Fragmenta
- Edition reference
- Fragmenta, ed. Meineke, op. cit., vol. 5.1 (1857; repr. 1970) ccxliv, ccxlviii, ccli, ccliii, cclxiii, cclxxix, cclxxxiv, ccxcii–ccxciii, 109– 110.
- CTS identifier
urn:cts:greekLit:tlg0541.tlg049.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
Epit
12
οὐχ εὕρεσις τοῦτ' ἔστιν, ἀλλ' ἀφαίρεσις.
13
οἱ τηλικοῦτοι καὶ τοιοῦτοι τῷ γένει·
Her
8
ὦ δυστυχής, εἰ μὴ βαδιεῖ.
Plo
14
μεστὰς τρίχας φθειρῶν τε καὶ ῥύπου, διδούς
πιεῖν, ἀνηδαξᾶτ' ἄν, ὥστε μὴ πιεῖν.
FIF
178a
ἐπίσχες ὀργιζόμενος. {Β.} ἀλλὰ βούλομαι.
οὐδεὶς γὰρ ὀργῆς χάριν ἀπείληφεν, πάτερ.
308a
φιλῶ σε, Ὀνήσιμε, καὶ σὺ περίεργος εἶ.
οὐδὲν γὰρ γλυκύτερον ἢ πάντ' εἰδέναι.
523
ἐν νυκτὶ βουλάς, ὅπερ ἅπασι γίνεται,
διδοὺς ἐμαυτῷ.
524
ἃ γὰρ μεθ' ἡμέραν τις ἐξεσπούδακεν,
ταῦτ' εἶδε νύκτωρ.
525
φίλη
πειθοῖ.
526
τὸν νοῦν ἔχων ὑποχείριον
εἰς τὸν πίθον δέδωκα.
527
οὐκ ἐλευθέρου φέρειν
νενόμικα κοινωνοῦσαν ἡδονὴν ὕβρει.
528
τὸν τῇ φύσει
οἰκεῖον οὐδεὶς καιρὸς ἀλλότριον ποιεῖ.
518
Τύχην ἔχεις, ἄνθρωπε, μὴ μάτην τρέχε.
εἰ δ' οὐκ ἔχεις, κάθευδε, μὴ κενῶς πόνει.
520
Φιλῶ σε Ὀνήσιμε, καὶ σὺ περίεργος εἶ.
Οὐδὲν γὰρ γλυκύτερον ἢ πάντ' εἰδέναι.