The Greek Library Catalogue

Anonymous

Epitrepontes

Edition reference
Epitrepontes, ed. Sandbach, op. cit., 98–130.
CTS identifier
urn:cts:greekLit:tlg0541.tlg009.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

282

τούτωι δίδωμ', οὐκ ἐξετασθῆναί με δεῖ.

283

εἰ καὶ βαδίζων εὗρεν ἅμ' ἐμοὶ ταῦτα καὶ

284

ἦν κοινὸς Ἑρμῆς, τὸ μὲν ἂν οὗτος ἔλαβ[εν ἄν,

285

τὸ δ' ἐγώ· μόνου δ' εὑρόντος, οὐ παρὼν τ?[ότε

286

ἅπαντ' ἔχειν οἴει σε δεῖν, ἐμὲ δ' οὐδὲ ἕν;

287

τὸ πέρας· δέδωκά σοι τι τῶν ἐμῶν ἐ[γώ·

288

εἰ τοῦτ' ἀρεστόν ἐστί σοι, καὶ νῦν ἔχε·

289

εἰ δ' οὐκ ἀρέσκει, μετανοεῖς δ', ἀπόδος πάλιν

290

καὶ μηδὲν ἀδίκει μηδ' ἐλαττοῦ. πάντα δέ,

291

τὰ μὲν παρ' ἑκόντος, τὰ δὲ κατισχύσαντά με,

292

οὐ δεῖ ς' ἔχειν. εἴρηκα τόν γ' ἐμὸν λόγον.

293

{(Συ)} εἴρηκεν;{(Σμ)} οὐκ ἤκουσας; εἴρηκεν.{Συ} καλῶς.

294

οὐκοῦν ἐγὼ μετὰ ταῦτα. μόνος εὗρ' οὑτοσὶ

295

τὸ παιδίον, καὶ πάντα ταῦθ' ἃ νῦν λέγει

296

ὀρθῶς λέγει, καὶ γέγονεν οὕτως, ὦ πάτερ.

297

οὐκ ἀντιλέγω. δεόμενος, ἱκετεύων ἐγὼ

298

ἔλαβον παρ' αὐτοῦ τοῦτ'· ἀληθῆ γὰρ λέγει.

299

ποιμήν τις ἐξήγγειλέ μοι, πρὸς ὃν οὑτοσὶ

300

ἐλάλησε, τῶν τούτωι συνέργων, ἅμα τινὰ

301

κόσμον συνευρεῖν αὐτόν· ἐπὶ τοῦτον, πάτερ,

302

αὐτὸς πάρεστιν οὑτοσί. —τὸ παιδίον

303

δός μοι γύναι. —τὰ δέραια καὶ γνωρίσματα

304

οὗτός ς' ἀπαιτεῖ Δᾶ'· ἑαυτῶι φησι γὰρ

305

ταῦτ' ἐπιτεθῆναι κόσμον, οὐ σοὶ διατροφήν.

306

κἀγὼ συναπαιτῶ κύριος γεγενημένος

307

τούτου· σὺ δ' ἐπόησάς με δούς. νῦν γνωστέον

308

βέλτιστέ σοι ταῦτ' ἐστίν, ὡς ἐμοὶ δοκεῖ,

309

τὰ χρυσί' ἢ ταῦθ' ὅ τι ποτ' ἐστὶ πότερα δεῖ

310

κατὰ τὴν δόσιν τῆς μητρός, ἥτις ἦν ποτε,

311

τῶι παιδίωι τηρεῖσθ', ἕως ἂν ἐκτραφῆι,

312

ἢ τὸν λελωποδυτηκότ' αὐτὸν ταῦτ' ἔχειν,

313

εἰ πρῶτος εὗρε τἀλλότρια. τί οὖν τότε,

314

ὅτ' ἐλάμβανον τοῦτ', οὐκ ἀπήιτουν ταῦτά σε;

315

οὔπω παρ' ἐμοὶ τότ' ἦν ὑπὲρ τούτου λέγειν.

316

ἥκω δὲ καὶ νῦν οὐκ ἐμαυτοῦ ς' οὐδὲ ἓν

317

ἴδιον ἀπαιτῶν. κοινὸς Ἑρμῆς; μηδὲ ἓν

318

εὕρισχ', ὅπου πρόσεστι σῶμ' ἀδικούμενον·

319

οὐχ εὕρεσις τοῦτ' ἔστιν ἀλλ' ἀφαίρεσις.

320

βλέψον δὲ κἀκεῖ, πάτερ· ἴσως ἔσθ' οὑτοσὶ

321

ὁ παῖς ὑπὲρ ἡμᾶς καὶ τραφεὶς ἐν ἐργάταις

322

ὑπερόψεται ταῦτ', εἰς δὲ τὴν αὑτοῦ φύσιν

323

ἄιξας ἐλεύθερόν τι τολμήσει πονεῖν,

324

θηρᾶν λέοντας, ὅπλα βαστάζειν, τρέχειν

325

ἐν ἀγῶσι. τεθέασαι τραγωιδούς, οἶδ' ὅτι,

326

καὶ ταῦτα κατέχεις πάντα. Νηλέα τινὰ

327

Πελίαν τ' ἐκείνους εὗρε πρεσβύτης ἀνὴρ

328

αἰπόλος, ἔχων οἵαν ἐγὼ νῦν διφθέραν,

329

ὡς δ' ἤισθετ' αὐτοὺς ὄντας αὑτοῦ κρείττονας,

330

λέγει τὸ πρᾶγμ', ὡς εὗρεν, ὡς ἀνείλετο.

331

ἔδωκε δ' αὐτοῖς πηρίδιον γνωρισμάτων,

332

ἐξ οὗ μαθόντες πάντα τὰ καθ' αὑτοὺς σαφῶς

333

ἐγένοντο βασιλεῖς οἱ τότ' ὄντες αἰπόλοι.

334

εἰ δ' ἐκλαβὼν ἐκεῖνα Δᾶος ἀπέδοτο,

335

αὐτὸς ἵνα κερδάνειε δραχμὰς δώδεκα,

336

ἀγνῶτες ἂν τὸν πάντα διετέλουν χρόνον

337

οἱ τηλικοῦτοι καὶ τοιοῦτοι τῶι γένει.

338

οὐ δὴ καλῶς ἔχει τὸ μὲν σῶμ' ἐκτρέφειν

339

ἐμὲ τοῦτο, τὴν [δὲ] τοῦδε τῆς σωτηρίας

340

ἐλπίδα λαβόντα Δᾶον ἀφανίσαι, πάτερ.

341

γαμῶν ἀδελφήν τις διὰ γνωρίσματα

342

ἐπέσχε, μητέρ' ἐντυχὼν ἐρρύσατο,

343

ἔσως' ἀδελφόν. ὄντ' ἐπισφαλῆ φύσει

344

τὸν βίον ἁπάντων τῆι προνοίαι δεῖ, πάτερ,

345

τηρεῖν, πρὸ πολλοῦ ταῦθ' ὁρῶντ' ἐξ ὧν ἔνι.

346

ἀλλ' “ἀπόδος, εἰ μή” φης' “ἀρέσκει.” τοῦτο γὰρ

347

ἰσχυρὸν οἴεταί τι πρὸς τὸ πρᾶγμ' ἔχειν.

348

οὐκ ἔστι δίκαιον· εἴ τι τῶν τούτου σε δεῖ

349

ἀποδιδόναι, καὶ τοῦτο πρὸς ζητεῖς λαβεῖν,

350

ἵν' ἀσφαλέστερον πονηρεύσηι πάλιν,

351

εἰ νῦν τι τῶν τούτου σέσωκεν ἡ Τύχη;

352

εἴρηκα. κρῖνον ὅ τι δίκαιον νενόμικας.

353

{(Σμ)} ἀλλ' εὔκριτ' ἐστί· πάντα τὰ συνεκκείμενα

354

τοῦ παιδίου 'στί. τοῦτο γινώσκω.{(Δα)} καλῶς·

355

τὸ παιδίον δέ;{(Σμ)} οὐ γνώσομ' εἶναι μὰ Δία σοῦ

356

τοῦ νῦν ἀδικοῦντος, τοῦ βοηθοῦντος δὲ καὶ

357

ἐπεξιόντος τἀδικεῖν μέλλοντί σοι.

358

{(Συ)} πόλλ' ἀγαθά σοι γένοιτο.{(Δα)} δεινή γ' ἡ [κρίσις

359

νὴ τὸν Δία τὸν Σωτῆρ'· ἅπανθ' εὑρὼν [ἐγὼ

360

ἅπαντα περιέσπασμ'. ὁ δ' οὐχ εὑρὼν ἔχει.

361

οὐκοῦν ἀποδιδῶ;{(Σμ)} φημί.{(Δα)} δεινή γ' ἡ κρίσις,

362

ἢ μηθὲν ἀγαθόν μοι γένοιτο.{(Συ)} φέρε τ?[αχύ.

363

{(Δα)} ὦ Ἡράκλεις, ἃ πέπονθα.{(Συ)} τὴν πήραν χάλα

364

καὶ δεῖξον· ἐν ταύτηι περιφέρεις γάρ. βραχὺ

365

πρόσμεινον, ἱκετεύω ς', ἵν' ἀποδῶι.{(Δα)} τί γὰρ ἐγὼ

366

ἐπέτρεψα τούτωι;{(Σμ)} δός ποτ', ἐργαστήριον.

367

{〈Δα〉} αἰσχρά γ' ἃ πέπονθα.{(Σμ)} πάντ' ἔχεις;{(Συ)} οἶμαί γε δή,

368

εἰ μή τι καταπέπωκε τὴν δίκην ἐμοῦ

369

λέγοντος, ὡς ἡλίσκετο.{(Δα)} οὐκ ἂν ὠιόμην.

370

{(Συ)} ἀλλ' εὐτύχει, βέλτιστε. τοιούτους ἔδει

371

θᾶττον δικάζειν πάντας.{(Δα)} [ἀδί]κ?[ου πράγμ]ατος.

372

ὦ Ἡράκλεις, οὐ γέγονε δεινοτέρα κρίσις.

373

{Συ} πονηρὸς ἦσθας.{〈Δα〉} ὦ πόνηρ', [ὅπως σὺ] νῦν

374

τούτωι φυλάξεις αὐτ[α ]η?

375

εὖ ἴσθι, τηρήσω σε πάντα τὸν χρόνον.

376

{(Συ)} οἴμωζε καὶ βάδιζε. σὺ δὲ ταυτί, γύναι,

377

λαβοῦσα πρὸς τὸν τρόφιμον ἐνθάδ' εἴσφερε

378

Χαιρέστρατον. νῦν γὰρ μενοῦμεν ἐνθάδε,

379

εἰς αὔριον δ' ἐπ' ἔργον ἐξορμήσομεν

380

τὴν ἀποφορὰν ἀποδόντες. ἀλλὰ ταῦτά μοι

381

πρῶτ' ἀπαρίθμησαι καθ' ἕν. ἔχεις κοιτίδα τινά;

382

βάλλ' εἰς τὸ προκόλπιον.{(Ον)} μάγειρον βραδύτερον

383

οὐδεὶς ἑόρακε· τηνικαῦτ' ἐχθὲς πάλαι

384

ἔπινον.{(Συ)} οὑτοσὶ μὲν εἶναι φαίνεται

385

ἀλεκτρυών τις καὶ μάλα στριφνός· λαβέ.

386

τουτὶ δὲ διάλιθόν τι. πέλεκυς οὑτοσί.

387

{Ον} τί ταῦτα;{(Συ)} ὑπόχρυσος δακτύλιός τις οὑτοσί,

388

αὐτὸς σιδηροῦς· γλύμμα ταῦρος ἢ τράγος·

389

οὐκ ἂν διαγνοίην· Κλεόστρατος δέ τις

390

ἐστὶν ὁ ποήσας, ὡς λέγει τὰ γράμματα.

391

{(Ον)} ἐπί]δειξον.{(Συ)} ἤν. σὺ δ' εἶ τίς;{(Ον)} οὗτός ἐστι.{(Συ)} τίς;

392

{(Ον)} ὁ δακτύλιος.{(Συ)} ὁ ποῖος; οὐ γὰρ μανθάνω.

393

{(Ον)} τοῦ δεσπότου τοὐμοῦ Χαρισίου.{(Συ)} χολᾶις.

394

{(Ον)} ὃν ἀ]πώλεσεν.{(Συ)} τὸν δακτύλιον θές, ἄθλιε.

395

{(Ον)} τὸν ἡμ]έτερόν σοι θῶ; πόθεν δ' αὐτὸν λαβὼν

396

ἔχεις;]{(Συ)} Ἄπολλον καὶ θεοί, δεινοῦ κακοῦ.

397

οἷον ἀ]π?[ο]σῶσαι χρήματ' ἐστὶν ὀρφανοῦ

398

παιδός. ὁ προσελθὼν εὐθὺς ἁρπάζειν βλέπει.

399

τὸν δακτύλιον θές, φημί.{(Ον)} προσπαίζεις ἐμοί;

400

τοῦ δεσπότου 'στι, νὴ τὸν Ἀπόλλω καὶ θεούς.

401

{(Συ)} ἀποσφαγείην πρότερον ἂν δήπουθεν ἢ

402

τούτωι τι καθυφείμην. ἄραρε, δικάσομαι

403

ἅπασι καθ' ἕνα. παιδίου 'στιν, οὐκ ἐμά. —

404

στρεπτόν τι τουτί· λαβὲ σύ. πορφυρᾶ πτέρυξ.

405

εἴσω δὲ πάραγε. —σὺ δὲ τί μοι λέγεις;{(Ον)} ἐγώ;

406

Χαρισίου 'στιν οὑτοσί· τοῦτόν ποτε

407

μεθ?ύ?ω?[ν ἀπώλ]ες', ὡς ἔφη.{(Συ)} Χαιρεστράτου

408

εἴμ' οἰκέτης. ἢ σῶιζε τοῦτον ἀσφαλῶς,

409

ἤ μοι δ[ός, ἵν' ἐγ]ώ [σοι] παρέχω σῶν.{(Ον)} βούλομαι

410

αὐτὸς [φυλάττειν.]{(Συ)} οὐδὲ ἕν μοι διαφέρει·

411

εἰς ταὐτὸ γὰρ παράγομεν, ὡς ἐμοὶ δοκεῖ,

412

δεῦρ' ἀμφότεροι.{(Ον)} νυνὶ μὲν οὖν συνάγουσι καὶ

413

οὐκ ἔστιν εὔκαιρον τὸ μηνύειν ἴσως

414

αὐτῶι περὶ τούτων, αὔριον δέ.{(Συ)} καταμενῶ,

415

αὔριον ὅτωι βούλεσθ' ἐπιτρέπειν ἑνὶ λόγωι

416

ἕτοιμος. οὐδὲ νῦν κακῶς ἀπήλλαχα.

417

πάντων δ' ἀμελήσανθ', ὡς ἔοικε, δεῖ δίκας

418

μελετᾶν· διὰ τουτὶ πάντα νυνὶ σώιζεται.{ΧΟΡΟΥ}

419

{Ον} τὸν δακτύλιον ὥρμηκα πλεῖν ἢ πεντάκις

420

τῶι δεσπότηι δεῖξαι προσελθών, καὶ σφόδρα

421

ὢν ἐγγὺς ἤδη καὶ πρὸς αὐτῶι παντελῶς

422

ἀναδύομαι. καὶ τῶν πρότερόν μοι μεταμέλει

423

μηνυμάτων· λέγει γὰρ ἐπιεικῶς πυκνά

424

“ὡς τὸν φράσαντα ταῦτά μοι κακὸν κακῶς

425

ὁ Ζεὺς ἀπολέσαι.” μή με δὴ διαλλαγεὶς

426

πρὸς τὴν γυναῖκα τὸν φράσαντα ταῦτα καὶ

427

συνειδότ' ἀφανίσηι λαβών. καλῶς [ποῶν

428

ἕτερόν τι πρὸς τούτοις κυκᾶν [ἀπεσχόμην.

429

κἀνταῦθα κακὸν ἔνεστιν ἐπιεικῶς [μέγα.

430

{Ἁβρ} ἐᾶτέ μ' ἱκετεύω σε καὶ μή μοι κακὰ

431

παρέχετ'. ἐμαυτήν, ὡς ἔοικεν, ἁθλία

432

λέληθα χλευάζους'· ἐρᾶσθ[αι προσεδόκων,

433

θεῖον δὲ μισεῖ μῖσος ἅνθρωπός με τι.

434

οὐκέτι μ' ἐᾶι γὰρ οὐδὲ κατακεῖσθαι, τάλαν,

435

παρ' αὑτόν, ἀλλὰ χωρίς.{(Ον)} ἀλλ' ἀποδῶ πάλιν

436

παρ' οὗ παρέλαβον ἀρτίως; ἄτοπον.{Ἁβρ} τάλας

437

οὗτος. τί τοσοῦτον ἀργύριον ἀπολλύει;

438

ἐπεὶ τό γ' ἐπὶ τούτωι τὸ τῆς θεοῦ φέρειν

439

κανοῦν ἔμοιγ' οἷόν τε νῦν ἐστ', ὦ τάλαν·

440

ἁγνὴ γάμων γάρ, φασίν, ἡμ[έ]ρ?α?[ν τρίτ]ην

441

ἤδη κάθημαι.{(Ον)} πῶς ἂν οὖν, πρὸς τῶν θεῶν,

442

πῶς ἄν, ἱκετεύω—{(Συ)} ποῦ 'στ[ιν, ὃν ζη]τῶν ἐγὼ

443

περιέρχομ' ἔνδον; οὗτος [ἀπόδος], ὦγαθέ,

444

τὸν δακτύλιον, ἢ δεῖξον ὧι μέλλεις ποτέ.

445

κρινώμεθ'· ἐλθεῖν δεῖ μέ ποι.{(Ον)} τοιουτονί

446

ἐστιν τὸ πρᾶγμ', ἄνθρωπε· τοῦ μὲν δεσπότου

447

ἔστ', οἶδ' ἀκριβῶς, οὑτοσὶ Χαρισίου,

448

ὀκνῶ δὲ δεῖξαι· πατέρα γὰρ τοῦ παιδίου

449

αὐτὸν ποῶ σχεδόν τι τοῦτον προσφέρων

450

μεθ' οὗ συνεξέκειτο.{(Συ)} πῶς, ἀβέλτερε;

451

{(Ον)} Ταυροπολίοις ἀπώλεσεν τοῦτόν ποτε

452

παννυχίδος οὔσης καὶ γυναικῶν. κατὰ λόγον

453

ἐστὶν βιασμὸν τοῦτον εἶναι παρθένου·

454

ἣ δ' ἔτεκε τοῦτο κἀξέθηκε δηλαδή.

455

εἰ μέν τις οὖν εὑρὼν ἐκείνην προσφέροι

456

τοῦτον, σαφὲς ἄν τι δεικνύοι τεκμήριον·

457

νυνὶ δ' ὑπόνοιαν καὶ ταραχὴν ἔχει.{(Συ)} σκόπει

458

αὐτὸς περὶ τούτων. εἰ δ' ἀνασείεις, ἀπολαβεῖν

459

τὸν δακτύλιόν με βουλόμενος δοῦναί τε σοι

460

μικρόν τι, ληρεῖς. οὐκ ἔνεστιν οὐδὲ εἷς

461

παρ' ἐμοὶ μερισμός.{(Ον)} οὐδὲ δέομαι.{Συ} ταῦτα δή.

462

ἥξω διαδραμών—εἰς πόλιν γὰρ ἔρχομαι

463

νυνί—περὶ τούτων εἰσόμενος τί δεῖ ποεῖν.

464

{(Ἁβρ)} τὸ παιδάριον, ὃ νῦν τιθηνεῖθ' ἡ γυνή,

465

Ὀνήσιμ', ἔνδον, οὗτος εὗρεν ἁνθρακεύς;

466

{(Ον)} ναί,] φησίν.{(Ἁβρ)} ὡς κομψόν, τάλαν.{(Ον)} καὶ τουτονὶ

467

τὸν δακτύλιον ἐπόντα τοὐμοῦ δεσπότου.

468

{(Ἁβρ)} αἴ, δύσμορ'· εἶτ' εἰ τρόφιμος ὄντως ἐστί σου,

469

τρεφόμενον ὄψει τοῦτον ἐν δούλου μέρει,

470

κοὐκ ἂν δικαίως ἀποθάνοις;{(Ον)} ὅπερ λέγω,

471

τὴν μητέρ' οὐδεὶς οἶδεν.{(Ἁβρ)} ἀπέβαλεν δέ, φήις,

472

Ταυροπολίοις αὐτόν;{(Ον)} παροινῶν γ', ὡς ἐμοὶ

473

τὸ παιδάριον εἶφ' ἁκόλουθος.{Ἁβρ} δηλαδὴ

474

εἰς τὰς γυναῖκας παννυχιζούσας μόνας

475

ἐνέ[πεσε· κἀμο]ῦ γὰρ παρούσης ἐγένετο

476

τοιοῦτον ἕτερον.{(Ον)} σοῦ παρούσης;{(Ἁβρ)} πέρυσι, ναί,

477

Ταυροπολίοις· παισὶν γὰρ ἔψαλλον κόραις,

478

αὕτη θ' [ὁμοῦ συ]νέπαιζεν. οὐδ' ἐγὼ τότε,

479

οὔπω γάρ, ἄνδρ' ἤιδειν τί ἐστι.{〈Ον〉} καὶ μάλα.

480

{〈Ἁβρ〉} μὰ τὴν Ἀφροδίτην.{(Ον)} τὴν δὲ παῖδ〈ά γ'〉 ἥτις ἦν

481

οἶσθας;{(Ἁβρ)} πυθοίμην ἄν· παρ' αἷς γὰρ ἦν ἐγὼ

482

γυναιξί, τούτων ἦν φίλη.{(Ον)} πατρὸς τίνος

483

ἤκουσας;{(Ἁβρ)} οὐδὲν οἶδα· πλὴν ἰδοῦσά γε

484

γνοίην ἂν αὐτήν. εὐπρεπής τις, ὦ θεοί·

485

καὶ πλουσίαν ἔφασάν τινα.{Ον} αὕτη 'στιν τυχόν.

486

{(Ἁβρ)} οὐκ οἶδ'· ἐπλανήθη γὰρ μεθ' ἡμῶν οὖς' ἐκεῖ,

487

εἶτ' ἐξαπίνης κλάουσα προστρέχει μόνη,

488

τίλλους' ἑαυτῆς τὰς τρίχας, καλὸν πάνυ

489

καὶ λεπτόν, ὦ θεοί, ταραντῖνον σφόδρα

490

ἀπολωλεκυῖ'· ὅλον γὰρ ἐγεγόνει ῥάκος.

491

{(Ον)} καὶ τοῦτον εἶχεν;{(Ἁβρ)} εἶχ' ἴσως, ἀλλ' οὐκ ἐμοὶ

492

ἔδειξεν· οὐ γὰρ ψεύσομαι.{(Ον)} τί χρὴ ποεῖν

493

ἐμὲ νῦν;{(Ἁβρ)} ὅρα σὺ τοῦτ'· ἐὰν δὲ νοῦν ἔχηις

494

ἐμοί τε πείθηι, τοῦτο πρὸς τὸν δεσπότην

495

φανερὸν ποήσεις· εἰ γάρ ἐστ' ἐλευθέρας

496

παιδός, τί τοῦτον λανθάνειν δεῖ τὸ γεγονός;

497

{(Ον)} πρότερον ἐκείνην ἥτις ἐστίν, Ἁβρότονον,

498

εὕρωμεν. ἐπὶ τούτωι δ' ἐμοὶ νῦν συ[γγενοῦ.

499

{(Ἁβρ)} οὐκ ἂν δυναίμην, τὸν ἀδικοῦντα πρὶν [σαφῶς

500

τίς ἐστιν εἰδέναι. φοβοῦμαι τοῦτ' ἐγώ,

501

μάτην τι μηνύειν πρὸς ἐκείνας ἃς λέγω.

502

τίς οἶδεν εἰ καὶ τοῦτον ἐνέχυρον λαβὼν

503

τότε τις παρ' αὐτοῦ τῶν παρόντων ἀπέβαλεν

504

ἕτερος; κυβεύων τυχὸν ἴσως εἰς συμβολὰς

505

ὑπόθημ' ἔδωκ', ἢ συντιθέμενος περί τινος

506

περιείχετ', εἶτ' ἔδωκεν· ἕτερα μυρία

507

ἐν τοῖς πότοις τοιαῦτα γίνεσθαι φιλεῖ.

508

πρὶν εἰδέναι δὲ τὸν ἀδικοῦντ' οὐ βούλομαι

509

ζητεῖν ἐκείνην οὐδὲ μηνύειν ἐγὼ

510

τοιοῦτον οὐδέν.{Ον} οὐ κακῶς μέντοι λέγεις.

511

τί οὖν ποήσηι τις;{Ἁβρ} θέας', Ὀνήσιμε,

512

ἂν συναρέσηι σοι τοὐμὸν ἐνθύμημ' ἄρα.

513

ἐμὸν ποήσομαι τὸ πρᾶγμα τοῦτ' ἐγώ,

514

τὸν δακτύλιον λαβοῦσά τ' εἴσω τουτονὶ

515

εἴσειμι πρὸς ἐκεῖνον.{(Ον)} λέγ' ὃ λέγεις· ἄρτι γὰρ

516

νοῶ.{(Ἁβρ)} κατιδών μ' ἔχουσαν ἀνακρινεῖ πόθεν

517

εἴληφα. φήσω “Ταυροπολίοις παρθένος

518

ἔτ' οὖσα”, τά τ' ἐκείνηι γενόμενα πάντ' ἐμὰ

519

ποουμένη· τὰ πλεῖστα δ' αὐτῶν οἶδ' ἐγώ.

520

{(Ον)} ἄριστά γ' ἀνθρώπων.{(Ἁβρ)} ἐὰν οἰκεῖον ἦι

521

αὐτῶι τὸ πρᾶγμ〈α δ'〉, εὐθὺς ἥξει φερόμενος

522

ἐπὶ τὸν ἔλεγχον καὶ μεθύων γε νῦν ἐρεῖ

523

πρότερος ἅπαντα καὶ προπετῶς· ἃ δ' ἂν λέγηι

524

προσομολογήσω τοῦ διαμαρτεῖν μηδὲ ἓν

525

προτέρα λέγουσα.{(Ον)} ὑπέρευγε νὴ τὸν Ἥλιον.

526

{(Ἁβρ)} τὰ κοινὰ ταυτὶ δ' ἀκκιοῦμαι τῶι λόγωι

527

τοῦ μὴ διαμαρτεῖν· “ὡς ἀναιδὴς ἦσθα καὶ

528

ἰταμός τις”.{(Ον)} εὖγε.{(Ἁβρ)} “κατέβαλες δέ μ' ὡς σφόδρα·

529

ἱμάτια δ' οἷ' ἀπώλες' ἡ τάλαιν' ἐγώ”

530

φήσω. πρὸ τούτου δ' ἔνδον αὐτὸ βούλομαι

531

λαβοῦσα κλαῦσαι καὶ φιλῆσαι καὶ πόθεν

532

ἔλαβεν ἐρωτᾶν τὴν ἔχουσαν.{Ον} Ἡράκλεις.

533

{(Ἁβρ)} τὸ πέρας δὲ πάντων, “παιδίον τοίνυν” ἐρῶ

534

“ἐστ]ὶ? γεγονός σοι”, καὶ τὸ νῦν εὑρημένον

535

δείξω.{(Ον)} πανούργως καὶ κακοήθως, Ἁβρότονον.

536

{(Ἁβρ)} ἂν δ' ἐξετασθῆι ταῦτα καὶ φανῆι πατὴρ

537

ὢν οὗτος αὐτοῦ, τὴν κόρην ζητήσομεν

538

κατὰ σχολήν.{(Ον)} ἐκεῖνο δ' οὐ λέγεις, ὅτι

539

ἐλευθέρα γίνηι σύ· τοῦ γὰρ παιδίου

540

μητέρα σε νομίσας λύσετ' εὐθὺς δηλαδή.

541

{(Ἁβρ)} οὐκ οἶδα· βουλοίμην δ' ἄν.{(Ον)} οὐ γὰρ οἶσθα σύ;

542

ἀλλ' [ἦ] χάρις τις, Ἁβρότονον, τούτων ἐμοί;

543

{(Ἁβρ)} νὴ τὼ θεώ, πάντων γ' ἐμαυτῆι ς' αἴτιον

544

ἡγήσομαι τούτων.{(Ον)} ἐὰν δὲ μηκέτι

545

ζητῆις ἐκείνην ἐξεπίτηδες, ἀλλ' ἐᾶις

546

παρακρουσαμένη με, πῶς τὸ τοιοῦθ' ἕξει;{(Ἁβρ)} τάλαν,

547

τίνος ἕνεκεν; παίδων ἐπιθυμεῖν σοι δοκῶ;

548

ἐλευθέρα μόνον γενοίμην, ὦ θεοί.

549

τοῦτον λάβοιμι μισθὸν ἐκ τούτων.{Ον} λάβοις.

550

{(Ἁβρ)} οὐκοῦν συναρέσκει σοι;{(Ον)} συναρέσκει διαφόρως·

551

ἂν γὰρ κακοηθεύσηι, μαχοῦμαί σοι τότε·

552

δυνήσομαι γάρ. ἐν δὲ τῶι παρόντι νῦν

553

ἴδωμεν εἰ τοῦτ' ἐστίν.{(Ἁβρ)} οὐκοῦν συνδοκεῖ;

554

{(Ον)} μάλιστα.{(Ἁβρ)} τὸν δακτύλιον ἀποδίδου ταχύ.

555

{(Ον)} λάμβανε.{(Ἁβρ)} φίλη Πειθοῖ, παροῦσα σύμμαχος

556

πόει κατορθοῦν τοὺς λόγους οὓς ἂν λέγω.

557

{(Ον)} τοπαστικὸν τὸ γύναιον. ὡς ἤισθηθ' ὅτι

558

κατὰ τὸν ἔρωτ' οὐκ ἔστ' ἐλευθερίας τυχεῖν

559

ἄλλως δ' ἀλύει, τὴν ἑτέραν πορεύεται

560

ὁδόν. ἀλλ' ἐγὼ τὸν πάντα δουλεύσω χρόνον,

561

λέμφος, ἀπόπληκτος, οὐδαμῶς προνοητικὸς

562

τὰ τοιαῦτα. παρὰ ταύτης δ' ἴσως τι λήψομαι,

563

ἂν ἐπιτύχηι· καὶ γὰρ δίκαιον. ὡς κενὰ

564

καὶ διαλογίζομ' ὁ κακοδαίμων, προσδοκῶν

565

χάριν κομιεῖσθαι παρὰ γυναικός· μὴ μόνον

566

κακόν τι προσλάβοιμι. νῦν ἐπισφαλῆ

567

τὰ πράγματ' ἐστὶ τὰ περὶ τὴν κεκτημένην·

568

ταχέως ἐὰν γὰρ εὑρεθῆι πατρὸς κόρη

569

ἐλευθέρου μήτηρ τε τοῦ νῦν παιδίου

570

γεγονυῖ', ἐκείνην λήψεται ταύτην[

571

[ ]ν ἀπολείπειν[

572

καὶ νῦν χαριέντως ἐκνενευκέναι δοκῶ

573

τῶι μὴ δι' ἐμοῦ ταυτὶ κυκᾶσθαι. χαιρέτω

574

τὸ πολλὰ πράττειν· ἂν δέ τις λάβηι μέ τι

575

περιεργασάμενον ἢ λαλήσαντ' ἐκτεμεῖν

576

δίδωμ' ἐμαυτοῦ τοὺς ὀδόντας· —οὑτοσὶ

577

τίς ἐσθ' ὁ προσιών; Σμικρίνης ἀναστρέφει

578

ἐξ ἄστεως πάλιν ταρακτικῶς ἔχων

579

αὖτις· πέπυσται τὰς ἀλ[ηθείας ἴσ]ως

580

παρά τινος οὗτος. ἐκπ[οδὼν δὲ β]ούλομαι

581

ποιεῖν ἐ[μαυτόν ]λ?α!ειν·

582

προ?[ ]ν? με δεῖ.

583

{(Σμ)} εξηι[

584

ἄσωτ[

585

ὅλη γὰ[ρ

586

εὐθὺς[ ]δη

587

σαφῶς[

588

πίνειν[ ]ιων

589

τοὔνομ[ ]ψαλτρίας

590

ζῆν αὐτὸ[ν ]ης ἔφη

591

πλέον ἡμ[ερῶν

592

αυτὸν διαλλ?[ ]ενον.

593

οἴμοι τάλ[ας ]!η

594

κοινωνὸ[ ]λη

595

προσῆλθ[ ]εγω

596

ὅτε τὴν[ ]υ τοῦτο γε

597

πυνθαν[ομενο ]τ?ησέ με

598

φιλο[ τ]ῶι τρόπωι

599

ἐναν?τ[ι ]τ?α τὴν ἁπλοῦν

600

[ ]καὶ ψάλτριαν?

601

[ ]κύβοι τυχόν

602

[ ]λὰ χαιρέτω.

603

{(?Καρ)} [ ]πολλῶν ἐγὼ

604

[ ]ων ἐκτησάμην

605

...

606

[ ]η μοι μόνη

607

...

608

...

609

οὐδεὶς σ?[!!!!!!!] ἕτερος ὑμῖν.{(Σμ)} ποικίλον

610

ἄριστον ἀριστῶσιν.{(Καρ)} ὢ τρισάθλιος

611

ἐγὼ κατὰ πολλά. νῦν μὲν οὖν οὐκ οἶδ' ὅπως

612

δ[ια]σκεδάν[νυντ'] ἐ?κτ?ός· ἀλλ' ἐὰν πάλιν

613

π[ ] μαγείρου [τι]ς? τύχηι

614

[ β]αλεῖτ' ἐς μακαρίαν.

615

{Σμ} [ ]ι?ς τινος(v uersuum paucae litterae supersunt)

621

{Σμ} Χα[ ψαλ]τρίας

622

{Καρ} νῦ[ν ]ωσι καὶ

623

μ?ε?[{(Σμ)} [ ]ἆρα γε

624

{[?Καρ]} [ έ]χουσι δή

625

{(?Σμ)} ς?[{(?Καρ)} [ πέ]μπειν ἵνα

626

[ ]τὰ χρήματα

627

αι[ ]ν ἡλίκη

628

ει[ ]λ?ομαι

629

εἶν[αι ]δέσποιν' οἰκίας.

630

ὦ Ἡρ[άκλεις ] Σιμίας

631

ἀπίωμ[εν{[?Χαι]} [ ]νὴ τὸν Ἥλιον

632

μικροῦ γ[ ]ταύτην ἐγώ.

633

πρώην αρ[ ] τὰς ὀφρῦς

634

ἐπάνωθ[εν

635

ἔγωγ' ἀπολ?[οίμην

636

ὀκνηρο[

637

{Σμ} ἔπειτα δ[

638

θυγατέρα [

639

τέτοκε κ[‵—′

640

λαβόντ' α?[

641

παρακαλ[ες

642

διακονε?[‵—′

643

{[Σμ]} Χαρ?[

644

τὸ φ[

645

ὑμῶν ἑταῖρος οὗτος οὐδ' ἠισχύνετο

646

παιδάριον ἐκ πόρνης [(uersuum v reliquiae minimae)

652

ο]υ βίου

653

το]ῦ δυστυχοῦς{:}

654

]ν δυστυχῆ{:}

655

{(Σμ)} τοῦ?τ?ο?[ ]ν?, ἀλλ' ἴσως ἐγὼ

656

πολυπραγμ[ονῶ πλεί]ω τε πράττω τῶν ἐμῶν,

657

κατὰ λόγον ἐξὸν [ἀπιέν]α?ι? τὴν θυγατέρα

658

λαβόντα. τοῦτο μὲν ποήσω καὶ σχεδὸν

659

δεδογμένον μ?[οι τυγχ]ά?νει. μαρτύρομαι

660

ὑμᾶς δ' ὁμο[

661

μεθ' ὧν ς[

662

θυγατέρα [

663

ἀνάξι'· ὑ[‵—′

664

{(?Χαι)} μηδες?[

665

κ?α?ιπ?ε[ (desunt uersus fere xiv)

680

{[Σμ]} μισεῖ τὸν ἡδὺν λεγόμενον τοῦτον βίον·

681

ἔπινε μετὰ τοῦ δεῖνος, εἶχεν ἑσπέρας

682

[ ]ε?ν? δ' αὔριο[ν!!!] δ?εῖν' ἔχει(uersuum vii reliquiae minimae)

690

ἡμῖν κεκηδ[ευκ!!{Χαι}

691

{(Σμ)} ὑψηλὸς ὤν τις [οὗτος] οὐκ οἰμώξεται;

692

καταφθαρείς τ' ἐν ματρυλείωι τὸν βίον

693

μετὰ τῆς καλῆς γυναικὸς ἣν ἐπεισάγει

694

βιώσεθ', ἡμᾶς δ[' οὐ]δὲ γινώσκειν δοκῶν

695

[ εἰ]σ?ά?ξει λαβὼν

696

] δηλαδή

697

] ἐμοὶ δοκεῖ

698

]ιν

699

ἐστί μοι(desunt uersus fere xiv inter quos scribas{[ΧΟΡΟΥ]})

700

{[ΠΑΜΦΙΛΗ]}

714

ἀλλ' εἴ με σώιζων τοῦτο μὴ πείσαις ἐμέ,

715

οὐκέτι πατὴρ κρίνοι' ἂν ἀλλὰ δεσπότης.

716

{(Σμ)} λόγου δὲ δεῖται ταῦτα καὶ συμπείσεως;

717

οὐκ ἐ?π?[ιπ]ό?[λαιον; α]ὐ[τό, Π]α?μφ?ί?λη, βοᾶι

718

φωνὴν ἀφιέν· εἰ δὲ κἀμὲ δεῖ λέγειν,

719

ἕτοιμός εἰμι, τρία δέ σοι προθήσομαι.

720

οὔτ' ἂν ἔτι σωθείη ποθ' οὗτος οὔτε σύ.

721

[!!!!!]ν? ἀμε[λ]ῶς ἡδέως, [σὺ] δ[' οὐ] σφόδρα

722

[ ]κ?ους' ἐαθείης ἔτ' ἄν

723

[ δια]κονω τούτων τι?[

724

[ ]ν? ἔχους'· ἅπαν[(desunt uersus fere xxiv)

749

τὴν πολυτέλειαν. Θεσμοφόρια δὶς τίθει,

750

Σκίρα δίς· τὸν ὄλεθρον τοῦ βίου καταμάνθανε.

751

οὔκουν ἀπόλωλεν οὗτος ὁμολογουμένως;

752

σκόπει τὸ σὸν δή· φησὶ δεῖν εἰς Πειραιᾶ

753

αὐτὸν βαδίσαι· καθεδεῖτ' ἐκεῖς' ἐλθ[ών·

754

του[τ!!!] ὀδυνήσει, περιμενεῖς πανν?[

755

ἄδει[πν]ος· ὁ? δ?ὲ πίνει με[τ' ἐκε]ί?νης δ?η?[λαδή

756

[!!]! ευ?[!!!!!!]ς ἐξῆλθε?[

757

[!!!!]κ[!!]ρευ?ο?[!] παντ?[

758

[!!!!!!!!!]σ?ο?ι? βούλο[μ(desunt uersus fere xciv)

853

{(Ἁβρ)} ἔξειμ' ἔχουσα· κλαυμυρίζεται, τάλαν,

854

πάλαι γάρ· οὐκ οἶδ' ὅ τι κακὸν πέπονθέ μοι.

855

{(Πα)} τίς ἂν θεῶν τάλαιναν ἐλεήσειέ με;

856

{Ἁβρ} ὦ φίλτατον [τέκνον, πότ'] ὄ?ψ?ε?ι? μητέρα;

857

καὶ[ ]{(Πα)} πορεύσομαι.

858

{(Ἁβρ)} μικρόν, γύναι, πρόσμεινον.{(Πα)} ἐμὲ καλεῖς;{(Ἁβρ)} ἐγώ.

859

ἐναν]τίον [βλέ]πε.{[Πα]} [ἦ μ]ε γινώσκεις, γύναι;

860

{(Ἁβρ)} αὐτή 'στιν [ἣν] ἑ?ό?[ρ]α?κ?α· χαῖρε, φιλτάτη.

861

{(Πα)} τ?ί?[ς δ' εἶ] σ?ύ?;{(Ἁβρ)} χεῖρα δεῦρό μοι τὴν σὴν δίδου?.

862

λέγε μοι, γλυκεῖα, πέρυσιν ἦ[λθες ἐπὶ θέαν

863

τοῖς Ταυροπολίοις ε[

864

{(Πα)} γύναι, πόθεν ἔχεις, εἰπέ μοι, τὸ παιδίον

865

λαβοῦσα;{(Ἁβρ)} ὁρᾶις τι, φιλτάτη, σοι γνώριμον

866

ὧν] τοῦτ' ἔχει; μηδέν με δείσηις, ὦ γύναι.

867

{(Πα)} οὐκ ἔτεκες αὐτὴ τοῦτο;{(Ἁβρ)} προσεποιησάμην,

868

οὐχ ἵν' ἀδικήσω τὴν τεκοῦσαν, ἀλλ' ἵνα

869

κατὰ σχολὴν εὕροιμι. νῦν δ' εὕρηκα· σὲ

870

ὁρῶ γάρ, ἣν καὶ τότε.{(Πα)} τίνος δ' ἐστὶν πατρός;

871

{(Ἁβρ)} Χαρισίου.{(Πα)} τοῦτ' οἶσθ' ἀκριβῶς, φιλτάτη;

872

{(Ἁβρ)} εὖ ο]ἶδ?' ἔ[γωγ'· ἀλλ'] οὐ σε τὴν νύμφην ὁρῶ

873

τὴν ἔνδον οὖσαν;{(Πα)} ναιχί.{(Ἁβρ)} μακαρία γύναι,

874

θεῶν τις ὑμᾶς ἠλέησε. τὴν θύραν

875

τῶν γειτόνων τις ἐψόφηκεν ἐξιών.

876

εἴσω λαβοῦσά μ' ὡς σεαυτὴν εἴσαγε,

877

ἵνα καὶ τὰ λοιπὰ πάντα μου πύθηι σαφῶς.

878

{Ον} ὑπομαίνεθ' οὗτος, νὴ τὸν Ἀπόλλω, μαίνεται·

879

μεμάνητ' ἀληθῶς· μαίνεται νὴ τοὺς θεούς.

880

τὸν δεσπότην λέγω Χαρίσιον. χολὴ

881

μέλαινα προσπέπτωκεν ἢ τοιοῦτό [τι.

882

τί γὰρ ἄν τις εἰκάσειεν ἄλλο γεγονέναι;

883

πρὸς ταῖς θύραις γὰρ ἔνδον ἀρτί[ως πολὺν

884

χρόνον διακύπτων ἐνδ?[ιέτριψ'

885

ὁ πατὴρ δὲ τῆς νύμφης τι περὶ [τοῦ πράγματος

886

ἐλάλει πρὸς ἐκείνην, ὡς ἔοιχ', ὁ δ' οἷα μὲν

887

ἤλλαττε χρώματ', ἄνδρες, οὐδ' εἰπεῖν καλόν.

888

“ὦ γλυκυτάτη” δὲ “τῶν λόγων οἵους λέγεις”

889

ἀνέκραγε, τὴν κεφαλήν τ' ἀνεπάταξε σφόδρα

890

αὑτοῦ. πάλιν δὲ διαλιπών, “οἵαν λαβὼν

891

γυναῖχ' ὁ μέλεος ἠτύχηκα.” τὸ δὲ πέρας,

892

ὡς πάντα διακούσας ἀπῆλθ' εἴσω ποτέ,

893

βρυχηθμὸς ἔνδον, τιλμός, ἔκστασις συχνή.

894

“ἐγὼ” γὰρ “ἁλιτήριος” πυκνὸν πάνυ

895

ἔλεγεν “τοιοῦτον ἔργον ἐξειργασμένος

896

αὐτὸς γεγονώς τε παιδίου νόθου πατὴρ

897

οὐκ ἔσχον οὐδ' ἔδωκα συγγνώμης μέρος

898

οὐθὲν ἀτυχούσηι ταὔτ' ἐκείνηι, βάρβαρος

899

ἀνηλεής τε.” λοιδορεῖτ' ἐρρωμένως

900

αὑτῶι βλέπει θ' ὕφαιμον ἠρεθισμένος.

901

πέφρικ' ἐγὼ μέν, αὖός εἰμι τῶι δέει.

902

οὕτως ἔχων γὰρ αὐτὸν ἂν ἴδηι μέ που

903

τὸν διαβαλόντα, τυχὸν ἀποκτείνειεν ἄν.

904

διόπερ ὑπεκδέδυκα δεῦρ' ἔξω λάθραι.

905

καὶ ποῖ τράπωμαί γ'; εἰς τί βουλῆς; οἴχομαι.

906

ἀπόλωλα· τὴν θύραν πέπληχεν ἐξιών·

907

Ζεῦ σῶτερ, εἴπερ ἐστὶ δυνατόν, σῶιζέ με.

908

{ΧΑΡΙΣΙΟΣ}ἐγώ τις ἀναμάρτητος, εἰς δόξαν βλέπων

909

καὶ τὸ καλὸν ὅ τι πότ' ἐστι καὶ ταἰσχρὸν σκοπῶν,

910

ἀκέραιος, ἀνεπίπληκτος αὐτὸς τῶι βίωι—

911

εὖ μοι κέχρηται καὶ προσηκόντως πάνυ

912

τὸ δαιμόνιον—ἐνταῦθ' ἔδειξ' ἄνθρωπος ὤν.

913

“ὦ τρισκακόδαιμον, μεγάλα φυσᾶις καὶ λαλεῖς,

914

ἀκούσιον γυναικὸς ἀτύχημ' οὐ φέρεις,

915

αὐτὸν δὲ δείξω ς' εἰς ὅμοι' ἐπταικότα,

916

καὶ χρήσετ' αὐτή σοι τότ' ἠπίως, σὺ δὲ

917

ταύτην ἀτιμάζεις· ἐπιδειχθήσει θ' ἅμα

918

ἀτυχὴς γεγονὼς καὶ σκαιὸς ἀγνώμων τ' ἀνήρ.”

919

ὅμοιά γ' εἶπεν οἷς σὺ διενόου τότε

920

πρὸς τὸν πατέρα, κοινωνὸς ἥκειν τοῦ βίου

921

[ κ]οὐ δεῖν τἀτύχημ' αὐτὴν φυγεῖν

922

τὸ συμβεβηκός. σὺ δέ τις ὑψηλὸς σφόδρα

923

[ ]ν?

924

[ ]βάρβαρος

925

[ ]υ?ν ταύτηι σοφῶς

926

[ ]ε? μέτεισι διὰ τέλους

927

[ ]ονων τις· ὁ δὲ πατὴρ

928

[ ]έ?σ?τ?ατ' αὐτῆι χρήσεται. τί δέ μοι πατρός;

929

ἐρ]ῶ δ?ι?α?ρ?ρ?ήδην “ἐμοὶ σύ, Σμικρίνη,

930

μὴ πάρεχε πράγματ'· οὐκ ἀπολείπει μ' ἡ γυνή.

931

τί σ?υνταράττεις καὶ βιάζηι Παμφίλην;

932

τ]ί? ς?' α?ὖ? βλ?έπω 'γώ;”{Ον} πάνυ κακῶς ἔχω σφόδρα,

933

οἴμοι τάλας. καὶ σοῦ δέομαι τούτοις, [γύναι,

934

μή μ' ἐγκαταλίπηις.{〈Χαρ〉} οὗτος ἐπακροώμενος

935

ἕστηκας ἱερόσυλέ? μ?ο?υ?;{[Ον]} [μ]ὰ? τ?ο?ὺ?ς? θ?ε?ο?ύ?ς?,

936

ἀλλ' ἀρτίως ἐξῆλθον.{[Χαρ]} α?[ ]λαθεῖν

937

ἔσται σε πρα?!!μ?ια!!!!!!!ης[

938

πάντ' ἐπακροάσει;{(Ον)}

939

ἐγώ σε λανθάνει?ν? π?ο?ν?[

940

βροντῶντα.{(Χαρ)} δια!ε?[

941

{(Ἁβρ)} ἀλλ' οὐθὲν ὀφθήσε?[ι

942

{(Χαρ)} τίς εἶ σ[ύ;{[Ἁβρ]}

943

{(Χαρ)} οὐκ ε?ις?[

944

{(Ἁβρ)} οὐκ ἦν ἐ?[μὸν

945

{(Χαρ)} οὐκ ἦν σό[ν;

946

{(?Ἁβρ)} βούλει μ' ἀπ[

947

{(?Χαρ)} ἀλλ' ἐξαπει?[

948

{(?)} ἔμ' ἐπρ[

949

{(?)} ἔ[δ]εις[

950

{(Χαρ)} τί φήις, Ὀν[ήσιμ'], ἐξεπειράθη[

951

{(Ον)} αὕ]τ?η? μ' [ἔπε]ι?σε, νὴ τὸν Ἀπόλλω [

952

{(Χαρ)} καὶ σύ μ]ε περισπᾶις, ἱερόσυλε;{(Ἁβρ)} μὴ μάχου,

953

γλυκύτ]ατε· τῆς γαμετῆς γυναικός ἐστί σου

954

τέκνον] γάρ, οὐκ ἀλλότριον.{(Χαρ)} εἰ γὰρ ὤφελεν.

955

{(Ἁβρ)} νὴ τὴν φίλην Δήμητρα.{(Χαρ)} τίνα λόγον λέγεις;

956

{(Ἁβρ)} τίνα; τὸν] ἀληθῆ.{(Χαρ)} Παμφίλης τὸ παιδίον;

957

ἀλλ' ἦν ἐμ]ό?ν.{(Ἁβρ)} καὶ σόν γ' ὁμοίως.{(Χαρ)} Παμφίλης;

958

Ἁβρότο]ν?ον ἱκετεύω σε, μή μ' ἀναπτεροῦ(desunt uersus fere x)

969

[ ]αι γαρ[

970

{(Ἁβρ)} [ ]πῶς ἐγώ, τάλαν,

971

[ πρ]ὶν πάντ' εἰδέναι

972

{(Χαρ)} [ ]ὀρθῶς λέγεις

973

[ ]ο? μ?ο?ι?{:}

974

[ ]τ?ερε

975

[ ]ὅμως

976

[ ]τ?ο δή

977

[ ]βούλομαι

978

[ ]ματα.{[ΧΟΡΟΥ]}

979

{[?Χαι]} [ ]ειμενον

980

[ τα]ύτη[!] ἐ?π?[εὶ

981

[ ]ἐναντίον,

982

Χ[α]ι[ρέστρ]ατ', ἤδη τὸ μετὰ ταῦτα σκεπτέον,

983

ὅπως διαμενεῖς ὢν Χαρισίωι [φίλος

984

οἷός ποτ' ἦσθα πιστός. οὐ γάρ ἐσ[τί που

985

ἑταιρίδιον τοῦτ' οὐδὲ τὸ τυχὸν[

986

σπουδῆι δὲ καὶ παιδάριον ἥδ?'[

987

ἐλεύθερος. πάξ. μὴ βλέπεις τ[

988

καὶ πρῶτον αὐτὴν κατὰ μόνα[ς

989

τὸν φίλτατον καὶ τὸν γλυκύτατον[(desunt uersus fere xiii)

1003

]!ο?τ?ρ?[

1004

]καλ[

1005

εἰ τὸ? καλὸν ς[

1006

ὥσπερ λύκ[ος

1007

ἀπελήλυ[θ‵—′

1008

ἀποστ[‵—′

1009

φιλο[‵—′

1010

διαι?[‵—′

1011

οὐ κρι[‵—′

1012

καὶ ν[

1013

ὅσα μ![

1014

ην μοι? [‵—′

1015

ἔνδον πο?![‵—′

1016

ἔοικεν{:} οὐ[

1015

‵—′

1016

]οσ?πε?[

1017

(desunt uersus fere xix, tum extant uersuum xv litteraeperpaucae, deinde desunt uersus non amplius ix; his lacunisfrustula sequentia coniectura inserunt editores)

1018

ἐπ' αὐτὸ[ν

1019

ὄντωσ[!]β[‵—′

1020

ἀλλ' ἐξαπατ[‵—′

1021

{Ον} ἀπέσωσε συ![

1022

ἐγὼ δὲ προς[

1023

σ?!α?ν

1052

]τ?ωμενου{:}

1053

τὸ]ν Δία

1054

]αυτοῦ τῶι σφόδρα

1055

]ω?ς ὁμολογῶ{:}

1056

εἰ]ς ἐμὲ βλέπει

1057

]α?ιε[

1060

σώφρονα· τοιαυτησὶ γὰρ οὐκ ἀπέσχετ' ἂν

1061

ἐκεῖνος, εὖ τοῦτ' οἶδ'· ἐγὼ δ' ἀφέξομαι.

1062

{Σμ} ἂν μὴ κατάξω τὴν κεφαλήν σου, Σωφρόνη,

1063

κάκιστ' ἀπολοίμην. νουθετήσεις καὶ σύ με;

1064

προπετῶς ἀπάγω τὴν θυγατέρ', ἱερόσυλε γραῦ;

1065

ἀλλ' ἦ περιμένω καταφαγεῖν τὴν προῖκά μου

1066

τὸν χρηστὸν αὐτῆς ἄνδρα καὶ λόγους λέγω

1067

περὶ τῶν ἐμαυτοῦ; ταῦτα συμπείθεις με σύ;

1068

οὐκ ὀξυλαβῆσαι κρεῖττον; οἰμώξει μακρά,

1069

ἂν ἔτι λαλῆις τι. κρίνομαι πρὸς Σωφρόνην;

1070

μετάπεισον αὐτήν, ὅταν ἴδηις. οὕτω τί μοι

1071

ἀγαθὸν γένοιτο Σωφρόνη γάρ, οἴκαδε

1072

ἀπιών—τὸ τέλμ' εἶδες παριοῦς'; ἐνταῦθά σε

1073

τὴν νύκτα βαπτίζων ὅλην ἀποκτενῶ,

1074

κἀγώ σε ταὔτ' ἐμοὶ φρονεῖν ἀναγκάσω

1075

καὶ μὴ στασιάζειν. ἡ θύρα παιητέα·

1076

κεκλειμένη γάρ ἐστι. παῖδες, παιδίον·

1077

ἀνοιξάτω τις. παῖδες, οὐχ ὑμῖν λέγω;

1078

{Ον} τίς ἐσθ' ὁ κόπτων τὴν θύραν; ὤ, Σμικρίνης

1079

ὁ χαλεπός, ἐπὶ τὴν προῖκα καὶ τὴν θυγατέρα

1080

ἥκων.{(Σμ)} ἔγωγε, τρισκατάρατε.{(Ον)} καὶ μάλα

1081

ὀρθῶς· λογιστικοῦ γὰρ ἀνδρὸς καὶ σφόδρα

1082

φρονοῦντος ἡ σπουδή, τό θ' ἅρπασμ', Ἡράκλεις,

1083

θαυμαστὸν οἷον.{〈Σμ〉} πρὸς θεῶν καὶ δαιμόνων—

1084

{〈Ον〉} οἴει τοσαύτην τοὺς θεοὺς ἄγειν σχολὴν

1085

ὥστε τὸ κακὸν καὶ τἀγαθὸν καθ' ἡμέραν

1086

νέμειν ἑκάστωι, Σμικρίνη;{(Σμ)} λέγεις δὲ τί;

1087

{(Ον)} σαφῶς διδάξω ς'. εἰσὶν αἱ πᾶσαι πόλεις,

1088

ὅμοιον εἰπεῖν, χίλιαι· τρισμύριοι

1089

οἰκοῦς' ἑκάστην. καθ' ἕνα τούτων οἱ θεοὶ

1090

ἕκαστον ἐπιτρίβουσιν ἢ σώιζουσι;{(Σμ)} πῶς;

1091

λέγεις γὰρ ἐπίπονόν τιν' αὐτοὺς ζῆν [βίον.

1092

{(Ον)} οὐκ ἆρα φροντίζουσιν ἡμῶν οἱ θεοί,

1093

φήσεις; ἑκάστωι τὸν τρόπον συν[ώικισαν

1094

φρούραρχον· οὗτος ἔνδο?[ν] ἐπ?[

1095

ἐπέτριψεν, ἂν αὐτῶι κακῶς χρη?[σώμεθα,

1096

ἕτερον δ' ἔσωσεν. οὗτός ἐσθ' ἡμῖν θεὸς

1097

ὅ τ' αἴτιος καὶ τοῦ καλῶς καὶ τοῦ κακῶς

1098

πράττειν ἑκάστωι· τοῦτον ἱλάσκου ποῶν

1099

μηδὲν ἄτοπον μηδ' ἀμαθές, ἵνα πράττηις καλῶς.

1100

{(Σμ)} εἶθ' οὑμός, ἱερόσυλε, νῦν τρόπος ποεῖ

1101

ἀμαθές τι;{(Ον)} συντρίβει σε.{(Σμ)} τῆς παρρησίας.

1102

{(Ον)} ἀλλ' ἀπαγαγεῖν παρ' ἀνδρὸς αὑτοῦ θυγατέρα

1103

ἀγαθὸν σὺ κρίνεις, Σμικρίνη;{(Σμ)} λέγει δὲ τίς

1104

τοῦτ' ἀγαθόν; ἀλλὰ νῦν ἀναγκαῖον.{(Ον)} θεᾶι;

1105

τὸ κακὸν ἀναγκαῖον λογίζεθ' οὑτοσί.

1106

τοῦτόν τις ἄλλος, οὐχ ὁ τρόπος, ἀπολλύει;

1107

καὶ νῦν μὲν ὁρμῶντ' ἐπὶ πονηρὸν πρᾶγμά σε

1108

ταὐτόματον ἀποσέσωκε, καὶ καταλαμβάνεις

1109

διαλλαγὰς λύσεις τ' ἐκείνων τῶν κακῶν.

1110

αὖθις δ' ὅπως μὴ λήψομαί σε, Σμικρίνη,

1111

προπετῆ λέγω σοι· νῦν δὲ τῶν ἐγκλημάτων

1112

ἀφεῖσο τούτων, τὸν δὲ θυγατριδοῦν λαβὼν

1113

ἔνδον πρόσειπε.{(Σμ)} θυγατριδοῦν, μαστιγία;

1114

{(Ον)} παχύδερμος ἦσθα καὶ σύ, νοῦν ἔχειν δοκῶν.

1115

οὕτως ἐτήρεις παῖδ' ἐπίγαμον; τοιγαροῦν

1116

τέρασιν ὅμοια πεντάμηνα παιδία

1117

ἐκτρέφομεν.{(Σμ)} οὐκ οἶδ' ὅ τι λέγεις.{(Ον)} ἡ γραῦς δέ γε

1118

οἶδ', ὡς ἐγὦιμαι· τότε γὰρ οὑμὸς δεσπότης

1119

τοῖς Ταυροπολίοις, Σωφρόνη, ταύτην λαβὼν

1120

χορῶν ἀποσπασθεῖσαν—αἰσθάνει γε; νή,

1121

νυνὶ δ' ἀναγνωρισμὸς αὐτοῖς γέγονε καὶ

1122

ἅπαντ' ἀγαθά.{(Σμ)} τί φησιν, ἱερόσυλε γραῦ;

1123

{(Ον)} “ἡ φύσις ἐβούλεθ', ἧι νόμων οὐδὲν μέλει·

1124

γυνὴ δ' ἐπ' αὐτῶι τῶιδ' ἔφυ.” τί μῶρος εἶ;

1125

τραγικὴν ἐρῶ σοι ῥῆσιν ἐξ Αὔγης ὅλην

1126

ἂν μή ποτ' αἴσθηι, Σμικρίνη.{(Σμ)} σύ μοι χολὴν

1127

κινεῖς παθαινομένη· σὺ γὰρ σφόδρ' οἶσθ' ὅ τι

1128

οὗτο]ς λέγει νῦν.{(Ον)} οἶδε?· τ?〈οῦτ'〉 εὖ ἴσθ' ὅτι

1129

ἡ γραῦ]ς προτέρα συνῆκε.{(Σμ)} πάνδεινον λέγεις.

1130

{(Ον)} οὐ γέγονεν] εὐτύχημα μεῖζον οὐδὲ ἕν.

1131

{〈Σμ〉} εἰ τοῦ]τ' ἀληθές ἐσθ' ὃ λέγεις, τὸ παιδίον

{ΗΡΩΣ}{ΓΕΤΑΣ}κακόν τι Δᾶέ μοι δοκεῖς πεποηκέναιπαμμέγεθες, εἶτα προσδοκῶν ἀγωνιᾶν?μυλῶνα σαυτῶι καὶ πέδας· εὔδηλος εἶ.τί γὰρ σὺ κόπτεις τὴν κεφαλὴν οὕτω πυκνά;τί τὰς τρίχας τίλλεις ἐπιστάς; τί στένεις;{(ΔΑΟΣ)}οἴμοι.{Γετ} τοιοῦτόν ἐστιν, ὦ πόνηρε σύ.εἶτ' οὐκ ἐχρῆν, κερμάτιον εἰ συνηγμένονσοὶ τυγχάν]ε?ι? τ?ι, τοῦτ' ἐμοὶ δοῦναι τέως[ ]τ?α? κατὰ σεαυτὸν πράγματα[ σ]υνάχθομαί γε σοι[ ]η?ρα?.{Δα} σὺ μὲν οὐκ οἶδ' ὅ τιληρεῖς. (8—10 litt.) π]έπλεγμαι πράγματι[ ] ἔφθαρμαι, Γέτα.{(Γετ)} [ !]{[Δα]} μὴ καταρῶ, πρὸς 〈τῶν〉 θεῶν,[ ἐρῶντι.]{[Γετ]} τί σὺ λέγεις; ἐρᾶις;{Δα} ἐρῶ.{(Γετ)} πλέον δυοῖν σοι χοινίκων ὁ δεσπότηςπαρέχει. πονηρόν, Δᾶ'· ὑπερδειπνεῖς ἴσως.{Δα} πέπονθα τὴν ψυχήν τι παιδίσκην ὁρῶνσυντρεφομένην ἄκακον, κατ' ἐμαυτόν, ὦ Γέτα.{Γετ} δούλη 'στιν;{(Δα)} οὕτως, ἡσυχῆι, τρόπον τινά.