The Greek Library Catalogue

Anonymous

Georgi fragmenta aliunde nota

Edition reference
Georgi fragmenta aliunde nota, ed. Sandbach, op. cit., 34–35.
CTS identifier
urn:cts:greekLit:tlg0541.tlg004.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

εὐκαταφρόνητόν ἐστι, Γοργία, πένης,

κἂν πάνυ λέγηι δίκαια· τούτου γὰρ λέγειν

ἕνεκα μόνου νομίζεθ' οὗτος, τοῦ λαβεῖν,

καὶ συκοφάντης εὐθὺς ὁ τὸ τριβώνιον

ἔχων καλεῖται, κἂν ἀδικούμενος τύχηι.

2

ὁ δ' ἠδικηκώς, ὅστις ἔσθ' οὗτός ποτε,

τὴν ὑμετέραν πενίαν κακοδαίμων ἔσθ', ὅτι

τοῦτ' ἠδίκηκεν οὗ τυχὸν μεταλήψεται·

εἰ καὶ σφόδρ' εὐπορεῖ γάρ, ἀβεβαίως τρυφᾶι·

τὸ τῆς τύχης γὰρ ῥεῦμα μεταπίπτει ταχύ.

3

οὗτος κράτιστός ἐστ' ἀνήρ, ὦ Γοργία,

ὅστις ἀδικεῖσθαι πλεῖστ' ἐπίστατ' ἐγκρατῶς·

τὸ δ' ὀξύθυμον τοῦτο καὶ λίαν πικρὸν

δεῖγμ' ἐστιν εὐθὺς πᾶσι μικροψυχίας.

4

ἐμβεβρόντησαι; γελοῖον, ὃς κόρης ἐλευθέρας

εἰς ἔρωθ' ἥκων σιωπᾶις καὶ μάτην ποιουμένους

περιορᾶις γάμους σεαυτῶι.

5

εἰμὶ μὲν ἄγροικος, καὐτὸς οὐκ ἄλλως ἐρῶ,

καὶ τῶν κατ' ἄστυ πραγμάτων οὐ παντελῶς

ἔμπειρος, ὁ δὲ χρόνος τί μ' εἰδέναι ποεῖ

πλέον.

6

ὡς σχολῆι πορεύεθ' οὑτοσί.

7

ἐν πράγμασιν, ἐν μάχαις.

{ΔΙΣ ΕΞΑΠΑΤΩΝ}{(ΜΟΣΧΟΥ ΠΑΤΗΡ)}[ σ]ὺ δ' ἐκεῖνον ἐκκάλει[ ]ν?, νουθέτει δ' ἐναν[τίοναὐτόν τε σῶσον, οἰκίαν θ?' ὅ?λην φί?λ?ω?ν?.Λυδέ, προάγωμεν.{(ΛΥΔΟΣ)} εἰ δὲ κἀμὲ καταλίποις—{(Μ.π)} προάγωμεν· ἱκανὸς οὗτος.{Λυ} αὐτῶι, Σώστρατε,χρῆσαι πικρῶς, ἔλαυν' ἐκεῖνον τὸν ἀ?κ?ρα[τῆ.〈ἅ〉παντας αἰσχύνει γὰρ ἡμᾶς τοὺς φίλους.{(ΣΩΣΤΡΑΤΟΣ)}ἤδη 'στιν οὗτος φροῦδος. ενπλη[τούτου καθέξει. Σώστρατον προήρπασας.ἀρνήσεται μέν, οὐκ ἄδηλόν ἐστί μοι—ἰταμὴ γάρ—εἰς μέσον τε πάντες οἱ θεοὶἥξουσι. μὴ τοίνυν [!]ον[κακὴ κακῶς τοίνυν—ἐ[π]ά?ν?[αγε, Σ]ώστρατε·ἴσως σε πείσει· δοῦλο[ἐγὼ μάλισθ', ἡ δ' ὡ[ς κενὸν συ]μπεισάτωἔχοντα μηδ[έν· τ]ῶι πατρὶτὸ χ]ρ?υ?σίον· πιθαν[ευομέν]η γὰρ παύσεταιὅταν] ποτ' αἴσθητα[ι, τὸ τῆς πα]ροιμίας,νεκρῶι] λέγουσα [μῦθον. ἀλλ'] ἤδη [με] δεῖἐλθεῖν ἐπ' ἐ]κεῖνον.{[ΣΩΣΤΡΑΤΟΥ ΠΑΤΗΡ]} [ ἔ]δωκεν δέ σοι[ τ]ὸν τόκον{(Σω)} [ ]!ειδον· μηδὲ ἓν[ ἐγκ]άλει χρηστῶι ξένωι.[ ἥ]κω κομίζων δεῦρό σοι{[Σ.π]} [ ]σα· τ[ὸ χρυ]σίον [δό]θ' ὑμεῖς, παῖ, ταχύ.{(Σω)} [ π]αρ' [ἡ]μῶν· μὴ πρόσεχ' ἐκείνωι λόγ?ω?ι?.οὐδεὶς] παρώρμης' οὐδ' ἐπεβούλευς' οὐδὲ εἷς.{(Σ.π)} οὐ πρὸς Θ]εότιμον κατετέθη τὸ χρυσίον;{(Σω)} τί “πρὸς Θ]εότιμον”; αὐτὸς ἐφύλαττεν λαβὼντ[ό τε πρὸ]ς βίον διφορεῖ, πάτερ.{(Σ.π)} χρηστὸ?ς? σφόδρα·ἐφ[ρόντι]σέ τι. τί οὖν ὁ Σύρος ἐβούλετο;{(Σω)} ἐ[ατέο]ν. μετ' ἐμοῦ δ' ἀκολούθει καὶ λαβὲτὸ χρυσίον.{(Σ.π)} παίζεις;{(Σω)} ἀκολούθει καὶ λαβέ.{(Σ.π)} οὐκοῦν ἀκολουθῶ· δὸς μόνον, καλῶς τέ μοιὡς? [δεῖ] κέχρησαι· πρὶν λαβεῖν μάχομαί τι σοι;ἐμοὶ δὲ πάντων τοῦτο προὐργιαίτερον.{ΧΟΡΟΥ}(uersus laceri xxvi){[Σω]} [ ]!μοι.{(Σ.π)} ταῦτ' ἄπειμι πρὸς ἀγορὰνπρ]άττ[ων. ὅ] τι πράττηις ἄλλο δέδοται τοῦτό σοι.{Σω} κα]ὶ? μ?[ὴν δο]κῶ μοι τὴν καλήν τε κἀγαθὴνἰδεῖν ἐρωμένην ἂν ἡ?δ?[έ]ως? κενὸςπιθανευομένην καὶ προσδοκῶσαν—“αὐτίκα”φησὶν δ' ἐν αὑτῆι—πᾶν ὃ κομίζω χρυσίον.“πάνυ γὰρ κομίζει τοῦτο καί, νὴ τοὺς θεούς,ἐλευθερίως—τίς μᾶλλον; —ἀξίως τ' ἐμοῦ.”αὕτη δ' ἱκανῶς, καλῶς ποοῦσά γ', εὑρέθηοἵα〈ν〉 ποτ' ὤιμην οὖσα, τὸν δ' ἀβέλτερονΜόσχον ἐ!ε!!· καὶ τὰ μὲν ἔγωγ' ὀργίζομαι,τὰ δ' οὐκ ἐκεῖνον τοῦ γεγονότος αἴτιονἀδικήματος νενόμικα, τὴν δ' ἰταμωτάτηνπασῶν ἐκείνην.{ΜΟΣΧΟΣ} εἶτ' ἀκούσας ἐνθάδεεἶναί με, ποῦ γῆς ἐστι; χαῖρε, Σώστρατε.{Σω} καὶ σύ.{〈Μο〉} τί κατηφὴς καὶ σκυθρωπός, εἰπέ μοι;καὶ βλέμμα τοῦθ' ὑπόδακρυ· μὴ νεώτερονκακὸν κατείληφάς τι τῶν [γ'] ἐνταῦθα;{(Σω)} ναί.{(Μο)} εἶτ?' οὐ [λέ]γεις;{(Σω)} ἔνδον γὰρ ἀμέλει, Μόσχε.{(Μο)} πῶς;{(Σω)} [ ]φιλοῦντα τὸν πρὸ τοῦ χρόνον[ ]α· τοῦτο πρῶτον ὧν ἐμὲ[ ]ἠδίκηκας.{(Μο)} ἠδίκηκα δὲἐγώ σε; μὴ γένοιτο τοῦτο, Σώστρατε.{(Σω)} οὐκ ἠξίουν γοῦν οὐδ' ἐγώ.{(Μο)} λέγεις δὲ τί;πρὸς τῶν θεῶν, μειράκιον, βουληφόρως〈τὴν〉 ἡμετέραν, 〈ὦ〉 Δημέα, προκατέλαβεςὅρασιν.ἐμοὶ παράστα· τὴν θύραν κόψας ἐγὼκαλῶ τιν' αὐτῶν.ὃν οἱ θεοὶ φιλοῦσιν ἀποθνήισκει νέος. οὐ Μεγάβυζος ἦνὅστις γένοιτο ζάκορος.{ΔΥΣΚΟΛΟΣ}{(ΠΑΝ)} τῆς Ἀττικῆς νομίζετ' εἶναι τὸν τόπον,Φυλήν, τὸ νυμφαῖον δ' ὅθεν προέρχομαιΦυλασίων καὶ τῶν δυναμένων τὰς πέτραςἐνθάδε γεωργεῖν, ἱερὸν ἐπιφανὲς πάνυ.τὸν ἀγρὸν δὲ τὸν ἐπὶ δεξί' οἰκεῖ τουτονὶΚνήμων, ἀπάνθρωπός τις ἄνθρωπος σφόδρακαὶ δύσκολος πρὸς ἅπαντας, οὐ χαίρων τ' ὄχλωι—“ὄχλωι” λέγω; ζῶν οὗτος ἐπιεικῶς χρόνονπολὺν λελάληκεν ἡδέως ἐν τῶι βίωιοὐδεν〈ί〉, προσηγόρευκε πρότερος δ' οὐδένα,πλὴν ἐξ ἀνάγκης γειτνιῶν παριών τ' ἐμὲτὸν Πᾶνα· καὶ τοῦτ' εὐθὺς αὐτῶι μεταμέλει,εὖ οἶδ'. ὅμως οὖν, τῶι τρόπωι τοιοῦτος ὤν,χήραν γυναῖκ' ἔγημε, τετελευτηκότοςαὐτῆι νεωστὶ τοῦ λαβόντος τὸ πρότερονὑοῦ τε καταλελειμμένου μικροῦ τότε.ταύτηι ζυγομαχῶν οὐ μόνον τὰς ἡμέραςἐπιλαμβάνων δὲ καὶ τὸ πολὺ νυκτὸς μέροςἔζη κακῶς. θυγάτριον αὐτῶι γίνεται·ἔτι μᾶλλον. ὡς δ' ἦν τὸ κακὸν οἷον οὐθὲν ἂνἕτερον γένοιθ', ὁ βίος τ' ἐπίπονος καὶ πικρός,ἀπῆλθε πρὸς τὸν ὑὸν ἡ γυνὴ πάλιντὸν πρότερον αὐτῆι γενόμενον. χωρίδιοντούτωι δ' ὑπάρχον ἦν τι μικρὸν ἐνθαδὶἐν γειτόνων, οὗ διατρέφει νυνὶ κακῶςτὴν μητέρ', αὑτόν, πιστὸν οἰκέτην θ' ἕναπατρῶιον. ἤδη δ' ἐστὶ μειρακύλλιονὁ παῖς ὑπὲρ τὴν ἡλικίαν τὸν νοῦν ἔχων·προάγει γὰρ ἡ τῶν πραγμάτων ἐμπειρία.ὁ γέρων δ' ἔχων τὴν θυγατέρ' αὐτὸς ζῆι μόνοςκαὶ γραῦν θεράπαιναν, ξυλοφορῶν σκάπτων τ', ἀεὶπονῶν, ἀπὸ τούτων ἀρξάμενος τῶν γειτόνωνκαὶ τῆς γυναικὸς μέχρι Χολαργέων κάτωμισῶν ἐφεξῆς πάντας. ἡ δὲ παρθένοςγέγονεν ὁμοία τῆι τροφῆι τις, οὐδὲ ἓνεἰδυῖα φλαῦρον. τὰς δὲ συντρόφους ἐμοὶΝύμφας κολακεύους' ἐπιμελῶς τιμῶσά τεπέπεικεν αὐτῆς ἐπιμέλειαν σχεῖν τιναἡμᾶς· νεανίσκον τε καὶ μάλ' εὐπόρουπατρὸς γεωργοῦντος ταλάντων κτήματαἐνταῦθα πολλῶν, ἀστικὸν τῆι διατριβῆι,ἥκο]ν?τ' ἐπὶ θήραν μετὰ κυνηγέτου τινὸς[ ]υ κατὰ τύχην παραβαλόντ' εἰς τὸν τόπον[ ]! ἔχειν πως ἐνθεαστικῶς ποῶ.ταῦτ' ἐστὶ τὰ κεφάλαια, τὰ καθ' ἕκαστα δὲὄψεσθ]' ἐὰν βούλησθε—βουλήθητε δέ.καὶ γὰ]ρ προσιόνθ' ὁρᾶν δοκῶ μοι τουτονὶτὸν ἐρῶντα τόν τε συγκ?[υνηγέτη]ν? ἅμα,αὑτοῖς ὑπὲρ τούτων τι σ[υγκοινουμ]ένους.{ΧΑΙΡΕΑΣ}τί φήις; ἰδὼν ἐνθένδε παῖδ' ἐλευθέραντὰς πλησίον Νύμφας στεφανοῦσαν, Σώστρατε,ἐρῶν ἀπῆλθες εὐθύς;{ΣΩΣΤΡΑΤΟΣ} εὐθύς.{[Χαι]} ὡς ταχύ.ἦ τοῦτ' ἐβεβούλευς' ἐξιών, ἐρᾶν τινος;{(Σω)} σκώπτεις· ἐγὼ δὲ, Χαιρέα, κακῶς ἔχω.{(Χαι)} ἀλλ' οὐκ ἀπιστῶ.{(Σω)} διόπερ ἥκω παραλαβὼνσὲ πρὸς τὸ πρᾶγμα, καὶ φίλον καὶ πρακτικὸνκρίνας μάλιστα.{(Χαι)} πρὸς τὰ τοιαῦτα, Σώστρατε,οὕτως ἔχω· παραλαμβάνει τις τῶν φίλωνἐρῶν ἑταίρας· εὐθὺς ἁρπάσας φέρω,μεθύω, κατακάω, λόγον ὅλως οὐκ ἀνέχομαι·πρὶν ἐξετάσαι γὰρ ἥτις ἐστί, δεῖ τυχεῖν.τὸ μὲν βραδύνειν γὰρ τὸν ἔρωτ' αὔξει πολύ,ἐν τῶι ταχέως δ' ἔνεστι παύσασθαι ταχύ.γάμον λέγει τις καὶ κόρην ἐλευθέραν·ἕτερος τίς εἰμ' ἐνταῦθα· πυνθάνομαι γένος,βίον, τρόπους. εἰς πάντα τὸν λοιπὸν χρόνον