The Greek Library Catalogue

Anonymous

Fragmenta longiora apud alios auctores servata

Edition reference
Fragmenta longiora apud alios auctores servata, ed. Sandbach, op. cit., 303–324.
CTS identifier
urn:cts:greekLit:tlg0541.tlg036.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

287

ὦ φιλτάτη Γῆ μῆτερ, ὡς σεμνὸν σφόδρ' εἶ

τοῖς νοῦν ἔχουσι κτῆμα πολλοῦ τ' ἄξιον.

ὡς δῆτ' ἐχρῆν, εἴ τις πατρώιαν παραλαβὼν

γῆν καταφάγοι, πλεῖν τοῦτον ἤδη διὰ τέλους

καὶ μηδ' ἐπιβαίνειν γῆς, ἵν' οὕτως ἤισθετο

οἷον παραλαβὼν ἀγαθὸν οὐκ ἐφείσατο.

303

{ΟΡΓΗ}

καίτοι νέος ποτ' ἐγενόμην κἀγώ, γύναι,

ἀλλ' οὐκ ἐλούμην πεντάκις τῆς ἡμέρας

τότ', ἀλλὰ νῦν. οὐδὲ χλανίδ' εἶχον, ἀλλὰ νῦν.

οὐδὲ μύρον εἶχον, ἀλλὰ νῦν. καὶ βάψομαι

καὶ παρατιλοῦμαι νὴ Δία καὶ γενήσομαι

Κτήσιππος οὐκ ἄνθρωπος ἐν ὀλίγωι χρόνωι,

κἆιθ' ὡς ἐκεῖνος κατέδομαι καὶ τοὺς λίθους

ἁπαξάπαντας, οὐ γὰρ οὖν τὴν γῆν μόνην.

304

διαφέρει Χαιρεφῶντος οὐδὲ γρῦ

ἅνθρωπος, ὅστις ἐστίν, ὃς κληθείς ποτε

εἰς ἑστίασιν δωδεκάποδος ὄρθριος

πρὸς τὴν σελήνην ἔτρεχε τὴν σκιὰν ἰδὼν

ὡς ὑστερίζων καὶ παρῆν ἅμ' ἡμέραι.

333

{ΠΛΟΚΙΟΝ}

ἐπ' ἀμφότερα νῦν ἡ 'πίκληρος ἡ κ〈αλὴ〉

μέλλει καθευδήσειν. κατείργασται μέγα

καὶ περιβόητον ἔργον· ἐκ τῆς οἰκίας

ἐξέβαλε τὴν λυποῦσαν ἣν ἐβούλετο,

ἵν' ἀποβλέπωσιν πάντες εἰς τὸ Κρωβύλης

πρόσωπον ἦι τ' εὔγνωστος οὖς' ἐμὴ γυνὴ

δέσποινα. καὶ τὴν ὄψιν ἣν ἐκτήσατο·

ὄνος ἐν πιθήκοις, τοῦτο δὴ τὸ λεγόμενον,

ἐστίν. σιωπᾶν βούλομαι τὴν νύκτα τὴν

πολλῶν κακῶν ἀρχηγόν. οἴμοι Κρωβύλην

λαβεῖν ἔμ', εἰ καὶ δέκα τάλαντ' 〈ἠνέγκατο〉,

〈τὴν〉 ῥῖν' ἔχουσαν πήχεως. εἶτ' ἐστὶ τὸ

φρύαγμα πῶς ὑποστατόν; 〈μὰ τὸν〉 Δία

τὸν Ὀλύμπιον καὶ τὴν Ἀθηνᾶν, οὐδαμῶς.

παιδισκάριον θεραπευτικὸν δὴ καὶ λόγου

† τάχιον· ἀπαγέσθω δέ. τί γὰρ ἄν τις λέγοι;

334

{〈Α〉} ἔχω δ' ἐπίκληρον Λάμιαν· οὐκ εἴρηκά σοι

τουτὶ γάρ.{〈Β〉} οὐχί.{〈Α〉} κυρίαν τῆς οἰκίας

καὶ τῶν ἀγρῶν καὶ † πάντων ἀντ' ἐκείνης †

ἔχομεν.{〈Β〉} Ἄπολλον, ὡς χαλεπόν.{〈Α〉} χαλεπώτατον.

ἅπασι δ' ἀργαλέα 'στιν, οὐκ ἐμοὶ μόνωι·

ὑῶι πολὺ μᾶλλον, θυγατρί.{〈Β〉} πρᾶγμ' ἄμαχον λέγεις.

{〈Α〉} εὖ οἶδα.

335

ὢ τρισκακοδαίμων, ὅστις ὢν πένης γαμεῖ

καὶ παιδοποιεῖθ'. ὡς ἀλόγιστός ἐστ' ἀνήρ,

ὃς μήτε φυλακὴν τῶν ἀναγκαίων ἔχει

μήτ' ἂν ἀτυχήσας εἰς τὰ κοινὰ τοῦ βίου

ἐπαμφιέσαι δύναιτο τοῦτο χρήμασιν,

ἀλλ' ἐν ἀκαλύπτωι καὶ ταλαιπώρωι βίωι

χειμαζόμενος ζῆι, τῶν μὲν ἀνιαρῶν ἔχων

τὸ μέρος ἁπάντων, τῶν δ' ἀγαθῶν οὐδὲν μέρος.

ὑπὲρ γὰρ ἑνὸς ἀλγῶν ἅπαντας νουθετῶ.

336

ὅστις πένης ὢν ζῆν ἐν ἄστει βούλεται,

ἀθυμότερον ἑαυτὸν ἐπιθυμεῖ ποεῖν.

ὅταν γὰρ εἰς τρυφῶντα καὶ σχολὴν ἄγειν

δυνάμενον ἐμβλέψηι, τότ' αὐτόν ἐστ' ἰδεῖν

ὡς ἄθλιον ζῆι καὶ ταλαίπωρον βίον.

κακῶς ὁ δεσπότης βεβούλευται πάνυ·

ἐν ἀγρῶι γὰρ οἰκῶν οὐ σφόδρ' ἐξηλέγχετο

τῆς μερίδος ὢν τῆς οὐδαμοῦ τεταγμένης,

εἶχεν δὲ παραπέτασμα τὴν ἐρημίαν.

397

{ΤΡΟΦΩΝΙΟΣ}

{〈Α〉} ξένου τὸ δεῖπνόν ἐστιν ὑποδοχή τινος.

{〈Β〉} ποδαποῦ; διαφέρει τῶι μαγείρωι τοῦτο γάρ.

οἷον τὰ νησιωτικὰ ταυτὶ ξενύδρια,

ἐν προσφάτοις ἰχθυδίοις τεθραμμένα

καὶ παντοδαποῖς, τοῖς ἁλμίοις μὲν οὐ πάνυ

ἁλίσκετ' ἀλλ' οὕτως παρέργως ἅπτεται,

τὰς δ' ὀνθυλεύσεις καὶ τὰ κεκαρυκευμένα

μᾶλλον προσεδέξατ'. Ἀρκαδικὸς τοὐναντίον

ἀθάλαττος ὢν τοῖς λοπαδίοις ἁλίσκεται.

Ἰωνικὸς πλούταξ; ὑποστάσεις ποῶ,

κάνδαυλον, ὑποβινητιῶντα βρώματα.

416a

{ΥΠΟΒΟΛΙΜΑΙΟΣ}

τοῦτον εὐτυχέστατον λέγω

ὅστις θεωρήσας ἀλύπως, Παρμένων,

τὰ σεμνὰ ταῦτ' ἀπῆλθεν ὅθεν ἦλθεν ταχύ,

τὸν ἥλιον τὸν κοινόν, ἄστρ', ὕδωρ, νέφη,

πῦρ. ταῦτα, κἂν ἑκατὸν ἔτη βιῶις, ἀεὶ

ὄψει παρόντα, κἂν ἐνιαυτοὺς σφόδρ' ὀλίγους·

σεμνότερα τούτων ἕτερα δ' οὐκ ὄψει ποτέ.

416b

πανήγυριν νόμισόν τιν' εἶναι τὸν χρόνον

ὅν φημι τοῦτον, τὴν ἐπιδημίαν ἄνω·

ὄχλος, ἀγορά, κλέπται, κυβεῖαι, διατριβαί.

ἂν πρῶιος ἀπίηις 〈καὶ〉 καταλύσεις βέλτιον.

ἐφόδι' ἔχων ἀπῆλθες ἐχθρὸς οὐδενί.

ὁ προσδιατρίβων δ' ἐκοπίασεν ἀπολέσας

κακῶς τε γηρῶν ἐνδεής που γίνεται

ῥεμβόμενος, ἐχθροὺς εὗρ', ἐπεβουλήθη ποθέν,

οὐκ εὐθανάτως ἀπῆλθεν ἐλθὼν εἰς χρόνον.

417

παύσασθε νοῦν ἔχοντες· οὐδὲν γὰρ πλέον

ἁνθρώπινος νοῦς ἐστιν, ἀλλ' ὁ τῆς Τύχης,

εἴτ' ἐστὶ τοῦτο πνεῦμα θεῖον εἴτε † νοῦς.

τοῦτ' ἔστι τὸ κυβερνῶν 〈ἅπαντα〉 καὶ στρέφον

καὶ σῶιζον, ἡ πρόνοια δ' ἡ θνητὴ καπνὸς

καὶ φλήναφος. πείσθητε, κοὐ μέμψεσθέ με.

πάνθ' ὅσα νοοῦμεν ἢ λέγομεν ἢ πράττομεν,

τύχη 'στιν, ἡμεῖς δ' ἐσμὲν ἐπιγεγραμμένοι.

451

{ΨΕΥΔΗΡΑΚΛΗΣ}

{〈Α〉} μάγειρ', ἀηδής μοι δοκεῖς εἶναι σφόδρα.

πόσας τραπέζας μέλλομεν ποεῖν τρίτον

ἤδη μ' ἐρωτᾶις. χοιρίδιον ἓν θύομεν,

ὀκτὼ ποήσοντες τραπέζας, δύο, μίαν,

τί σοὶ διαφέρει τοῦτο; παράθες † σημιαν.

{〈Β〉} οὐκ ἔστι κανδύλους ποεῖν οὐδ' οἷα σὺ

εἴωθας, εἰς ταὐτὸν καρυκεύειν μέλι,

σεμίδαλιν, ὠιά. πάντα γὰρ τἀναντία

νῦν ἐστιν· ὁ μάγειρος γὰρ ἐγχύτους ποεῖ,

πλακοῦντας ὀπτᾶι, χόνδρον ἕψει καὶ φέρει

μετὰ τὸ τάριχος, εἶτα θρῖον καὶ βότρυς·

ἡ δημιουργὸς δ' ἀντιπαρατεταγμένη

κρεάιδι' ὀπτᾶι καὶ κίχλας, τραγήματα.

ἔπειθ' ὁ δειπνῶν μὲν τραγηματίζεται,

μυρισάμενος δὲ καὶ στεφανωσάμενος πάλιν

〈σύμμεικτα〉 δειπνεῖ τὰ μελίπηκτα ταῖς κίχλαις.

538

μειράκιον, οὔ μοι κατανοεῖν δοκεῖς ὅτι

ὑπὸ τῆς ἰδίας ἕκαστα κακίας σήπεται,

καὶ πᾶν τὸ λυμαινόμενόν ἐστιν ἔνδοθεν.

οἷον ὁ μὲν ἰὸς τὸν σίδηρον, ἂν σκοπῆις,

τὸ δ' ἱμάτιον οἱ σῆτες, ὁ δὲ θρὶψ τὸ ξύλον.

σὲ δὲ τὸ κάκιστον τῶν κακῶν πάντων φθόνος

φθισικὸν πεπόηκε καὶ ποήσει καὶ ποεῖ,

ψυχῆς πονηρᾶς δυσσεβὴς παράστασις.

568

τίνι δεδούλωνται ποτέ;

ὄψει; φλύαρος· τῆς γὰρ αὐτῆς πάντες ἂν

ἤρων· κρίσιν γὰρ τὸ βλέπειν ἴσην ἔχει.

ἀλλ' ἡδονή τις τοὺς ἐρῶντας ἐπάγεται

συνουσίας; πῶς οὖν ἕτερος ταύτην ἔχων

οὐδὲν πέπονθεν ἀλλ' ἀπῆλθε καταγελῶν,

ἕτερος δ' ἀπόλωλε; καιρός ἐστιν ἡ νόσος

ψυχῆς, ὁ πληγεὶς δ' † εἴσω δὴ † τιτρώσκεται.

581

καὶ τοῦτον ἡμᾶς τὸν τρόπον γαμεῖν ἔδει

ἅπαντας, ὦ Ζεῦ σῶτερ, ὡς ὠνούμεθα,

οὐκ ἐξετάζειν μὲν τὰ μηθὲν χρήσιμα,

τίς ἦν ὁ πάππος ἧς γαμεῖ, τήθη δὲ τίς,

τὸν δὲ τρόπον αὐτῆς τῆς γαμουμένης, μεθ' ἧς

βιώσεται, μήτ' ἐξετάσαι μήτ' 〈 〉ιδεῖν·

ἀλλ' ἐπὶ τράπεζαν μὲν φέρειν τὴν προῖχ' ἵνα

εἰ τἀργύριον καλόν ἐστι δοκιμαστὴς ἴδηι,

ὃ πέντε μῆνας ἔνδον οὐ γενήσεται,

τῆς διὰ βίου δ' ἔνδον καθεδουμένης ἀεὶ

μὴ δοκιμάσασθαι μηδέν, ἀλλ' εἰκῆι λαβεῖν,

ἀγνώμον' ὀργίλην χαλεπήν, ἐὰν τύχηι

λάλον. περιάξω τὴν ἐμαυτοῦ θυγατέρα

τὴν πόλιν ὅλην· οἱ βουλόμενοι ταύτην λαβεῖν

λαλεῖτε, προσκοπεῖσθε πηλίκον κακὸν

λήψεσθ'· ἀνάγκη γὰρ γυναῖκ' εἶναι κακόν,

ἀλλ' εὐτυχής ἐσθ' ὁ μετριώτατον λαβών.

592

τοὺς τῆς γαμετῆς ὅρους ὑπερβαίνεις, γύναι,

διὰ τὴν λαλιάν· πέρας γὰρ αὔλειος θύρα

ἐλευθέραι γυναικὶ νενόμιστ' οἰκίας,

τὸ δ' ἐπιδιώκειν εἴς τε τὴν ὁδὸν τρέχειν

ἔτι λοιδορουμένην κυνός ἐστ' ἔργον, Ῥόδη

612

ἀπολεῖ με τὸ γένος. μὴ λέγ', εἰ φιλεῖς ἐμέ,

μῆτερ, ἐφ' ἑκάστωι τὸ γένος. οἷς ἂν τῆι φύσει

ἀγαθὸν ὑπάρχει μηδὲν οἰκεῖον προσόν,

ἐκεῖσε καταφεύγουσιν, εἰς τὰ μνήματα

καὶ τὸ γένος, ἀριθμοῦσίν τε τοὺς πάππους ὅσοι.

οὐδένα δ' ἔχοις ἰδεῖν ἂν οὐδ' εἰπεῖν ὅτωι

οὐκ εἰσὶ πάπποι· πῶς γὰρ ἐγένοντ' ἄν ποτε;

εἰ μὴ λέγειν δ' ἔχουσι τούτους διά τινα

τόπου μεταβολὴν ἢ φίλων ἐρημίαν,

τί τῶν λεγόντων εἰσὶ δυσγενέστεροι;

ὃς ἂν εὖ γεγονὼς ἦι τῆι φύσει πρὸς τἀγαθά,

κἂν Αἰθίοψ ἦι, μῆτέρ, ἐστιν εὐγενής.

Σκύθης τις; “ὄλεθρος.” ὁ δ' Ἀνάχαρσις οὐ Σκύθης;

614

ὁ μὲν Ἐπίχαρμος τοὺς θεοὺς εἶναι λέγει

ἀνέμους ὕδωρ γῆν ἥλιον πῦρ ἀστέρας,

ἐγὼ δ' ὑπέλαβον χρησίμους εἶναι θεοὺς

τἀργύριον ἡμῖν καὶ τὸ χρυσίον 〈⏑–〉

ἱδρυσάμενος τούτους γὰρ εἰς τὴν οἰκίαν,

εὖξαι τί βούλει· πάντα σοι γενήσεται,

ἀγρός, οἰκίαι, θεράποντες, ἀργυρώματα,

φίλοι, δικασταί, μάρτυρες. μόνον δίδου·

αὐτοὺς γὰρ ἕξεις τοὺς θεοὺς ὑπηρέτας.

620

ἅπαντα τὰ ζῶι' ἐστὶ μακαριώτερα

καὶ νοῦν ἔχοντα μᾶλλον ἀνθρώπων πολύ.

τὸν ὄνον ὁρᾶν ἔξεστι πρῶτα τουτονί·

οὗτος κακοδαίμων ἐστὶν ὁμολογουμένως.

τούτωι κακὸν δι' αὑτὸν οὐδὲν γίνεται,

ἃ δ' ἡ φύσις δέδωκεν, 〈αὐτὰ〉 ταῦτ' ἔχει.

ἡμεῖς δὲ χωρὶς τῶν ἀναγκαίων κακῶν

αὐτοὶ παρ' αὑτῶν ἕτερα προσπορίζομεν.

λυπούμεθ' ἂν πτάρηι τις· ἂν εἴπηι κακῶς,

ὀργιζόμεθ'· ἂν ἴδηι τις ἐνύπνιον, σφόδρα

φοβούμεθ'· ἂν γλαῦξ ἀνακράγηι, δεδοίκαμεν.

ἀγωνίαι δόξαι φιλοτιμίαι νόμοι,

ἅπαντα ταῦτ' ἐπίθετα τῆι φύσει κακά.

656

μὰ τὴν Ἀθηνᾶν, ἄνδρες, εἰκόν' οὐκ ἔχω

〈εὑρεῖν〉 ὁμοίαν τῶι γεγονότι πράγματι,

ζητῶν πρὸς ἐμαυτὸν τί ταχέως ἀπολλύει.

στρόβιλος; ἐν ὅσωι συστρέφεται, προσέρχεται,

προσέβαλεν, ἐξέτριψεν, αἰὼν γίνεται.

ἀλλ' ἐν πελάγει συγκλυσμός; ἀναπνοὴν ἔχει

“Ζεῦ Σῶτερ·” εἰπεῖν “ἀντέχου τῶν σχοινίων”,

ἑτέραν περιμεῖναι χἀτέραν τρικυμίαν·

ναυαγίου δ' ἂν ἐπιλάβοι', ἐγὼ δ' ἅπαξ

ἁψάμενός εἰμι καὶ φιλήσας ἐν βυθῶι.

714

[ὡς τοῖσιν εὖ φρονοῦσι σύμμαχος Τύχη.]

ἅπαντι δαίμων ἀνδρὶ συμπαρίσταται

εὐθὺς γενομένωι μυσταγωγὸς τοῦ βίου

ἀγαθός· κακὸν γὰρ δαίμον' οὐ νομιστέον

εἶναι βίον βλάπτοντα χρηστόν, οὐδ' ἔχειν

κακίαν, ἅπαντα δ' ἀγαθὸν εἶναι τὸν θεόν.

ἀλλ' οἱ γενόμενοι τοῖς τρόποις αὐτοὶ κακοὶ

πολλὴν δ' ἐπιπλοκὴν τοῦ βίου πεποημένοι

† εἰπάντα τὴν ἑαυτῶν ἀβουλίαν ἐκτρίψαντες †

ἀποφαίνουσι δαίμον' αἴτιον

καὶ κακὸν ἐκεῖνόν φασιν αὐτοὶ γεγονότες.

718

εἶτ' οὐ δικαίως προσπεπατταλευμένον

γράφουσι τὸν Προμηθέα πρὸς ταῖς πέτραις

καὶ γίνετ' αὐτῶι λαμπάς, ἄλλο δ' οὐδὲ ἓν

ἀγαθόν; ὃ μισεῖν οἶμ' ἅπαντας τοὺς θεούς,

γυναῖκας ἔπλασεν. ὦ πολυτίμητοι θεοί,

ἔθνος μιαρόν. γαμεῖ τις ἀνθρώπων, γαμεῖ;

λάθριοι τὸ λοιπὸν γὰρ ἐπιθυμίαι κακαί,

γαμηλίωι λέχει τε μοιχὸς ἐντρυφῶν

καὶ φαρμακεῖαι καὶ νόσων χαλεπώτατος

φθόνος, μεθ' οὗ ζῆι πάντα τὸν βίον γυνή.

722

〈σὺ δὲ δὴ〉 τί σύννους κατὰ μόνας σαυτῶι λαλεῖς

δοκεῖς τε παρέχειν ἔμφασιν λυπουμένου;

ἐμοὶ προσανάθου, λαβέ με σύμβουλον πόνων.

μὴ καταφρονήσηις οἰκέτου συμβουλίας.

πολλάκις ὁ δοῦλος τοὺς τρόπους χρηστοὺς ἔχων

τῶν δεσποτῶν ἐγένετο σωφρονέστερος.

εἰ δ' ἡ τύχη τὸ σῶμα κατεδουλώσατο,

ὅ γε νοῦς ὑπάρχει τοῖς τρόποις ἐλεύθερος.

740

εἰ γὰρ ἐγένου σύ, τρόφιμε, τῶν πάντων μόνος,

ὅτ' ἔτικτεν ἡ μήτηρ ς', ἐφ' ὧι τε διατελεῖν

πράσσων ἃ βούλει καὶ διευτυχῶν ἀεί,

καὶ τοῦτο τῶν θεῶν τις ὡμολόγησέ σοι,

ὀρθῶς ἀγανακτεῖς· ἔστι γάρ ς' ἐψευσμένος

ἄτοπόν τε πεπόηκ'· εἰ δ' ἐπὶ τοῖς αὐτοῖς νόμοις

ἐφ' οἷσπερ ἡμεῖς ἔσπασας τὸν ἀέρα

τὸν κοινόν, ἵνα σοι 〈καὶ〉 τραγικώτερον λαλῶ,

οἰστέον ἄμεινον ταῦτα καὶ λογιστέον.

τὸ δὲ κεφάλαιον τῶν λόγων· ἄνθρωπος εἶ,

οὗ μεταβολὴν θᾶττον πρὸς ὄγκον καὶ πάλιν

ταπεινότητα ζῶιον οὐδὲν λαμβάνει.

καὶ μάλα δικαίως· ἀσθενέστατον γὰρ ὂν

φύσει μεγίστοις οἰκονομεῖται πράγμασιν·

ὅταν πέσηι δέ, πλεῖστα συντρίβει καλά.

σὺ δ' οὔθ' ὑπερβάλλοντα, τρόφιμ', ἀπώλεσας

ἀγαθά, τὰ νυνί τ' ἐστι μέτριά σοι κακά.

ὥστ' ἀνὰ μέσον που καὶ τὸ λυπηρὸν φέρε.

745

“πῶς τὸ τραῦμα τοῦτ' ἔχεις;”

“μεσαγκύλωι.” “πῶς πρὸς θεῶν;” “ἐπὶ κλίμακι

πρὸς τεῖχος ἀναβαίνων.” ἐγὼ μὲν δεικνύω

ἐσπουδακώς, οἱ δὲ πάλιν ἐπεμυκτήρισαν.

754

παράδειγμα τοὺς Σύρους λαβέ·

ὅταν φάγως' ἰχθῦν ἐκεῖνοι, διά τινα

αὑτῶν ἀκρασίαν τοὺς πόδας, τὴν γαστέρα

οἰδοῦσιν· εἶτ' ἔλαβον σακίον, εἰς τὴν ὁδὸν

ἐκάθισαν αὑτοὺς ἐπὶ κόπρου καὶ τὴν θεὸν

ἐξιλάσαντο τῶι τεταπεινῶσθαι σφόδρα.

794,795

πάντες μὲν οἱ Θρᾶικες, μάλιστα δ' οἱ Γέται

ἡμεῖς ἁπάντων—καὶ γὰρ αὐτὸς εὔχομαι

ἐκεῖθεν εἶναι τὸ γένος—οὐ σφόδρ' ἐγκρατεῖς

ἐσμεν.

γαμεῖ γὰρ ἡμῶν οὐδὲ εἷς εἰ μὴ δέκ' ἢ

ἕνδεκα γυναῖκας· δώδεκ' ἢ πλείους τινές.

ἂν τέτταρας δ' ἢ πέντε γεγαμηκὼς τύχηι

καταστροφῆς τις, ἀνυμέναιος ἄθλιος

ἄνυμφος οὗτος ἀποκαλεῖτ' ἐν τοῖς ἐκεῖ.

Μενάνδρου ἃ εὑρίϲ(κεται)— — — — —ταδ[Ἀνδ[ρόγυνοϲἌγρ[οικοϲἈϲπίϲἈνεψιοίἉλιεύϲἌπιϲτοϲΑὑτὸν πενθῶνἈδελφοί α̅ β̅ἈνδρίαΑὑτὸν τιμωρο(ύμενοϲ)Ἀχαιοὶ ἢ Πελοπο(ννήϲιοι)ἉλαεῖϲΑὐλητρίδεϲ ἢ Ἀρρ(ηφόροϲ) Βοιωτία Γεωργόϲ Δύ[ϲ]κολοϲΔη]μιουργόϲΔει]ϲιδαίμων— — — — —ΧρυϲίϲΓοργία?[ϲΔάρδαν[οϲΖωγράφοϲΝαύκληροϲΞανθίαϲϹώϲτρατοϲϹιμίκηϹμικρίνηϲϹαμίαΧαιρέαϲΧαιρήμωνΦανοϲτράτηΧ]αρίϲιοϲΧαιρέϲτρατοϲΛάχηϲϹίκωνΓοργίαϲΔημ]έαϲΔάρδα]ν?οϲΚλεινίαϲΝαύκ[ληροϲΜένανδροϲΜοϲχίων{Ἄγροικοϲ}{Ἀδελφοί αʹ βʹ}{Ἁλαεῖϲ}{Ἁλιεύϲ}{Ἀνδρία}{Ἀνδρόγυνοϲ}{Ἀνεψιοί}{Ἄπιϲτοϲ}{Ἀρρηφόροϲ}{Ἀϲπίϲ}{Αὐλητρίδεϲ ἢ Ἀρρηφόροϲ}[ἐξ] Αὐλητρίδων ἡ δ' ἀνὰ μέϲον θραύουϲα | 〈 〉 τύχη λογιϲμὸν καὶ τὰ προϲδοκώμενα | οὐκ ἐκτελοῦϲ' ἀλλ' ἕτερα διανοου|μένη ὀρφανὰ ποιεῖ τὰ πάντα. |{Αὑτὸν πενθῶν}{Αὑτὸν τιμωρούμενοϲ} Β̅ Αὑτὸν [τιμωρούμενοϲ [οὗ ἀρχή·βραχ?[τε γεγο?ν?[αι ἐποιήθ[ηταύτηϲ ζη[τϲιϲ καὶ τὰ κα![περὶ πρεϲβ?υ?[τνουθετῶν τ?[μετερωμεν[αὐτὸν ο?υ?τ?![!αθ?!!![!ι?την![— — —{Ἀφροδίϲιον}{Ἀχαιοὶ ἢ Πελοποννήϲιοι}ΜΕΝΑΝΔΡΟΥ· ΑΧΑΙΟΙΜΕΝΑΝΔΡ[ΟΥ ἐ]ξ Ἀχαιῶν ἀλλ' ἐγύμναϲ' | ἡ τύχη τοῦτον πένητα καὶ ταπεινὸν | ἐν πόνοι[ϲ] ἵν' ἀναφέρηι τὰ λαμπρὰ | μεταβολῆϲ τυχών. |{Βοιωτία}{Γεωργόϲ}{Δάρδανοϲ}{Δειϲιδαίμων}{Δημιουργόϲ}{Δίδυμαι}{Δὶϲ ἐξαπατῶν} Δὶϲ ἐξαπατῶν ο[ὗ ἀρχή·πρὸϲ τῶν θεῶν, μειράκιο[ν!!!!!]![!!!!!]![!]ϲ?[— — — — — — — — — — — — — — ]![ ]η?ν Λυδέ ![ ]ειδεϲτηϲ[]ν· οἶμαι δε?[]ειν. τρ![]!!ω?![— — — — —]η?λθεϲ. {—} ου[]ζουϲ' οτ' ο![]υκειαϲεν[ ]ϲ' ἐντεῦθε[ν ]!αϲ. {—} ανε[— — — — —— — — —]!ωνεϲ![]!ε?υροϲ δοκ?[]μυϲον· ε[]![!]!δεκα[ ]δημητ?[ — — — — ε]λθων θ[]!ιν λαμβα[ν]αφειη τη?[]τοιϲ θεοῖϲ[ ]!ονεϲ δ' ι![ ]!ν?τον![— — — — —{Δύϲκολοϲ ἢ Μιϲάνθρωποϲ}ΔΥϹΚΟΛΟΥ ΜΕ #!!! καὶ? !⸥!!!!]!!![!!! τὸ λο⸥ιπὸν] ἐγγυᾶν [!! ἐπανέ?⸥νεγ]κ?ε ταῦτα [!]ω?ϲ?τ?[!]![ ]τοιγαρ⸤οῦν !!! !!![ τῶ]ν θεῶ⸤ν !!! !!! πλ?[ή]θ?⸤η !!! !!! Καλλιππίδ⸥ηϲ !!! γ' ⸥ἀνήρ Καλλιππ⸥ίδηϲ Γοργ⸥ία[ϲ χρ]ῆ?ϲ?θ?[αι ἐ]πικουρ?[εῖν δύν⸥ηι πλεί?[ϲτου]ϲ?ἀθανατόν⸥ ποτ' ἐ[ϲτι ἔϲται τ⸥αὐ[τὸ{Ἐγχειρίδιον} ΕΝΧΕΙΡΙΔΙΟΥ· ΜΕΡΟϹ· Δ·ϹΤΡΑΤΩΝ ΚΕΡΔΩΝ ΔΕΡϹΙΠΠΟϹ ]ν[!]υ?τοϲ ἢ καλῶ ]τω πληϲίον ]πανδοκ[ε]ίωι μανθάνω ]μ?αι τιϲ[!]ε?ϲ?τ' ἰδεῖν ]καὶ χορτάζεται ]ονειτ' Αἰγυπτίουϲ ]αλλ' ἐῶ τοῦ πράγματοϲ ]οἶδα πάντα μοι τὸ(ν) Ϲτράτωνα ]α? πιϲτεῦϲαι δὲ δεῖ {ΔΩΡΙϹ} ] {—} τάλαν, τοιαῦτα δ' ἂν ]ν? αὐτὴν εἰδέναι {ΚΕΡΔ(ΩΝ)}