The Greek Library Catalogue

Anonymous

Fabula incerta

Edition reference
Fabula incerta, ed. Sandbach, op. cit., 297– 299.
CTS identifier
urn:cts:greekLit:tlg0541.tlg034.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

15

πράγματα παρεῖχεν, ὡς δ' ἐπέραινεν οὐδὲ ἓν

16

αὑτῶι παραδοῦναι τὸν [γάμο]ν πείθων, ἰδού,

17

ἐξειργάσατο.{(Λα)} τί οὖν; ἀναίνει τὴν ἐμὴν

18

ἔχειν θυγατέρα;{(Χαι)} τοῖς δὲ δοῦσι τίνα λόγον

19

ἐρῶ, Λάχης;{(Λα)} γενοῦ γάρ, ἱκετεύω [ς'] ἐ?γ?ώ—

20

{(Χαι)} οἴμοι, τί ποήσω;{(ΚΛΕΑΙΝΕΤΟΣ)} τίς ὁ βοῶν ἐστίν ποτε

21

πρὸς ταῖς θύραις;{(?Χαι)} εὐκαιρότ?[α〈τά〉 γ]ε νὴ Δία

22

[ ]ε?με. τί ποήσω, Λάχης;

23

{(Λα)} πείθωμεν αὐτόν.{(Χαι)} ὢ βίας ἐρρωμένης.

24

πείθω παραδοῦναι τὴν ἐμὴν ἀδικούμενος

25

αὐτός;{(Λα)} ὑπόμεινον δι' ἐμέ.{(Χαι)} νὴ τὸν Ἥλιον

26

αἰσχύνομαι Λάχης σε. τί!!!!![

27

ἄκουε δή μου. Μοσχίων τὴν παρθένον

28

ἑλ]ὼν ἔχει, Κλεαίνετε.{〈Κλ〉} ἠδικήμεθα.

29

{(Χαι)} μηθὲν βοήσηις. γνησίων ἐπὶ σπορᾶι

30

παίδων. ὁ πατὴρ αὐτοῦ [παρ]ὼν Λάχης ὁδὶ

31

τοῦτ' ἐπιβεβαιοῖ. φὴις σ[ύ;{[Λα]} φημ]ί, Χαιρέα.

32

οὐ] γάρ τι βούλ[

33

(desunt uersus v uel vi)

34

]πος ἦν

35

] ἐμοὶ

36

κα]λῶς ἔχει{:}

37

κα]τὰ τρόπον

38

]γάρ μοι διαφέρει

39

τ]ὰ γεγονότα{:}

40

]πρᾶός γ' εἶ σφόδρα

41

]εν{:} οὐδὲ γάρ ς' ὁρῶ

42

] ἀγανακτ[

43

{(Λα)} [ ] ἐ[κ τηλι]κούτων νῦν φόβων

44

τὸν ὑὸν ἐκ[λυσά]μενος.

45

{(Κλ)} ἀλλὰ μὴν πάλαι

46

ἡμῖν ἔδοξ[ε τοῦ]τ'· ἔχει τὴν παρθένον

47

ὁ Μοσχίων· [ἔλαβ]' ἐθελοντής, οὐ βίαι.

48

ὠιόμεθα χαλεπανεῖν σε τοῦτο πυθόμενον.

49

ἀστεῖος ἀποβέβηκας· εὐτυχήκαμεν·

50

περὶ τοῦ βοῶμεν;{(Λα)} πῶς λέγεις;{(Κλ)} ὥσπερ λέγω.

51

{(Λα)} οὐ Χαιρέαι τὸ πρῶτον ἐξεδώκατε

52

τὴν παῖδα;{(Κλ)} μὰ Δία.{(Λα)} τί σὺ λέγεις; οὐ Χαιρέαι;

53

ἀλλὰ τίνι;{(Κλ)} πάνυ γελοῖον· οὐκ ἀκήκοας;

54

τῶι σῶι νεανίσκωι.{(Λα)} τί λέγεις;{(Κλ)} νὴ τοὺς θεούς,

55

καὶ παιδίον γὰρ γέγονεν ἐκ τούτου.{(Λα)} τί φήις;

56

ἐκ Μοσχίωνος; ὦ πολυτίμητοι θεοί,

57

ἐρρωμένου πράγματος.{(Κλ)} Ἄπολλον, ν[οῦν ἔχεις;

58

πρωί γε ς', ὡς ἔοικ', ἐπήινεσα.{(Λα)} οὐδὲ ἓν

59

ὁ Χαιρέας ἄρ' ἠδίκηται;{〈Κλ〉} φίλτατος—

60

τί γὰρ ἠδίκηται; —Χαιρέας.{(Λα)} οὐθέν; τί οὖν

61

ἐβόα πορευθεὶς δεῦρο;{(Κλ)} ἴσως ἐβούλετο—

62

{(Λα)} ἐβούλετ'; ἐπ' ἐμὲ ταῦτα συνετάξασθ' ἄρα

63

ὦ Γῆ.{(Κλ)} τί ποιεῖς;{(Λα)} οὐθέν, ἀλλ' ὅμως ἔα

64

δὶς ἢ τρὶς ἀνακραγεῖν με, πρὸς τῆς Ἑστίας.

{(ΧΑΙΡΕΑΣ)}οὐκ ἔσ]τι, μὰ τὸν Ἥφαιστον, ἀλλ' οὐκ ἔ[στι μοιἀπολειπ]τέον δήπουθεν ἧς ἐρῶ πάλαι.ἄλλως ἔ]δεισα.{(Β)} σοὶ μὲν αὕτη, Χαιρέα.σοὶ δ' ἐγγ]υῶ ταύτην, ἐμαυτοῦ θυγατέρα,ὦ Μοσχί]ων, παίδων ἐπ' ἀρότωι γνησίων·τὴν προῖκα δ' αὐτὸς οἶσθα.{(ΜΟΣΧΙΩΝ)} νυνὶ μὲν [δύοτάλαντ' ἐπιδίδως.{(Β)} τὴν δὲ λοιπ[ὴν –⏑⏓]ς με!!ξας μηχ[]νῦν ὁ καιρός [Μ]οσχίων μ![]!τα δύο σοι τ[]τον Ὑμέναι[ονγεγο]νότος· ο?υ?[?{ΑΡΡΗΦΟΡΟΣ ἢ ΑΥΛΗΤΡΙΣ}{〈Α〉} οὐ γαμεῖς, ἂν νοῦν ἔχηις,τοῦτον καταλείπων τὸν βίον. γεγάμηκα γὰραὐτός· διὰ τοῦτό σοι παραινῶ μὴ γαμεῖν.{〈Β〉} δεδογμένον τὸ πρᾶγμ'· ἀνερρίφθω κύβος.{〈Α〉} πέραινε. σωθείης δέ. νῦν ἀληθινὸνεἰς πέλαγος αὑτὸν ἐμβαλεῖς γὰρ πραγμάτων,οὐ Λιβυκὸν οὐδ' Αἰγαῖον 〈οὐδ' ×–⏑⏓〉,οὗ τῶν τριάκοντ' οὐκ ἀπόλλυται τρίαπλοιάρια· γήμας δ' οὐδὲ εἷς σέσωσθ' ὅλως.ἐὰν δὲ κινήσηι μόνον τὴν Μυρτίληνταύτην τις, ἣν τίτθην καλεῖ, πέρας ποεῖλαλιᾶς. τὸ Δωδωναῖον ἄν τις χαλκίον,ὃ λέγουσιν ἠχεῖν, ἂν παράψηθ' ὁ παριών,τὴν ἡμέραν ὅλην, καταπαύσαι θᾶττον ἢταύτην λαλοῦσαν· νύκτα γὰρ προσλαμβάνει.{ΔΕΙΣΙΔΑΙΜΩΝ} ἀγαθόν τι μοιγένοιτο. ὦ πολυτίμητοι θεοί,ὑποδούμενος τὸν ἱμάντα 〈—〉 τῆς δεξιᾶςἐμβάδος ἀπέρρηξα.{〈Β〉} εἰκότως, ὦ φλήναφε·σαπρὸς γὰρ ἦν, σὺ δὲ μικρολόγος 〈τις〉 οὐ θέλωνκαινὸν πρίασθαι.{ΘΥΡΩΡΟΣ}οὐκ ἀδελφός, οὐκ ἀδελφὴ παρενοχλήσει, τηθίδαοὐδ' ἑώρακεν τὸ σύνολον, θεῖον οὐδ' ἀκήκοεν.εὐτύχημα δ' ἐστὶν ὀλίγους τοὺς ἀναγκαίους ἔχειν.ἔργον 〈ἐστὶν〉 εἰς τρίκλινον συγγενείας εἰσπεσεῖν,οὗ λαβὼν τὴν κύλικα πρῶτος ἄρχεται λόγου πατήρ,καὶ παραινέσει πέπαιχεν, εἶτα μήτηρ δευτέρα,εἶτα τήθη παραλαλεῖ τις, εἶτα βαρύφωνος γέρων,τηθίδος πατήρ, ἔπειτα γραῦς καλοῦσα φίλτατον.ὁ δ' ἐπινεύει πᾶσι τούτοιςοὐθεὶς δι' ἀνθρώπου θεὸς σώιζει, γύναι,ἑτέρου τὸν ἕτερον. εἰ γὰρ ἕλκει τινὰ θεὸντοῖς κυμβάλοις ἄνθρωπος εἰς ὃ βούλεται,ὁ τοῦτο ποιῶν ἐστι μείζων τοῦ θεοῦ.ἀλλ' ἔστι τόλμης καὶ βίας ταῦτ' ὄργαναεὑρημέν' ἀνθρώποις ἀναιδέσιν, Ῥόδη,εἰς καταγέλωτα † τῶι βίωι † πεπλασμένα.{ΙΠΠΟΚΟΜΟΣ}{〈Α〉} Μόνιμός τις ἦν ἄνθρωπος, ὦ Φίλων, σοφός,ἀδοξότερος μικρῶι δέ.{〈Φιλ〉} ὁ τὴν πήραν ἔχων;{〈Α〉} πήρας μὲν οὖν τρεῖς. ἀλλ' ἐκεῖνος ῥῆμά τιἐφθέγξατ' οὐδὲν ἐμφερές, μὰ τὸν Δία,τῶι “γνῶθι σαυτόν”, οὐδὲ τοῖς βοωμένοιςτούτοις, ὑπὲρ δὲ ταῦθ' ὁ προσαιτῶν καὶ ῥυπῶν·τὸ γὰρ ὑποληφθὲν τῦφον εἶναι πᾶν ἔφη.{ΚΥΒΕΡΝΗΤΑΙ}τἀργύριον εἶναι, μειράκιόν, σοι φαίνεταιοὐ τῶν ἀναγκαίων καθ' ἡμέραν μόνοντιμὴν παρασχεῖν δυνατόν, ἄρτων, ἀλφίτων,ὄξους, ἐλαίου, μείζονος δ' ἄλλου τινός.ἀθανασίας δ' οὐκ ἔστιν, οὐδ' ἂν συναγάγηιςτὰ Ταντάλου τάλαντ' ἐκεῖνα λεγόμενα·ἀλλ' ἀποθανῆι καὶ ταῦτα καταλείψεις τινί.οἷοι λαλοῦμεν ὄντες. ὢ τρισάθλιοιἅπαντες οἱ φυσῶντες ἐφ' ἑαυτοῖς μέγα·οὗτοι γὰρ οὐκ ἴσασιν ἀνθρώπου φύσιν.οὗτος μακάριος ἐν ἀγορᾶι νομίζεται,ἐπὰν δ' ἀνοίξηι τὰς θύρας, τρισάθλιος·γυνὴ κρατεῖ πάντων, ἐπιτάττει μάχετ' ἀεί.ἀπὸ πλειόνων ὀδυνᾶτ', ἐγὼ δ' ἀπ' οὐδενός.{ΜΕΘΗ}εἶτ' οὐχ ὅμοια πράττομεν καὶ θύομεν,ὅπου γε τοῖς θεοῖς μὲν ἠγορασμένονδραχμῶν ἄγω προβάτιον ἀγαπητὸν δέκα,αὐλητρίδας δὲ καὶ μύρον καὶ ψαλτρίας,Μενδαῖον, ἐγχέλεις, Θάσιον, τυρόν, μέλι,μικροῦ ταλάντου; γίνεται τὸ κατὰ λόγον,δραχμῶν μὲν ἀγαθὸν ἄξιον λαβεῖν δέκαἡμᾶς, ἐὰν καὶ καλλιερηθῆι τοῖς θεοῖς,τούτων δὲ πρὸς ταῦτ' ἀντανελεῖν τὴν ζημίαν.πῶς οὐχὶ τὸ κακὸν τῶν ἱερῶν διπλάζεται;ἐγὼ μὲν οὖν ὤν γε θεὸς οὐκ εἴασα τὴνὀσφῦν ἂν ἐπὶ τὸν βωμὸν ἐπιθεῖναί ποτε,εἰ μὴ καθήγιζέν τις ἅμα τὴν ἔγχελυν,ἵνα Καλλιμέδων ἀπέθανεν, εἷς τῶν συγγενῶν.{ΜΙΣΟΓΥΝΗΣ} πρὸς τὸ πρᾶγμ' ἔχωκακῶς. ἐπαριστέρως γὰρ αὐτὸ λαμβάνεις.εἶτ' ἐπιφέρει·τὰ δυσχερῆ γὰρ καὶ τὰ λυπήσοντά σεὁρᾶις ἐν αὐτῶι, τὰ δ' ἀγάθ' οὐκ ἐπιβλέπεις.εὕροις δ' ἂν οὐθὲν τῶν ἁπάντων, Σιμύλε,ἀγαθόν, ὅπου τι μὴ πρόσεστι καὶ κακόν.γυνὴ πολυτελής ἐστ' ὀχληρὸν οὐδ' ἐᾶιζῆν τὸν λαβόνθ' ὡς βούλετ'· ἀλλ' ἕν ἐστί τιἀγαθὸν ἀπ' αὐτῆς. παῖδες. ἐλθόντ' εἰς νόσοντὸν ἔχονθ' ἑαυτὴν ἐθεράπευσεν ἐπιμελῶς,ἀτυχοῦντι συμπαρέμεινεν, ἀποθανόντα τεἔθαψε, περιέστειλεν οἰκείως. ὅραεἰς ταῦθ' ὅταν λυπῆι τι τῶν καθ' ἡμέραν·οὕτω γὰρ οἴσεις πᾶν τὸ πρᾶγμ'· ἂν δ' ἐκλέγηιἀεὶ τὸ λυποῦν μηδὲν ἀντιπαρατιθεὶςτῶν προσδοκωμένων, ὀδυνήσηι διὰ τέλους.{ΝΑΥΚΛΗΡΟΣ}{〈Α〉} ἥκει λιπὼν Αἰγαῖον ἁλμυρὸν βάθοςΘεόφιλος ἡμῖν. ὦ Στράτων, ὡς εἰς καλὸντὸν υἱὸν εὐτυχοῦντα καὶ σεσωμένονπρῶτος λέγω σοι τόν τε χρυσοῦν κάνθαρον.{〈Στρ〉} ποῖον; τὸ πλοῖον;{〈Α〉} οὐδὲν οἶσθας, ἄθλιε.καὶ μετ' ὀλίγα·{〈Στρ〉} τὴν ναῦν σεσῶσθαί μοι λέγεις;{〈Α〉} ἔγωγε μὴν〈τὴν〉 ναῦν ἐκείνην 〈ἣν〉 ἐποίησε Καλλικλῆς† τὸν καλούμενον †, Εὐφράνωρ 〈δ'〉 ἐκυβέρνα Θούριος.