The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, ed. A. Körte and A. Thierfelder, Menandri quae supersunt, vol. 2, 2nd edn., Leipzig: Teubner, 1959: 14–251, 267–271, 295, 298.
CTS identifier
urn:cts:greekLit:tlg0541.tlg045.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

3-13t

{Ἀδελφοὶ βʹ}

3

χὢ μακάριόν φα〈σιν〉, γυναῖκ' οὐ λαμβάνω.

5

εἰ δ' ἔστιν οὗτος τὴν κόρην 〈ὁ〉 διεφθορώς.

6

ἔργον εὑρεῖν συγγενῆ

πένητός ἐστιν· οὐδὲ εἷς γὰρ ὁμολογεῖ

αὑτῷ προσήκειν τὸν βοηθείας τινὸς

δεόμενον, αἰτεῖσθαι γὰρ ἅμα τι προσδοκᾷ.

7

οὐ παντελῶς δεῖ τοῖς πονηροῖς ἐπιτρέπειν,

ἀλλ' ἀντιτάττεσθ'· εἰ δὲ μή, τἄνω κάτω

ἡμῶν ὁ βίος λήσει μεταστραφεὶς ὅλος.

8*

πρὸς ἅπαντα δειλὸν ὁ πένης ἐστὶ γὰρ

καὶ πάντας αὑτοῦ καταφρονεῖν ὑπολαμβάνει.

ὁ γὰρ μετρίως πράττων περισκελέστερον

ἅπαντα τἀνιαρά, Λαμπρία, φέρει.

10

κοινὰ 〈γὰρ〉 τὰ τῶν φίλων.

11*

ἐγὼ δ' ἄγροικος, ἐργάτης, σκυθρός, πικρός,

φειδωλός.

12

τί πολλὰ τηρεῖν πολλὰ δεῖ δεδοικότα;

13

θεός ἐστι τοῖς χρηστοῖς ἀεὶ

ὁ νοῦς γάρ, ὡς ἔοικεν, ὦ σοφώτατοι.

t,ante 14

{ΑΛΑΕΙΣ}

14-29t

{ΑΛΙΕΥΣ}

14

ὁ πρῶτος εὑρὼν διατροφὴν πτωχῷ τέχνην

πολλοὺς ἐποίησεν ἀθλίους· ἁπλοῦν γὰρ ἦν

τὸν μὴ δυνάμενον ζῆν ἀλύπως ἀποθανεῖν.

15

ὡς δὲ τὴν ἄκραν

κάμπτοντας ἡμᾶς εἶδον, ἐμβάντες ταχὺ

ἀνηγάγοντο.

16

ἐκλελάκτικεν

ὁ χρηστὸς ἡμῖν μοιχός· ἀλλ' ἀντάλλαγος

17

δύ' οἰκίας

φηλῶν γερόντων, ὡς λέγεις, ἀβελτέρων.

18

χαλεπόν γε θυγάτηρ κτῆμα καὶ δυσδιάθετον.

19

δύναται τὸ πλουτεῖν καὶ φιλανθρώπους ποιεῖν.

20

καὶ χρυσολαβὲς καλὸν πάνυ

ἐγχειρίδιον.

21-22-23

παχὺς γὰρ ὗς ἔκειτ' ἐπὶ στόμα.

ἐτρύφησεν, ὥστε μὴ πολὺν τρυφᾶν χρόνον.

ἴδιον ἐπιθυμῶν μόνος μοι θάνατος οὗτος φαίνεται

εὐθάνατος, ἔχοντα πολλὰς χολλάδας κεῖσθαι παχὺν

ὕπτιον, μόλις λαλοῦντα καὶ τὸ πνεῦμ' ἔχοντ' ἄνω,

ἐσθίοντα καὶ λέγοντα ‘σήπομ' ὑπὸ τῆς ἡδονῆς.’

24

εὐποροῦμεν, οὐδὲ μετρίως· ἐκ Κυΐνδων χρυσίον,

Περσικαὶ στολαὶ δ' ἐκεῖναι πορφυρᾶ τε στρώματα

ἔνδον ἔστ', ἄνδρες, ποτήρι' 〈Ἰν〉δι〈κ〉ά 〈τε〉 τορεύματα

κἀκτυπωμάτων πρόσωπα, τραγέλαφοι, λαβρώνια.

25

καὶ θάλαττα βορβορώδης, ἣ τρέφει θύννον μέγαν.

26

ἀναπετῶ τουτὶ προσελθὼν κοὐκ ἀνέξομ' οὐκέτι.

27

ἀμφιβλήστρῳ περιβάλλεται

28

ἡδυλίζειν

30-32t

{ΑΝΑΤΙΘΕΜΕΝΗ}

30

Ἀράβιον ἆρ' ἐγὼ κεκίνηκ' ἄγγελον.

33-45t*

{ΑΝΔΡΙΑ}

33

νῦν δ' οὐ λέληθάς με ...

34

εὑρετικὸν εἶναί φασι τὴν ἐρημίαν

οἱ τὰς ὀφρῦς αἴροντες.

35

Ἄρτεμι

36

Λούσατ' αὐτὴν αὐτίκα.

37

καὶ τεττάρων

ᾠῶν μετὰ τοῦτο, φιλτάτη, τὸ νεόττιον.

38

τί ποτ' ἀκούσομαι;

39

ἂν θεὸς θέλῃ,

οὐκ ἂν ἀπολοίμην.

40

ἀ]πὸ Λοξίου σὺ μυρρίνας

...........

42

οὕτως αὐτός ἐστιν.

43

τὸ δ' ἐρᾶν ἐπισκοτεῖ

ἅπασιν, ὡς ἔοικε, καὶ τοῖς εὖ λόγῳ

καὶ τοῖς κακῶς ἔχουσιν.

45*

ζῶμεν γὰρ οὐχ ὡς θέλομεν, ἀλλ' ὡς δυνάμεθα.

46-52t

{ΑΝΔΡΟΓΥΝΟΣ Η ΚΡΗΣ}

46

τὰ προσπεσόντα προσδοκᾶν ἅπαντα δεῖ

ἄνθρωπον ὄντα· παραμένει γὰρ οὐδὲ ἕν.

47

πλήσας † γὰρ ἔφθειρ' ἐκ παρατάξεώς ποθεν

τὰς ἐν Λαμίᾳ πάσας.

48

τὸ γὰρ σύνηθες οὐδαμοῦ παροπτέον.

49

μαρτύρομαι τὸν φίλιον, ὦ Κράτων, Δία.

50

Μυσῶν ἔσχατος

πολέμιος

t,ante 53

{[ΑΝΕΧΟΜΕΝΟΣ]}

53-57t

{ΑΝΕΨΙΟΙ}

53

φύσει γάρ ἐστ' ἔρως

τοῦ νουθετοῦντος κωφόν· ἅμα δ' οὐ ῥᾴδιον

νεότητα νικᾶν ἐστι καὶ θεὸν λόγῳ.

54

εὐδαιμονία τοῦτ' ἔστιν, υἱὸς νοῦν ἔχων,

ἀλλὰ θυγάτηρ κτῆμ' ἐστὶν ἐργῶδες πατρί.

55

〈οἶς'〉 εἰσιὼν

πανόν, λύχνον, λυχνοῦχον, ὅ τι πάρεστι· φῶς

μόνον πολὺ ποίει.

56

ὁ φανός ἐστι μεστὸς ὕδατος οὑτοσί·

δεῖ τ' οὐχὶ σείειν, ἀλλ' ἀποσείειν αὐτόθεν.

57

τὰ κακῶς τρέφοντα χωρί' ἀνδρείους ποιεῖ.

58t

{ΑΠΙΣΤΟΣ}

58

ᾤμην, εἰ τὸ χρυσίον λάβοι

ὁ γέρων, θεράπαιναν εὐθὺς ἠγορασμένην

ἅβραν ἔσεσθαι.

59-67t

{ΑΡΡΗΦΟΡΟΣ Η ΑΥΛΗΤΡΙΣ}

59

{{Α.}} οὐ γαμεῖς, ἂν νοῦν ἔχῃς,

τοῦτον καταλείπων τὸν βίον· γεγάμηκα γὰρ

αὐτός· διὰ τοῦτό σοι παραινῶ μὴ γαμεῖν.

{{Β.}} δεδογμένον τὸ πρᾶγμ'· ἀνερρίφθω κύβος.

{{Α.}} πέραινε, σωθείης δέ· νῦν ἀληθινὸν

εἰς πέλαγος αὑτὸν ἐμβαλεῖς γὰρ πραγμάτων,

οὐ Λιβυκὸν οὐδ' Αἰγαῖον 〈οὐδὲ .....〉,

οὗ τῶν τριάκοντ' οὐκ ἀπόλλυται τρία

πλοιάρια· γήμας δ' οὐδὲ εἷς σέσωσθ' ὅλως.

60

ἐὰν δὲ κινήσῃ μόνον τὴν Μυρτίλην

ταύτην τις, ἢ τίτθην καλῇ, πέρας 〈οὐ〉 ποιεῖ

λαλιᾶς· τὸ Δωδωναῖον ἄν τις χαλκίον,

ὃ λέγουσιν ἠχεῖν, ἂν παράψηθ' ὁ παριών,

τὴν ἡμέραν ὅλην, καταπαύσαι θᾶττον ἢ

ταύτην λαλοῦσαν· νύκτα γὰρ προσλαμβάνει.

61

πάντας μεθύσους τοὺς ἐμπόρους

ποεῖ τὸ Βυζάντιον· ὅλην ἐπίνομεν

τὴν νύκτα διὰ σὲ καὶ σφόδρ' ἄκρατόν μοι δοκῶ·

ἀνίσταμαι γοῦν τέτταρας κεφαλὰς ἔχων.

62

τὰ πατρῷα μὲν ποιεῖ καιρός ποτε

ἀλλότρια, σῴζει δ' αὐτά που τὰ σώματα.

βίου δ' ἔνεστιν {μί'} ἀσφάλει' ἐν ταῖς τέχναις.

63

{{Α.}} ἑλλέβορον ἤδη πώποτ' ἔπιες, Σωσία;

{{ΣΩ.}} ἅπαξ. {Α.} πάλιν νῦν πῖθι· μαίνει γὰρ κακῶς.

64*

πάντ' ἐστὶ τῷ καλῷ λόγῳ

ἱερόν· ὁ νοῦς γάρ ἐστιν ὁ λαλήσων θεός.

65

ὦ τρισκατάρατε, ζωπύρει τοὺς ἄνθρακας.

66

ἀνδρὸς χαρακτὴρ ἐκ λόγου γνωρίζεται.

67

ἢ χαλκοῦν μέγα

ὁλκεῖον.

68-76t

{ΑΣΠΙΣ}

68

ὦ τρισάθλιοι

〈οὗτοι〉, τί πλέον ἔχουσι τῶν ἄλλων; βίον

ὡς οἰκτρὸν ἐξαντλοῦσιν οἱ τὰ φρούρια

τηροῦντες, ἢ τὰς ἀκροπόλεις κεκτημένοι.

εἰ πάντας ὑπονοοῦσιν οὕτω ῥᾳδίως

ἐγχειρίδιον ἔχοντας αὑτοῖς προσιέναι,

οἵαν δίκην διδόασιν.

69

ὃ βούλεται γὰρ μόνον ὁρῶν καὶ προσδοκῶν

ἀλόγιστος ἔσται τῆς ἀληθείας κριτής.

70

στρατιώτην, Σμικρίνη, σωτηρίας

ἔστ' ἔργον εὑρεῖν πρόφασιν, ὀλέθρου δ' εὔπορον.

71

πολλοὶ γὰρ ἐκλελοιπότες

τὸν χάρακα τὰς κώμας ἐπόρθουν.

72

ἔχων τὴν ἀσπίδα

ἔκειτο συντετριμμένην.

73

Ἑλληνίς, οὐκ Ἰβηρίς.

76

κανδύτανες (?)

t,ante 77

{ΑΥΛΗΤΡΙΣ}

77-78t

{ΑΥΤΟΝ ΠΕΝΘΩΝ}

77

τυφλὸν ὁ πλοῦτος καὶ τυφλοὺς

〈τοὺς〉 ἐμβλέποντας εἰς ἑαυτὸν δεικνύει.

78

στεφανοῦν

t,ante 79

{ΑΥΤΟΝ ΤΙΜΩΡΟΥΜΕΝΟΣ}

79-81t

{ΑΦΡΟΔΙΣΙΟΣ}

79

ἀλλ' ὅταν ἐρῶντα νοῦν ἔχειν τις ἀξιοῖ,

παρὰ τίνι τἀνόητον οὗτος ὄψεται;

80

ἐκφυγοῦσα δ' ἣν εἶχεν νόσον

οὐκ ἔσχε τοὺς ῥηθέντας ἀναθέσθαι λόγους.

81

εἰ τὰς ἀληθείας ἁπλῶς τίς σοι λέγει.

t,ante 82

{ΑΧΑΙΟΙ ?}

82-86t

{ΒΟΙΩΤΙΑ}

82

οὐ δεῖ διαβολῆς καταφρονεῖν, οὐδ' ἂν σφόδρ' ᾖ

ψευδής· ἐπίσταντ' αὐξάνειν αὐτήν τινες,

δι' οὓς φυλάττεσθαι τὰ τοιαῦτ' ὀρθῶς ἔχει.

83

πολλὰ δύσκολα

εὕροις ἂν ἐν τοῖς πᾶσιν· ἀλλ' εἰ πλείονα

τὰ συμφέροντ' ἔνεστι, τοῦτο δεῖ σκοπεῖν.

84

πλοῦτος δὲ πολλῶν ἐπικάλυμμ' ἐστὶν κακῶν.

85

οὐκ ἔστιν ἑκτεὺς τοῦτο, μὰ τὸν Ἀσκληπιόν.

86

πεντεκτένους μὲν καὶ περίνησα πορφυρᾶ.

t,ante 87

{ΓΕΩΡΓΟΣ}

87*t

{ΓΛΥΚΕΡΑ}

87*

Γλυκέρα, τί κλάεις; ὀμνύω σοι τὸν Δία

τὸν Ὀλύμπιον καὶ τὴν Ἀθηνᾶν, φιλτάτη,

ὀμωμοκὼς καὶ πρότερον ἤδη πολλάκις.

88-92t

{ΔΑΚΤΥΛΙΟΣ}

88

πῶς ὁ κακοδαίμων ἔφη,

ὡς οὐκ ἂν ἐκδοίη θυγατέρας ἄσμενος,

καὶ ταῦτα πεντήκοντα παιδίσκας ἔχων;

89

οἰκόσιτον νυμφίον

οὐδὲν δεόμενον προικὸς ἐξευρήκαμεν.

90

ἀνεμιαῖον ἐγένετο.

93-96t

{ΔΑΡΔΑΝΟΣ}

93

καὶ λαιμὰ βακχεύει λαβὼν τὰ χρήματα.

94

Δρύα παῖ, δειπνοποιεῖσθαι τί δεῖ;

97-99t

{ΔΕΙΣΙΔΑΙΜΩΝ}

97

〈οὕτω, Λάχης,〉 ἀγαθόν τί μοι

γένοιτο— 〈{Β.} τί λέγεις;〉 {Α.} ὦ πολυτίμητοι θεοί·

ὑποδούμενος τὸν ἱμάντα 〈γὰρ〉 τῆς δεξιᾶς

ἐμβάδος ἀπέρρηξ'. {Β.} εἰκότως, ὦ φλήναφε·

σαπρὸς γὰρ ἦν, σὺ δὲ μικρολόγος 〈ἄρ'〉 οὐ θέλων

καινὸν πρίασθαι.

98

οὐ δεῖ γὰρ ἀδικεῖν οἰκέτας, ἄλλως τε καὶ

ὅταν μετ' εὐνοίας τι μὴ πονηρίᾳ

πταίσωσιν· αἰσχρόν ἐστι τοῦτο γὰρ πάνυ.

98a

καὶ τυφλῷ δῆλον

100-103t

{ΔΗΜΙΟΥΡΓΟΣ}

100

τί τοῦτο, παῖ; διακονικῶς γάρ, νὴ Δία,

προελήλυθας. {Β.} ναί· μάττομεν γὰρ πέμματα

τὴν νύκτα τ' ἠγρυπνήκαμεν· καὶ νῦν ἔτι

ἀποίητα πάμπολλ' ἐστὶν ἡμῖν.

101

μακάριος ὅστις οὐσίαν καὶ νοῦν ἔχει·

χρῆται γὰρ οὗτος εἰς ἃ δεῖ ταύτῃ καλῶς.

104-108t

{ΔΙΔΥΜΑΙ}

104

συμπεριπατήσεις γὰρ τρίβων' ἔχους' ἐμοί,

ὥσπερ Κράτητι τῷ κυνικῷ ποθ' ἡ γυνή.

105-106

ὄρνεις φέρων ἐλήλυθα...............

ὄρνιθας ἀποστέλλει.

109-114*t

{ΔΙΣ ΕΞΑΠΑΤΩΝ}

109

βουληφόρως

〈τὴν〉 ἡμετέραν, 〈ὦ〉 Δημέα, προκατέλαβες

ὅρασιν.

110

ἐμοὶ παράστα· τὴν θύραν κόψας ἐγὼ

καλῶ τιν' αὐτῶν.

111

ὃν οἱ θεοὶ φιλοῦσιν ἀποθνῄσκει νέος.

112

οὐ Μεγάβυζος ἦν,

ὅστις γένοιτο ζάκορος.

113*

περιττὸν ἄχθος ὄντα γῆς, ὡς εἶπέ τις.

114*

νῦν δ' ἔλπομαι μέν, ἐν θεῷ γε μὴν τέλος.

115-126t

{ΔΥΣΚΟΛΟΣ}

115

τῆς Ἀττικῆς νομίζετ' εἶναι τὸν τόπον

Φυλήν, τὸ Νυμφαῖον δ' ὅθεν προέρχομαι

Φυλασίων.

116

περὶ χρημάτων λαλεῖς, ἀβεβαίου πράγματος.

εἰ μὲν γὰρ οἶσθα ταῦτα παραμενοῦντά σοι

εἰς πάντα τὸν χρόνον, φύλαττε μηδενὶ

ἄλλῳ μεταδιδούς, αὐτὸς ὢν δὲ κύριος.

εἰ μὴ δὲ σαυτοῦ, τῆς Τύχης δὲ πάντ' ἔχεις,

τί ἂν φθονοίης, ὦ πάτερ, τούτων τινί;

αὐτὴ γὰρ ἄλλῳ, τυχὸν ἀναξίῳ τινί,

παρελομένη σοῦ πάντα προσθήσει πάλιν.

διόπερ ἔγωγέ φημι δεῖν, ὅσον χρόνον

εἶ κύριος, χρῆσθαί σε γενναίως, πάτερ,

αὐτόν, ἐπικουρεῖν πᾶσιν, εὐπόρους ποιεῖν

ὡς ἂν δύνῃ πλείστους διὰ σαυτοῦ· τοῦτο γὰρ

ἀθάνατόν ἐστι, κἄν ποτε πταίσας τύχῃς,

ἐκεῖθεν ἔσται ταὐτὸ τοῦτό σοι πάλιν.

πολλῷ δὲ κρεῖττόν ἐστιν ἐμφανὴς φίλος

ἢ πλοῦτος ἀφανής, ὃν σὺ κατορύξας ἔχεις.

117

ὡς θύουσι δ' οἱ τοιχωρύχοι

κοίτας φέροντες, σταμνί', οὐχὶ τῶν θεῶν

ἕνεκ' ἀλλ' ἑαυτῶν. ὁ λιβανωτὸς εὐσεβὴς

καὶ τὸ πόπανον· τοῦτ' ἔλαβεν ὁ θεὸς ἐπὶ τὸ πῦρ

ἅπαν ἐπιτεθέν. οἱ δὲ τὴν ὀσφὺν ἄκραν

καὶ τὴν χολήν, ὅτι ἔστ' ἄβρωτα, τοῖς θεοῖς

ἐπιθέντες αὐτοὶ τἄλλα καταπίνουσι ....

118

οὐδὲ εἷς

μάγειρον ἀδικήσας ἀθῷος διέφυγεν

ἱεροπρεπής πώς ἐστιν ἡμῶν ἡ τέχνη.

119

οὐδενὸς χρὴ πράγματος

τὸν εὖ πονοῦνθ' ὅλως ἀπογνῶναί ποτε·

ἁλωτὰ γίνετ' ἐπιμελείᾳ καὶ πόνῳ

ἅπαντα.

120

τί φὴς ἰδὼν ἔνθεν γε πᾶς δ' ἐλευθερῶν †

ἀπῆλθες εὐθὺς ὡς ταχύ.

121

σιωπῇ φασι τούτῳ τῷ θεῷ

οὐ δεῖν προσιέναι.

122

οὐκ ἔνεστ' ἴσως φυγεῖν

οἰκειότητα, Δᾶε.

123

οὐ πῦρ γὰρ αἰτῶν, οὐδὲ λοπάδ' αἰτούμενος.

124

ὦ δυστυχής, τί οὐ καθεύδεις;

125

εὑρηκὸς κἀγὼ τούτου τέχνην †

t,ante 127

{ΕΑΥΤΟΝ ΠΕΝΘΩΝ}

127-135t

{ΕΑΥΤΟΝ ΤΙΜΩΡΟΥΜΕΝΟΣ}

127

πρὸς τῆς Ἀθηνᾶς, δαιμονᾷς, γεγονὼς ἔτη

τοσαῦθ'· ὁμοῦ γάρ ἐστιν ἑξήκοντά σοι,

〈ὡς ὑπονοῶ〉· καὶ τῶν Ἅλῃσι χωρίον

κεκτημένος κάλλιστον εἶ, νὴ τὸν Δία,

ἐν τοῖς τρισίν γε, καὶ τὸ μακαριώτατον,

ἄστικτον.

128

λουτρόν, θεραπαίνας, 〈στρώματ'〉, ἀργυρώματα.

129

ἐξ ἱσταρίου δ' ἐκρέματο φιλοπόνως πάνυ.

130

καὶ θεραπαινὶς ἦν μία·

αὕτη συνύφαινεν ῥυπαρῶς διακειμένη.

131

πᾶς πατὴρ μῶρος.

132

οἴκοι μένειν χρὴ καὶ μένειν ἐλεύθερον,

ἢ μηκέτ' εἶναι τὸν καλῶς εὐδαίμονα.

133

ἐγὼ μετ' ἄριστον γὰρ ὡς ἀμυγδάλας

παρέθηκα καὶ τῶν ῥοιδίων ἐτρώγομεν.

134

ταῦτά σοι καὶ Πύθια καὶ Δήλια

135

ἀλλ' ἢν χιτών σοι.

136-141t

{ΕΓΧΕΙΡΙΔΙΟΝ}

136

οὐχ ὅθεν ἂν ᾤμην ἠτύχηκα· πάντα δὲ

τὰ μηδὲ προσδοκώμεν' ἔκστασιν φέρει.

137

τοῦ δ' ἆρ' ὁ Κωρυκαῖος ἠκροάζετο.

138

〈πίε〉. {Β.} πιεῖν ἀναγκάσω

τὴν ἱερόσυλον πρῶτα.

139

ὡς σεμνὸς ὁ Σάραπις θεός.

141

ὑπὲρ ὄνου σκιᾶς.

142-147t

{ΕΜΠΙΜΠΡΑΜΕΝΗ}

142

ἐξώλης ἀπόλοιθ' ὅστις ποτὲ

ὁ πρῶτος ἦν γήμας, ἔπειθ' ὁ δεύτερος,

εἶθ' ὁ τρίτος, εἶθ' ὁ τέταρτος, εἶθ' ὁ μεταγενής.

143

τρία γάρ ἐστι, δέσποτα,

δι' ὧν ἅπαντα γίνετ', ἢ κατὰ 〈τοὺς〉 νόμους,

ἢ ταῖς ἀνάγκαις, ἢ 〈τὸ〉 τρίτον ἔθει τινί.

144

ἐφ' ᾧ φρονεῖς μέγιστον, ἀπολεῖ τοῦτό σε,

τὸ δοκεῖν τιν' εἶναι· καὶ γὰρ ἄλλους μυρίους.

145

ὡς ἀγαθόν ἐστι πρᾶγμα τὸ γενέσθαι τινὸς

πατέρα.

146-147

καὶ νῦν ὑπὲρ τούτων συνάγουσι κατὰ μόνας.

ἐπλήρωσέν τε τὸ συναγώγιον.

148-151t

{ΕΠΑΓΓΕΛΛΟΜΕΝΟΣ}

148

τὸ σὸν ταπεινόν, ἂν σὺ σεμνύνῃ, καλὸν

ἔξω φανεῖται, φίλ' ἄνερ· ἂν δ' αὐτὸς ποιῇς

ταπεινὸν αὐτὸ καὶ τιθῇς ἐν μηδενί,

οἰκεῖος οὗτος κατάγελως νομίζεται.

149

τὰ γὰρ τολμηρὰ τῶν ὄχλων † ἔχει

ἐν τοῖς λόγοις μὲν τὰς ἐπιδείξεις δυσκόλους·

ἐν τῷ δὲ πράττειν, ἂν λάβῃ〈ς〉 τὸν καιρὸν εὖ,

τἀπροσδόκητον τὴν τέχνην ἐξηύρατο.

150

τοῖς ἀναιδέσι〈ν〉 βοηθεῖ γὰρ λόγοις τοῦθ' ἓν μόνον,

ἂν βραχεῖς αὐτοὺς ποῇ τις τόν τε καιρὸν εὖ λάβῃ.

151

εἰς τὸ δέον.

152-160t

{ΕΠΙΚΛΗΡΟΣ}

152

ἆρ' ἐστὶ πάντων ἀγρυπνία λαλίστατον;

ἐμὲ γοῦν ἀναστήσασα δευρὶ προάγεται

λαλεῖν ἀπ' ἀρχῆς πάντα τὸν ἐμαυτοῦ βίον.

153

ὥσπερ τῶν χορῶν

οὐ πάντες ᾄδους', ἀλλ' ἄφωνοι δύο τινὲς

ἢ τρεῖς παρεστήκασι πάντων ἔσχατοι

εἰς τὸν ἀριθμόν, καὶ τοῦθ' ὁμοίως πως ἔχει·

χώραν κατέχουσι, ζῶσι δ' οἷς ἔστιν βίος.

154

ἢ δεῖ μόνον

ζῆν ἢ γενόμενον πατέρα παίδων ἀποθανεῖν·

οὕτω τὸ μετὰ ταῦτ' ἐστὶ τοῦ βίου πικρόν.

155-156

ἀλεκτρυών τις ἐκεκράγει μέγα.

〈ὁ δ' εὐθύς·〉 οὐ σοβήσετ' ἔξω, φησί, τὰς

ὄρνις ἀφ' ἡμῶν;

αὕτη ποτ' ἐξεσόβησε τὰς ὄρνις μόλις.

157

τί δ' ἂν ἔχοι νεκρὸς

ἀγαθόν, ὅπου γ' οἱ ζῶντες ἔχομεν οὐδὲ ἕν;

158

ὅρα σὺ καὶ φρόντιζε κἀπόστα βραχύ.

159

οὔπω σοι πεπίστευμαι;

t,ante 161

{ΕΠΙΤΡΕΠΟΝΤΕΣ}

161-170t

{ΕΥΝΟΥΧΟΣ}

161

ἀλλὰ τί ποήσω;

162

μὴ θεομάχει μηδὲ προσάγου τῷ πράγματι

χειμῶνας ἑτέρους, τοὺς δ' ἀναγκαίους φέρε.

163

οὑτοσὶ δὲ γαλεώτης γέρων.

164

πάντα τὰ ζητούμενα

δεῖσθαι μερίμνης φασὶν οἱ σοφώτεροι.

166

συστομώτερος σκάφης.

171-176t

{ΕΦΕΣΙΟΣ}

171

ἐγὼ μὲν ἤδη μοι δοκῶ, νὴ τοὺς θεούς,

ἐν τοῖς κύκλοις ἐμαυτὸν ἐκδεδυκότα

ὁρᾶν κύκλῳ τρέχοντα καὶ πωλούμενον.

172-173

ἐπ' ἀρίστῳ λαβὼν

ὀψάριον.

τῶν ἰχθυοπωλῶν ἀρτίως τις τεττάρων

δραχμῶν ἐτίμα κωβιούς. {Β.} 〈πολλοῦ〉 σφόδρα.

174

παρέσομαι γὰρ ἕνδυο.

175

ἔσχατος Μυσῶν.

176

Τενέδιος ἄνθρωπος.

177-184t

{ΗΝΙΟΧΟΣ}

177

ἀλλὰ θεὸς οὐδεὶς εἰς τὸ προκόλπιον φέρει

ἀργύριον, ἀλλ' ἔδωκεν εὔνους γενόμενος

πόρνης βουλὴν † ἔδειξεν εὐπορίας τινός,

ἣν ἂν παρῇς 〈σύ〉, μηκέτ' αἰτιῶ θεόν,

ἤδη δὲ τῇ σαυτοῦ ζυγομάχει μαλακίᾳ.

178

οὐθείς μ' ἀρέσκει περιπατῶν ἔξω θεὸς

μετὰ γραός, οὐδ' εἰς οἰκίας παρεισιὼν

ἐπὶ τοῦ σανιδίου· τὸν δίκαιον δεῖ θεὸν

οἴκοι μένειν σῴζοντα τοὺς ἱδρυμένους.

179

ἐλεεῖν δ' ἐκεῖνος ἔμαθεν εὐτυχῶν μόνος.

ὁ χρηστός, ὡς ἔοικε, καὶ χρηστοὺς ποιεῖ.

μί' ἐστὶν ἀρετὴ τἄτοπον φεύγειν ἀεί.

180

τὸν παῖδα δ' οὐ † δίδομεν,

ἀλλ' ἁρπάγην αὐτῷ κατασκευάζομεν.

181

ὧν δὲ μὴ αἴτιος τρόπος,

τά γ' ἀπὸ τῆς τύχης φέρειν δεῖ γνησίως τὸν εὐγενῆ.

t,ante 185

{ΗΡΩΣ}

185-191t

{ΘΑΙΣ}

185

ἐμοὶ μὲν οὖν ἄειδε τοιαύτην, θεά,

θρασεῖαν, ὡραίαν δὲ καὶ πιθανὴν ἅμα,

ἀδικοῦσαν, ἀποκλείουσαν, αἰτοῦσαν πυκνά,

μηθενὸς ἐρῶσαν, προσποιουμένην δ' ἀεί.

186

ὁ ἀκρατής,

ἄγγαρος, ὄλεθρος· ἡδέως ἄν μοι δοκῶ

ὅμως πεπονθὼς ταῦτα νῦν ταύτην ἔχειν.

187

φθείρουσιν ἤθη χρήσθ' ὁμιλίαι κακαί.

188

κατὰ μυὸς ὄλεθρον.

189

Ἄρης τύραννος.

190

πτωχότερος κίγκλου.

t,ante 192

{ΘΕΟΦΟΡΟΥΜΕΝΗ}

192-197t

{ΘΕΤΤΑΛΗ}

192

καὶ τὸ κεράμιον

ἀνέῳχας· ὄζεις, ἱερόσυλ', οἴνου πολύ.

193

μικρά γε πρόφασίς ἐστι τοῦ πρᾶξαι κακῶς.

194

εὐθυμία, Τίβειε, τὸν δοῦλον τρέφει.

195

ἔλυς' ἐμαυτόν, εἶτ' ἀπέδραν μόνος.

196

ὁλόκληρος οὗτός σοι, ξένε.

197

λύχνων ἁφάς.

198-202t

{ΘΗΣΑΥΡΟΣ}

198

εἶτ' οὐ μέγιστός ἐστι τῶν θεῶν Ἔρως

καὶ τιμιώτατός γε τῶν πάντων πολύ;

οὐδεὶς γὰρ οὕτως ἐστὶ φειδωλὸς σφόδρα

ἄνθρωπος οὐδ' οὕτως ἀκριβὴς τοὺς τρόπους,

ὃς οὐχὶ τούτῳ μερίδα τῷ θεῷ νέμει

τῆς οὐσίας· ὅσοις μὲν οὖν πρᾴως ἔχει,

νέοις ἔτ' οὖσι τοῦτο προστάττει ποεῖν·

οἱ δ' εἰς τὸ γῆρας ἀναβολὰς ποιούμενοι

οὗτοι προσαποτίνουσι τοῦ χρόνου τόκους.

199

ὅταν δ' ἐρῶντος τόλμαν ἀφέλῃς, οἴχεται,

εἰς τοὺς ἰαλέμους τε τοῦτον ἔγγραφε.

200

πολλοῖς ὑπέκκαυμ' ἐστ' ἔρωτος μουσικὴ

〈διδοῦς' ἀφορμάς.〉

201

〈ὢν〉 ἄσιτος ἑπτὰ μῆνας, ὕδατος 〈οὐδὲ〉 στράγγ' ἔχων.

202

κανθάρου μελάντερος.

203-207t

{ΘΡΑΣΥΛΕΩΝ}

203

κατὰ πόλλ' ἄρ' ἐστὶν οὐ καλῶς εἰρημένον

τὸ γνῶθι σαυτόν· χρησιμώτερον γὰρ ἦν

τὸ γνῶθι τοὺς ἄλλους.

204

φιλοσοφεῖ δὲ τοῦθ' ὅπως

καταπράξεται τὸν γάμον.

205

ὁ δεύτερος πλοῦς ἐστι δήπου λεγόμενος,

ἂν ἀποτυχών τις οὐρίου κώπαις πλέῃ.

206

ἡ δ' ἀνέῳγε τὴν θύραν.

207

〈ὡς〉 ὀκνηρός, πάντα μέλλων, σιτόκουρος, ὁμολογῶν

παρατρέφεσθαι.

208-209*t

{ΘΥΡΩΡΟΣ}

208-209*

οὐκ ἀδελφός, οὐκ ἀδελφὴ παρενοχλήσει, τηθίδα

οὐδ' ἑώρακεν τὸ σύνολον, θεῖον οὐδ' ἀκήκοεν.

εὐτύχημα δ' ἐστὶν ὀλιγοστοὺς ἀναγκαίους ἔχειν.

ἔργον 〈ἐστὶν〉 εἰς τρίκλινον συγγενείας εἰσπεσεῖν.

οὗ λαβὼν τὴν κύλικα πρῶτος ἄρχεται λόγου πατὴρ

καὶ παραινέσας πέπωκεν, εἶτα μήτηρ δευτέρα,

εἶτα τηθὶς παραλαλεῖ τις, εἶτα βαρύφωνος γέρων,

τηθίδος πατήρ, ἔπειτα γραῦς καλοῦσα φίλτατον.

ὃ δ' ἐπινεύει πᾶσι τούτοις.

210-211t

{ΙΕΡΕΙΑ}

210

οὐθεὶς δι' ἀνθρώπου θεὸς σῴζει, γύναι,

ἑτέρου τὸν ἕτερον· εἰ γὰρ ἕλκει τὸν θεὸν

τοῖς κυμβάλοις ἄνθρωπος εἰς ὃ βούλεται,

ὁ τοῦτο ποιῶν ἐστι μείζων τοῦ θεοῦ.

ἀλλ' ἔστι τόλμης καὶ βίας ταῦτ' ὄργανα

εὑρημέν' ἀνθρώποις ἀναιδέσιν, Ῥόδη,

εἰς καταγέλωτα τῷ βίῳ πεπλασμένα.

211

ὄνου παρακύψεως.

212-214t

{ΙΜΒΡΙΟΙ}

212

δι' ὅσου χρόνου σε, Δημέα βέλτιστ', ἐγώ

213

οὐκ ἔστιν οὐδέν, πάτερ, ἐν ἀνθρώπου φύσει

μεῖζον λογισμοῦ· τῷ διαθέσθαι πράγματα

ἕκαστός ἐστι καὶ λογίσασθαι κατὰ τρόπον

ἄρχων, στρατηγός, ἡγεμὼν δήμου, πάλιν

σύμβουλος· ὁ λογισμῷ διαφέρων πάντ' ἔχει.

214

βοῦς Κύπριος.

215-217t

{ΙΠΠΟΚΟΜΟΣ}

215

{{Α.}} Μόνιμός τις ἦν ἄνθρωπος, ὦ Φίλων, σοφός,

ἀδοξότερος μικρῷ δ'. {Β.} ὁ τὴν πήραν ἔχων;

{{Α.}} πήρας μὲν οὖν τρεῖς· ἀλλ' ἐκεῖνος ῥῆμά τι

ἐφθέγξατ' οὐδὲν ἐμφερές, μὰ τὸν Δία,

τῷ ‘γνῶθι σαυτόν’ οὐδὲ τοῖς βοωμένοις

τούτοις, ὑπὲρ δὲ ταῦθ' ὁ προσαιτῶν καὶ ῥυπῶν·

τὸ γὰρ ὑποληφθὲν τῦφον εἶναι πᾶν ἔφη.

216

τὰ δ' ἐκ μέσου τριπόδια καὶ τραγήματα.

218-222t

{ΚΑΝΗΦΟΡΟΣ}

218

τὸ μὴ προθύμως γὰρ πονήσαντ' εὐτυχεῖν

εὐδαιμονίαν εἴωθ' ὑπερηφανίαν ποιεῖν.

219

ἀλογίστου τρόπου

ἀτύχημα φεύγειν ἐστὶν οὐκ αὐθαίρετον.

220

ἐδεῖτο χρῆσαι τὴν σεαυτῆς θυγατέρα

ἀντάλλαγον.

221

ἃ δ' ἀποκρινεῖται, κἂν ἐγὼ λέγοιμί σοι.

222

γραῦς τις κακολόγος, ἐκ δυοῖν Αἰξωνέοιν.

223-225t

{ΚΑΡΙΝΗ}

223

ὦ μεγίστη τῶν θεῶν

νῦν οὖς', Ἀναίδει', εἰ θεὸν καλεῖν σε δεῖ.

δεῖ δέ· τὸ κρατοῦν γὰρ νῦν νομίζεται θεός.

ἐφ' ὅσον βαδίζεις, ἐφ' ὅσον ἥξειν μοι δοκεῖς.

224

περὶ τὸν τράχηλον ἁλύσιόν τί σοι δότω.

226-233t

{ΚΑΡΧΗΔΟΝΙΟΣ}

226

ἐπιθυμιάσας τῷ Βορέᾳ 〈λιβαν〉ίδιον

ὀψάριον οὐδὲν ἔλαβον· ἑψήσω φακῆν.

227

αὑτὸν γὰρ οὐθεὶς οἶδε τοῦ ποτ' ἐγένετο,

ἀλλ' ὑπονοοῦμεν πάντες ἢ πιστεύομεν.

228

ἔργον ἐκ πολλοῦ χρόνου

ἄνοιαν ἡμέρᾳ μεταστῆσαι μιᾷ.

229*

χρεία διδάσκει, κἂν ἄμουσος ᾖ, σοφὸν

Καρχηδόνιον.

230

ᾄδοντα λιτυέρσην ἀπ' ἀρίστου τέως.

231

τὸ καλῶς ἔχον που κρεῖττόν ἐστι καὶ νόμου.

234-237t

{ΚΑΤΑΨΕΥΔΟΜΕΝΟΣ}

235

τὸν ἀφ' ἱερᾶς.

238-247t

{ΚΕΚΡΥΦΑΛΟΣ}

238

παρὰ τοῖς γυναικονόμοις δὲ τοὺς ἐν τοῖς γάμοις

διακονοῦντας ἀπογεγράφθαι πυθόμενος

πάντας μαγείρους κατὰ νόμον καινόν τινα,

ἵνα πυνθάνωνται τοὺς κεκλημένους, ἐὰν

πλείους τις ὧν ἔξεστιν ἑστιῶν τύχῃ,

ἐλθὼν ...

239

εἶτ' εὐθὺς οὕτω· τὰς τραπέζας αἴρετε,

μύρα, στεφάνους ἑτοίμασον, σπονδὰς ποίει.

240

ἡδὺ τὸ μύρον, παιδ〈άρ〉ιον. {Β.} ἡδύ· πῶς γὰρ οὔ;

νάρδινον.

241

ταὐτόματον ἡμῖν ἀφανὲς ὂν συλλαμβάνει.

242

π?α?ρέσει ........... ἐγὼ παραλήψομ?[αι.

243

ἀπὸ μηχανῆς θεὸς ἐπεφάνης.

244

δεύτερος πλοῦς.

t,ante 248

{ΚΙΘΑΡΙΣΤΗΣ}

248-249t

{ΚΝΙΔΙΑ}

248

οὐθὲν γένους γένος γὰρ οἶμαι διαφέρειν.

ἀλλ' εἰ δικαίως ἐξετάσεις, καὶ γνήσιος

ὁ χρηστός ἐστιν, ὁ δὲ πονηρὸς καὶ νόθος.

249

ταὐτόματόν ἐστιν, ὡς ἔοικέ, που θεὸς

σῴζει τε πολλὰ τῶν ἀοράτων πραγμάτων.

t,ante 250

{ΚΟΛΑΞ}{ΚΡΗΣ}

250-254t

{ΚΥΒΕΡΝΗΤΑΙ}

250

τἀργύριον εἶναι, μειράκιόν, σοι φαίνεται

οὐ τῶν ἀναγκαίων καθ' ἡμέραν μόνον

τιμὴν παρασχεῖν δυνατόν, ἄρτων, ἀλφίτων,

ὄξους, ἐλαίου, μείζονος 〈δ'〉 ἄλλου τινός·

ἀθανασίας δ' οὐκ ἔστιν, οὐδ' ἂν συναγάγῃς

τὰ Ταντάλου τάλαντ' ἐκεῖνα λεγόμενα·

ἀλλ' ἂν ἀποθάνῃς, ταῦτα καταλείψεις τισίν.

τί οὖν λέγω; μήτ' αὐτὸς εἰ σφόδρ' εὐπορεῖς,

πίστευε τούτῳ, μήτε τῶν πτωχῶν πάλιν

ἡμῶν καταφρόνει, τοῦ δέ γ' εὐτυχεῖν ἀεὶ

πάρεχε σεαυτὸν τοῖς ὁρῶσιν ἄξιον.

251

οἷοι λαλοῦμεν ὄντες. ὦ τρισάθλιοι

ἅπαντες οἱ φυσῶντες ἐφ' ἑαυτοῖς μέγα·

αὐτοὶ γὰρ οὐκ ἴσασιν ἀνθρώπου φύσιν.

οὗτος μακάριος ἐν ἀγορᾷ νομίζεται·

ἐπὰν δ' ἀνοίξῃ τὰς θύρας, τρισάθλιος,

γυνὴ κρατεῖ πάντων, ἐπιτάττει, μάχετ' ἀεί·

ἀπὸ πλειόνων ὀδυνᾶτ', ἐγὼ δ' ἀπ' οὐδενός.

252

τί λέγων ἀποτρώγειν ἀξιώσει νῦν ἐμοῦ

τὸ μισθάριον; μένω γὰρ ἐξ ἐχθιζινοῦ.

253

† εἰς τὴν πονηρίαν ἀτυφίαν νομίσαντές ποτε ἀξιοῦσι

πέρας. †

254

ἐπελάθεθ' αὑτὸν ὅστις εἴη.

t,ante 255

{ΚΩΝΕΙΑΖΟΜΕΝΑΙ}

255-262t

{ΛΕΥΚΑΔΙΑ}

255

ὅστις ὑπέχει χρυσίῳ

τὴν χεῖρα, κἂν μὴ φῇ, πονηρὰ βούλεται.

256

ἀεὶ νομίζονθ' οἱ πένητες τῶν θεῶν.

257

ἐπίθες τὸ πῦρ, ἡ ζάκορος. οὑτωσὶ καλῶς.

258

οὗ δὴ λέγεται πρώτη Σαπφὼ

τὸν ὑπέρκομπον θηρῶσα Φάων'

οἰστρῶντι πόθῳ ῥῖψαι πέτρας

ἀπὸ τηλεφανοῦς· ἀλλὰ κατ' εὐχὴν

σήν, δέσποτ' ἄναξ, εὐφημείσθω

τέμενος πέρι Λευκάδος ἀκτῆς.

259

πάμφωνε ... οὐρεία χέλυς.

263t

{ΛΟΚΡΟΙ}

263

ὑγιέστερος κροτῶνος.

264-267t

{ΜΕΘΗ}

264

εἶτ' οὐχ ὅμοια πράττομεν καὶ θύομεν·

ὅπου γε τοῖς θεοῖς μὲν ἠγορασμένον

δραχμῶν ἄγω προβάτιον ἀγαπητὸν δέκα,

αὐλητρίδας δὲ καὶ μύρον καὶ ψαλτρίας,

Μενδαῖον, ἐγχέλεις, Θάσιον, τυρόν, μέλι

μικροῦ ταλάντου· γίνεται τὸ κατὰ λόγον,

δραχμῶν μὲν ἀγαθὸν ἄξιον λαβεῖν δέκα

ἡμᾶς, ἐὰν καὶ καλλιερηθῇ τοῖς θεοῖς,

τούτων δὲ πρὸς ταῦτ' ἀντανελεῖν τὴν ζημίαν.

πῶς οὐχὶ τὸ κακὸν τῶν ἱερῶν διπλάζεται;

ἐγὼ μὲν οὖν ὤν γε θεὸς οὐκ εἴασα τὴν

ὀσφὺν ἂν ἐπὶ τὸν βωμὸν ἐπιθεῖναί ποτε,

εἰ μὴ καθήγιζέν τις ἅμα τὴν ἔγχελυν,

ἵνα Καλλιμέδων ἀπέθανεν, εἷς τῶν συγγενῶν.

265

ἐμὲ γὰρ διέτριψεν ὁ

κομψότατος ἀνδρῶν Χαιρεφῶν ἱερὸν γάμον

φάσκων ποιήσειν δευτέρᾳ μετ' εἰκάδας

καθ' αὑτόν, ἵνα τῇ τετράδι δειπνῇ παρ' ἑτέροις·

τὰ τῆς θεοῦ γὰρ πανταχῶς ἔχειν καλῶς.

266

Ἀδράστεια καὶ

θεὰ σκυθρωπὲ Νέμεσι, συγγινώσκετε.

267

εἶτ' οὐκ εἶχεν οὐ πῦρ, οὐ λίθον,

οὐκ ἄλλ' ὁτιοῦν ἕτερον.

268-273t

{ΜΕΣΣΗΝΙΑ}

269

{{Α.}} οἱ δ' ἁρπάσαντες τοὺς κάδους 〈τοὺς〉 στρογγύλους

ὕδρευον ἀνδρειότατα † κ' ἡ πόλις πάλιν.

{{Β.}} ἤντλουν λέγειν δεῖ, καὶ κάδους οὐ δεῖ λέγειν,

ἀλλ' ἀντλιαντλητῆρας.

270

τίθημ' ἔχειν χολήν σε καλλιωνύμου

πλείω.

271

ἡγεῖται μ' ὅλως

ἐπικόπανόν τι.

272

Ψύλλος

274-275t

{ΜΗΝΑΓΥΡΤΗΣ}

274

οὕτω μαθεῖν δεῖ πάντα, καὶ πλοῦτον φέρειν·

ἀσχημοσύνης γὰρ γίνετ' ἐνίοις αἴτιος.

275

προπίνων θηρίκλειον τρικότυλον.

276-285t

{ΜΙΣΟΓΥΝΗΣ}

276

{Α.} πρὸς τὸ πρᾶγμ' ἔχω

κακῶς. {Β.} ἐπαριστέρως γὰρ αὐτὸ λαμβάνεις.

τὰ δυσχερῆ γὰρ καὶ τὰ λυπήσοντά σε

ὁρᾷς ἐν αὐτῷ, τὰ δ' ἀγάθ' οὐκ ἐπιβλέπεις.

εὕροις δ' ἂν οὐθὲν τῶν ἁπάντων, Σιμύλε,

ἀγαθόν, ἐν ᾧ τι μὴ πρόσεστι καὶ κακόν.

γυνὴ πολυτελής ἐστ' ὀχληρόν, οὐδ' ἐᾷ

ζῆν τὸν λαβόνθ' ὡς βούλετ'· ἀλλ' ἕν ἐστί τοι

ἀγαθὸν ἀπ' αὐτῆς, παῖδες· ἐλθόντ' εἰς νόσον

τὸν ἔχοντα ταύτην ἐθεράπευσεν ἐπιμελῶς,

ἀτυχοῦντι συμπαρέμεινεν, ἀποθανόντα τε

ἔθαψε, περιέστειλεν οἰκείως· ὅρα

εἰς ταῦθ', ὅταν λυπῇ τι τῶν καθ' ἡμέραν.

οὕτω γὰρ οἴσεις πᾶν τὸ πρᾶγμ'· ἂν δ' ἐκλέγῃ

ἀεὶ τὸ λυποῦν, μηδὲν ἀντιπαρατιθεὶς

τῶν προσδοκωμένων, ὀδυνήσῃ διὰ τέλους.

277

ἐθύομεν δὲ πεντάκις τῆς ἡμέρας·

ἐκυμβάλιζον δ' ἑπτὰ θεράπαιναι κύκλῳ,

αἳ δ' ὠλόλυζον.

278

ἕλκει δὲ γραμματείδιον

ἐκεῖ σε δίθυρον καὶ παράστασις, μία

δραχμή.

279

ὄμνυμί σοι τὸν Ἥλιον,

ἦ μὴν ἀποίσειν σοι γραφὴν κακώσεως.

280

ὦ χαῖρε, Γλυκέρα. {ΓΛ.} καὶ σὺ πόλλ'. {Α.} ὅσῳ χρόνῳ

ὁρῶ σε.

281

ἀλλ' οὐ τὰ 〈Τι〉βείου νῷν ἴσως δεῖ φροντίσαι.

282

χλαμύδα, καυσίαν,

λόγχην, ἀορτῆρ', ἱμάτια.

284

ἐπιχρύσους σανδαλοθήκας

t,ante 286

{ΜΙΣΟΥΜΕΝΟΣ}

286-290t

{ΝΑΥΚΛΗΡΟΣ}

286

ἥκει λιπὼν Αἰγαῖον ἁλμυρὸν βάθος

Θεόφιλος ἡμῖν, ὦ Στράτων, ὡς εἰς καλὸν

τὸν υἱὸν εὐτυχοῦντα καὶ σεσωσμένον

πρῶτος λέγω σοι τόν τε χρυσοῦν κάνθαρον.

{{ΣΤΡ.}} ποῖον; τὸ πλοῖον; {Α.} οὐδὲν οἶσθας, ἄθλιε.

{{ΣΤΡ.}} τὴν ναῦν σεσῶσθαί μοι λέγεις; {Α.} ἔγωγε μήν.

{{ΣΤΡ.}} τὴν ναῦν ἐκείνην ἣν ἐποίησε Καλλικλῆς

τὸν καλούμενον †, Εὐφράνωρ 〈δ'〉 ἐκυβέρνα Θούριος;

287

ὦ φιλτάτη Γῆ μῆτερ, ὡς σεμνὸν σφόδρ' εἶ

τοῖς νοῦν ἔχουσι κτῆμα πολλοῦ τ' ἄξιον.

ὡς δῆτ' ἐχρῆν, εἴ τις πατρῴαν παραλαβὼν

γῆν καταφάγοι, πλεῖν τοῦτον ἤδη διὰ τέλους

καὶ μηδ' ἐπιβαίνειν γῆς, ἵν' οὕτως ᾔσθετο,

οἷον παραλαβὼν ἀγαθὸν οὐκ ἐφείσατο.

288

ὁ δὲ Πολυνείκης πῶς ἀπώλετ' οὐχ ὁρᾷς;

289

ὦ Ζεῦ πολυτίμηθ', οἷόν ἐστ' ἐλπὶς κακόν.

290

καὶ φύσει πως εὐάγωγόν ἐστι πᾶς ἀνὴρ ἐρῶν.

t,ante 291

{ΝΕΜΕΣΙΣ}

291-293t

{ΝΟΜΟΘΕΤΗΣ}

291

ἑτέρου λυχνοῦχος, ἑτέρου λήκυθος.

292

ἑκκαίδεκα

κεῖνθ' ἁμίδες.

294-295t

{ΞΕΝΟΛΟΓΟΣ}

294

ἀνδρὸς πένητος υἱός, ἐκτεθραμμένος

οὐκ ἐξ ὑπαρχόντων, ὁρῶν ᾐσχύνετο

τὸν πατέρα μίκρ' ἔχοντα· παιδευθεὶς γὰρ εὖ

τὸν καρπὸν εὐθὺς ἀπεδίδου καλόν.

295

οὕτως ἀσυλλόγιστον ἡ Τύχη ποιεῖ

τὸ συμφέρον τί ποτ' ἐστὶν ἀνθρώπου βίῳ·

καθ' οὓς κρινεῖ 〈τὰ〉 πράγματ' οὐ χρῆται νόμοις,

οὐδ' ἔστιν εἰπεῖν ζῶντα ‘ταῦτ' οὐ πείσομαι’.

296-299t

{ΟΛΥΝΘΙΑ}

296

ὡς ἄδικον, ὅταν ἡ μὲν φύσις

ἀποδῷ τι σεμνόν, τοῦτο δ' ἡ τύχη κακοῖ.

297

μετ' Ἀριστοτέλους γὰρ τέτταρας τῆς ἡμέρας

ὀβολοὺς φέρων.

298

οὐχὶ παρακληθέντας ὑμᾶς δεῖ γὰρ ἡμῖν εὐνοεῖν

ἀλλ' ὑπάρχειν τοῦτο.

300-302t

{ΟΜΟΠΑΤΡΙΟΙ}

300

χρηστοὺς νομιζομένους, ἐφόδιον ἀσφαλὲς

εἰς πάντα καιρὸν καὶ τύχης πᾶσαν ῥοπήν.

301

〈ἅ〉πας ἐρυθριῶν χρηστὸς εἶναί μοι δοκεῖ.

302

ἣν δῆλον οὔτι νυμφίος τε ἀλφάνει †

303-311t

{ΟΡΓΗ}

303

καίτοι νέος ποτ' ἐγενόμην κἀγώ, γύναι·

ἀλλ' οὐκ ἐλούμην πεντάκις τῆς ἡμέρας

τότ', ἀλλὰ νῦν· οὐδὲ χλανίδ' εἶχον, ἀλλὰ νῦν·

οὐδὲ μύρον εἶχον, ἀλλὰ νῦν· καὶ βάψομαι

καὶ παρατιλοῦμαι, νὴ Δία, καὶ γενήσομαι

Κτήσιππος, οὐκ ἄνθρωπος, ἐν ὀλίγῳ χρόνῳ,

κἆθ' ὡς ἐκεῖνος κατέδομαι καὶ τοὺς λίθους

ἁπαξάπαντας, οὐ γὰρ οὖν τὴν γῆν μόνην.

304

διαφέρει Χαιρεφῶντος οὐδὲ γρῦ

ἅνθρωπος ὅστις ἐστίν, ὃς κληθείς ποτε

εἰς ἑστίασιν δωδεκάποδος ὄρθριος

πρὸς τὴν σελήνην ἔτρεχε τὴν σκιὰν ἰδὼν

ὡς ὑστερίζων καὶ παρῆν ἅμ' ἡμέρᾳ.

305

ὁ λιμὸς ὑμῖν τὸν καλὸν τοῦτον δακὼν

Φιλιππίδου λεπτότερον ἀποδείξει νεκρόν.

306

οὐκ ἔστι μοιχοῦ πρᾶγμα τιμιώτερον·

θανάτου γάρ ἐστιν ὤνιον.

307

καὶ Λαμπρίας ὄπισθεν ἀλάβαστον φέρων.

308

καὶ τοὔνομα τί λέγεις ἀλάστωρ;

309

τοῦθ' ἑταῖρός ἐστιν ὄντως· οὐκ ἐρωτᾷ πηνίκα

δεῖπνόν ἐστιν, ὥσπερ ἕτεροι, καὶ τί δειπνεῖν κωλύει

τοὺς παρόντας, εἶτα δεῖπνον ἕτερον εἰς τρίτην βλέπει

................. εἶτα περίδειπνον πάλιν.

311

οὐ μὰ τὴν

312-317at

{ΠΑΙΔΙΟΝ}

312

ἂν πάντα δουλεύειν ὁ δοῦλος μανθάνῃ,

πονηρὸς ἔσται. μεταδίδου παρρησίας,

βελτίον' αὐτὸν τοῦτο ποιήσει πολύ.

313

Ἐφέσια τοῖς γαμοῦσιν οὗτος περιπατεῖ

λέγων ἀλεξιφάρμακα.

314

χρυσοῦν ἐπόρισας. εἴθε λιθοκόλλητον ἦν·

καλὸν ἦν ἂν οὕτως.

315

μάραγδον εἶναι ταῦτ' ἔδει καὶ σάρδια.

316

εἴ τις δικαστὴς ἢ διαιτητὴς θεῶν.

317

ἐνταῦθ' ἀπόστα μικρόν.

317a

ε[desunt litterae fere 25]κοδι' οἰκῶν πλησ[ίον]

318-321t

{ΠΑΛΛΑΚΗ}

318

μικρὸν ἐπιμείνας προστρέχει

‘ἠγόρακά σοι περιστέρια 〈ταδί〉’ λέγων.

319

νῦν πῖθι, νῦν ἀφύβρισον. {Β.} ἤν, ἀφύβρικα.

320

πολλοὺς λογισμοὺς ἡ πονηρία κυκλοῖ.

321

ἀλλὰ τῶν χρηστῶν ἔχει τιν' ἐπιμέλειαν καὶ θεός.

322-332t

{ΠΑΡΑΚΑΤΑΘΗΚΗ}

322

εὔπιστον ἀτυχῶν ἐστιν ἄνθρωπος φύσει.

τὸν πλησίον γὰρ οἴεται μᾶλλον φρονεῖν

ὁ τοῖς λογισμοῖς τοῖς ἰδίοις πταίων ἀεί.

323

πεποιήκατ' ἔργον οὐχ ἑταίρων γὰρ .....

〈μὰ Δί', ἀλλ' ἑταιρῶν〉· ταὐτὰ δ' ὄντα γράμματα

τὴν προσαγόρευσιν οὐ σφόδρ' εὔσχημον ποιεῖ.

324

στρατεία δ' οὐ φέρει περιουσίαν

οὐδεμί', ἐφήμερον δὲ καὶ προπετῆ βίον,

οὗ πεῖραν ἔχομεν ὄντος οὐ σωτηρίου.

325-326

ὁλκὴν ταλάντου χρυσίου σοι, παιδίον,

ἕστηκα τηρῶν

μακάριος

ἐκεῖνος 〈ἔσται〉 δέκα τάλαντα καταφαγών.

327

αἰσχρὸν γενέσθαι πτωχὸν ἀσθενῆ θ' ἅμα.

328

ἔστι κρίσις ἄδικος, ὡς ἔοικε, κἀν θεοῖς.

329

τοὺς ὄφεις καλῶς γέ μοι

ἠγόρασας.

330

συνακολούθει μεθ' ἡμῶν.

331

θύραν ἔξελε.

t,ante 333

{ΠΕΡΙΚΕΙΡΟΜΕΝΗ}{ΠΕΡΙΝΘΙΑ}

333-347t

{ΠΛΟΚΙΟΝ}

333

ἐπ' ἀμφότερα νῦν ἡ 'πίκληρος ἡ κ〈αλὴ〉

μέλλει καθευδήσειν. κατείργασται μέγα

καὶ περιβόητον ἔργον· ἐκ τῆς οἰκίας

ἐξέβαλε τὴν λυποῦσαν ἣν ἐβούλετο,

ἵν' ἀποβλέπωσιν πάντες εἰς τὸ Κρωβύλης

πρόσωπον, ᾖ τ' εὔγνωστος οὖς' ἐμὴ γυνὴ

δέσποινα. καὶ τὴν ὄψιν ἣν ἐκτήσατο·

‘ὄνος ἐν πιθήκοις’ τοῦτο δὴ τὸ λεγόμενόν

ἐστιν. σιωπᾶν βούλομαι τὴν νύκτα τὴν

πολλῶν κακῶν ἀρχηγόν. οἴμοι Κρωβύλην

λαβεῖν ἔμ', εἰ καὶ δέκα τάλαντ' 〈ἠνέγκατο,

τὴν〉 ῥῖν' ἔχουσαν πήχεως. εἶτ' ἐστὶ τὸ

φρύαγμα {εἰ} πῶς {ἀν} ὑποστατόν; 〈μὰ τὸν〉 Δία

τὸν Ὀλύμπιον καὶ τὴν Ἀθηνᾶν, οὐδαμῶς.

παιδισκάριον θεραπευτικὸν δὲ καὶ λόγου

τάχιον ἀπάγεσθ' ὧδε. τίν' ἄρ' ἂν εἰσάγοι;

334

{{Α.}} ἔχω δ' ἐπίκληρον Λάμιαν· οὐκ εἴρηκά σοι;

{{Β.}} τουτὶ γὰρ οὐχί. {Α.} κυρίαν τῆς οἰκίας

καὶ τῶν ἀγρῶν καὶ 〈τῶν ἁ〉πάντων ἄντικρυς

ἔχομεν. {Β.} Ἄπολλον, ὡς χαλεπόν. {Α.} χαλεπώτατον.

ἅπασι δ' ἀργαλέα 'στίν, οὐκ ἐμοὶ μόνῳ,

υἱῷ πολὺ μᾶλλον, θυγατρί. {Β.} πρᾶγμ' ἄμαχον λέγεις.

{{Α.}} εὖ οἶδα.

335

ὦ τρισκακοδαίμων, ὅστις ὢν πένης γαμεῖ

καὶ παιδοποιεῖθ'. ὡς ἀλόγιστός ἐστ' ἀνήρ,

ὃς μήτε φυλακὴν τῶν ἀναγκαίων ἔχει

μήτ' ἂν ἀτυχήσας εἰς τὰ κοινὰ τοῦ βίου

ἐπαμφιέσαι δύναιτο τοῦτο χρήμασιν,

ἀλλ' ἐν ἀκαλύπτῳ καὶ ταλαιπώρῳ βίῳ

χειμαζόμενος ζῇ, τῶν μὲν ἀνιαρῶν ἔχων

τὸ μέρος ἁπάντων, τῶν δ' ἀγαθῶν οὐδὲν μέρος.

ὑπὲρ γὰρ ἑνὸς ἀλγῶν ἅπαντας νουθετῶ.

336

ὅστις πένης ὢν ζῆν ἐν ἄστει βούλεται,

ἀθυμότερον ἑαυτὸν ἐπιθυμεῖ ποεῖν.

ὅταν γὰρ εἰς τρυφῶντα καὶ σχολὴν ἄγειν

δυνάμενον ἐμβλέψῃ, τότ' αὐτὸν ἔστ' ἰδεῖν,

ὡς ἄθλιον ζῇ καὶ ταλαίπωρον βίον.

κακῶς ὁ δεσπότης βεβούλευται πάνυ·

ἐν ἀγρῷ γὰρ οἰκῶν οὐ σφόδρ' ἐξηλέγχετο

τῆς μερίδος ὢν τῆς οὐδαμοῦ τεταγμένης,

εἶχεν δὲ παραπέτασμα τὴν ἐρημίαν.

337

ὦ Παρμένων, οὐκ ἔστ' ἀγαθὸν ἐν τῷ βίῳ

φυόμενον ὥσπερ δένδρον ἐκ ῥίζης μιᾶς,

ἀλλ' ἐγγὺς ἀγαθοῦ παραπέφυκε καὶ κακόν,

ἐκ τοῦ κακοῦ τ' ἤνεγκεν ἀγαθὸν ἡ φύσις.

338

ἆρ' ἐστὶν ἀρετῆς καὶ βίου διδάσκαλος

ἐλευθέρου τοῖς πᾶσιν ἀνθρώποις ἀγρός.

339

† τὸ μὴ τὰς τρίχας αἴρων καὶ τὸν ῥύπον διδοὺς

† πιεῖν ἀνηδαξᾶτο ὥστε μὴ πιεῖν.

340

ἀεὶ τὸ λυποῦν ἀποδίωκε τοῦ βίου·

μικρόν τι τὸ βίου καὶ στενὸν ζῶμεν χρόνον.

341

οὐκ ἔστιν εὑρεῖν βίον ἄλυπον οὐδενός.

342

λεπτὸν μεθ' ἑτέρας ἱστὸν ὕφαινεν.

343

γυνὴ κυεῖ δέκα μῆνας.

344

ὅστις δ' ὁμιλῶν ἥδεται.

345*

Κρωβύλῃ τῇ μητρὶ πείθου καὶ γάμει τὴν συγγενῆ.

346

τρυγόνος λαλίστερος.

347

δεύτερος πλοῦς.

348-349t

{ΠΡΟΓΑΜΩΝ}

348

τὸ τῆς Τύχης τοι μεταβολὰς πολλὰς ἔχει.

349

βάρβαρος,

ἄγγαρος ὄντως κοὐδενὸς προορώμενος.

350-351t

{ΠΡΟΕΓΚΑΛΩΝ}

350

οἷον τὸ γενέσθαι πατέρα παίδων ἦν 〈ἄρα·〉

λύπη, φόβος, φροντίς, πέρας ἐστὶν οὐδὲ ἕν.

351

τὸ δὲ

κελευόμενον μέν ἐστιν ἀσφαλέστατον

δούλῳ ποεῖν, ὥς φασιν.

352-357t

{ΠΩΛΟΥΜΕΝΟΙ}

352

〈οἴμοι〉, τάλας· ἕστηκας ἔτι πρὸς ταῖς θύραις

τὸ φορτίον θείς; σιτόκουρον ἄθλιον,

〈ἄχρηστον〉 εἰς τὴν οἰκίαν εἰλήφαμεν.

353

ἀγγαροφόρει καὶ ταῦθ' ἃ νῦν ποιεῖς, ποίει,

ἐξὸν διαρρηγνύμενον ἀγαθῶν μυρίων

σιτιζόμενον τὴν νύκτα καὶ τὴν ἡμέραν

διάγειν.

354

οὐ πανταχοῦ τὸ φρόνιμον ἁρμόττει παρόν·

καὶ συμμανῆναι δ' ἔνια δεῖ.

358-370t

{ΡΑΠΙΖΟΜΕΝΗ}

358

ὁ μὴ δεχόμενος τῶν θεῶν τὸ σύμφορον

αὐτῷ διδόντων ἕνεκα τοῦ ζῆν βούλεται

† ...... τὸ δ' ἀτυχεῖν ἢ τὸ μὴ

θεὸς δίδωσιν, οὐ τρόπου 'σθ' ἁμαρτία.

359

ἀτύχημα κἀδίκημα διαφορὰν ἔχει·

τὸ μὲν διὰ τύχην γίνεται, τὸ δ' αἱρέσει.

360

ἆρ' ἐστὶν ἀγαθῶν πᾶσι πλείστων αἰτία

ἡ σύνεσις, ἂν ᾖ πρὸς τὰ βελτίω σοφή.

361

τοὐμὸν θυγάτριον· πάνυ γάρ ἐστι τῇ φύσει

.... φιλάνθρωπον τὸ παιδάριον σφόδρα.

362

πόθεν γάρ, ὦ φίλοι θεοί,

τούτους ἀνεσπάκασιν οὗτοι τοὺς λόγους;

363

ὁ μυόχοδος γέρων

λεληθέναι σφόδρ' οἰόμενος.

364

εἶτ' ἀμφορεαφόρος τις ἀποφορὰν φέρων.

365

οὐχ ὁρᾶτε τὴν τροφὸν

ζῶμ' ἐνδεδυμένην;

366

ἔρχεται τἀληθὲς εἰς φῶς ἐνίοτ' οὐ ζητούμενον.

367

καὶ τυφλῷ δῆλον.

368

οὐκ Ἔμβαρος εἶ.

t,ante 371

{ΣΑΜΙΑ}

371-379t

{ΣΙΚΥΩΝΙΟΣ}

371

ἅβραν γὰρ ἀντωνούμενος

ἐρωμένην ταύτῃ μὲν οὐ παρέδωκ' ἔχειν,

ἔτρεφε δὲ χωρὶς ὡς ἐλευθέρᾳ πρέπει.

372

εὐλοιδόρητον, ὡς ἔοικε, φαίνεται

τὸ τοῦ στρατιώτου σχῆμα καὶ τὸ τοῦ ξένου.

373

ὁ πλέων κατήχθη. κρίνεθ' οὗτος πολέμιος.

ἐὰν ἔχῃ τι μαλακόν, ἀγγαρεύεται.

374

κακὴ μὲν ὄψις, ἐν δὲ δείλαιαι φρένες.

375

Στρατοφάνη, λιτόν ποτ' εἶχες χλαμύδιον καὶ παῖδ' ἕνα.

376

ἡ τῶν ὁμοίων αἵρεσις μάλιστά πως

τὴν τοῦ βίου σύγκρασιν ὁμόνοιαν ποιεῖ.

380-381t

{ΣΤΡΑΤΙΩΤΑΙ}

380

〈ἀπ〉ορῶν τι βούλευσαι κατὰ σαυτὸν γενόμενος·

τὸ συμφέρον γὰρ οὐχ ὁρᾶται τῷ βοᾶν,

ἐν τῷ πρὸς αὑτὸν δ' ἀναλογισμῷ φαίνεται.

381

οὐδεὶς σύνοιδεν ἐξαμαρτάνων πόσον

ἁμαρτάνει τὸ μέγεθος, ὕστερον δ' ὁρᾷ.

382*-391t

{ΣΥΝΑΡΙΣΤΩΣΑΙ}

382*

Διονυσίων 〈γὰρ〉 ἦν

πομπή ........................

ὁ δέ μ' ἠκολούθησεν μέχρι τοῦ πρὸς τὴν θύραν

ἔπειτα φοιτῶν καὶ κολακεύων 〈ἐμέ τε καὶ〉

τὴν μητέρ' ἔγνω μ'.

383

Ἔρως δὲ τῶν θεῶν

ἰσχὺν ἔχων πλείστην ἐπὶ τούτου δείκνυται·

διὰ τοῦτον ἐπιορκοῦσι τοὺς ἄλλους θεούς.

384

ἀστεῖον τὸ μὴ

συνάγειν γυναῖκας μηδὲ δειπνίζειν ὄχλον,

ἀλλ' οἰκοσίτους τοὺς γάμους πεποιηκέναι.

385

ἂν ἔτι πιεῖν μοι δῷ τις· ἀλλ' ἡ βάρβαρος

ἅμα τῇ τραπέζῃ καὶ τὸν οἶνον ᾤχετο

ἄρας' ἀφ' ἡμῶν.

386

τρισάθλιόν γε καὶ ταλαίπωρον φύσει

πολλῶν τε μεστόν ἐστι τὸ ζῆν φροντίδων.

387

καὶ τὸν ἐπὶ κακῷ

γινόμενον ἀλλήλων ἀγαπησμὸν οἷος ἦν.

388

πατὴρ δ' ἀπειλῶν οὐκ ἔχει μέγαν φόβον.

389

ὡς ἀεὶ στιφρὰς ἐσομένας καὶ νέας, ταλάντατος.

390

γυναικείαν ἀγοράν.

392-393t

{ΣΥΝΕΡΩΣΑ}

392

ἄφες τὸν ἄνθρωπον. τί κόπτεις, ὦ μέλε;

394t

{ΣΥΝΕΦΗΒΟΙ}

394

οἱ γὰρ ἥρωες .....

κακοῦν ἕτοιμοι μᾶλλον ἤπερ ὠφελεῖν.

395-396t

{ΤΙΤΘΗ}

395

οἱ τὰς ὀφρῦς αἴροντες ὡς ἀβέλτεροι

καὶ ‘σκέψομαι’ λέγοντες. ἄνθρωπος γὰρ ὢν

σκέψῃ σὺ περί του, δυστυχής, ὅταν τύχῃ;

αὐτόματα γὰρ τὰ πράγματ' ἐπὶ τὸ συμφέρον

ῥεῖ κἂν καθεύδῃς, ἢ πάλιν τἀναντία.

396

ἤδη τις ὑμῶν παιδίον

ᾐτήσατ' ἢ κέχρηκεν, ἄνδρες γλυκύτατοι;

397-400t

{ΤΡΟΦΩΝΙΟΣ}

397

ξένου τὸ δεῖπνόν ἐστιν ὑποδοχή τινος.

{{Β.}} ποδαποῦ; διαφέρει τῷ μαγείρῳ τοῦτο γάρ.

οἷον τὰ νησιωτικὰ ταυτὶ ξενύδρια,

ἐν προσφάτοις ἰχθυδίοις τεθραμμένα

καὶ παντοδαποῖς, τοῖς ἁλμίοις μὲν οὐ πάνυ

ἁλίσκετ', ἀλλ' οὕτως παρέργως ἅπτεται,

τὰς δ' ὀνθυλεύσεις καὶ τὰ κεκαρυκευμένα

μᾶλλον προσεδέξατ'. Ἀρκαδικὸς τοὐναντίον

ἀθάλαττος ὢν τοῖς λοπαδίοις ἁλίσκεται·

Ἰωνικὸς πλούταξ· ὑποστάσεις ποιῶ,

κάνδαυλον, ὑποβινητιῶντα βρώματα.

398

τὸ μηθὲν ἀδικεῖν καὶ φιλανθρώπους ποιεῖ.

401-406t

{ΥΔΡΙΑ}

401

ὡς ἡδὺ τῷ μισοῦντι τοὺς φαύλους τρόπους

ἐρημία· καὶ τῷ μελετῶντι μηδὲ ἓν

πονηρὸν ἱκανὸν κτῆμ' ἀγρὸς τρέφων καλῶς.

ἐκ τῶν ὄχλων δὲ ζῆλος, ἥ τε κατὰ πόλιν

αὕτη τρυφὴ λάμπει μέν, εἰς δ' ὀλίγον χρόνον.

402

γέροντα δυστυχοῦντα τῶν θ' αὑτοῦ κακῶν

ἐπαγόμενον λήθην ἀνέμνησας πάλιν

ἐπὶ τἀτυχεῖν τ' ἤγειρας.

403

εὐθὺς καταχρήσεθ' αὑτὸν ἀνορωρυγμένην

ταύτην ἰδών.

404

οἱ Θρᾷκες, Λίβυ,

Τρῶες καλοῦνται· πάντα νῦν ἤδη 'σθ' ὁμοῦ.

405

οἳ δὲ κατὰ χειρῶν λαβόντες περιμένουσι, φίλτατοι

407-415t

{ΥΜΝΙΣ}

407

νὴ τὴν Ἀθηνᾶν, μακάριόν τι χρηστότης

πρὸς πάντα καὶ θαυμαστὸν ἐφόδιον βίῳ.

τούτῳ λαλήσας ἡμέρας μικρὸν μέρος

εὔνους ἐγὼ νῦν εἰμι. ‘πειστικὸν λόγος’,

πρὸς τοῦτ' ἂν εἴποι τις, ‘μάλιστα τῶν σοφῶν’.

τί οὖν ἑτέρους λαλοῦντας εὖ βδελύττομαι;

τρόπος ἔσθ' ὁ πείθων τοῦ λέγοντος, οὐ λόγος.

408

οὐ πάνυ τι γηράσκουσιν αἱ τέχναι καλῶς,

ἂν μὴ λάβωσι προστάτην φιλάργυρον.

409

νῦν δὲ κατὰ πόλιν

εὕρηκεν ἕτερον, τὸν σέ. {Β.} τὸν ἐμὲ τουτονί;

410

οὐ πῦρ γὰρ αἰτῶν οὐδὲ λοπάδ' αἰτούμενος.

411

ἀλλὰ τἀργυρώματα

ἥκω λαβεῖν βουλόμενος.

412

βάκηλος εἶ.

416-430at

{ΥΠΟΒΟΛΙΜΑΙΟΣ Η ΑΓΡΟΙΚΟΣ}

416a

τοῦτον εὐτυχέστατον λέγω,

ὅστις θεωρήσας ἀλύπως, Παρμένων,

τὰ σεμνὰ ταῦτ' ἀπῆλθεν, ὅθεν ἦλθεν, ταχύ

τὸν ἥλιον τὸν κοινόν, ἄστρ', ὕδωρ, νέφη,

πῦρ· ταῦτα, κἂν ἑκατὸν ἔτη βιῷς, ἀεὶ

ὄψει παρόντα, κἂν ἐνιαυτοὺς σφόδρ' ὀλίγους,

σεμνότερα τούτων ἕτερα 〈δ'〉 οὐκ ὄψει ποτέ.

416b

πανήγυριν νόμισόν τιν' εἶναι τὸν χρόνον,

ὅν φημι, τοῦτον, τὴν ἐπιδημίαν ἄνω·

ὄχλος, ἀγορά, κλέπται, κυβεῖαι, διατριβαί.

† ἂν πρῶτος ἀπίῃς καταλύσεις, βελτίονα

ἐφόδι' ἔχων ἀπῆλθες ἐχθρὸς οὐδενί·

ὁ προσδιατρίβων δ' ἐκοπίασεν ἀπολέσας,

κακῶς δὲ γηρῶν ἐνδεής του γίνεται,

ῥεμβόμενος ἐχθροὺς εὗρ', ἐπεβουλεύθη ποθέν,

οὐκ εὐθανάτως ἀπῆλθεν ἐλθὼν εἰς χρόνον.

417

παύσασθε νοῦν ἔχοντες· οὐδὲν γὰρ πλέον

ἁνθρώπινος νοῦς ἐστιν, ἀλλ' ὁ τῆς Τύχης

—εἴτ' ἐστὶ τοῦτο πνεῦμα θεῖον, εἴτε νοῦς—

τοῦτ' ἔστι τὸ κυβερνῶν 〈ἅπαντα〉 καὶ στρέφον

καὶ σῷζον, ἡ πρόνοια δ' ἡ θνητὴ καπνὸς

καὶ φλήναφος. πείσθητε, κοὐ μέμψεσθέ με·

πάνθ' ὅσα νοοῦμεν ἢ λέγομεν ἢ πράττομεν,

τύχη 'στίν, ἡμεῖς δ' ἐσμὲν ἐπιγεγραμμένοι.

418

τὰ δεύτερ' ἀεὶ τὴν γυναῖκα δεῖ λέγειν,

τὴν δ' ἡγεμονίαν τῶν ὅλων τὸν ἄνδρ' ἔχειν.

〈συν〉οικία δ' ἐν ᾗ 〈τὰ〉 πρῶτ' ἔχει γυνή,

οὐκ ἔστιν ἥτις πώποτ' οὐκ ἀπώλετο.

419

τοῦτο μόνον ἐπισκοτεῖ

καὶ δυσγενείᾳ καὶ τρόπου πονηρίᾳ

καὶ πᾶσιν οἷς ἔσχηκεν ἄνθρωπος κακοῖς,

τὸ πολλὰ κεκτῆσθαι· τὰ δ' ἄλλ' ἐλέγχεται.

420

οὐ παντὸς ἀγαθοῦ τὴν πρόνοιαν αἰτίαν

κρίνων ἂν ὀρθῶς ὑπολαβεῖν τίς μοι δοκεῖ,

ἀλλ' ἔστι καὶ ταὐτόματον ἔνια χρήσιμον.

421

ἀεὶ κράτιστόν ἐστι τἀληθῆ λέγειν,

ἐν παντὶ καιρῷ· τοῦτ' ἐγὼ παρεγγυῶ

εἰς ἀσφάλειαν τῷ βίῳ πλεῖστον μέρος.

422

πολλῶν κατὰ γῆν καὶ κατὰ θάλατταν θηρίων

ὄντων κάκιστόν ἐστι θηρίον γυνή.

423

Ἄπολλον, ἀλλὰ σκαιὸν οὐ μετρίως λέγεις,

μετὰ μαρτύρων ἀτυχεῖν, παρὸν λεληθέναι.

424

δυσπαρακολούθητόν τι πρᾶγμ' ἐστὶν τύχη.

425

τὸν ἄμητα, Χαίριππ', οὐ καθ' Ἅιδην πέμπετε;

{{Β.}} τίν' ἄμητ' ἐν Ἅιδου προσδοκᾷς;

426

ὡς μηδὲν ἀποκρινουμένῳ δ' οὕτω λάλει.

427

γέρων ἀ〈πε〉μέμυκτ' ἄθλιος, λέμφος.

428

μικρὰ Παναθήναι' ἐπει〈δὴ〉 δι' ἀγορᾶς πέμποντά σε,

Μοσχίων, μήτηρ ἑώρα τῆς κόρης ἐφ' ἅρματος.

431-435t

{ΦΑΝΙΟΝ}

431

ὑπελήλυθέν τέ μου

νάρκα τις ὅλον τὸ δέρμα

432

ἄνθρωπος ὢν ἥμαρτον· οὐ θαυμαστέον.

433

φειδωλὸς ἦν καὶ μέτριος ἀγοραστής.

434

πότων τε καὶ κώμων ἅπαντες ᾔδεμεν.

435

σιωπήσ〈ε〉ι πάλιν

ἐ?ν? τ?ῷ? μ?έρει.

t,ante 436

{ΦΑΣΜΑ}

436-441t

{ΦΙΛΑΔΕΛΦΟΙ}

436

χωρίδιον πρίω συναγαγὼν πάνθ' ὅσα

ἔχεις, τὸ δ' ἐγὼ δώσω. {Β.} σχολῇ μοι σύλλεγε.

437

ἤδη δ' ἐπιχύσεις διάλιθοι, λαβρώνιοι,

Πέρσαι δ' ἔχοντες μυιοσόβας ἑστήκεσαν.

438

οὐ ῥᾴδιον

ἄνοιαν ἐν μικρῷ μεταστῆσαι χρόνῳ.

439

νὴ τὸν Δία τὸν μέγιστον, ἐκτυφήσομαι.

440

ὡς ἡδὺ τὸ ζῆν, εἰ μεθ' ὧν κρίνει τις εὖ.

441

ὥστ' ἔγωγ' ἂν εἱλόμην που σαυνίῳ πεπληγμένος.

442-444t

{ΧΑΛΚΕΙΑ}

442

οὐκ ἂν γένοιτ' ἐρῶντος ἀθλιώτερον

οὐθὲν γέροντος πλὴν ἕτερος γεραίτερος.

ὃς γὰρ ἀπολαύειν βούλεθ' ὧν ἀπολείπεται

διὰ τὸν χρόνον, πῶς οὗτος οὐκ ἔστ' ἄθλιος;

443

τοῦτο δὴ τὸ νῦν ἔθος

‘ἄκρατον’ ἐβόων, ‘τὴν μεγάλην’. ψυκτῆρά τις

προὔπινεν αὖ, τοὺς ἀθλίους ἀπολλύων.

445t

{ΧΑΛΚΙΣ}

446-450t

{ΧΗΡΑ}

446

ἑκοῦσα 〈δ'〉 ἁδελφὴ ποιήσει τοῦτό σοι

ἀντάλλαγον τέξουσα τούτῳ διδομένη.

447

τὸ λεγόμενον τοῦτ' ἔστι νῦν

τἄνω κάτω, {φασί,} τὰ κάτω δ' ἄνω.

448

βοῶν ποιείτω τὴν πόλιν διάστατον.

449

πρὸς τὴν ἀδελφὴν ἀνάδοχον τῶν χρημάτων.

450

δὶς παῖδες οἱ γέροντες

t,ante 451

{ΧΡΗΣΤΗ}

451-458t

{ΨΕΥΔΗΡΑΚΛΗΣ}

451

μάγειρ', ἀηδής μοι δοκεῖς εἶναι σφόδρα.

πόσας τραπέζας μέλλομεν ποιεῖν, τρίτον

ἤδη μ' ἐρωτᾷς. χοιρίδιον ἓν θύομεν,

ὀκτὼ ποιήσοντες τραπέζας δ' ἢ μίαν,

τί σοι διαφέρει τοῦτο; παράθες σημίαν †.

οὐκ ἔστι κανδύλους ποιεῖν οὐδ' οἷα σὺ

εἴωθας εἰς ταὐτὸν καρυκεύειν μέλι,

σεμίδαλιν, ᾠά· πάντα γὰρ τἀναντία

νῦν ἐστιν· ὁ μάγειρος γὰρ ἐγχύτους ποιεῖ,

πλακοῦντας ὀπτᾷ, χόνδρον ἕψει καὶ φέρει

μετὰ τὸ τάριχος, εἶτα θρῖον καὶ βότρυς·

ἡ δημιουργὸς δ' ἀντιπαρατεταγμένη

κρεάδι' ὀπτᾷ καὶ κίχλας, τραγήματα.

ἔπειθ' ὁ δειπνῶν μὲν τραγηματίζεται,

μυρισάμενος δὲ καὶ στεφανωσάμενος πάλιν

〈σύμμεικτα〉 δειπνεῖ τὰ μελίπηκτα ταῖς κίχλαις.

452

νῦν δ' εἰς γυναικωνῖτιν εἰσιόνθ' ὅταν

ἴδω παράσιτον, τὸν δὲ Δία τὸν Κτήσιον

ἔχοντα τὸ ταμιεῖον οὐ κεκλειμένον,

ἀλλ' εἰστρέχοντα πορνίδια—

453

μήτηρ τέθνηκε ταῖν ἀδελφαῖν ταῖν δυεῖν

ταύταιν· τρέφει δὲ παλλακή τις τοῦ πατρὸς

αὐτάς, ἅβρα τῆς μητρὸς αὐτῶν γενομένη.

454

ὑπὲρ μὲν οἴνου μηδὲ γρῦ, τίτθη, λέγε·

ἂν τἄλλα δ' ᾖς ἄμεμπτος, ἕκτην ἐπὶ δέκα

Βοηδρομιῶνος ἐνδελεχῶς ἄξεις ἀεί.

455

ἀστοργίαν ἔχει τιν' ὁ σκληρὸς βίος.

456

οὐκ ἐπείρα Νάννιον;

459-461t

{ΨΟΦΟΔΕΗΣ}

459

ἐπίσημον οὖν τὴν ἀσπίδ' εἰς τὴν τοῦ Διὸς

στοὰν ἀνέθηκαν.

462-931t

{ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ}

462

ἅπαντα σιγῶν ὁ θεὸς ἐξεργάζεται.

463

τυφλόν γε καὶ δύστηνόν ἐστιν ἡ Τύχη.

464

οὐδὲν κατὰ λόγον γίνεθ' ὧν ποιεῖ Τύχη.

465

πᾶν τοὖργον ὀρθῶς ἐκμαθεῖν χρόνου μέτα.

466

οὐκ ἔστ' ἄπιστον οὐδὲν ἐν θνητῷ βίῳ

οὐδ' ἂν γένοιτο· πολλὰ ποικίλλει χρόνος

παράδοξα καὶ θαυμαστὰ καὶ ζώντων τρόποι.

467

εἰ πάντες ἐβοηθοῦμεν ἀλλήλοις ἀεί,

οὐδεὶς ἂν ὢν ἄνθρωπος ἐδεήθη Τύχης.

468

ἀδύνατον ὡς ἔστιν τι σῶμα τῆς Τύχης·

ὁ μὴ φέρων δὲ κατὰ φύσιν τὰ πράγματα

τύχην προσηγόρευσε τὸν ἑαυτοῦ τρόπον.

469

τί δ' ὄφελος 〈εὖ〉 λαλοῦντος, ἂν κακῶς φρονῇ;

470

ὁ μὲν λόγος 〈σου〉 συνέσεως πολλῆς γέμει,

τὰ δ' ἔργα σύνεσιν οὐκ ἔχοντα φαίνεται.

471

〈ὁ〉 μὴ φρονῶν μέν, πολλὰ δ' ἐφ' ἑκάστου λαλῶν

δείκνυσιν αὐτοῖς τὸν τρόπον τοῖς ῥήμασι.

472

{μανθάνειν}

ὅτου δ' ἂν ἔργου τυγχάνῃς ἄπειρος ὤν,

τὸ πυνθάνεσθαι τῶν κατειδότων καλόν.

473

πολὺ κρεῖττόν ἐστιν ἓν καλῶς μεμαθηκέναι

ἢ πολλὰ φαύλως περιβεβλῆσθαι πράγματα.

474

ὅταν λέγῃς μὲν πολλά, μανθάνῃς δὲ μή,

τὸ σὸν διδάξας τοὐμὸν οὐ μαθὼν ἔσῃ.

475

οὐδείς ἐστί μοι

ἀλλότριος, ἂν ᾖ χρηστός· ἡ φύσις μία

πάντων, τὸ δ' οἰκεῖον συνίστησιν τρόπος.

476

ἀνὴρ ἀχάριστος μὴ νομιζέσθω φίλος·

μήδ' αὖ πονηρὸς κατεχέτω χρηστοῦ τόπον.

477

οὐχὶ τὴν αὐτὴν ἔχει

διάνοιαν αἰτῶν εἷς ἕκαστος καὶ λαβών.

478

ἀεὶ δ' ὁ σωθείς ἐστιν ἀχάριστος φύσει.

479

ἅμ' ἠλέηται καὶ τέθνηκεν ἡ χάρις,

ἣν δεόμενος τότ' ἀθάνατον ἕξειν ἔφη.

480

κἂν σφόδρα σαφῶς εἰδῇς 〈τι〉, τὸν κρύπτοντά σε

μηδέποτ' ἐλέγξῃς· δύσκολον γὰρ πράγματα,

ἃ λανθάνειν τις βούλεται, ταῦτ' εἰδέναι.

481

μισῶ…

482

ἀσυλλόγ…

The complete text is available when the reading interface loads.