχλον ἄλλον ἀνθρώπων προσιόντα τουτονὶ

248

ὁρῶ μεθυόντων. νοῦν ἔχετε· τὸ τῆς τύχης

249

ἄδηλον· εὐφραίνεσθ' ὃν ἔξεστιν χρόνον.{ΧΟΡΟΥ}

250

{Σμ} εἶἑν. τί δή μοι νῦν λέγεις, Χαιρέστρατε;

251

{ΧΑΙΡΕΣΤΡΑΤΟΣ}πρῶτον μέν, ὦ βέλτιστε, τὰ περὶ τὴν ταφὴν

252

δεῖ πραγματευθῆναι.{(Σμ)} πεπραγματευμένα

253

ἔσται. τὸ μετὰ ταῦθ', ὁμολόγει τὴν παρθένον

254

μηθενί· τὸ γὰρ πρᾶγμ' ἐστὶν οὐ σὸν ἀλλ' ἐμόν.

255

πρεσβύτερός εἰμι· σοὶ μέν ἐστ' ἔνδον γυνή,

256

θυγάτηρ, ἐμοὶ δὲ δεῖ γενέσθαι.{(Χα)} Σμικρίνη,

257

οὐδὲν μέλει σοι μετριότητος;{(Σμ)} διὰ τί, παῖ;

258

{(Χα)} ὢν τηλικοῦτος παῖδα μέλλεις λαμβάνειν;

259

{(Σμ)} πηλίκος;{(Χα)} ἐμοὶ μὲν παντελῶς δοκεῖς γέρων.

260

{(Σμ)} μόνος γεγάμηκα πρεσβύτερος;{(Χα)} ἀνθρωπίνως

261

τὸ πρᾶγμ' ἔνεγκε, Σμικρίνη, πρὸς τῶν θεῶν.

262

τῆι παιδὶ ταύτηι γέγονε Χαιρέας ὁδὶ

263

σύντροφος ὁ μέλλων λαμβάνειν αὐτήν. τί οὖν

264

λέγω; σὺ μηδὲν ζημιοῦ· τὰ μὲν ὄντα γὰρ

265

ταῦθ' ὅσαπέρ ἐστι λαβὲ σὺ πάντα, κύριος

266

γενοῦ, δίδομέν σοι· τὴν δὲ παιδίσκην τυχεῖν

267

καθ' ἡλικίαν ἔασον αὐτὴν νυμφίου.

268

ἐκ τῶν ἰδίων ἐγὼ γὰρ ἐπιδώσω δύο

269

τάλαντα προῖκα.{(Σμ)} πρὸς θεῶν, Μελιτίδηι

270

λαλεῖν ὑπείληφας; τί φήις; ἐγὼ λάβω

271

τὴν οὐσίαν, τούτωι δὲ τὴν κόρην ἀφῶ

272

ἵν', ἂν γένηται παιδίον, φεύγω δίκην

273

ἔχων τὰ τούτου;{Χα} τοῦτο δ' οἴει; κατάβαλε.

274

{(Σμ)} “οἴει;” λέγεις; τὸν Δᾶον ὥς με πέμψατε

275

ἵν' ἀπογραφὴν ὧν κεκόμικεν δή μοι—{(Χα)} τί χρὴ

276

[ ]ε?μ?' ἢ τί 〈ποτε〉 ποιεῖν μ' ἔδει;

277

{(Σμ)} [!!!]μ?ε?ν?[

278

[!!]ε?σ?τιν.{(Χα)} ἐμὲ ![

279

[!]εις σὲ μὲν λαβόντα ταύτη?[ν

280

αὐτὸν δ' ἐκεῖνον τὴν ἐμὴν ![

281

ὑμᾶς καταλείψειν τῆς ἐμαυτοῦ κυρίους.

282

ἀπαλλαγῆναι τὴν ταχίστην τοῦ βίου

283

γένοιτό μοι πρὶν ἰδεῖν ἃ μήποτ' ἤλπισα.

284

{ΧΑΙΡΕΑΣ}εἶἑν· τὸ μὲν σὸν πρῶτον, ὦ Κλεόστρατε,

285

ἴσως ἐλεῆσαι καὶ δακρῦσαι κατὰ λόγον

286

πάθος ἐστί, δεύτερον δὲ τοὐμόν· οὐδὲ εἷς

287

τούτων γὰρ οὕτως ἠτύχηκεν ὡς ἐγώ.

288

ἔρωτι περιπεσὼν γὰρ οὐκ αὐθαιρέτωι

289

τῆς σῆς ἀδελφῆς, φίλτατ' ἀνθρώπων ἐμοί,

290

οὐθὲν ποήσας προπετὲς οὐδ' ἀνάξιον

291

οὐδ' ἄδικον ἐδεήθην ἐμαυτῶι κατὰ νόμους

292

συνοικίσαι τὸν θεῖον ὧι σὺ κατέλιπες

293

καὶ τὴν ἐμὴν μητέρα παρ' ἧι παιδεύεται.

294

ὤιμην δὲ μακάριός τις εἶναι τῶι βίωι,

295

ἐλθεῖν δ' ἐπ' αὐτὸ τὸ πέρας οἰηθεὶς σφόδρα

296

καὶ προσδοκήσας οὐδ' ἰδεῖν δυνήσομαι

297

τὸ λοιπόν· ἕτερον κύριον δ' αὐτῆς ποεῖ

298

ὁ νόμος ὁ τοὐμὸν οὐδαμοῦ κρίνων ἔτι.

299

{Δα} Χαιρέστρατ', οὐκ ὀρθῶς ποεῖς· ἀνίστασο·

300

οὐκ ἔστ' ἀθυμεῖν οὐδὲ κεῖσθαι. Χαιρέα,

301

ἐλθὼν παραμυθοῦ· μὴ 'πίτρεπε· τὰ πράγματα

302

ἡμῖν ἅπασίν ἐστιν ἐν τούτωι σχεδόν.

303

μᾶλλον δ' ἄνοιγε τὰς θύρας, φανερὸν πόει

304

σαυτόν· προήσει τοὺς φίλους, Χαιρέστρατε,

305

οὕτως ἀγεννῶς;{Χα} Δᾶε παῖ, κακῶς ἔχω.

306

μελαγχολῶ τοῖς πράγμασιν· μὰ τοὺς θεούς,

307

οὐκ εἴμ' ἐν ἐμαυτοῦ, μαίνομαι δ' ἀκαρὴς πάνυ·

308

ὁ καλὸς ἀδελφὸς εἰς τοσαύτην ἔκστασιν

309

ἤδη καθίστησίν με τῆι πονηρίαι.

310

μέλλει γαμεῖν γὰρ αὐτός.{Δα} εἰπέ μοι, γαμεῖν;

311

δυνήσεται δέ;{(Χα)} φησὶν ὁ καλὸς κἀγαθός,

312

καὶ ταῦτ' ἐμοῦ διδόντος αὐτῶι πάνθ' ὅσα

313

ἐκεῖνος ἀποπέπομφεν.{Δα} ὢ μιαρώτατος.

314

{(Χα)} μιαρὸν τὸ χρῆμ'· οὐ μὴ βιῶ, μὰ τοὺς θεοὺς,

315

εἰ τοῦτ' ἐπόψομαι γενόμενον.{Δα} πῶς ἂν οὖν

316

τοῦ σφόδρα πονηροῦ περιγένοιτό τις; πάνυ

317

ἐργῶδες. ἐργῶδες μέν, ἀλλ' ἔνεσθ' ὅμως.

318

{(Χα)} ἔνεστι; καὶ μὴν ἄξιον φιλονικίας,

319

νὴ τὴν Ἀθηνᾶν, τοὖργον.{(Δα)} εἴ τις πρὸς θεῶν

320

ὥρμηκ[!!!] τ?ωνδ' ε[(desunt uersus i uel ii)

321

[ ]δύο τάλ[αντα

322

[ ]α?υ?τῶι τιν' ἐλπίδ[

323

[ ]! φερόμενον εὐθὺς ἐπ?[

324

προπετῆ, διημαρτηκότ', ἐπτ[οημένον

325

ὄψει μεταχειριεῖ τε τοῦτον εὐπόρως.

326

ὃ βούλεται γὰρ μόνον ὁρῶν καὶ προσδοκῶν

327

ἀλόγιστος ἔσται τῆς ἀληθείας κριτής.

328

{(Χα)} τί οὖν λέγεις; ἐγὼ γὰρ ὅ τι βούλει ποεῖν

329

ἕτοιμός εἰμι.{(Δα)} δεῖ τραγωιδῆσαι πάθος

330

ἀλλοῖον ὑμᾶς· ὃ γὰρ ὑπεῖπας ἀρ[τίως

331

δόξαι σε δεῖ νῦν, εἰς ἀθυμίαν τινὰ

332

ἐλθόντα τῶι τε τοῦ νεανίσκου πάθει

333

τῆς τ' ἐκδιδομένης παιδός, ὅτι τε τουτονὶ

334

ὁρᾶις ἀθυμοῦντ' οὐ μετρίως ὃν νενόμικας

335

ὑὸν σεαυτοῦ, τῶν ἄφνω τούτων τινὶ

336

κακῶν γενέσθαι περιπετῆ· τὰ πλεῖστα δὲ

337

ἅπασιν ἀρρωστήματ' ἐκ λύπης σχεδόν

338

ἐστιν· φύσει δέ ς' ὄντα πικρὸν εὖ οἶδα καὶ

339

μελαγχολικόν. ἔπειτα παραληφθήσεται

340

ἐνταῦθ' ἰατρός τις φιλοσοφῶν καὶ λέγων

341

πλευρῖτιν εἶναι τὸ κακὸν ἢ φρενῖτιν ἢ

342

τούτων τι τῶν ταχέως ἀναιρούντων.{(Χα)} τί οὖν;

343

{(Δα)} τέθνηκας ἐξαίφνης· βοῶμεν “οἴχεται

344

Χαιρέστρατος” 〈καὶ〉 κοπτόμεθα πρὸ τῶν θυρῶν.

345

σὺ δ' ἐγκέκλεισαι, σχῆμα δ' ἐν μέσωι νεκροῦ

346

κεκαλυμμένον προκείσεταί σου.{(Χα)} μανθάνεις

347

ὃ λέγει;{(Χαι)} μὰ τὸν Διόνυσον, 〈οὐ〉 δῆτα.{〈Χα〉} οὐδ' ἐγώ.

348

{(Δα)} ἐπίκληρος ἡ θυγάτηρ ὁμοίως γίνεται

349

ἡ σὴ πάλιν τῆι νῦν ἐπιδίκωι παρθένωι·

350

τάλαντα δ' ἐστὶ σοὶ μὲν ἑξήκοντ' ἴσως,

351

ταύτηι δὲ τέτταρ', ὁ δὲ φιλάργυρος γέρων

352

ἀμφοῖν προσήκει ταὐτό—{(Χα)} νυνὶ μανθάνω.

353

{(Δα)} εἰ μὴ πέτρινος εἶ. τὴν μὲν εὐθὺς ἄσμενος

354

δώσει παρόντων μαρτύρων τρισχιλίων

355

τῶι πρῶτον αἰτήσαντι, τὴν δὲ λήψεται—

356

{(Χα)} οἰμώξετ' ἆρα τῶι δοκεῖν.{(Δα)} τήν τ' οἰκίαν

357

πᾶσαν διοικήσει, περίεισι κλειδία

358

ἔχων, ἐπιβάλλων ταῖς θύραις σημεῖ', ὄναρ

359

πλουτῶν.{〈Χα〉} τὸ δ' εἴδωλον τί τοὐμόν;{〈Δα〉} κείσεται,

360

ἡμεῖς τε πάντες ἐν κύκλω καθεδούμεθα,

361

τηροῦν]τ?ε?ς? αὐτὸν μ?ὴ? προσέλθηι· πολλ[α(desunt uersus ii vel iii)

363

[ ]ν τοὺς φί[λους

364

[ ]υ πεῖραν ἔσται τ?ι?ν?[

365

[ ]πως ἦλθεν ἐπὶ τὴν οἰκίαν

366

[ ]τ?ις γέγον' ὀφείλων· εἴ τινι

367

[ ]διπλάσιον εἰσπράττει πάνυ

368

[ ]ιν ὃ λέγεις, Δᾶε, τοῦ τ' ἐμοῦ τρόπου.

369

{〈Δα〉} τιμωρί]α?ν δὲ τοῦ πονηροῦ τίν' ἂν ἔχοις

370

[ ] σφοδροτέραν;{(Χα)} λήψομαι, νὴ τὸν Δία,

371

ὧν] μ?' ὠδύνηκε πώποτ' ἀξίαν δίκην·

372

τὸ γὰρ λεγόμενον ταῖς ἀληθείαις “λύκος

373

χανὼν ἄπεισι διὰ κενῆς”.{(Δα)} πράττειν 〈δὲ〉 δεῖ

374

ἤδη. ξενικόν τιν' οἶσθ' ἰατρόν, Χαιρέα,

375

ἀστεῖον, ὑπαλαζόνα;{(Χαι)} μὰ τὸν Δί' οὐ πάνυ.

376

{(Δα)} καὶ μὴν ἔδει.{(Χαι)} τί δὲ τοῦτο; τῶν ἐμῶν τινα

377

ἥξω συνηθῶν παραλαβὼν καὶ προκόμιον

378

αἰτήσομαι καὶ χλανίδα καὶ βακτηρίαν

379

αὐτῶι, ξενιεῖ δ' ὅς' ἂν δύνηται.{Δα} ταχὺ μὲν οὖν.

380

{(Χα)} ἐγὼ δὲ τί ποῶ;{(Δα)} ταῦτα 〈τὰ〉 βεβουλευμένα·

381

ἀπόθνηισκ' ἀγαθῆι τύχηι.{(Χα)} ποήσω· μηδένα

382

ἔξω γ' ἀφίετ', ἀλλὰ τηρεῖτ' ἀνδρικῶς

383

τὸ πρᾶγμα.{(Δα)} τίς δ' ἡμῖν συνείσεται;{(Χα)} μόνηι

384

δεῖ τῆι γυναικὶ ταῖς τε παιδίσκαις φράσαι

385

αὐταῖς ἵνα μὴ κλάωσι, τοὺς δ' ἄλλους ἐᾶν

386

ἔνδον παροινεῖν εἴς με νομίσαντας νεκρόν.

387

{(Δα)} ὀρθῶς λέγεις. εἴσω τις ἀγέτω τουτονί.

388

ἕξει τιν' ἀμέλει διατριβὴν οὐκ ἄρρυθμον

389

ἀγωνίαν τε τὸ πάθος, ἂν ἐνστῆι μόνον,

390

ὅ τ' ἰατρὸς ἡμῖν πιθανότητα σχῆι τινα.{ΧΟΡΟΥ}

391

{(Σμ)} ταχύ γ' ἦλθ' ὁ Δᾶος πρός με τὴν τῶν χρημάτων

392

φέρων ἀπογραφήν, πολύ τ' ἐμοῦ πεφρόντικε.

393

Δᾶος μετὰ τούτων ἐστίν. εὖ γε, νὴ Δία·

394

καλῶς ἐπόησε. πρόφασιν εἴληφ' ἄσμενος

395

πρὸς αὐτὸν ὥστε μὴ φιλανθρώπως ἔτι

396

ταῦτ' ἐξετάζειν, ἀλλ' ἐμαυτῶι συμφόρως·

397

τὰ γὰρ οὐ φανερὰ δήπουθέν ἐστι διπλάσια·

398

ἐγὦιδα τούτου τὰς τέχνας τοῦ δραπέτου.

399

{Δα} ὦ δαίμονες, φοβερόν γε, νὴ τὸν Ἥλιον,

400

τὸ συμβεβηκός· οὐκ ἂν ὠιήθην ποτὲ

401

ἄνθρωπον εἰς τοσοῦτον οὑτωσὶ ταχὺ

402

πάθος ἐμπεσεῖν. σκηπτός τις εἰς τὴν οἰκίαν

403

ῥαγδαῖος ἐμπέπτωκε.{(Σμ)} τί ποτε βούλεται;(desunt uersus ii)

404

[!!!!]μονονβα[!!!]ν[

405

[!!!!!!]αρα[

406

ἅνθρωπος· ὑπ?[

407

{(Δα)} “οὐκ ἔστιν ὅστις π[άντ' ἀνὴρ εὐδαιμονεῖ”.

408

πάλιν εὖ διαφόρως. ὦ πολ[υτίμητοι θεοί,

409

ἀπροσδοκήτου πράγματος κ?α?ὶ? ἀ[

410

{(Σμ)} Δᾶε κακόδαιμον, ποῖ τρέχεις;{[Δα]} καὶ τ?ο?ῦ?τ?ό? π?ο?υ?

411

“τύχη τὰ θνητῶν πράγματ' οὐκ εὐβουλία.”

412

ὑπέρευγε. “θεὸς μὲν αἰτίαν φύει βροτοῖς,

413

ὅταν κακῶσαι δῶμα παμπήδην θέληι.”

414

Αἰσχύλος ὁ σεμνά—{(Σμ)} γνωμολογεῖς, τρισάθλιε;

415

{(Δα)} “ἄπιστον, ἄλογον, δεινόν.”{(Σμ)} οὐδὲ παύσεται;

416

{(Δα)} “τί δ' ἐστ' ἄπιστον τῶν ἐν ἀνθρώποις κακῶν;”

417

ὁ Καρκίνος φής'· “ἐν μιᾶι γὰρ ἡμέραι

418

τὸν εὐτυχῆ τίθησι δυστυχῆ θεός.”

419

εὖ πάντα ταῦτα, Σμικρίνη.{(Σμ)} λέγεις δὲ τί;

420

{(Δα)} ἁδελφός—ὦ Ζεῦ, πῶς φράσω; —σχεδόν τι σου

421

τέθνηκεν.{(Σμ)} ὁ λαλῶν ἀρτίως ἐνταῦθ' ἐμοί;

422

τί παθών;{(Δα)} χολή, λύπη τις, ἔκστασις φρενῶν,

423

πνιγμός.{(Σμ)} Πόσειδον καὶ θεοί, δεινοῦ πάθους.

424

{(Δα)} “οὐκ ἔστιν οὐδὲν δεινὸν ὧδ' εἰπεῖν ἔπος

425

οὐδὲ πάθος—”{(Σμ)} ἀποκναίεις σύ.{(Δα)} “τὰς γὰρ συμφορὰς

426

ἀπροσδοκήτους δαίμον[ες δι]ώρισαν.”

427

Εὐριπίδου τοῦτ' ἐστί, τὸ δὲ Χαιρήμονος,

428

οὐ τῶν τυχόντων.{(Σμ)} εἰσελήλυθεν δέ τις

429

ἰατρός;{(Δα)} οἴχεται μὲν οὖν ὁ Χαιρέας

430

ἄξων.{(Σμ)} τίν' ἆρα;{(Δα)} τουτονί, νὴ τ[ὸν Δία,

431

ὡς φαίνεται. βέλτιστ', ἐπισπ[ε]ῦ[δ'.{[ΙΑΤΡΟΣ]} –⏑×

432

{(Δα)} “δυσάρεστον οἱ νοσοῦντες ἀπορίας ὕπο.”

433

{Σμ} ἐμὲ μὲν ἐὰν ἴδωσιν εὐθὺς ἄσμενον

434

φήσουσιν ἥκειν, τοῦτ' ἀκριβῶς οἶδ' ἐγώ,

435

αὐτός τ' ἐκεῖνος οὐκ ἂν ἡδέως μ' ἴδοι

436

[ ]ιδ' ἄτοπον οὐδ' ἐπηρόμην(desunt uersus circa xvi)

437

[ ]!ν·(deest unus versus)

439

αὐτῶ τὰν χολὰν

440

[ ]ι?μ?ε?[!!]!δη φερομένωι

441

[ ]διὰ τὰν παρεῦσαν ἀπορίαν.

442

{(Σμ)} [ ]ω· τοῦτο δήπου μανθάνω.

443

{(Ια)} [ ]σαν.{(Σμ)} ταῦτα δήπου μανθάνω.

444

{(Ια)} [ α]ὐτὰς τὰς φρένας δή μοι δοκῶ

445

[ ]! ὀνυμάζειν μὲν ὦν εἰώθαμες

446

[ φ]ρενῖτιν τοῦτο.{〈Σμ〉} μανθάνω. τί οὖν;

447

{(Ια)} οὐκ ἔστ]ιν ἐλπὶς οὐδεμία σωτηρίας.

448

καίρια] γάρ, αἰ μὴ δεῖ σε θάλπεν διὰ κενᾶς,

449

τὰ τοια]ῦτα.{(Σμ)} μὴ θάλπ', ἀλλὰ τἀληθῆ λέγε.

450

{(Ια)} οὐ πάμπαν οὗτός ἐστί τοι βιώσιμος.

451

ἀνερεύγεταί τι τᾶς χολᾶς· ἐπισκοτεῖ

452

[ ]εντ?![!!] καὶ τοῖς ὄμμασι

453

[ ]υ?κνον ἀναφρίζει τε καὶ

454

[ ]! ας ἐκφορὰν βλέπει.

455

{(Σμ)}{[Ια]} [ ]! προάγωμες, παῖ.{(Σμ)} σέ, σέ

456

[ ]{[Ια]} [ ]!μετακαλῆς;{(Σμ)} πάνυ μὲν οὖν.

457

[ δ]εῦρ' ἀπὸ τῆς θύρας ἔτι.

458

{(Ια)} [ οὐ]κ? ἂν βιώιης τὼς τέως.

459

{(Σμ)} [ ]αὐτὸν εὔχου τρόπον ἔχειν

460

[ ]!πολλὰ γίνεται.{(Ια)} γέλα

461

[ ]φαμι τᾶς ἐμᾶς τέχνας

462

[ τ]ὺ δ' αὐτός μοι δοκῆς

463

[!!]![!]![!] κ?ε?αλην ἀλλ' ὑπέρχεταί τι τοι

464

φθιτικὸν νόσαμα· τὺ μὲν ὅλως θανάτους βλέπεις.

465

{(Σμ)} ἦ που φέρουσιν αἱ γυναῖκες ὡσπερεὶ

466

ἐκ πολεμίων· ἐπιτάττεται τοῖς γείτοσι

467

διὰ τῶν ὑδρορροῶν.{Δα} θορυβήσω τουτονί,

468

ἀλλ' ὅπερ ἔ?π?ρ?α?τ?τ?ο?ν? π?ρ?α?τ?[(desunt uersus circa ccv)

469

βοῶσιν οἴχεθ['‵—′

470

Χαιρεστρατ[‵—′

471

{Σμ} † δεδρακιχ'. [‵—′

472

τέθνηκε{:}. [‵—′

473

ἁνὴρ ἀπολ?[‵—′

474

τὸ μηδὲ ἕ[ν

475

ὑπόλοιπο[ν

476

ἤδη δικαι[‵—′

477

ἐνθάδ[‵—′

478

μὴ δια[‵—′

479

γραμμ[‵—′

480

ον?![

481

ου![

482

υ!!!![‵—′

483

λαμβαν[‵—′

484

τὸ μὲν ἐγγυᾶν[

485

ἴσως τοιούτου![

486

ὑμῖν γενομεν?[

487

πολλῶν σεπ[

488

ἕτοιμος ἀποφ[

489

ὃς ἂν κελεύη[

490

ἐναντίον σου[

491

{ΚΛΕΟΣΤΡΑΤΟΣ}ὦ φιλτάτη[ γῆ

492

προσεύχομ[αι

493

πόλλ' ὃν σε![

494

πάρειμι τῆι?[

495

ὁρῶ δεομεν[

496

εἰ δ' αὖ διαπ?[εσὼν

497

ὁ Δᾶος, εὐτυ[χέστατον πάντων τότ' ἂν

498

νομίσαιμ' ἐμαυτό[ν.

499

παιητέα δ' ἐσθ' ἡ θύρ[α.{[Δα]} [τίς τὴν θύραν;

500

{(Κλ)} ἐγώ.{(Δα)} τίνα ζητεῖς; ὁ μ[ὲν γὰρ δεσπότης

501

τῆς οἰκίας τέθνηκ[ε

502

{(Κλ)} τέθνηκεν; οἴμοι δυ[ς{[Δα]}

503

καὶ μὴ 'νόχλει πενθ[οῦσι

504

{(Κλ)} οἴμοι τάλας· ὦ θεῖ' ! ἀν[

505

ἄνθρωπέ μοι κακόδ[αιμον{(Δα)}

506

μειράκιον. ὦ Ζεῦ,[

507

{(Κλ)} Δᾶε, τί λέγεις;{(Δα)} ![

508

ἔχω σε.{(Κλ)} κατ?[(desunt uersus circa v)

509

[ ]θανει

510

[ ]τι{:}

511

[ ]μηδὲ σύ

512

[ ἀ]νοίγετε

513

[ ]!ι·

514

[ ἐγρ]ηγορώς

515

[ ]!ομεν{[ΧΟΡΟΥ]}

516

[ ]!ὁμολογῶ

517

[ ]!ς ἴσος

518

[ γυ]ναῖκες ἄσμεναι

519

[ ]ι τἄνδοθεν

520

[ ]ν παρείλκυσεν

521

[ γί]νεται διπλοῦς γάμος

522

[ τὴν] ἑαυτοῦ θυγατέρα

523

[ ] τὴν ἀδελφιδῆν πάλιν

524

[ ] τὴν δὲ πᾶσαν οὐσίαν

525

[ ]τα πάνθ' ἕξει πέρας{:}

526

[ ]του περιπατεῖ τὸν γείτονα

527

[ ]ν οὑτοσί γε, νὴ Δία

528

[ νὴ τὸν Ἡρακ]λ?έα, πρόσελθέ μοι

529

[ ]νὴ τὸν Ἥλιον{:}

530

[ ]ο?σως Κλεόστρατος{:}

531

[ ]υ?ν ὤιμην ἐγώ

532

[ ]α? ποῦ 'στιν;{:} ἐνθαδί

533

[ ]ται φίλον λαβών

534

[ ]προσέρχεται

535

[ ]ο?ν εὐωχίαν

536

[ ]εξων δῆλός ἐστιν οὑτοσί·

537

[ ]αν τε κόπτηι πολλάκις

538

[ ]υτωι κοσμιώτερον ποῶ

539

[ ]ηρ ἐστί μοι τρόπον τινά{:}

540

[ ]ον τοῦτ' ἔχειν τὴν ἐγγύην

541

[ ]ειναι μαρτύρων δ' ἐναντίον

542

[ ]Χαιρέαι δ' ἃ βούλεται

543

[ ]γὰρ τήνδ' ἐμὼ τὴν οὐσίαν

544

[ ]μ?οι παρενοχλουντος † {:}

ὢ τρισάθλιοι,† τί πλέον ἔχουσι τῶν ἄλλων; βίονὡς οἰκτρὸν ἐξαντλοῦσιν οἱ τὰ φρούριατηροῦντες, οἱ τὰς ἀκροπόλεις κεκτημένοι.εἰ πάντας ὑπονοοῦσιν οὕτω ῥαιδίωςἐγχειρίδιον ἔχοντας αὑτοῖς προσιέναι,οἵαν δίκην διδόασιν.Ἑλληνίς, οὐκ Ἰβηρίς·{ΓΕΩΡΓΟΣ}{(ΝΕΑΝΙΣΚΟΣ)} [ ]προσιὼν † πράττων[ ]ὑποφοβούμενοςἦν δ' οὐ πονηρὸς οὐδ' ἐδόκουν 〈 〉[ ]ε? ὁ μειρακίσκος ἐν ἀγρῶι διετέλει,ἔτυχέ τι] συμβεβηκὸς ὅ μ' ἀπολώλεκεἀπόδη]μ?ον εἰς Κόρινθον ἐπὶ πρᾶξίν τινα·κατιὼν ὑ]πὸ νύκτα γινομένους ἑτέρους γάμουςκαταλαμ]βάνω μοι, τοὺς θεοὺς στεφανουμένους,τὸν πατέ]ρα θύοντ' ἔνδον· ἐκδίδωσι δὲαὐτὸς ὁ] πατήρ· ὁμοπατρία γάρ ἐστί μοιἐκ τῆς 〈 〉] νυνὶ γυναικὸς τρεφομένη[ ἀ]δελφή. τίνα δὲ δυσφεύκτωι κακῶιτρόπον μάχωμ' οὐκ οἶδ]α· πλὴν οὕτως ἔχω·[ οἰ]κίας οὐδὲν φράσας[ ]λ?[ι]πὼν δὲ τὸν γάμον τὴν φιλτάτην[!!!]α?ν ἀδικήσαιμ' ἄν· οὐ γὰρ εὐσεβές.κόπτειν δὲ μέλλων τὴν θύραν ὀκνῶ πάλαι·οὐκ οἶδα γὰρ τὸν ἀδελφὸν εἰ νῦν ἐξ ἀγροῦἐνθάδ' ἐπιδημεῖ· πάντα προνοεῖσθαί με δεῖ.ἀλλ' ἐκποδὼν ἄπειμι καὶ βουλεύσομαιτοῦτ' αὔθ', ὅπως δεῖ διαφυγεῖν με τὸν γάμον.{ΜΥΡΡΙΝΗ}ἀλλ' ὡς πρὸς εὔνουν, ὦ Φίλιννα, τοὺς λόγουςποουμένη σε πάντα τἀμαυτῆς λέγω·ἐν τοῖσδ' ἐγὼ νῦν εἰμι.{〈ΦΙΛΙΝΝΑ〉} καί, νὴ τὼ θεώ,ἔγωγ' ἀκούους', ὦ τέκνον, μικροῦ δέωπρὸς τὴν θύραν ἐλθοῦσα καὶ καλέσασα τὸνἀλαζόν' ἔξω τοῦτον εἰπεῖν ὅσα φρονῶ.{〈Μυ〉} μὴ σύ γε, Φίλιννα. χαιρέτω.{(Φι)} τί “χαιρέτω”;οἰμωζέτω μὲν οὖν τοιοῦτος ὤν. γαμεῖὁ μιαρὸς οὗτος ἠδικηκὼς τὴν κόρην[ ]τοσούτους κατατ[ ] προσέρχεται[ ]ὁ θεράπων ἐξ ἀγροῦ Δᾶος. βραχὺ![!!]ι? μεταστῶμεν.{〈Φι〉} τί δ' ἡμῖν, εἰπέ μοι,〈τούτου〉 μέλει; καλόν γ' ἂν εἴη, νὴ Δία.{ΔΑΟΣ}ἀγρὸν εὐσεβέστερον γεωργεῖν οὐδέναοἶμαι· φέρει γὰρ μυρρ[ίνην, κιττὸν] καλόν,ἄνθη τοσαῦτα, τἆλλα δ' ἄν τις καταβάληι,ἀπέδωκεν ὀρθῶς καὶ δικαίως, οὐ [πλέονἀλλ' αὐτὸ τὸ μέτρον. ὁ Σύρος εἰσένεγχ' ὅμωςπάνθ', ὅσα 〈γε〉 φέρομεν· ταῦτα πάντ' εἰς τοὺς γάμους.ὦ χαῖρε πολλά, Μυρρίνη.{(Μυ)} νὴ καὶ σύ γε.{〈Δα〉} οὔ σε καθεώρων, γεννικὴ καὶ κοσμίαγύναι. τί πράττεις; βούλομαι ς' ἀγαθῶν λόγων,μᾶλλον δὲ πράξεων ἐσομένων, ἂν οἱ θεοὶθέλωσι, γ[εῦσ]αι καὶ φθάσαι πρῶτο?[ς φράσας.ὁ Κλεαίνετος γάρ, οὗ τὸ μειράκιον [τὸ σὸνἐργάζεται, πρώην ποτ' ἐν ταῖς ἀμπέλοιςσκάπτων διέκοψε τὸ σκέλος χρηστῶς πάνυ.{〈Μυ〉} τάλαιν' ἐγώ.{(Δα)} θάρρει· τὸ πέρας δ' ἄκουέ μου.ἀπὸ τοῦ γὰρ ἕλκους, ὡς τριταῖον ἐγένετο,βουβὼν ἐπήρθη τῶι γέροντι θέρμα τεἐπέλαβεν αὐτὸν καὶ κακῶς ἔσχεν πάνυ.{(Φι)} ἀλλ' ἐκκορηθείης σύ γ'· οἷα τἀγαθὰἥκεις ἀπαγγέλλων.{(Μυ)} σιώπα, γράιδιον.{(Δα)} ἐνταῦθα χρείας γενομένης αὐτῶι τινοςκηδεμόνος, οἱ μὲν οἰκέται καὶ βάρβαροι,ἐφ' οἷς ἐκεῖνός ἐστιν, οἰμώζειν μακρὰνἔλεγον ἅπαντες, ὁ δὲ σὸς ὑός, οἱονεὶνομίσας ἑαυτοῦ πατέρα, πο[ιήσ]ας [ἃ δεῖ,ἤλειφεν, ἐξέτριβεν, ἀπένιζεν, φαγεῖνπροσέφερε, παρεμυθεῖτο, πάνυ φαύλως ἔχεινδ[ό]ξ?[α]ν?τ' ἀνέστης' αὐτὸν ἐπιμελούμενος.{(Φι)} φίλον τέκνον.{(Δα)} νὴ τὸν Δί', εὖ δῆθ' οὑτοσί.ἀναλ]α?〈μ〉β〈άν〉ων γὰρ αὑτὸν ἔνδον, καὶ σχολὴνεὑρὼν] ἀπαλλαγεὶς δικέλλης καὶ κακῶν—οὕτω] τίς ἐστι σκληρὸς ὁ γέρων τῶι βίωι—τοῦ μειρ]ακίου τὰ πράγματ' ἀνέκρινεν, τίναἔστ', οὐχὶ παντάπασιν ἀγνοῶν ἴσως.κοινου]μένου δὲ τοῦ νεανίσκου τά τεπερὶ τ]ῆς ἀδελφῆς ἐμβαλόντος σοῦ 〈τε〉 καὶ[ ]! ἔπαθέ τι κοινὸν καὶ χάριντῆς ἐπιμελείας ὤιετ' ἐκ παντὸς λόγουδεῖν αὑτὸν ἀποδοῦναι, μόνος τ' ὢν καὶ γέρωννοῦν ἔσχε· τὴν γὰρ παῖδ' ὑπέσχηται γαμεῖν.κεφάλαιόν ἐστι τοῦτο τοῦ παντὸς λόγου.ἥξουσιν ἤδη δεῦρ', ἄπεισιν εἰς ἀγρὸναὐτὴ]ν? λαβών. παύσεσθε πενίαι μαχόμενοι,δυσνουθετήτωι θηρί[ωι καὶ δυσκόλωικαὶ ταῦτ' ἐν ἄστει· δεῖ γὰρ ἢ πλουτεῖν ἴσωςἢ ζῆν ὅπως μὴ μάρτυρας τοῦ δυστυχεῖνπολλούς τις ἕξει τοὺς ὁρῶντας· ἔστι δὲἀγρὸς εἰς τὸ τοιοῦτ' εὐκτὸν ἥ τ' ἐρημία.εὐαγγελίσασθαι πρός σε ταῦτ' ἐβουλόμην.ἔρρωσο πολλά.{〈Μυ〉} καὶ σύ.{〈Φι〉} τί πέπονθας, τέκνον;τί περιπατεῖς τρίβουσα τὰς χεῖρας;{〈Μυ〉} τί γάρ;Φίλινν', ἀποροῦμαι νῦν τί ποιῆσαί με δεῖ.{(Φι)} περὶ τίνος;{〈Μυ〉} ἡ παῖς ἐστι τοῦ τόκου, φίλη,[ὁμοῦ ]τοδε(ante actus finem octo sequebantur uersus)(uersus non amplius xxv deesse uidentur){(Γο)} τοιοῦ[τστροβει[τοῦτ' ε?[ἐγώ· τί ποιή[σωαὐτῶν ἰδ?ω?[‵—′{Φιλιν'} πρὸ τῶν θυρῶ[ν‵—′{Γοργ'} οὐδεὶς γάρ εἰμ' ἕ[τερος{(Φι)} τί ἐστιν; {(Γο)} οὐδέν· ἀ[τὴν μητέρ' επη[Φίλιννα, κάλεσον[{(Φι)} μὰ τὼ θεώ, τέκν?[ον‵—′σὺ γὰρ παρ' ἡμῶν α[‵—′ἐγ? γειτόνων ὄντ[τὴν Ἄρτεμιν[‵—′{(Γο)} ἐγὼ καλῶ π?[καὶ νῦν τί ποι[ἢ πῶς μαλακ?[‵—′τὸ παιδίον κα[τί ταῦτά τις [!]ε?[ἡμῖν ὑπόλοιπονπαρρησίαν τ' ην?[ὁρῶντα ταυτ[ἡμᾶς τε τοὺς[]ἐπειτ[οὐδ' ἄξιόν γ' ἐστ[ίνὑμῖν ἐγὼ[ἅπασι κα?ὶ? τ?[ἐχ?!!!α?[κομματ[οἰκειότη[