Dyscolus
- Edition reference
- Dyscolus, ed. Sandbach, op. cit., 47–91.
- CTS identifier
urn:cts:greekLit:tlg0541.tlg007.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
67
μνείαν γὰρ ἤδη τῶι φίλωι καταλείπομαι
68
ὡς ἂν διοικήσω περὶ ταῦτα.{(Σω)} καὶ μάλ' εὖ
69
(οὐ πάνυ δ' ἀρεσκόντως ἐμοί).{(Χαι)} καὶ νῦν γε δεῖ
70
ταῦτα διακοῦσαι πρῶτον ἡμᾶς.{(Σω)} ὄρθριον
71
τὸν Πυρρίαν τὸν συγκυνηγὸν οἴκοθεν
72
ἐγὼ πέπομφα—{(Χαι)} πρὸς τίνα;{(Σω)} αὐτῶι τῶι πατρὶ
73
ἐντευξόμενον τῆς παιδὸς ἢ τῶι κυρίωι
74
τῆς οἰκίας ὅστις ποτ' ἐστίν.{(Χαι)} Ἡράκλεις,
75
οἷον λέγεις.{(Σω)} ἥμαρτον· οὐ γὰρ οἰκέτηι
76
ἥρμοττ' ἴσως τὸ τοιοῦτ〈ό γ'〉. ἀλλ' οὐ ῥάιδιον
77
ἐρῶντα συνιδεῖν ἐστι τί ποτε συμφέρει·
78
καὶ τὴν διατριβὴν ἥτις ἔστ' αὐτοῦ πάλαι
79
τεθαύμακ'· εἰρήκειν γὰρ εὐθὺς οἴκαδε
80
αὐτῶι παρεῖναι πυθομένωι τἀνταῦθά μοι.
81
{ΠΥΡΡΙΑΣ}πάρες, φυλάττου, πᾶς ἄπελθ' ἐκ τοῦ μέσου·
82
μαίνεθ' ὁ διώκων, μαίνεται.{(Σω)} τί τοῦτο, παῖ;
83
{(Πυ)} φεύγετε.{(Σω)} τί ἐστι;{(Πυ)} βάλλομαι βώλοις, λίθοις·
84
ἀπόλωλα.{(Σω)} βάλλει; ποῖ, κακόδαιμον;{(Πυ)} οὐκέτι
85
ἴσως διώκει;{(Σω)} μὰ Δία.{(Πυ)} ἐγὼ δ' ὤιμην.{(Σω)} τί δαὶ
86
λέγεις;{(Πυ)} ἀπαλλαγῶμεν, ἱκετεύω σε.{(Σω)} ποῖ;
87
{(Πυ)} ἀπὸ τῆς θύρας ἐντεῦθεν ὡς πορρωτάτω.
88
Ὀδύνης γὰρ ὑὸς ἦ〈ν〉· κακοδαιμ〈ον〉ῶν τις ἢ
89
μελαγχολῶν ἅνθρωπος οἰκῶ[ν ἐνθαδ]ὶ
90
τὴν οἰκίαν πρὸς ὅν μ' ἔπεμπ?[ες
91
μεγάλου κακοῦ· τοὺς δακτύλους [κατέαξα γὰρ
92
σχεδόν τι προσπταίων ἅπα[ντας{[?Σω]}
93
ἐλθών;{〈Πυ〉} τί; πεπαρώινηκε. δεῦ[ρο{[?Σω]}
94
εὔδηλός ἐστι.{(Πυ)} νὴ Δί', ἐξώλ[ης ἄρα,
95
Σώστρατ', ἀπολο[ίμην· ἔχε] δέ πως φυλακτικῶς.
96
ἀλλ' οὐ δύναμαι λ[έγειν, προ]σέστηκεν δέ μοι
97
τὸ πνεῦμα. κόψας τὴν θύραν τῆς οἰκίας
98
τὸν κύριον ζητεῖν ἔφην· προῆλθέ μοι
99
γραῦς τις κακοδαίμων, αὐτόθεν δ' οὗ νῦν λέγων
100
ἕστηκ' ἔδειξεν αὐτὸν ἐπὶ τοῦ λοφιδίου
101
ἐκεῖ περιφθειρόμενον ἀχράδας, ἦ πολὺν
102
κύφων' ἑαυτῶι συλλέγοντα.{Χαι} ὡς ὀργίλως.
103
τί, ὦ μακάριε;{〈Πυ〉} ἐγὼ μὲν εἰς τὸ χωρίον
104
ἐμβὰς ἐπορευόμην πρὸς αὐτὸν καὶ πάνυ
105
πόρρωθεν, εἶναί τις φιλάνθρωπος σφόδρα
106
ἐπιδέξιός τε βουλόμενος προσεῖπα καὶ
107
“ἥκω τι” φημί “πρός σε, πάτερ, ἰδεῖν τί σε
108
σπεύδων ὑπὲρ σοῦ πρᾶγμ'”· 〈ὁ δ'〉 εὐθύς, “ἀνόσιε
109
ἄνθρωπέ,” φησιν, “εἰς τὸ χωρίον δέ μου
110
ἥκεις 〈σύ;〉 τί μαθών;” βῶλον αἴρεταί τινα·
111
ταύτην ἀφίης' εἰς τὸ πρόσωπον αὐτό μου.
112
{Χαι} ἐς κόρακας.{(Πυ)} ἐν ὅσωι δ' “ἀλλά ς' ὁ Ποσειδῶν—” λέγων
113
κατέμυσα, χάρακα λαμβάνει πάλιν τινά·
114
ταύτηι μ' ἐκάθαιρε, “σοὶ δὲ κἀμοὶ πρᾶγμα τί
115
ἐστιν;” λέγων, “τὴν δημοσίαν οὐκ οἶσθ' ὁδόν;”
116
ὀξύτατον ἀναβοῶν τι.{Χαι} μαινόμενον λέγεις
117
τελέως γεωργόν.{(Πυ)} τὸ δὲ πέρας· φεύγοντα γὰρ
118
δεδίωχ' ἴσως με στάδια πέντε καὶ δέκα,
119
περὶ τὸν λόφον πρώτιστον, εἶθ' οὕτω κάτω
120
εἰς τὸ δασὺ τοῦτο, σφενδονῶν βώλοις, λίθοις,
121
ταῖς ἀχράσιν ὡς οὐκ εἶχεν οὐδὲν ἄλλ' ἔτι.
122
ἀνήμερόν τι πρᾶγμα τελέως, ἀνόσιος
123
γέρων. ἱκετεύω ς', ἄπιτε.{(Σω)} δειλίαν λέγεις.
124
{(Πυ)} οὐκ ἴστε τὸ κακὸν οἷόν ἐστι. κατέδεται
125
ἡμᾶς.{Χαι} τυχὸν ἴσως 〈ὅδ'〉 ὀδυνώμενός τι νῦν
126
τετύχηκε· διόπερ ἀναβαλέσθαι μοι δοκεῖ
127
αὐτῶι προσελθεῖν, Σώστρατ'· εὖ τοῦτ' ἴσθ' ὅτι
128
πρὸς πάντα πράγματ' ἐστὶ πρακτικώτερον
129
εὐκαιρία.{Πυ} νοῦν ἔχετε.{(Χαι)} ὑπέρπικρον δέ τι
130
ἐστὶν πένης γεωργός, οὐχ οὗτος μόνος,
131
σχεδὸν δ' ἅπαντες. ἀλλ' ἕωθεν αὔριον
132
ἐγὼ πρόσειμ' αὐτῶι μόνος, τὴν οἰκίαν
133
ἐπείπερ οἶδα. νῦν δ' ἀπελθὼν οἴκαδε
134
καὶ σὺ διάτριβε· τοῦτο δ' ἕξει κατὰ τρόπον.
135
{(Πυ)} πράττωμεν οὕτως.{Σω} πρόφασιν οὗτος ἄσμενος
136
εἴληφεν· εὐθὺς φανερὸς ἦν οὐχ ἡδέως
137
μετ' ἐμοῦ βαδίζων οὐδὲ δοκιμάζων πάνυ
138
τὴν ἐπιβολ]ὴν τὴν τοῦ γάμου. κακὸν δὲ σὲ
139
κακῶς ἅπ]αντες ἀπολέσειαν οἱ θεοί,
140
μαστιγία.]
141
{[Πυ]} [ τί δ'] ἠδίκηκα, Σώστρατε;
142
{(Σω)} κακῶς ἐπό]εις τὸ χωρίον τι δηλαδή.
143
{[Πυ]} οὐ μὰ Δί'] ἔκλεπτον.
142
{(Σω)} ἀλλ' ἐμαστίγου σέ τις
143
οὐδὲν ἀδικοῦντα;{(Πυ)} καὶ πάρεστί γ' οὑτοσί
144
αὐτὸς—ὑπάγω, βέλτιστε. σὺ δὲ τούτωι λάλει.
145
{(Σω)} οὐκ ἂν δυναίμην· ἀπίθανός τις εἴμ' ἀεὶ
146
ἐν τῶι λαλεῖν. ποῖον λέγει[ ]νι;
147
οὐ πάνυ φιλάνθρωπον β[λέπειν μ]οι φαίνεται,
148
μὰ τὸν Δί'· ὡς δ' ἐσπούδακ'. ἐ[πανάξ]ω βραχὺ
149
ἀπὸ τῆς θύρας. βέλτιον. ἀλλὰ κ?[αὶ β]οᾶι
150
μόνος βαδίζων. οὐχ ὑγιαίνειν μοι δοκεῖ.
151
δέδοικα μέντοι, μὰ τὸν Ἀπόλλω καὶ θεούς,
152
αὐτόν. τί γὰρ ἄν τις μὴ οὐχὶ τἀληθῆ λέγοι;
153
{ΚΝΗΜΩΝ}εἶτ' οὐ μακάριος ἦν ὁ Περσεὺς κατὰ δύο
154
τρόπους ἐκεῖνος, ὅτι πετηνὸς ἐγένετο
155
κοὐδενὶ συνήντα τῶν βαδιζόντων χαμαί,
156
εἶθ' ὅτι τοιοῦτο κτῆμ' ἐκέκτηθ' ὧι λίθους
157
ἅπαντας ἐπόει τοὺς ἐνοχλοῦντας; ὅπερ ἐμοὶ
158
νυνὶ γένοιτ'· οὐδὲν γὰρ ἀφθονώτερον
159
λιθίνων γένοιτ' 〈ἂν〉 ἀνδριάντων πανταχοῦ.
160
νῦν δ' οὐ βιωτόν ἐστι, μὰ τὸν Ἀσκληπιόν.
161
λαλοῦς' ἐπεμβαίνοντες εἰς τὸ χωρίον
162
ἤδη· παρ' αὐτὴν τὴν ὁδὸν γάρ, νὴ Δία,
163
εἴωθα διατρίβειν· ὃς οὐδ' ἐργάζομαι
164
τοῦτο τὸ μέρος 〈τοῦ〉 χωρίου, πέφευγα δὲ
165
διὰ τοὺς παριόντας. ἀλλ' ἐπὶ τοὺς λόφους ἄνω
166
ἤδη διώκους'. ὢ πολυπληθείας ὄχλου.
167
οἴμοι, πάλιν τις οὑτοσὶ πρὸς ταῖς θύραις
168
ἕστηκεν ἡμῶν.{Σω} ἆρα τυπτήσει γέ με;
169
{Κν} ἐρημίας οὐκ ἔστιν οὐδαμοῦ τυχεῖν,
170
οὐδ' ἂν ἀπάγξασθαί τις ἐπιθυμῶν τύχηι.
171
{Σω} ἐμοὶ χαλεπαίνει〈ς〉; περιμένω, πάτερ, τινὰ
172
ἐνταῦθα· συνεθέμην γάρ.{(Κν)} οὐκ ἐγὼ 'λεγον;
173
τουτὶ στοὰν νενομίκατ' ἢ τὸ τοῦ Λεώ;
174
πρὸς τὰς ἐμὰς θύρας, ἐὰν ἰδεῖν τινα
175
βούλησθε, συντάττεσθ' ἀπαντᾶν· παντελῶς,
176
καὶ θῶκον οἰκοδομήσατ', ἂν ἔχητε νοῦν,
177
μᾶλλον δὲ καὶ συνέδριον. ὢ τάλας ἐγώ,
178
ἐπηρεασμὸς τὸ κακὸν εἶναί μοι δοκεῖ.
179
{Σω} οὐ τοῦ τυχόντος, ὡς ἐμοὶ δοκεῖ, πόνου
180
τουτὶ τὸ πρᾶγμά 〈γ'〉 ἀλλὰ συντονωτέρου.
181
πρόδηλόν ἐστιν. ἆρ' ἐγὼ πορεύσομαι
182
ἐπὶ τὸν Γέταν τὸν τοῦ πατρός; νὴ τοὺς θεοὺς
183
ἔγωγ'· ἔχει 〈τι〉 διάπυρον καὶ πραγμάτων
184
ἔμπειρός ἐστιν παντοδαπῶν· τὸ δύσκολον
185
τὸ τοῦδ' ἐκεῖνος 〈 〉 ἀπώσετ', οἶδ' ἐγώ.
186
τὸ μὲν χρόνον γὰρ ἐμποεῖν τῶι πράγματι
187
ἀποδοκιμάζω. πόλλ' ἐν ἡμέραι μίαι
188
γένοιτ' ἄν. ἀλλὰ τὴν θύραν πέπληχέ τις.
189
{ΚΟΡΗ}οἴμοι τάλαινα τῶν ἐμῶν ἐγὼ κακῶν·
190
τί νῦν ποήσω; τὸν κάδον γὰρ ἡ τροφὸς
191
ἱμῶς' ἀφῆκεν εἰς τὸ φρέαρ.{Σω} ὦ Ζεῦ πάτερ,
192
καὶ Φοῖβε Παιάν, ὦ Διοσκόρω φίλω,
193
κάλλους ἀμάχου.{(Κο)} θερμὸν 〈δ'〉 ὕδωρ πρ[οσέταξέ μοι
194
ποιεῖν ὁ πάππας ἐξιών.{(Σω)} ἄνδρε[ς, τέρας.
195
{(Κο)} ἐὰν δὲ τοῦτ' αἴσθητ', ἀπολεῖ κακ[
196
παίων ἐκείνην. οὐ σχολὴ ματ[
197
ὦ φίλταται Νύμφαι, παρ' ὑμῶν λη[πτέον.
198
αἰσχύνομαι μέν, εἴ τινες θύους' ἄ[ρα
199
ἔνδον, ἐνοχλεῖν—{(Σω)} ἀλλ' ἂν ἐμοὶ δ[ῶις, αὐτίκα
200
βάψας ἐγώ σοι τ[ὴν ὑδρίαν ἥ]ξω φέρων.
201
{(Κο)} ναὶ πρὸς θεῶν, ἅ[νυσον δέ.]{(Σω)} ἐλευθερίως γέ πως
202
ἄγροικός ἐστιν. ὦ πολυτίμητοι θεοί,
203
τίς ἂν ἐμὲ σώσαι δ?[αιμό]νων;{(Κο)} τάλαιν' ἐγώ,
204
τίς ἐψόφηκεν; ἆρ' ὁ πάππας ἔρχεται;
205
ἔπειτα πληγὰς λήψομ' ἄν με καταλάβηι
206
ἔξω.{ΔΑΟΣ} διατρίβω σοι διακονῶν πάλαι
207
ἐνταῦθ', ὁ δὲ σκάπτει μόνος. πορευτέον
208
πρὸς ἐκεῖνόν ἐστιν. ὦ κάκιστ' ἀπολουμένη
209
Πενία, τί ς' ἡμεῖς τηλικοῦτ' ἐφεύρομεν;
210
τί τοσοῦτον ἡμῖν ἐνδελεχῶς οὕτω χρόνον
211
ἔνδον κάθησαι καὶ συνοικεῖς;{(Σω)} λάμβανε
212
τηνδί.{(Κο)} φέρε δεῦρο.{Δα} τί ποτε βούλεθ' οὑτοσὶ
213
ἅνθρωπος;{(Σω)} ἔρρως', ἐπιμελοῦ τε τοῦ πατρός.
214
οἴμοι, κακοδαίμων. παῦε θρηνῶν, Σώστρατε·
215
ἔσται κατὰ τρόπον.{(Δα)} κατὰ τρόπον τί;{(Σω)} μὴ φοβοῦ,
216
ἀλλ' ὅπερ ἔμελλες ἄρτι τὸν Γέταν λαβὼν
217
ἐπάνηκ', ἐκείνωι πᾶν τὸ πρᾶγμ' εἰπὼν σαφῶς.
218
{Δα} τουτὶ τὸ κακὸν τί ποτ' ἐστίν; ὡς οὔ μοι πάνυ
219
τὸ πρᾶγμ' ἀρέσκει. μειράκιον διακονεῖ
220
κόρηι· πονηρόν. ἀλλά ς', ὦ Κνήμων, κακὸν
221
κακῶς ἅπαντες ἀπολέσειαν οἱ θεοί.
222
ἄκακον κόρην μόνην ἀφεὶς ἐν ἐρημίαι
223
ἐᾶις, φυλακὴν οὐδεμίαν ὡς προσῆκον ἦν
224
ποιούμενος. τουτὶ καταμανθάνων ἴσως
225
οὗτος προσερρύη, νομίζων ὡσπερεὶ
226
ἕρμαιον. οὐ μὴν ἀλλὰ 〈τ〉ἀδελφῶι γε δεῖ
227
αὐτῆς φράσαι με τὴν ταχίστην ταῦθ', ἵνα
228
ἐν ἐπιμελείαι τῆς κόρης γενώμεθα.
229
ἤδη δὲ τοῦτ' ἐλθὼν ποήσειν μοι δοκῶ.
230
καὶ γὰρ προσιόντας τούσδε Πανιστάς τινας
231
εἰς τὸν τόπον δεῦρ' ὑποβεβρεγμένους ὁρῶ,
232
οἷς μὴ 'νοχλεῖν εὔκαιρον εἶναί μοι δοκεῖ.{ΧΟΡΟΥ}
233
{ΓΟΡΓΙΑΣ}οὕτω παρέργως δ', εἰπέ μοι, τῶι πράγματι
234
φαύλως τ' ἐχρήσω;{Δα} πῶς;{(Γο)} ἔδει σε, νὴ Δία,
235
τὸν τῆι κόρηι προσιόντα, 〈Δᾶ'〉, ὅστις ποτ' ἦν,
236
ἰδεῖν τότ' εὐθύς, τοῦτο τοῦ λοιποῦ χρόνου
237
εἰπεῖν θ' ὅπως μηδείς ποτ' αὐτὸν ὄψεται
238
ποιοῦντα· νυνὶ δ' ὥσπερ ἀλλοτρίου τινὸς
239
πράγματος ἀπέστης. οὐκ ἔνεστ' ἴσως φυγεῖν
240
οἰκειότητα, Δᾶ'. ἀδελφῆς ἔτι μέλει
241
ἐμῆ[ς]. ὁ πατὴρ ἀλλότριος εἶναι βούλεται
242
αὐτῆς πρὸς ἡμᾶς· μὴ τὸ τούτου δύσκολον
243
μιμώμεθ' ἡμεῖς· ἂν γὰρ αἰσχύνηι τινὶ
244
αὕτη] περιπέσηι, τοῦτο κἀμοὶ γίνεται
245
ὄνειδο]ς. ὁ γὰρ ἔξωθεν οὐ τὸν αἴτιον
246
ὅστις] πότ' ἐστιν οἶδεν, ἀλλὰ τὸ γεγονός.
247
[ ]ν?.{(Δα)} ὦ τᾶν, τὸν γέροντα, Γοργία,
248
δέδοικ'· ἐ]ὰν γὰρ τῆι θύραι προσιόντα με
249
λάβηι, κρ]εμᾶι παραχρῆμα.{Γο} δυσχρήστως γέ πως
250
[ ζυ]γομαχῶν τοῦτον οὔθ' ὅτωι τρόπωι
251
ἀναγκάσαι τις εἰς τὸ βέλτι[ον !!!!!!]ν
252
οὔτ' ἂν μεταπείσαι νουθετῶν ο[!!!!!!!]ς
253
ἀλλ' ἐμποδὼν τῶι μὲν βιάσασθαι τὸν νόμον
254
ἔχει μεθ' αὑτοῦ, τῶι δὲ πεῖσαι τὸν τρόπον.
255
{Δα} μικρὸν δ' ἐπίσχες· οὐ μάτην γὰρ ἥκομεν,
256
ἀλλ' ὥσπερ εἶπον ἔρχετ' ἀνακάμψας πάλιν.
257
{Γο} ὁ τὴν χλανίδ' ἔχων; οὗτος ἐστὶν ὃν λέγεις;
258
{(Δα)} οὗτος.{(Γο)} κακοῦργος εὐθὺς ἀπὸ τοῦ βλέμματος.
259
{Σω} τὸν μὲν Γέταν οὐκ ἔνδον ὄντα κατέλαβον,
260
μέλλουσα δ' ἡ μήτηρ θεῶι θύειν τινί—
261
οὐκ οἶδ' ὅτωι—ποιεῖ δὲ τοῦθ' ὁσημέραι,
262
περιέρχεται θύουσα τὸν δῆμον κύκλωι
263
ἅπαντ'—ἀπέσταλκ' αὐτὸν αὐτόθεν τινὰ
264
μισθωσόμενον μάγειρον. ἐρρῶσθαι δὲ τῆι
265
θυσίαι φράσας ἥκω πάλιν πρὸς τἀνθάδε.
266
καί μοι δοκῶ τοὺς περιπάτους τούτους ἀφεὶς
267
αὐτὸς διαλέξεσθ' ὑπὲρ ἐμαυτοῦ. τὴν θύραν
268
κόψω δ', ἵν' ἦι μοι μηδὲ βουλεύσασθ' ἔτι.
269
{Γο} μειράκιον, ἐθελήσαις ἂν ὑπομεῖναι λόγον
270
σπουδαιότερόν μου;{(Σω)} καὶ μάλ' ἡδέως· λέγε.
271
{(Γο)} εἶναι νομίζω πᾶσιν ἀνθρώποις ἐγὼ
272
τοῖς τ' εὐτυχοῦσιν τοῖς τε πράττουσιν κακῶς
273
πέρας τι τούτου καὶ μεταλλαγήν τινα,
274
καὶ τῶι μὲν εὐτυχοῦντι μέχρι τούτου μένειν
275
τὰ πράγματ' εὐθενοῦντ' ἀεὶ τὰ τοῦ βίου
276
ὅσον ἂν χρόνον φέρειν δύνηται τὴν τύχην
277
μηδὲν ποήσας ἄδικον· εἰς δὲ τοῦθ' ὅταν
278
ἔλθηι προαχθεὶς τοῖς ἀγαθοῖς, ἐνταῦθά που
279
τὴν μεταβολὴν τὴν εἰς τὸ χεῖρον λαμβάνει·
280
τοῖς δ' ἐνδεῶς πράττουσιν, ἂν μηδὲν κακὸν
281
ποιῶσιν ἀποροῦντες, φέρωσιν δ' εὐγενῶς
282
τὸν δαίμον', εἰς πίστιν ποτ' ἐλθόντας χρόνωι,
283
βελτίον' εἶναι μερίδα προσδοκᾶν τινα.
284
τί οὖν λέγω; μήτ' αὐτός, εἰ σφόδρ' εὐπορεῖς,
285
πίστευε τούτωι, μήτε τῶν πτωχῶν πάλιν
286
ἡμῶν καταφρόνει· τοῦ διευτυχεῖν δ' ἀεὶ
287
πάρεχε σεαυτὸν τοῖς ὁρῶσιν ἄξιον.
288
{Σω} ἄτοπον δέ σοι τι φαίνομαι νυνὶ ποεῖν;
289
{(Γο)} ἔργον δοκεῖς μοι φαῦλον ἐζηλωκέναι,
290
πείσειν νομίζων ἐξαμαρτεῖν παρθένον
291
ἐλευθέραν, ἢ καιρὸν ἐπιτηρῶν τινα
292
κατεργάσασθαι πρᾶγμα θανάτων ἄξιον
293
πολλῶν.{(Σω)} Ἄπολλον.{(Γο)} οὐ δίκαιόν ἐστι γοῦν
294
τὴν σὴν σχολὴν τοῖς ἀσχολουμένοις κακὸν
295
ἡμῖν γενέσθαι. τῶν δ' ἁπάντων ἴσθ' ὅτι
296
πτωχὸς ἀδικηθείς ἐστι δυσκολώτατο[ν.
297
πρῶτον μέν ἐστ' ἐλεινός, εἶτα λαμβάνει
298
οὐκ εἰς ἀδικίαν ὅσα πέπονθ', ἀλλ' εἰς [ὕβριν.
299
{Σω} μειράκιον, οὕτως εὐτυχοίης, βραχ[ύ τι μου
300
ἄκουσον—{(Δα)} εὖ γε, δέσποθ', οὕτω πολλά [μοι
301
ἀγαθὰ γένοιτο.{(Σω)} —καὶ σύ γ', ὁ λαλῶν πρ[ὶν μαθεῖν.
302
κόρην τιν' εἶδο[ν ἐνθαδί· τ]αύτης ἐρῶ.
303
εἰ τοῦτ' ἀδίκημ' ε?[ἴρηκ]α?ς, ἠδίκηκ' ἴσως.
304
τί γὰρ ἄν τις εἴποι; π[λὴν π]ορεύομ' ἐνθάδε
305
οὐχὶ πρὸς ἐκείνην, βούλομαι δ' αὐτῆς ἰδεῖν
306
τὸν πατέρ'. ἐγὼ γάρ, ὢν ἐλεύθερος, βίον
307
ἱκανὸν ἔχων, ἕτοιμός εἰμι λαμβάνειν
308
αὐτὴν ἄπροικον, πίστιν ἐπιθεὶς διατελεῖν
309
στέργων. ἐπὶ κακῶι δ' εἰ προσελήλυθ' ἐνθάδε
310
ἢ βουλόμενος ὑμῶν 〈τι〉 κακοτεχνεῖν λάθραι,
311
οὗτός μ' ὁ Πάν, μειράκιον, αἱ Νύμφαι θ' ἅμα
312
ἀπόπληκτον αὐτοῦ πλησίον τῆς οἰκίας
313
ἤδη ποήσειαν. τετάραγμ', 〈εὖ〉 ἴσθ' ὅτι,
314
οὐδὲ μετρίως, εἴ σοι τοιοῦτος φαίνομαι.
315
{Γο} ἀλλ' εἴ τι κἀγὼ τοῦ δέοντος σφοδρότερον
316
εἴρηκα, μηδὲν τοῦτο λυπείτω ς' ἔτι.
317
ἅμα γὰρ μεταπείθεις ταῦτα καὶ φίλον μ' ἔχεις.
318
οὐκ ἀλλότριος δ' ὤν, ἀλλ' ἀδελφὸς τῆς κόρης
319
ὁμομήτριος, βέλτιστε, ταῦτά σοι λέγω.
320
{Σω} καὶ χρήσιμός γ' εἶ, νὴ Δί', εἰς τὰ λοιπά μοι.
321
{(Γο)} τί χρήσιμος;{(Σω)} γεννικὸν ὁρῶ σε τῶι τρόπωι.
322
{(Γο)} οὐ πρόφασιν εἰπὼν βούλομ' ἀποπέμψαι κενήν,
323
τὰ δ' ὄντα πράγματ' ἐμφανίσαι. ταύτηι πατήρ
324
ἐσθ' οἷος οὐδεὶς γέγονεν οὔτε τῶν πάλαι
325
ἄνθρωπος οὔτε τῶν καθ' ἡμᾶς.{(Σω)} ὁ χαλεπός·
326
σχεδὸν οἶδα.{(Γο)} ὑπερβολή τις ἐστὶν τοῦ κακοῦ.
327
τούτωι ταλάντων ἔστ' ἴσως τουτὶ δυεῖν
328
τὸ κτῆμα. τοῦτ' αὐτὸς γεωργῶν διατελεῖ
329
μόνος, συνεργὸν δ' οὐδέν' ἀνθρώπων ἔχων,
330
οὐκ οἰκέτην οἰκεῖον, οὐκ ἐκ τοῦ τόπου
331
μισθωτόν, οὐχὶ γείτον', ἀλλ' αὐτὸς μόνος.
332
ἥδιστόν ἐστ' αὐτῶι γὰρ ἀνθρώπων ὁρᾶν
333
οὐδένα. μεθ' αὑτοῦ τὴν κόρην ἐργάζεται
334
ἔχων τὰ πολλά· προσλαλεῖ ταύτηι μόνηι,
335
ἑτέρωι δὲ τοῦτ' οὐκ ἂν ποήσαι ῥαιδίως.
336
τότε φησὶν ἐκδώσειν ἐκείνην, ἡνίκ' ἂν
337
ὁμότροπον αὑτῶι νυμφίον λάβηι.{(Σω)} λέγεις
338
οὐδέποτε.{(Γο)} μὴ δὴ πράγματ', ὦ βέλτιστ', ἔχε·
339
μάτην γὰρ ἕξεις. τοὺς δ' ἀναγκαίους ἔα
340
ἡμᾶς φέρειν ταῦθ', οἷς δίδωσιν ἡ τύχη.
341
{(Σω)} πρὸς τῶν θεῶν οὐπώποτ' ἠράσθης τινός,
342
μειράκιον;{(Γο)} οὐδ' ἔξεστί μοι, βέλτιστε.{(Σω)} πῶς;
343
τίς ἔσθ' ὁ κωλύων;{(Γο)} ὁ τῶν ὄντων κακῶν
344
λογισμός, ἀνάπαυσιν διδοὺς οὐδ' ἡντινοῦν.
345
{(Σω)} οὔ μοι δοκεῖς· ἀπειρότερον γοῦν διαλέγει
346
περὶ ταῦτ'· ἀποστῆναι κελεύεις μ'. οὐκέτι
347
τοῦτ' ἐσ]τὶν ἐπ' ἐμοί, τῶι θεῶι δέ.{(Γο)} τοιγαροῦν
348
οὐδὲ]ν ἀδικεῖς ἡμᾶς, μάτην δὲ κακοπαθεῖς.
349
{(Σω)} οὐκ, εἰ λά]βοιμι τὴν κόρην.{(Γο)} οὐκ ἂν λάβοις.
350
[ ]υνα † συν〈α〉κολουθήσας ἐμοὶ
351
[ ]παρατης †· πλησίον γὰρ τὴν νάπην
352
ἐργάζε]θ?' ἡμῶν.{(Σω)} πῶς;{(Γο)} λόγον τιν' ἐμβαλῶ
353
περὶ τοῦ] γάμου 〈τοῦ〉 τῆς κόρης· τὸ τοιοῦτο γὰρ
354
ἴδοιμι κἂ]ν αὐτὸς γενόμενον ἄσμενος.
355
εὐθὺς μαχεῖται πᾶσι, λοιδορούμενος
356
εἰς τοὺς βίους οὓς ζῶσι· σὲ δ' [ἄγοντ' ἂν] ἴδηι
357
σχολὴν τρυφῶντά τ', οὐδ' ὁρῶν γ' ἀνέξεται.
358
{Σω} νῦν ἔστ' ἐκεῖ;{(Γο)} μὰ Δί', ἀλλὰ μ[ικρ]ὸν ὕστερον
359
ἔξεισιν ἣν εἴωθεν.{(Σω)} ὦ τᾶν, τὴν κόρην
360
ἄγων μεθ' αὑτοῦ, φήις;{(Γο)} ὅπως ἂν τοῦτό γε
361
τύχηι.{(Σω)} βαδίζειν 〈εἰμ'〉 ἕτοιμος οἷ λέγεις.
362
ἀλλ', ἀντιβολῶ, συναγώνισαί μοι.{(Γο)} τίνα τρόπον;
363
{(Σω)} ὅντινα τρόπον; προάγωμεν οἷ λέγεις.{(Δα)} τί οὖν;
364
ἐργαζομένοις ἡμῖν παρεστήξεις ἔχων
365
χλανίδα;{(Σω)} τί δὴ γὰρ οὐχί;{Δα} ταῖς βώλοις βαλεῖ
366
εὐθύς ς', ἀποκαλεῖ τ' ὄλεθρον ἀργόν. ἀλλὰ δεῖ
367
σκάπτειν μεθ' ἡμῶν ς'· εἰ τύχοι γάρ, τοῦτ' ἰδὼν
368
ἴσως ἂν ὑπομείνειε καὶ παρὰ σοῦ τινα
369
λόγον, νομίσας αὐτουργὸν εἶναι τῶι βίωι
370
πένητα.{(Σω)} ἕτοιμος πάντα πειθαρχεῖν. ἄγε.
371
{Γο} τί κακοπαθεῖν σαυτὸν βιάζηι;{Δα} βούλομαι
372
ὡς πλεῖστον ἡμᾶς ἐργάσασθαι τήμερον
373
τοῦτόν τε τὴν ὀσφῦν ἀπορρήξανθ' ἅμα
374
παύσασθ' ἐνοχλοῦνθ' ἡμῖν προσιόντα τ' ἐνθάδε.
375
{Σω} ἔκφερε δίκελλαν.{(Δα)} τὴν παρ' ἐμοῦ λαβὼν ἴθι.
376
τὴν αἱμασιὰν ἐποικοδομήσω γὰρ τέως
377
ἐγώ. ποητέον δὲ καὶ τοῦτ' ἐστί.{(Σω)} δός.
378
ἀπέσωσας.{〈Δα〉} ὑπάγω, τρόφιμ'· ἐκεῖ διώκετε.
379
{(Σω)} οὕτως ἔχω· παραποθανεῖν ἤδη με δεῖ
380
ἢ ζῆν ἔχοντα τὴν κόρην.{(Γο)} εἴπερ λέγεις
381
ἃ φρονεῖς, ἐπιτύχοις.{(Σω)} ὦ πολυτίμητοι θεοί,
382
οἷς ἀποτρέπεις νυνὶ γὰρ ὡς οἴει με σύ,
383
τούτοις παρώξυμμ' εἰς τὸ πρᾶγμα διπλασίως.
384
εἰ μὴ γὰρ ἐν γυναιξίν ἐστιν ἡ κόρη
385
τεθραμμένη μηδ' οἶδε τῶν ἐν τῶι βίωι
386
τούτων κακῶν μηδὲν ὑπὸ τηθίδος τινὸς
387
δειδισαμένη μαίας τ', ἐλευθερίως δέ πως
388
μετὰ πατρὸς ἀγρίου μισοπονήρου τῶι τρόπωι,
389
πῶς οὐκ ἐπιτυχεῖν ἐστι ταύτης μακάριον;
390
ἀλλ' ἡ δίκελλ' ἄγει τάλαντα τέτταρα
391
αὕτη· προαπολεῖ μ'. οὐ μαλακιστέον δ' ὅμως,
392
ἐπείπερ ἦργμαι καταπονεῖν τὸ πρᾶγμ' ἅπαξ.
393
{ΣΙΚΩΝ}τουτὶ τὸ πρόβατόν ἐστιν οὐ τὸ τυχὸν καλόν.
394
ἄπαγ' εἰς τὸ βάραθρον. ἂν μὲν αἰρόμενος φέρω
395
μετέωρον, ἔχεται τῶι στόματι θαλλοῦ, κράδης
396
κατεσθίει τὰ θρῖ', ἀποσπᾶι δ' εἰς βίαν.
397
ἐὰν δ' ἀφῆι χαμαί τις, οὐ προέρχεται.
398
τοὐναντίον δὴ γέγονε· κατακέκομμ' ἐγὼ
399
ὁ μάγειρος ὑπὸ τούτου νεωλκῶν τὴν ὁδόν.
400
ἀλλ' ἐστὶν εὐτυχῶς τὸ νυμφαῖον τοδ[ὶ
401
οὗ θύσομεν. τὸν Πᾶνα χαίρειν. παῖ Γέτα,
402
τοσοῦτ' ἀπολείπηι;{(ΓΕΤΑΣ)} τεττάρων γὰρ φορτίον
403
ὄνων συνέδησαν αἱ κάκιστ' ἀπολούμεναι
404
φέρειν γυναῖκές μοι.{(Σι)} πολύς τις ἔρχεται
405
ὄχλος ὡς ἔοικε. στρώματ' ἀδιήγηθ' ὅσα
406
φέρεις.{(Γε)} τί δ' ἐγ[ω!!!]{[Σι]} † ἔρεισον ταῦτα δεῦρο.{〈Γε〉} ἰδού.
407
ἐὰν ἴδηι γὰρ ἐνύπνιον τὸν Πᾶνα τὸν
408
Παιανιοῖ, τούτωι βαδιούμεθ', οἶδ' ὅτι,
409
θύσοντες εὐθύς.{(Σι)} τίς δ' ἑόρακεν ἐνύπνιον;
410
{(Γε)} ἄνθρωπε, μή με κόπτε.{(Σι)} ὅμως εἶπον, Γέτα.
411
τίς εἶδεν;{(Γε)} ἡ κεκτημένη.{(Σι)} τί πρὸς θεῶν;
412
{(Γε)} ἀπολεῖς. ἐδόκει τὸν Πᾶνα—{(Σι)} τουτονὶ λέγεις;
413
{(Γε)} τοῦτον.{(Σι)} τί ποιεῖν;{(Γε)} τῶι τροφίμωι τῶι Σωστράτωι—
414
{(Σι)} κομψῶι νεανίσκωι γε.{(Γε)} περικρούειν πέδας.
415
{(Σι)} Ἄπολλον.{(Γε)} εἶτα δόντα διφθέραν τε καὶ
416
δίκελλαν 〈ἐν〉 τοῦ πλησίον τῶι χωρίωι
417
σκάπτειν κελεύειν.{(Σι)} ἄτοπον.{(Γε)} ἀλλὰ θύομεν
418
διὰ τοῦθ', ἵν' εἰς βέλτιον ἀποβῆι τὸ φοβερόν.
419
{Σι} μεμάθηκα. πάλιν αἴρου δὲ ταυτὶ καὶ φέρε
420
εἴσω. ποῶμεν στιβάδας ἔνδον εὐτρεπεῖς
421
καὶ τἆλλ' ἕτοιμα. μηδὲν ἐπικωλυέτω
422
θύειν γ' ἐπὰν ἔλθωσιν. ἀλλ' ἀγαθῆι τύχηι.
423
καὶ τὰς ὀφρῦς ἄνες ποτ', ὦ τρισάθλιε·
424
ἐγώ σε χορτάσω κατὰ τρόπον τήμερον.
425
{Γε} ἐπαινέτης σοῦ τ' εἰμι καὶ τῆς 〈σῆς〉 τέχνης
426
ἔγωγ' ἀεί ποτ'—οὐχὶ πιστεύω δ' ὅμως.{ΧΟΡΟΥ}
427
{Κν} γραῦ, τὴν θύραν κλείσας' ἄνοιγε μηδενί,
428
ἕως ἂν ἔλθω δεῦρ' ἐγὼ πάλιν· σκότους
429
ἔσται δὲ τοῦτο παντελῶς, ὡς οἴομαι.
430
{〈ΜΗΤΗΡ〉}Πλαγγών, πορεύου θᾶττον· ἤδη τεθυκέναι
431
ἡμᾶς ἔδει.{Κν} τουτὶ τὸ κακὸν τί βούλεται;
432
ὄχλος τις. ἄπαγ' ἐς κόρακας.{(Μη)} αὔλει, Παρθενί,
433
Πανός· σιωπῆι, φασί, τούτωι τῶι θεῶι
434
οὐ δεῖ προσιέναι.{(Γε)} νὴ Δί' ἀπεσώθητέ γε.
435
{〈Κν〉} ὦ Ἡράκλεις, ἀηδίας.{〈Γε〉} καθήμεθα
436
χρόνον τοσοῦτον περιμένοντες.{(Μη)} εὐτρεπῆ
437
ἅπαντα δ' ἡμῖν ἐστι;{(Γε)} ναὶ μὰ τὸν Δία.
438
{〈Μη〉} τὸ γοῦν πρόβατον—μικροῦ τέθνηκε γάρ, τάλαν—
439
οὐ περιμένει τὴν σὴν σχολήν. ἀλλ' εἴσιτε·
440
κανᾶ πρόχειρα, χέρνιβας, θυλήματα
441
ποιεῖτε.{〈Γε〉} ποῖ κέχηνας, ἐμβρόντητε σύ;
442
{Κν} κακοὶ κακῶς ἀπόλοισθε. ποιοῦσίν γε με
443
ἀργόν· καταλιπεῖν γὰρ μόνην τὴν οἰκίαν
444
οὐκ ἂν δυναίμην. αἱ δὲ Νύμφαι μοι κακὸν
445
ἀεὶ παροικοῦς', ὥστε μοι δοκῶ πάλιν
446
μετοικοδομήσειν καταβαλὼν τὴν οἰκίαν
447
ἐντεῦθεν. ὡς θύουσι δ' οἱ τοιχωρύχοι·
448
κοίτας φέρονται, σταμνί', οὐχὶ τῶν θεῶν
449
ἕνεκ' ἀλλ' ἑαυτῶν. ὁ λιβανωτὸς εὐσεβὲς
450
καὶ τὸ πόπανον· τοῦτ' ἔλαβεν ὁ θεὸς ἐπὶ τὸ πῦρ
451
ἅπαν ἐπιτεθέν. οἱ δὲ τὴν ὀσφῦν ἄκραν
452
καὶ τὴν χολήν, ὅτι ἔστ' ἄβρωτα, τοῖς θεοῖς
453
ἐπιθέντες αὐτοὶ τἆλλα καταπίνουσι. γραῦ,
454
ἄνοιγε θᾶττον τὴν θύραν. [ποητέ]ον
455
ἐστὶν γὰρ ἡμῖν τἄνδον ὡς ἐμοὶ δοκεῖ.
456
{(Γε)} τὸ λεβήτιον, φήις, ἐπιλέλη[σθ]ε; παντελῶς
457
ἀποκραιπαλᾶτε. καὶ τί νῦν ποιήσομεν;
458
ἐνοχλητέον τοῖς γειτνιῶσι τῶι θεῶι
459
ἐσθ' ὡς ἔοικε. παιδίον. μὰ τοὺς θεοὺς
460
θεραπαινίδια γὰρ ἀθλιώτερ' οὐδαμοῦ
461
οἶμαι τρέφεσθαι. παῖδες. οὐδὲν ἄλλο πλὴν
462
κινητιᾶν ἐπίσταται—παῖδες καλοί—
463
καὶ διαβαλεῖν ἐὰν ἴδηι τις. παιδίον.
464
τουτὶ τὸ κακὸν 〈τί〉 ἐστί; παῖδες. οὐδὲ εἷς
465
ἐστ' ἔνδον. ἠήν. προστρέχειν τις φαίνεται.
466
{Κν} τί τῆς θύρας ἅπτει, τρισάθλι', εἰπέ μοι,
467
ἄνθρωπε;{〈Γε〉} μὴ δάκηις.{(Κν)} ἐγώ σε νὴ Δία,
468
καὶ κατέδομαί γε ζῶντα.{(Γε)} μή, πρὸς 〈τῶν〉 θεῶν.
469
{(Κν)} ἐμοὶ γάρ ἐστι συμβόλαιον, ἀνόσιε,
470
καὶ σοί τι;
471
{(Γε)} συμβόλαιον οὐδέν· τοιγαροῦν
472
προσελήλυθ' οὐ χρέος ς' ἀπαιτῶν οὐδ' ἔχων
473
κλητῆρας, ἀλλ' αἰτησόμενος λεβήτιον.
474
{(Κν)} λεβήτιον;
473
{(Γε)} λεβήτιον.{〈Κν〉} μαστιγία,
474
θύειν με βοῦς οἴει ποεῖν τε ταὔθ' ἅπερ
475
ὑμεῖς ποεῖτε;{(Γε)} οὐδὲ κοχλίαν ἔγωγέ σε.
476
ἀλλ' εὐτύχει, βέλτιστε. κόψαι τὴν θύραν
477
ἐκέλευσαν αἱ γυναῖκες αἰτῆσαί τε με.
478
ἐπόησα τοῦτ'· οὐκ ἔστι· πάλιν ἀπαγγελῶ
479
ἐλθὼν ἐκείναις. ὦ πολυτίμητοι θεοί,
480
ἔχις πολιὸς ἅνθρωπός ἐστιν οὑτοσί.
481
{(Κν)} ἀνδροφόνα θηρί'· εὐθὺς ὥσπερ πρὸς φίλον
482
κόπτουσιν. ἂν ἡμῶν προσιόντα τῆι θύραι
483
λάβω τιν', ἂν μὴ πᾶσι τοῖς ἐν τῶι τόπωι
484
παράδειγμα ποιήσω, νομίζεθ' ἕνα τινὰ
485
ὁρᾶν με τῶν πολλῶν. ὁ νῦν οὐκ οἶδ' ὅπως
486
διευτύχηκεν οὗτος, ὅστις ἦν ποτε.
487
{Σι} κάκιστ' ἀπόλοι'· ἐλοιδορεῖτό σοι; τυχὸν
488
ἤιτεις, σκατοφάγ'· ὡς οὐκ ἐπίστανταί τινες
489
ποιεῖν τὸ τοιοῦθ'· εὕρηκ' ἐγὼ τούτου τέχνην·
490
διακονῶ γὰρ μυρίοις ἐν τῆι πόλει
491
τούτων τ' ἐνοχλῶ τοῖς γείτοσιν καὶ λαμβάνω
492
σκεύη παρὰ πάντων. δεῖ γὰρ εἶναι κολακικὸν
493
τὸν δεόμενόν του. πρεσβύτερός τις τῆι θύραι
494
ὑπακήκο'· εὐθὺς πατέρα καὶ πάππα[ν λέγω.
495
γραῦς· μητέρ'. ἂν τῶν διὰ μέσου τ[ις ἦι γυνή,
496
ἐκάλες' ἱερέαν. ἂν θεράπων[
497
βέλτιστον. ὑμεῖς δὲ κρεμαν![
498
ὢ τῆς ἀμαθίας. παιδίον παῖ[
499
ἐγώ. πρόελθε, πατρίδιον· σὲ β[ούλομαι.
500
{Κν} πάλιν αὖ σύ;{(Σι)} π?[αῖ, τί το]ῦτ';{(Κν)} ἐρεθίζεις μ' ὡσπερεὶ
501
ἐπίτηδες, οὐκ εἴρηκά σοι πρὸς τὴν θύραν
502
μὴ προσιέναι; τὸν ἱμάντα δός, γραῦ.{(Σι)} μηδαμῶς,
503
ἀλλ' ἄφες.{(Κν)} ἄφες;{〈Σι〉} βέλτιστε, ναὶ πρὸς 〈τῶν〉 θεῶν.
504
{(Κν)} ἧκε πάλιν.{(Σι)} ὁ Ποσειδῶν σε—{(Κν)} καὶ λαλεῖς ἔτι;
505
{(Σι)} αἰτούμενος χυτρόγαυλον ἦλθον.{(Κν)} οὐκ ἔχω
506
οὔτε χυτρόγαυλον οὔτε πέλεκυν οὔθ' ἅλας
507
οὔτ' ὄξος οὔτ' ἄλλ' οὐδέν, ἀλλ' εἴρηχ' ἁπλῶς
508
μὴ προσιέναι μοι πᾶσι τοῖς ἐν τῶι τόπωι.
509
{(Σι)} ἐμοὶ μὲν οὐκ εἴρηκας.{(Κν)} ἀλλὰ νῦν λέγω.
510
{(Σι)} νὴ σὺν κακῶι γ'. οὐδ' ὁπόθεν ἄν τις, εἰπέ μοι,
511
ἐλθὼν λάβοι φράσαις ἄν;{(Κν)} οὐκ ἐγὼ 'λεγον;
512
ἔτι μοι λαλήσεις;{(Σι)} χαῖρε πολλά.{(Κν)} οὐ βούλομαι
513
χαίρειν παρ' ὑμῶν οὐδενός.{(Σι)} μὴ χαῖρε δή.
514
{(Κν)} ὢ τῶν ἀνηκέστων κακῶν.{(Σι)} καλῶς γέ με
515
βεβωλοκόπηκεν. οἷόν ἐστ' ἐπιδεξίως
516
αἰτεῖν· διαφέρει νὴ Δί'. ἐφ' ἑτέραν θύραν
517
ἔλθηι τις; ἀλλ' εἰ σφαιρομαχοῦς' ἐν τῶι τόπωι
518
οὕτως ἑτοίμως, χαλεπόν. ἆρά γ' ἐστί μοι
519
κράτιστον ὀπτᾶν τὰ κρέα πάντα; φαίνεται.
520
ἔστιν δέ μοι λοπάς τις. ἐρρῶσθαι λέγω
521
Φυλασίοις. τοῖς οὖσι τούτοις χρήσομαι.
522
{(Σω)} ὅστις ἀπορεῖ κακῶν, ἐπὶ Φυλὴν ἐλθέτω
523
κυνηγέτης. ὢ τρισκακοδαίμων, ὡς ἔχω
524
ὀσφῦν, μετάφρενον, τὸν τράχηλον, ἑνὶ λόγωι
525
ὅλον τὸ σῶμ'· εὐθὺς γὰρ ἐμπεσὼν πολύς,
526
νεανίας ἐγώ τις, ἐξαίρων ἄνω
527
σφόδρα τὴν δίκελλαν, ὡς ἂν ἐργάτης, βαθὺ
528
ἔπαιον. ἐπεκείμην φιλοπόνως, οὐ πολὺν
529
χρόνον. εἶτα καὶ μετεστρεφόμην τι, πηνίκα
530
ὁ γέρων πρόσεισι τὴν κόρην ἄγων ἅμα
531
σκοπούμενος. καὶ νὴ Δί' ἐλαβόμην τότε
532
τῆς ὀσφύος, λάθραι τὸ πρῶτον· ὡς μακρὸν
533
ἦν παντελῶς δὲ τοῦτο, λορδοῦν ἠρχόμην,
534
ἀπεξυλούμην ἀτρέμα δ'. οὐδεὶς ἤρχετο.
535
ὁ δ' ἥλιος κατέκα', ἑώρα τ' ἐμβλέπων
536
ὁ Γοργίας ὥσπερ τὰ κηλώνειά με
537
μόλις ἀνακύπτοντ' εἶθ' ὅλωι τῶι σώματι
538
πάλιν κατακύπτοντ'. “οὐ δοκεῖ μοι νῦν”, ἔφη,
539
“ἥξειν ἐκεῖνος, μειράκιον.” “τί οὖν,” ἐγὼ
540
εὐθύς, “ποῶμεν; αὔριον τηρήσομεν
541
αὐτόν, τὸ δὲ νῦν ἐῶμεν;” ὅ τε Δᾶος παρῆν
542
ἐπὶ τὴν σκαπάνην διάδοχος. ἡ πρώτη μὲν οὖν
543
ἔφο]δος τοιαύτη γέγονεν. ἥκω δ' ἐνθάδε,
544
διὰ τί μὲν οὐκ ἔχω λέγειν μὰ τοὺς θεούς,
545
ἕλκ]ει δέ μ' αὐτόματον τὸ πρᾶγμ' εἰς τὸν τόπον.
546
{Γε} τί τὸ κακόν; οἴει χεῖρας ἑξήκοντά με,
547
ἄνθρωπ', ἔχειν; τοὺς ἄνθρακάς σοι ζωπυρῶ
548
[ ]μαι, φέρω πλύνω κατατέμνω σπλάγχν' ἅμα
549
μάττω περιφέρω τα![!!!!!!!! ο]υτονί,
550
ὑπὸ τοῦ καπνοῦ τυφλὸς [!!!!!!]ς τούτοις ὅλος.
551
ἄγειν δοκῶ μοι τὴν ἑορτήν.{Σω} παῖ Γέτα.
552
{Γε} ἐμὲ τίς;{(Σω)} ἐγώ.{(Γε)} σὺ δ' εἶ τίς;{(Σω)} οὐχ ὁρᾶις;{(Γε)} ὁρῶ·
553
τρόφιμος.{(Σω)} τί ποιεῖτ' ἐνθάδ', εἰπέ μοι;{(Γε)} τί γάρ;
554
τεθύκαμεν ἄρτι καὶ παρασκευάζομεν
555
ἄριστον ὑμῖν.{(Σω)} ἐνθάδ' ἡ μήτηρ;{(Γε)} πάλαι.
556
{(Σω)} ὁ πατὴρ δέ;{(Γε)} προσδοκῶμεν. ἀλλὰ πάραγε σύ.
557
{(Σω)} μικρὸν διαδραμών 〈γ'〉. ἐνθαδὶ τρόπον τινὰ
558
γέγον' οὐκ ἄκαιρος ἡ θυσία· παραλήψομαι
559
τὸ μειράκιον τουτὶ γάρ, ἐλθὼν ὡς ἔχω,
560
καὶ τὸν θεράποντ' αὐτοῦ· κεκοινωνηκότες
561
ἱερῶν γὰρ εἰς τὰ λοιπὰ χρησιμώτεροι
562
ἡμῖν ἔσονται σύμμαχοι πρὸς τὸν γάμον.
563
{(Γε)} τί φήις; ἐπ' ἄριστόν τινας παραλαμβάνειν
564
μέλλεις πορευθείς; ἕνεκ' ἐμοῦ τρισχίλιοι
565
γένοισθ'· ἐγὼ μὲν γὰρ πάλαι τοῦτ' οἶδ', ὅτι
566
οὐ γεύσομ' οὐδενός· πόθεν γάρ; συνάγετε
567
πάντας. καλὸν γὰρ τεθύκαθ' ἱερεῖον, πάνυ
568
ἄξιον ἰδεῖν. ἀλλὰ 〈τὰ〉 γύναια ταῦτά μοι
569
(ἔχει γὰρ ἀστείως) μεταδοίη γ' ἄν τινος;
570
οὐδ' ἄν, μὰ τὴν Δήμητρ', ἁλὸς πικροῦ.{(Σω)} καλῶς
571
ἔσται, Γέτα, τὸ τήμερον—μαντεύσομαι
572
τοῦτ' αὐτός, ὦ Πάν· ἀλλὰ μὴν προσεύχομαι
573
ἀεὶ παριών σοι—καὶ φιλανθρωπεύσομαι.
574
{ΣΙΜΙΧΗ}ὢ δυστυχής, ὢ δυστυχής, ὢ δυστυχής.
575
{(Γε)} ἄπαγ' εἰς τὸ βάραθρον· τοῦ γέροντός τις γυνὴ
576
προελήλυθεν.{(Σιμ)} τί πείσομαι; τὸν γὰρ κάδον
577
ἐκ τοῦ φρέατος βουλομένη τοῦ δεσπότου,
578
εἴ πως δυναίμην, ἐξελεῖν αὐτὴ λάθραι,
579
ἀνῆψα τὴν δίκελλαν ἀσθενεῖ τινι
580
καλωιδίωι σαπρῶι διερράγη τέ μοι
581
τοῦτ' εὐθύς.{〈Γε〉} ὀρθῶς.{〈Σιμ〉} ἐνσέσεικα θ' ἁθλία
582
καὶ τὴν δίκελλαν εἰς τὸ φρέαρ μετὰ τοῦ κάδου.
583
{Γε} ῥῖψαι τὸ λοιπόν σοι σεαυτήν ἐστ' ἔτι.
584
{(Σιμ)} ὁ δ', ἀπὸ τύχης κόπρον τιν' ἔνδον κειμένην
585
μέλλων μεταφέρειν, περιτρέχων ταύτην πάλαι
586
ζητεῖ βοᾶι τε—καὶ ψοφεῖ γε τὴν θύραν.
587
{Γε} φεῦγ' ὦ πονηρά, φεῦγ'. ἀποκτενεῖ σε, γραῦ.
588
μᾶλλον δ' ἀμύνου.{Κν} ποῦ 'στιν ἡ τοιχωρύχος;
589
{(Σιμ)} ἄκουσα, δέσποτ', ἐνέβαλον.{(Κν)} βάδιζε δὴ
590
εἴσω.{(Σιμ)} τί ποιεῖν δ', εἰπέ μοι, μέλλεις;{(Κν)} ἐγώ;
591
δήσας καθιμήσω σε.{(Σιμ)} μὴ δῆτ', ὦ τάλαν.
592
{(Κν)} ταὐτῶι γε τούτωι σχοινίωι, νὴ τοὺς θεούς.
593
{〈Γε〉} κράτιστον, εἴπερ ἐστὶ παντελῶς σαπρόν.
594
{(Σιμ)} τὸν Δᾶον ἐκ τῶν γειτόνων ἐγὼ καλῶ;
595
{(Κν)} Δᾶον καλεῖς, ἀνόσι', ἀνηιρηκυῖά [με;
596
οὔ σοι λέγω; θᾶττον βάδιζ' εἴσω. [τάλας
597
ἐγώ, τάλας τῆς νῦν ἐρημίας [
598
ὡς οὐδὲ εἷς. καταβήσομ' εἰ[ς τὸ φρέαρ· τί γὰρ
599
ἔτ' ἐστιν ἄλλο;{(Γε)} ἡμεῖς ποριοῦ[μεν ἁρπάγην
600
καὶ σχοινίον.{(Κν)} κακὸν κάκ[ιστά ς' οἱ θεοὶ
601
ἅπαντες ἀπολέσειαν εἴ τι μ[οι λαλεῖς.
602
{(Γε)} καὶ μάλα δικ[αίως. εἰσ]πεπήδηκεν πάλιν.
603
ὢ τρισκακοδα[ίμων οὗ]τος· οἷον ζῆι βίον.
604
τοῦτ' ἐστὶν εἰλικρ[ινὴς] γεωργὸς Ἀττικός·
605
πέτραις μαχόμενος θύμα φερούσαις καὶ σφάκον
606
ὀδύνας ἐπισπᾶτ' οὐδὲν ἀγαθὸν λαμβάνων.
607
ἀλλ' ὁ τρόφιμος γὰρ οὑτοσὶ προσέρχεται
608
ἄγων μεθ' αὑτοῦ τοὺς ἐπικλήτους· ἐργάται
609
ἐκ τοῦ τόπου τινές εἰσιν. ὢ τῆς ἀτοπίας.
610
οὗτος τί τούτους δεῦρ' ἄγει νῦν; ἢ πόθεν
611
γεγονὼς συνήθης;{Σω} οὐκ ἂν ἐπιτρέψαιμί σοι
612
ἄλλως ποῆσαι. πάντ' ἔχομεν. ὦ Ἡράκλεις,
613
τουτὶ δ' ἀπαρνεῖταί τις ἀνθρώπων ὅλως,
614
ἐλθεῖν ἐπ' ἄριστον συνήθους τεθυκότος;
615
εἰμὶ γάρ, ἀκριβῶς ἴσθι, σοὶ πάλαι φίλος
616
πρὶν ἰδεῖν. λαβὼν ταῦτ' εἰσένεγκε Δᾶε σύ,
617
εἶθ' ἧκε.{Γο} μηδαμῶς μόνην τὴν μητέρα
618
οἴκοι καταλείπων ἀλλ' ἐκείνης ἐπιμελοῦ
619
ὧν ἂν δέηται· ταχὺ δὲ κἀγὼ παρέσομαι.{ΧΟΡΟΥ}
620
{Σιμ} τίς ἂν βοηθήσειεν; ὢ τάλαιν' ἐγώ.
621
τίς ἂν βοηθήσειεν;{Σικ} Ἡράκλεις ἄναξ,
622
ἐάσαθ' ἡμᾶς πρὸς θεῶν καὶ δαιμόνων
623
σπονδὰς ποῆσαι. λοιδορεῖσθε, τύπτετε·
624
οἰμώζετ'· ὢ τῆς οἰκίας τῆς ἐκτόπου.
625
{(Σιμ)} ὁ δεσπότης ἐν τῶι φρέατι.{Σικ} πῶς;{(Σιμ)} ὅπως;
626
ἵνα τὴν δίκελλαν ἐξέλοι καὶ τὸν κάδον,
627
κατέβαινε, κἆιτ' ὤλισθ' ἄνωθεν, ὥστε καὶ
628
πέπτωκεν.{(Σικ)} οὐ γὰρ ὁ χαλεπὸς γέρων σφόδρα
629
οὗτος; καλά γ' ἐπόησε νὴ τὸν Οὐρανόν.
630
ὦ φιλτάτη γραῦ, νῦν σὸν ἔργον ἐστί.{(Σιμ)} πῶς;
631
{(Σικ)} ὅλμον τιν' ἢ λίθον τιν' ἢ τοιοῦτό τι
632
ἄνωθεν ἔνσεισον λαβοῦσα.{(Σιμ)} φίλτατε
633
κατάβα.{〈Σικ〉} Πόσειδον, ἵνα τὸ τοῦ λόγου πάθω,
634
ἐν τῶι φρέατι κυνὶ μάχωμαι; μηδαμῶς.
635
{(Σιμ)} ὦ Γοργία, ποῦ γῆς ποτ' εἶ;{(Γο)} ποῦ γῆς ἐγώ;
636
τί ἐστί, Σιμίχη;{(Σιμ)} τί γάρ; πάλιν λέγω·
637
ὁ δεσπότης ἐν τῶι φρέατι.{Γο} Σώστρατε,
638
ἔξελθε δεῦρ'· ἡγοῦ, βάδιζ' εἴσω ταχύ.
639
{Σικ} εἰσὶν θεοί, μὰ τὸν Διόνυσον. οὐ δίδως
640
λεβήτιον θύουσιν, ἱερόσυλε σύ,
641
ἀλλὰ φθονεῖς· ἔκπιθι τὸ φρέαρ εἰσπεσών,
642
ἵνα μηδ' ὕδατος ἔχηις μεταδοῦναι μηδενί.
643
νυνὶ μὲν αἱ Νύμφαι τετιμωρημέναι
644
εἴς' αὐτὸν ὑπὲρ ἐμοῦ δικαίως· οὐδὲ εἷς
645
μάγειρον ἀδικήσας ἀθῶιος διέφυγεν.
646
ἱεροπρεπής πως ἐστὶν ἡμῶν ἡ τέχνη.
647
[ ]ς τραπεζοποιὸν ὅ τι βούλει πόει.
648
ἀλλ' ἆ]ρα μὴ τέθνηκεν; πάππαν φίλτατον
649
κλάο]υ?ς' ἀποιμώζει τις. οὐδὲν τοῦτό γε(desunt uersus fere iv)
654
δηλονότι καθ[
655
οὕτως ἀνιμης[
656
τὴν ὄψιν αὐτοῦ τ?ι?ν?[
657
οἴεσθ' ἔσεσθαι, πρὸς θεῶν, βεβ[αμ]μένου,
658
τρέμοντος; ἀστείαν. ἐγὼ μὲν ἡδέως
659
ἴδοιμ' ἄν, ἄνδρες, νὴ τὸν Ἀπόλλω τουτονί.
660
ὑμεῖς δ' ὑπὲρ τούτων, γυναῖκες, σπένδετε.
661
εὔχεσθε τὸν γέροντα σωθῆναι—κακῶς,
662
ἀνάπηρον ὄντα, χωλόν· οὕτω γίνεται
663
ἀλυπότατος γὰρ τῶιδε γείτων τῶι θεῶι
664
καὶ τοῖς ἀεὶ θύουσιν. ἐπιμελὲς δέ μοι
665
τοῦτ' ἐστίν, ἄν τις ἆρα μισθώσητ' ἐμέ.
666
{(Σω)} ἄνδρες, μὰ τὴν Δήμητρα, μὰ τὸν Ἀσκληπιόν,
667
μὰ τοὺς θεούς, οὐπώποτ' ἐν τὠμῶι βίωι
668
εὐκαιρότερον ἄνθρωπον ἀποπεπνιγμένον
669
ἑόρακα μικροῦ. τῆς γλυκείας διατριβῆς·
670
ὁ Γοργίας γάρ, ὡς τάχιστ' εἰσήλθομεν,
671
εὐθὺς κατεπήδης' εἰς τὸ φρέαρ, ἐγὼ δὲ καὶ
672
ἡ παῖς ἄνωθεν οὐδὲν ἐποοῦμεν· τί γὰρ
673
ἐμέλλομεν; πλὴν ἡ μὲν αὑτῆς τὰς τρίχας
674
ἔτιλλ', ἔκλα', ἔτυπτε τὸ στῆθος σφόδρα,
675
ἐγὼ δ' ὁ χρυσοῦς, ὡσπερεὶ νὴ τοὺς θεοὺς
676
τροφὸς παρεστώς, ἐδεόμην γε μὴ ποεῖν
677
τοῦθ', ἱκέτευον, ἐμβλέπων ἀγάλματι
678
οὐ τῶι τυχόντι. τοῦ δὲ πεπληγμένου κάτω
679
ἔμελεν ἔλαττον ἤ τινός μοι, πλὴν ἀεὶ
680
ἕλκειν ἐκεῖνον· τοῦτ' ἐνώχλει μοι σφόδρα.
681
μικροῦ γε νὴ Δί' αὐτὸν εἰσαπολώλεκα·
682
τὸ σχοινίον γὰρ ἐμβλέπων τῆι παρθένωι
683
ἀφῆκ' ἴσως τρίς. ἀλλ' ὁ Γοργίας Ἄτλας
684
ἦν οὐχ ὁ τυχών· ἀντεῖχε καὶ μόλις ποτὲ
685
ἀνενήνοχ' αὐτόν. ὡς ἐκεῖνος ἐξέβη
686
δεῦρ' ἐξελήλυθ'· οὐ γὰρ ἐδυνάμην ἔτι
687
κατέχειν ἐμαυτόν, ἀλλὰ μικροῦ [τὴν κόρην
688
ἐφίλουν προσιών· οὕτω σφόδρ' ε[
689
ἐρῶ. παρασκευάζομαι δή—τὴν θύραν
690
ψοφοῦσιν. ὦ Ζεῦ Σῶτερ, ἐκτόπου θέας.
691
{Γο} βούλει τι, Κνήμων; εἰπέ μοι.{(Κν)} τί [
692
φαύλως ἔχω.{(Γο)} θάρρει.{(Κν)} τεθάρ[ρηκ'. οὐκέτι
693
ὑμῖν ἐνοχλήσει τὸν ἐπίλοιπον γ?ὰ?[ρ χρόνον
694
Κνήμων.{(Γο)} τοιοῦτόν ἐστ' ἐρημία κακόν,
695
ὁρᾶις; ἀκαρὴς νῦν παραπόλωλας ἀρτίως.
696
τηρούμενον δὴ τηλικοῦτον τῶι βίωι
697
ἤδη καταζῆν δεῖ.{(Κν)} χαλεπῶς μὲν οἶδ' ὅτι
698
ἔχω, κάλεσον δέ, Γοργία, τὴν μητέρα,
699
ὡς ἔνι μάλιστα. τὰ κακὰ παιδεύειν μόνα
700
ἐπίσταθ' ἡμᾶς ὡς ἔοικε. θυγάτριον,
701
βούλει μ' ἀναστῆσαι λαβοῦσα;{Σω} μακάριε
702
ἄνθρωπε.{(Κν)} τί παρέστηκας ἐνταῦθ', ἄθ?λ?ι?[ε;(desunt uersus v)
708
[ ]εσοις ἐβουλόμην
709
[ Μυρ]ρίνη καὶ Γοργία,
710
ε![ ]ον προειλόμην
711
οὐκ ἴσως? [!!!!]ι? κ[!]ι?[!]ν οὐδ' ἂν εἷς δύναιτό με
712
τοῦτο μεταπεῖσαί τις ὑμῶν, ἀλλὰ συγχωρήσετε.
713
ἓν δ' ἴσως ἥμαρτον ὅστις τῶν ἁπάντων ὠιόμην
714
αὐτὸς αὐτάρκης τις εἶναι καὶ δεήσεσθ' οὐδενός.
715
νῦν δ' ἰδὼν ὀξεῖαν οὖσαν ἄσκοπόν τε τοῦ βίου
716
τὴν τελευτήν, εὗρον οὐκ εὖ τοῦτο γινώσκων τότε.
717
δεῖ γὰρ εἶναι—καὶ παρεῖναι—τὸν ἐπικουρήσοντ' ἀεί.
718
ἀλλὰ μὰ τὸν Ἥφαιστον—οὕτω σφόδρα 〈δι〉εφθάρμην ἐγὼ
719
τοὺς βίους ὁρῶν ἑκάστους τοὺς λογισμούς 〈θ'〉 ὃν τρόπον
720
πρὸς τὸ κερδαίνειν ἔχουσιν—οὐδέν' εὔνουν ὠιόμην
721
ἕτερον ἑτέρωι τῶν ἁπάντων ἂν γενέσθαι. τοῦτο δὴ
722
ἐμποδὼν ἦν μοι. μόλις δὲ πεῖραν εἷς δέδωκε νῦν
723
Γοργίας, ἔργον ποήσας ἀνδρὸς εὐγενεστάτου·
724
τὸν γὰρ οὐκ ἐῶντά 〈τ' α〉ὐτὸν προσιέναι 〈καὶ〉 τῆι θύραι
725
οὐ βοηθήσαντά 〈τ' α〉ὐτῶι πώποτ' εἰς οὐδὲν μέρος,
726
οὐ προσειπόντ', οὐ λαλήσανθ' ἡδέως, σέσωχ' ὅμως.
727
ὅπερ ἂν ἄλλος καὶ δικαίως· “οὐκ ἐᾶις με προσιέναι·
728
οὐ προσέρχομ'· οὐδὲν ἡμῖν γέγονας αὐτὸς χρήσιμος·
729
οὐδ' ἐγὼ σοὶ νῦν.” τί δ' ἐστί, μειράκιον; ἐάν 〈τ'〉 ἐγὼ
730
ἀποθάνω νῦν—οἴομαι δέ, καὶ κακῶς ἴσως ἔχω—
731
ἄν τε περι〈σωθ〉ῶ, ποοῦμαί ς' ὑόν, ἅ τ' ἔχων τυγχάνω
732
πάντα σαυτοῦ νόμισον εἶναι. τήνδε σοι παρεγγυῶ·
733
ἄνδρα δ' αὐτῆι πόρισον. εἰ γὰρ καὶ σφόδρ' ὑγιαίνοιμ' ἐγώ,
734
αὐτὸς οὐ δυνήσομ' εὑρεῖν· οὐ γὰρ ἀρέσει μοί ποτε
735
οὐδὲ εἷς. ἀλλ' ἐμὲ μέν, 〈ἂν ζῶ〉, ζῆν ἐᾶθ' ὡς βούλομαι,
736
τἆλλα πρᾶττ' αὐτὸς παραλαβών. νοῦν ἔχεις σὺν τοῖς θεοῖς,
737
κηδεμὼν εἶ τῆς ἀδελφῆς εἰκότως. τοῦ κτήματος
738
ἐπιδίδου 〈σὺ〉 προῖκα τοὐμοῦ διαμετρήσας 〈θ〉ἤμισυ,
739
τὸ δ' ἕτερον λαβὼν διοίκει κἀμὲ καὶ τὴν μητέρα.
740
ἀλλὰ κα]τάκλινόν με, θύγατερ. τῶν δ' ἀναγκαίων λέγειν
741
πλείον'] οὐκ ἀνδρὸς νομίζω· πλὴν ἐκεῖνό γ' ἴσθι, παῖ—
742
ὑπὲρ ἐ]μ?οῦ γὰρ βούλομ' εἰπεῖν ὀλίγα σοι καὶ τοῦ τρόπου—
743
εἰ τοιοῦτ]οι πάντες ἦσαν, οὔτε τὰ δικαστήρια
744
ἦν ἄν, οὔθ' αὑτοὺς ἀπῆγον εἰς τὰ δεσμωτήρια,
745
οὔτε πόλεμος ἦν, ἔχων δ' ἂν μέτρι' ἕκαστος ἠγάπα.
746
ἀλλ' ἴσως ταῦτ' ἐστ' ἀρεστὰ μᾶλλον· οὕτω πράττετε.
747
ἐκποδὼν ὑμῖν 〈ὁ〉 χαλεπὸς δύσκολός τ' ἔσται γέρων.
748
{(Γο)} ἀλλὰ δέχομαι ταῦτα πάντα. δεῖ δὲ μετὰ σοῦ νυμφίον
749
ὡς τάχισθ' εὑρεῖν 〈τιν'〉 ἡμᾶς τῆι κόρηι, σοὶ συνδοκοῦν.
750
{Κν} οὗτος, εἴρηχ' ὅς' ἐφρόνουν σοι· μὴ 'νόχλει, πρὸς τῶν θεῶν.
751
{Γο} βούλεται γὰρ ἐντυχεῖν σοι—{(Κν)} μηδαμῶς, πρὸς τῶν θεῶν.
752
{(Γο)} τὴν κόρην αἰτῶν τις.{(Κν)} οὐδὲν ἔτι 〈τοιοῦτό〉 μοι μέλει.
753
{(Γο)} ὅ 〈σε〉 συνεκσώσας.{(Κν)} ὁ ποῖος;{(Γο)} οὑτοσί. πρόσελθε σύ.
754
{(Κν)} ἐπικέκαυται μέν. γεωργός ἐστι;{(Γο)} καὶ μάλ', ὦ πάτερ.
755
οὐ τρυφῶν οὐδ' οἷος ἀργὸς περιπατεῖν τὴν ἡμέραν
756
[ ]!γ?ενος !![
757
[ ]σ?δίδου ποεῖ 〈τε〉 του[
758
{[Κν]} εἰσκυ]κλεῖτ' εἴσω με.{(?)} καὶ[
759
ἐπιμ]ελοῦ τούτου. τὸ λο[ιπὸν] ἐγγυᾶν[
760
τὴν] ἀδελφήν.{(Γο)} ἐπανένεγκε ταῦτα, [Σ]ώστ[ραθ', οἷς σε δεῖ.
761
{[Σω]} οὐ[δ]ὲν ὁ πατὴρ ἀντερεῖ [μοι].{(Γο)} τοιγαροῦν ἔγωγέ σοι
762
ἐγγυῶ δίδωμι πάντων τῶν θεῶν ἐναντίον
763
† ενεγκεινος δίκαιόν ἐστι π![!]θη, Σώστρατε.
764
οὐ πεπλασμένωι γὰρ ἤθει πρὸς τὸ πρᾶγμ' ἐλήλυθας,
765
ἀλλ' ἁπλῶς, καὶ πάντα ποιεῖν ἠξίωσας τοῦ γάμου
766
ἕνεκα, τρυφερὸς ὢν δίκελλαν ἔλαβες, ἔσκαψας, πονεῖν
767
ἠθέλησας. ἐν δὲ τούτωι τῶι μέρει μάλιστ' ἀνὴρ
768
δείκνυτ', ἐξισοῦν ἑαυτὸν ὅστις ὑπομένει τινὶ
769
εὐπορῶν πένητι· καὶ γὰρ μεταβολὰς οὗτος τ?ύ?χ?[ης
770
ἐγκρατῶς οἴσει. δέδωκας πεῖραν ἱκανὴν τοῦ τρόπου.
771
διαμένοις μόνον τοιοῦτος.{(Σω)} πολὺ μὲν οὖν κρείττω?[ν ἔτι.
772
ἀλλ' ἐπαινεῖν αὑτόν ἐστι φορτικόν 〈τι〉 πρᾶγμ' ἴσως.
773
εἰς καλὸν δ' ὁρῶ παρόντα τὸν πατέρα.{(Γο)} Καλλιππίδης
774
ἐστὶ σοῦ πατήρ;{(Σω)} πάνυ μὲν οὖν.{(Γο)} νὴ Δία πλούσιός γ' ἀνήρ,
775
〈καὶ〉 δικαίως 〈γ' ὡς〉 γεωργὸς ἄμαχος.{ΚΑΛΛΙΠΠΙΔΗΣ} ἀπολέλειμμ' ἴσως.
776
〈οἱ δὲ〉 καταβεβρωκότες δὴ τὸ πρόβατον φροῦδοι πάλαι
777
εἰσὶν εἰς ἀγρόν.{Γο} Πόσειδον, ὀξυπείνως πως ἔχει.
778
αὐτίκ' αὐτῶι ταῦτ' ἐροῦμεν;{(Σω)} πρῶτον ἀριστησάτω·
779
πραότερος ἔσται.{(Κα)} τί τοῦτο, Σώστρατ'; ἠριστήκατε;
780
{〈Σω〉} ἀλλὰ καὶ σοὶ παραλέλειπται. πάραγε.{(Κα)} τοῦτο δὴ ποῶ.
781
{Γο} εἰσιὼν αὐτῶι λαλεῖ 〈νῦν〉, εἴ τι βούλει τῶι πατρὶ
782
κατὰ μόνας.{(Σω)} ἔνδον περιμενεῖς, οὐ γάρ;{(Γο)} οὐκ ἐξέρχομαι
783
ἔνδοθεν.{(Σω)} μικρὸν διαλιπὼν παρακαλῶ τοίνυν 〈ς'〉 ἐγώ.{ΧΟΡΟΥ}
784
{Σω} οὐχ ὡς ἐβουλόμην ἅπαντά μοι, πάτερ,
785
οὐδ' ὡς προσεδόκων γίνεται παρὰ σοῦ.{(Κα)} τί δέ;
786
οὐ συγκεχώρηχ'; ἧς ἐρᾶις σε λαμβάνειν
787
καὶ βούλομαι καί φημι δεῖν.{(Σω)} οὔ μοι δοκεῖς.
788
{(Κα)} νὴ τοὺς θεοὺς ἔγωγε, γινώσκων ὅτι
789
νέωι γάμος βέβαιος οὕτως γίνεται
790
ἐὰν δι' ἔρωτα τοῦτο συμπεισθῆι ποεῖν.
791
{(Σω)} ἔπειτ' ἐγὼ μὲν τὴν ἀδελφὴν λήψομαι
792
τὴν τοῦ νεανίσκου, νομίζων ἄ[ξιον
793
ἡμῶν ἐκεῖνον· πῶς δὲ τοῦτο νῦ[ν σὺ φήις,
794
οὐκ ἀντιδώσειν τὴν ἐμήν;{(Κα)} αἰσχρὸν λέγεις;
795
νύμφην γὰρ ἅμα καὶ νυμφίον πτωχοὺς λαβεῖν
796
οὐ βούλομ', ἱκανὸν δ' ἐστὶν ἡμῖν θάτερον.
797
{(Σω)} περὶ χρημάτων λαλεῖς, ἀβεβαίου πράγματος.
798
εἰ μὲν γὰρ οἶσθα ταῦτα παραμενοῦντά σοι
799
εἰς πάντα τὸν χρόνον, φύλαττε μηδενὶ
800
τοῦ σοῦ μεταδιδούς· ὧν δὲ μὴ σὺ κύριος
801
εἶ, μηδὲ σαυτοῦ τῆς τύχης δὲ πάντ' ἔχεις,
802
μή τι φθονοίης, ὦ πάτερ, τούτων τινί.
803
αὕτη γὰρ ἄλλωι, τυχὸν ἀναξίωι τινί,
804
παρελομένη σοῦ πάντα προσθήσει πάλιν.
805
διόπερ ἐγώ σε φημὶ δεῖν, ὅσον χρόνον
806
εἶ κύριος, χρῆσθαι σε γενναίως, πάτερ,
807
αὐτόν, ἐπικουρεῖν πᾶσιν, εὐπόρους ποεῖν
808
ὡς ἂν δύνηι πλείστους διὰ σαυτοῦ. τοῦτο γὰρ
809
ἀθάνατόν ἐστι, κἄν ποτε πταίσας τύχηις,
810
ἐκεῖθεν ἔσται ταὐτὸ τοῦτό σοι πάλιν.
811
πολλῶι δὲ κρεῖττόν ἐστιν ἐμφανὴς φίλος
812
ἢ πλοῦτος ἀφανής, ὃν σὺ κατορύξας ἔχεις.
813
{Κα} οἶσθ' οἷός εἰμι, Σώστραθ'· ἃ συνελεξάμην
814
οὐ συγκατορύξω ταῦτ' ἐμαυτῶι—πῶς γὰρ ἄν; —
815
σὰ δ' ἐστί. βούλει περιποήσασθαί τινα
816
φίλον δοκιμάσας· πρᾶττε τοῦτ' ἀγαθῆι τύχηι.
817
τί μοι λέγεις γνώμας; † πόριζε βάδιζε †
818
δίδου, μεταδίδου· συμπέπεισμαι πάντα σοι
819
ἑκών.{(Σω)} ἑκών;{〈Κα〉} εὖ ἴσθι· μηδὲν τοῦτό σε
820
ταραττέτω.{(Σω)} τὸν Γοργίαν τοίνυν καλῶ.
821
{Γο} ἐπακήκο' ὑμῶν ἐξιὼν πρὸς τῆι θύραι
822
ἅπαντας οὓς εἰρήκατ' ἐξ ἀρχῆς λόγους.
823
τί οὖν; ἐγώ σ〈ε, Σ〉ώστρατ', εἶναι μὲν φίλον
824
ὑπολαμβάνω σπουδαῖον ἀγαπῶ τ' ἐκτόπως,
825
μείζω δ' ἐμαυτοῦ πράγματ' οὔτε βούλομαι
826
οὔτ' ἂν δυναίμην μὰ Δία βουληθεὶς φέρειν.
827
{(Σω)} οὐκ οἶδ' ὅ τι λέγεις.{(Γο)} τὴν ἀδελφὴν τὴν ἐμὴν
828
δίδωμί σοι γυναῖκα, τὴν δὲ σὴν λαβεῖν—
829
καλῶς ἔχει μοι.{(Σω)} πῶς καλῶς;{(Γο)} οὐχ ἡδύ μοι
830
εἶναι τρυφαίνειν ἀλλοτρίοις πόνοις δοκεῖ,
831
συλλεξάμενον δ' αὐτόν.{(Σω)} φλυαρεῖς, Γοργία.
832
οὐκ ἄξιον κρίνεις σεαυτὸν τοῦ γάμου.
833
{(Γο)} ἐμαυτὸν εἶναι κέκρικ' ἐκείνης ἄξιον,
834
λαβεῖν δὲ πολλὰ μίκρ' ἔχοντ' οὐκ ἄξιον.
835
{Κα} νὴ τὸν Δία τὸν μέγιστον εὐγενῶς γέ πως
836
[ ]ος εἶ.{(Γο)} πῶς;{(Κα)} οὐκ ἔχων βούλει δοκεῖν
837
[ ]ἐπειδὴ συμπεπεισμένον μ' ὁρᾶις
838
[ ]ε τούτωι μ' ἀναπέπεικας· διπλασίως
839
[ ]ων πένης 〈 〉 ἀπόπληκτός θ' ἅμα
840
[ ]ς? ὑποδείκνυσιν εἷς σωτηρίαν.
841
[{Σω} ]!λοιπόν ἐστιν ἡμῖν ἐγγυᾶν.
842
{(Κα)} ἀλλ' ἐγγυῶ παίδων ἐπ' ἀρότωι γνησίων
843
τὴν θυγατέρ' ἤδη μειράκιόν σοι προῖκά τε
844
δίδωμ' ἐπ' αὐτῆι τρία τάλαντα.{(Γο)} ἐγὼ δέ γε
845
ἔχω τάλαντον προῖκα τῆς ἑτέρας.{(Κα)} ἔχεις;
846
μὴ δῶις σὺ λίαν.{(Γο)} ἀλλ' ἔχω τὸ χωρίον.
847
{〈Κα〉} κέκτης' ὅλον σύ, Γοργία. τὴν μητέρα
848
ἤδη σὺ δεῦρο τήν τ' ἀδελφὴν μετάγαγε
849
πρὸς τὰς γυναῖκας τὰς παρ' ἡμῖν.{(Γο)} ἀλλὰ χρή.
850
{(Σω)} τὴν νύκτα [
851
πάντες μεν?[ το]ὺς γάμους
852
ποήσομεν. καὶ τὸν γέροντα, Γοργία,
853
κομίσατε δεῦρ'· ἕξει τὰ δέοντ' ἐνταῦθ' ἴσως
854
μᾶλλον παρ' ἡμῖν.{(Γο)} οὐκ ἐθελήσει, Σώστρατε.
855
{(Σω)} σύμπεισον αὐτόν.{(Γο)} ἂν δύνωμαι.{(Σω)} δεῖ πότον
856
ἡμῶν γενέσθαι, παππία, νυνὶ καλόν,
857
καὶ τῶν γυναικῶν παννυχίδα.{(Κα)} τοὐναντίον
858
πίοντ' ἐκεῖναι, παννυχιοῦμεν οἶδ' ὅτι
859
ἡμεῖς. παράγων δ' ὑμῖν ἑτοιμάσω τι νῦν
860
προὔργου.{Σω} πόει τοῦτ'· οὐδενὸς χρὴ πράγματος
861
τὸν εὖ φρονοῦνθ' ὅλως ἀπογνῶναί ποτε.
862
ἁλωτὰ γίνετ' ἐπιμελείαι καὶ πόνωι
863
ἅπαντ'. ἐγὼ τούτου παράδειγμα νῦν φέρω·
864
ἐν ἡμέραι μιᾶι κατείργασμαι γάμον
865
〈ὃν〉 οὐδ' ἂν εἷς ποτ' ὤιετ' ἀνθρώπων ὅλως.
866
{Γο} προάγετε δὴ θᾶττόν ποθ' ὑμεῖς.{Σω} δεῦτε δή.
867
μῆτερ, δέχου ταύτας. ὁ Κνήμων δ' οὐδέπω;
868
{(Γο)} ὃς ἱκέτευεν ἐξαγαγεῖν τὴν γραῦν ἔτι,
869
ἵν' ἦι τελέως μόνος καθ' αὑτόν;{(Σω)} ὢ τρόπου
870
ἀμάχου.{(Γο)} τοιοῦτος.{〈Σω〉} ἀλλὰ πολλὰ χαιρέτω.
871
ἡμεῖς δ' ἴωμεν.{(Γο)} Σώστραθ', ὑπεραισχύνομαι
872
γυναιξὶν ἐν ταὐτῶι—{(Σω)} τίς ὁ λῆρος; οὐ πρόει;
873
οἰκεῖα ταῦτ' ἤδη νομίζειν πάντα δεῖ.
874
{Σιμ} ἄπειμι νὴ τὴν Ἄρτεμιν κἀγώ. μόνος
875
ἐνταῦθα κατακείσει. τάλας σὺ τοῦ τρόπου.
876
πρὸς τὸν θεόν σε βουλομένων [τούτων ἄγειν
877
ἀντεῖπας. ἔσται μέγα κακὸν πάλιν [τί σοι,
878
νὴ τὼ θεώ, 〈καὶ〉 μεῖζον ἢ νῦν εὖ πά[νυ.
879
{Γε} ἐγὼ προσελθὼν ὄψομαι δεῦρ[ αὐλεῖ.
880
τί μοι προσαυλεῖς, ἄθλι' οὗτος; οὐδέπω σχολή [μοι.
881
πρὸς τὸν κακῶς ἔχοντα πέμπους' ἐνθαδί μ'· ἐπίσ[χες.
882
{Σιμ} καὶ παρακαθήσθω γ' εἰσιὼν αὐτῶι τις ἄλλος ὑμῶν.
883
ἐγὼ δ' ἀποστέλλουσα τροφίμην βούλομαι λαλῆσαι
884
ταύτηι, προσειπεῖν, ἀσπάσασθαι.{(Γε)} νοῦν ἔχεις· βάδιζε.
885
τοῦτον δὲ θεραπεύσω τέως ἐγώ. πάλαι δ?[έδοκται
886
τ[ούτο]υ? λαβεῖν τὸν καιρόν, ἀλλὰ διαπον?[εῖν ἔδει με.
887
[ ]ετ?ει καὶ τῶν β?[
888
ο]ὔπω δυνης?[ ]ι?, μάγειρε.
889
Σίκων, πρόελθε δεῦρό μοι [σὺ θᾶττο]ν. ὦ Πόσειδον,
890
οἵαν ἔχειν οἶμαι διατριβήν.{(Σικ)} σύ με καλεῖς;{(Γε)} ἔγωγε.
891
τιμωρίαν βούλει λαβεῖν ὧν ἀρτίως ἔπασχες;
892
{(Σικ)}…
893
{(…
The complete text is available when the reading interface loads.