The Greek Library Author

Anonymous

Fragmenta ex incertis libris

Authority group
Polybius (catalogue association; authorship remains anonymous)
Edition reference
Fragmenta ex incertis libris, ed. BüttnerWobst, op. cit., vol. 4 (1904; repr. 1967) 513–
CTS identifier
urn:cts:greekLit:tlg0543.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

47

τόματον καὶ τύχη τις ἐσωματοποίει τὰς τοῦ Σκιπίωνος

πράξεις, ὥστ' ἐπιφανεστέρας καὶ μείζονας ἀεὶ φαίνε-

σθαι τῆς προσδοκίας.

48

Εὐδοκουμένην] Πολύβιος· τοῦ δὲ λέγειν

ἀληθινῶς ταῦτα πίστιν ἔφη ποιήσειν εὐδοκουμένην.

49

Εὐήθης] Πολύβιος· εὐήθως ἐκλογιζόμενοι

τὰ παρόντα καὶ παιδικῶς.

50

Εὑρεσιλόγος] Πολύβιος· ἔχων δὲ καὶ πλείω

λέγειν ἀγωνιῶ, μὴ δόξω τισὶν ὑμῶν οὐκ ἀναγκαίως

εὑρεσιλογεῖν.

51

Ἡρμόσαντο] Πολύβιος· οἱ δὲ στρατιῶται

πάνθ' ἡρμόζοντο πρὸς τὴν εἰς οἶκον ἐπάνοδον.

52

Ἱππαφέσεων] Πολύβιος· παραπλήσιόν τι

πάθος ἔπασχε τοῖς ἐπὶ τῶν ἱππαφέσεων· οἷον εἰκὸς

ἐφισταμένοις ἐκ τῶν αἰρομένων πυρσῶν.

53

Καθῆκον] Πολύβιος· τολμῶσι πέρα τοῦ

δέοντος καὶ ποιοῦσι παρὰ τὸ καθῆκον.

54

ΚΑΠΠΑΔΟΚΙΑ] καλοῦσι δὲ οἱ παλαιοὶ

μεγάλην τε καὶ μικρὰν Καππαδοκίαν, μεγάλην μὲν τὴν

ἀπὸ Καισαρείας τε καὶ τοῦ Ταύρου καὶ ἕως τῆς Ποντι-

κῆς θαλάσσης, ἣν διορίζει Ἅλυς μὲν ποταμὸς ἐκ δυσμῶν,

Μελιτηνὴ δὲ ἐξ ἀνατολῶν. καὶ αὕτη μὲν ἡ μεγάλη

Καππαδοκία. καὶ τούτων μάρτυς Πολύβιος, ὁ τὴν Ῥω-

μαϊκὴν ἱστορίαν γεγραφώς, ὃς διορίζει τὴν Καππαδοκίαν

ἀπό τε Ταύρου καὶ Λυκαονίας καὶ ἕως τῆς Ποντικῆς

θαλάττης. καὶ αὐτὴ γὰρ ἡ Νεοκαισάρεια ἥ τε Κολώ-

νεια καὶ ἡ Μελιτηνὴ σύμπασα Καππαδοκία λέγονται.

ἔστι δὲ τὸ ὄνομα Περσικόν. Πέρσης γάρ τις ἀνήρ, ***

ἐν κυνηγίῳ Ἀρταξέρξῃ τῷ βασιλεῖ, ἢ οὐκ οἶδα ἄλλῳ

τινί, λέων προσαπαντήσας τοῦ ἵππου τοῦ βασιλέως

ἐδράξατο· καὶ κατὰ τύχην εὑρεθεὶς ὁ Πέρσης ἐν τῷ

τοῦ θηρὸς συναντήματι τὸν ἀκινάκην σπασάμενος ἐρρύ-

σατο τὸν βασιλέα παρὰ μικρὸν κινδυνεύοντα καὶ τὸν

λέοντα ἐθανάτωσεν. οὗτος οὖν ὁ Πέρσης ἐπί τινος ὄρους

ὑψηλοτάτου ἀναβὰς καὶ πᾶσαν τὴν γῆν περισκοπήσας,

ὅσην ὀφθαλμὸς ἀνθρώπινος περιβλέπει κατά τε ἀνατο-

λὰς καὶ δυσμὰς ἄρκτον τε καὶ μεσημβρίαν, δωρεὰν παρὰ

τοῦ βασιλέως πᾶσαν εἴληφε. ταῦτα δὲ ἱστορεῖ Πολύβιος.

Constant. Porphyrogen. de thematis I 2 p. 18 Bonn.

55

Καταπορευθέντων] Πολύβιος· ἣν οὐχ οἷόν τ'

ἀναλαβεῖν, μὴ οὐχὶ καταπορευθέντων τῶν πεφυγαδευ-

μένων.

56

Κομιδή] Πολύβιος· τῆς εἰς τοὔμπροσθεν

κομιδῆς καὶ τῆς ὅλης ἐπιβολῆς ἀπέστη.

57

LANA] lana graecum et Polybius et calli-

machus scribunt.

58

Λείπεσθαι] Πολύβιος· πάντων τῶν κατὰ

τὸν πόλεμον ἐνεργημάτων μεγίστην ῥοπὴν ἔχουσι καὶ

πρὸς τὸ λείπεσθαι καὶ πρὸς τὸ νικᾶν αἱ ψυχαὶ τῶν

ἀγωνιζομένων.

59

Μνησικακεῖν] Πολύβιος· τοῦ μνησικακεῖν

ἐπὶ τοῖς γεγονόσιν οὐδ' ἡντινοῦν ἔμφασιν ἐποίουν οἱ

Ῥωμαῖοι.

60

ΜΟΡΑ] τὴν δὲ μόραν Ἔφορος μὲν ἄν-

δρας εἶναι πεντακοσίους φησί, Καλλισθένης δ' ἑπτα-

κοσίους, ἄλλοι δέ τινες ἐνακοσίους, ὧν Πολύβιός ἐστι.

Plut. Pelop. 17.

60b

Μοτιηνή] χωρίον Ἰβηρίας, ἄποικος Ῥωμαίων·

Πολύβιος τρίτῳ Steph. Byz.

61

Μύωψ] Πολύβιος· ὁ δὲ προσθεὶς τοὺς

μύωπας ἐξ ἀμφοτέροιν τοῖν μεροῖν ἤλαυνε κατὰ κράτος.

62

Νεαλής] καὶ Πολύβιος· τοὺς πολεμίους

ἀκεραίους ὄντας καὶ νεαλεῖς.

63

Νοῦν ἔχειν] Πολύβιος· νοῦν ἔχειν καὶ

τόλμαν δεῖ τοὺς στρατηγούς, ἅπερ ἐστὶ κυριώτατα πρὸς

τὰς ἐπισφαλεῖς καὶ παραβόλους πράξεις.

64

[Ὁρμητήριον] Πολύβιος· τὸ δὲ φρούριον οἱ Παν-

νόνιοι κατ' ἀρχὰς τοῦ πολέμου λαβόντες ὁρμητήριον ἐπεποίηντο

καὶ εἰς ὑποδοχὴν τῶν λαφύρων ἐξῃρήκεσαν.]

65

Παλίγκυρτος] Πολύβιος· τῶν γὰρ πολε-

μίων αὐτομάτως καθάπερ εἰς παλίγκυρτον αὑτοὺς

καθεικότων, δυνάμενος κρατῆσαι τῶν ἐχθρῶν τούτους

παρέλιπε.

66

Παρατετολμηκότες] Πολύβιος· παρατετολ-

μηκότες καὶ τελέως ἀπελπίσαντες τὴν σωτηρίαν.

67

Παρέργως] Οὐ μὴν οὐδὲ τὸ πάρεργον

ἄξιον σιωπῆσαι, καθάπερ ἀγαθοῦ τεχνίτου, περὶ τοῦ

Σκιπίωνος λέγων ὁ Πολύβιος.

68

Πάρθος] πόλις Ἰλλυρική. Ἀπολλόδωρος

ἐν χρονικῶν *** λέγεται δὲ καὶ ἀρσενικῶς, ὡς Πο-

λύβιος.

69

Πλαδαρόν] καὶ αὖθις Πολύβιος· τὰ μὲν

ἄλλα καλῶς ἔχειν αὐτῷ πρὸς τὴν χρείαν, τὸ δὲ δόρυ

πλαδαρὸν εἶναι.

70

Πρᾶξις] Πολύβιος· μετὰ τῶν ἐν τῇ πα-

τρίδι φίλων τρίτον πρᾶξιν κατασκευασαμένου καὶ

προσενεγκόντος τῷ Φαβίῳ τὸν λόγον.

71

Πρόθεσις] Πολύβιος· ἦν δὲ τοῖς Ῥω-

μαίοις πρόθεσις ναυμαχῆσαι.

72

Προσανέχων] Πολύβιος· ὁ δὲ πᾶν ὑπομένειν

ἐδόκει, προσανέχων ταῖς τῶν Αἰγυπτίων ἐπαρκείαις.

73

ΠΤΟΛΕΜΑΙΟΣ Ο ΦΙΛΑΔΕΛΦΟΣ

ΚΑΙ ΒΕΡΕΝΙΚΗ] καὶ ὁ τῆς Αἰγύπτου δὲ βασιλεὺς

δεύτερος, ὁ Φιλάδελφος ἐπίκλην, ἐκδοὺς τὴν αὑτοῦ θυγα-

τέρα Βερενίκην Ἀντιόχῳ τῷ Συρίας βασιλεῖ ἐν ἐπιμελείᾳ

εἶχε πέμπειν αὐτῇ τὸ ἀπὸ τοῦ Νείλου ὕδωρ, ἵνα μόνου

τούτου τοῦ ποταμοῦ ἡ παῖς πίνῃ, ἱστορεῖ Πολύβιος.

Athen. 2 p. 45c.

74

Ῥαβδοῦχοι] Πολύβιος· παρῆν ῥαβδοῦχος

παρὰ τοῦ στρατηγοῦ, καλῶν τὸν βασιλέα.

75

Σιτομετρεῖν] Πολύβιος· ὁ δὲ Φίλιππος

διαδοὺς ὅτι μέλλει σιτομετρεῖν ἐκήρυξεν, ὅσοι μὴ πλεῖον

ἔχουσι τριάκονθ' ἡμερῶν σῖτον, ἀπογράφεσθαι πρὸς

αὑτόν.

76

ΣΚΙΠΙΩΝ Ο ΑΦΡΙΚΑΝΟΣ] Σκιπίων

γοῦν, ὁ Ἀφρικανὸς ἐπίκλην, ἐκπεμπόμενος ὑπὸ τῆς συγ-

κλήτου ἐπὶ τὸ καταστήσασθαι τὰς κατὰ τὴν οἰκουμένην

βασιλείας, ἵνα τοῖς προσήκουσιν ἐγχειρισθῶσιν, πέντε

μόνους (συν)επήγετο οἰκέτας, ὡς ἱστορεῖ Πολύβιος καὶ

Ποσειδώνιος (FHG III 255). καὶ ἑνὸς ἀποθανόντος κατὰ

τὴν ὁδοιπορίαν ἐπέστειλε τοῖς οἰκείοις ἄλλον ἀντ' ἐκεί-

νου πριαμένους πέμψαι αὐτῷ. Athen. 6 p. 273a.

77

Συντάξας] Πολύβιος· συντάξας ἐλαύνειν

κατὰ σπουδὴν ὅσον ἔχει δυνάμεως.

78

Σύνταξις] Πολύβιος· ταῦτ' ἐν ταῖς πρὸ

τοῦ συντάξεσι δεδηλώκαμεν.

79

Συστήσας] Πολύβιος· τοῦτον ἐξαπέστειλε

συστήσας ἱππεῖς πεντακοσίους δυναμένους ἐπιπονεῖν.

80

Σωματοποιῆσαι] Καὶ αὖθις Πολύβιος·

ὁ δ' ὡς κηδεμονικὸς φίλος πᾶν ἐμηχανᾶτο, δι' οὗ τὰ

τῶν ἐχθρῶν σωματοποιήσει, τοῖς δὲ σφετέροις πρά-

γμασι περιστήσει τοὺς μεγίστους κινδύνους.

81

Τελεσιουργήσας] Πολύβιος· περὶ τὸ τῆς

τάφρου χεῖλος τελεσιουργήσας τὴν πρᾶξιν.

82

Τύλα] Πολύβιος· τῆς πέτρας αὐτοῖς δυσ-

χρηστίαν παρεχούσης διὰ τὸ δεῖν τρῆμα ποιεῖν ἐν

αὐτῇ τοῖς τύλοις (τοῖς) κρατ(υν)οῦσι τὴν σύριγγα τὴν

προσαγομένην ***

83

Τύχη] Πολύβιος· εἰ χρὴ τύχην λέγειν

ἐπὶ τῶν τοιούτων· ποτὲ μὲν γὰρ αὕτη μὲν κενῶς κλη-

ρονομεῖ τοιαύτην φήμην, αἴτιοι δ' εἰσὶν οἱ χειρίζον-

τες τὰς πράξεις τῷ ταῖς αὐταῖς ἐπιτρέχειν σεμνότητα

καὶ μέγεθος, ποτὲ δὲ τοὐναντίον.

83b

[Τύχη] οἱ δὲ Χριστιανοὶ Θεὸν ὁμολογοῦμεν διοικεῖν τὰ

πάντα. καὶ Πολύβιός φησι.]

84

Ὑρτακός] ἣ καὶ Ὑρτακῖνος, πόλις Κρήτης.

ὁ πολίτης Ὑρτακῖνος. Πολύβιος δὲ τὸ θηλυκὸν Ὑρτα-

κίνη ἀπὸ τοῦ Ὑρτακῖνος ἐθνικοῦ. Steph. Byz.

85

Φίλιπποι] πόλις Μακεδονίας ... ὁ πολί-

της Φιλιππεύς, Φιλιππηνὸς δὲ παρὰ Πολυβίῳ. Steph. Byz.

86

Φρεατοτύπανα] φρεατοτύπανα ὄργανά

τινα παρὰ Πολυβίῳ. Hesych.

87

Φυλάκια] καὶ Πολύβιός φησιν· ὁ δὲ κατ-

έσχεν ἀμφότερα τὰ κατεσκευασμένα φυλάκια, πεντή-

κοντα πόδας ἀλλήλων διεστῶτα.

88

Χορηγία] καὶ Πολύβιος· μὴ οἷον κατὰ

θάλατταν τὰς παρασκευὰς καὶ τὰ χορήγια παρακομίζειν

τοῖς στρατοπέδοις μηδ' ἐφ' ὑποζυγίων, ἀλλ' ἐν ταῖς

πήραις δέχ' ἡμερῶν ἔχοντας ἐφόδια.

89

Ψυχαγωγεῖ] φησὶ Πολύβιος· οὗτοι μὲν

περὶ ταῦτα διέτριβον, ψυχαγωγοῦντες τὰς δυνάμεις.

90

{B. FRAGMENTA AB IIS VIRIS DOCTIS

POLYBIO ATTRIBUTA, QUORUM NOMINA SUNT

ADIUNCTA.}

[Ἀβλεπτήματι] ὁ δὲ φέρων ἐκαρτέρει τὰ τῶν ἰδιωτῶν

ἀβλεπτήματα, τὰ δὲ τῶν λογικωτέρων αὐτὸν ἠνία.

91

Καὶ ἀβλεπτοῦντες. Οἱ δὲ ἀβλεπτοῦντες καὶ αἰδού-

μενοι ἀντοφθαλμεῖν πρὸς τὸν Φίλιππον ἐβοήθουν.]

92

Ἀβουλεί] ὁ δ' οὐ σφόδρα στοχαζόμενος τῆς

τοῦ βασιλέως γνώμης ἀβουλότατα διεπράξατο.

93

Ἀγριότης] θαυμαστὴ γάρ τις κίνησις, ὡς

ἔοικε, τἀνθρώπου πρὸς τοῦτο τὸ μέρος.

94

[Ἀγωνιῶ] ἠγωνία δὲ τοὺς στρατιώτας μὴ ἐπιλείπῃ τὰ

ὀψώνια.]

95

Ἀδικοδοξία] ὁ δὲ στρατηγὸς οὐ δυνάμενος

ἐνεγκεῖν τὴν ἀδικοδοξίαν τῶν ταῦτα λεγόντων.

96

Ἀκέραιος] οὐ δυνάμενος δὲ πείθειν ἐξ

ἀκεραίου διὰ τὴν εὐλάβειαν καὶ ἀπραγίαν τοῦ προει-

ρημένου βασιλέως ἠναγκάσθη πεντακόσια τάλαντα προ-

τεῖναι. καὶ δὴ συγκατέθετο βοηθήσειν ὁ Σέλευκος.

97

Ἀκόλουθον] ἀκόλουθον ἀπέβη τὸ τέλος

ταῖς προτέραις ἐνεργείαις.

98

[Ἀλάστωρ] ὁ δὲ ἔγραφε πικρῶς καὶ παραστατικῶς,

ἀλάστορας ἀποκαλῶν καὶ παλαμναίους, εἰ οὕτως αἰσχρῶς προ-

ήσονται τοὺς τόπους, μηδὲν παθόντες ἢ ἰδόντες Κακόν.]

99

Ἀμυνόμενοι] οἱ γὰρ Ῥωμαῖοι οὐ τὴν

τυχοῦσαν πρόνοιαν ἐποιοῦντο τοῦ μὴ κατάρχοντες

φαίνεσθαι χειρῶν ἀδίκων, μηδ' ἀναιρούμενοι τοὺς πο-

λέμους τὰς χεῖρας ἐπιβάλλειν τοῖς πέλας, ἀλλ' ἀεὶ δο-

κεῖν ἀμυνόμενοι καὶ κατ' ἀνάγκην ἐμβαίνειν εἰς τοὺς

πολέμους.

100

Ἀναδέξασθαι] πρὶν ἀναδέξασθαι τοὺς

ἐσκεδασμένους ἐν ταῖς προνομαῖς.

101

ἀναδέχεσθαι τὴν παρουσίαν τῶν πολεμίων.

102

Ἀναδρομή] ‘ἀναδρομὴ γίγνοιτο κοὐ σφα-

λούμεθα.’ δεῖ πρόχειρον ἔχειν ἀεὶ τὸν στίχον τοῦτον.

τοῦτο μὴ ποιήσας Λεύκιος ὁ Ῥωμαῖος μεγάλως ἐσφάλη.

οὕτω παρ' ὀλίγον σφάλλεται τὰ μέγιστα τῶν πραγμά-

των (τῶν) ἡγουμένων ἀκρισίᾳ. ἱκανὰ τῶν τοιούτων

ὑποδείγματα τοῖς εὖ φρονοῦσιν ἥ τε Πύρρου τοῦ τῶν

Ἠπειρωτῶν βασιλέως βία καὶ πάροδος εἰς Ἄργος ἥ τε

Λυσιμάχου στρατεία διὰ τῆς Θρᾴκης ἐπὶ Δρομιχαίτην

τὸν βασιλέα τῶν Ὀδρυσῶν. καὶ πολλὰ δὴ τούτοις

ἕτερα παραπλήσια.

103

Ἀναζυγαῖς] οἱ δὲ Ῥωμαῖοι τῶν γεγονό-

των οὐδὲν ὅλως εἰδότες περὶ ἀναζυγὴν ἐγένοντο.

104

Ἀνακαλούμενος] ὁ δ' ἐσπούδαζεν ἀνακα-

λεῖσθαι τὰς τῶν ὑποτεταγμένων εὐνοίας καὶ προθυ-

μίας ἐκ τοῦ γεγονότος ἐλαττώματος.

105

[Ἀνάλημμα] κατανοήσας τὸ βάρος τῶν ἀναλημμάτων

καὶ ὡς ἀδύνατόν ἐστι σαλεῦσαι τὰ τείχη, ἐκ χειρὸς τὴν μάχην

ἐποίησεν.]

106

[Ἀνασείειν] ὁ δὲ τοὺς Συρακοσίους ἀνασείων καὶ τὴν

ἐλευθερίαν ἀποκαταστήσειν ἐπαγγειλάμενος.]

107

Ἀναταθείς] οἷς δ' ἀναταθεὶς καὶ τὸν ἐξ

αὐτοῦ φόβον ἐπικρεμάσας.

107b

ἀνατατικῶς κελεύων.

108

Ἀνατάσεις] τὰ μὲν φιλάνθρωπα παρεσι-

ώπων, τὰς δ' ἀνατάσεις ἔλεγον.

109

Ἀνατεινάμενος] ὁ δὲ βασιλεὺς πολλὰ τοῖς

εἰς τὴν πρᾶξιν ὑπουργηκόσιν ἀνατεινάμενος οὐδὲν

ἔδρασεν.

110

Ἀνδρωνῖτις] v. ad 35, 2, 2.

111

Ἀνεδέχετο] ὁ δ' ἀνεδέχετο τὴν Ἀσδρού-

βου παρουσίαν.

112

ὁ δὲ τούτοις πιστεύων ἀνεδέχετο τὸν

πρὸς Ἀριαράθην πόλεμον.

113

Ἀνεδίδου] ὁ δὲ συναθροίσας τοὺς φίλους

ἀνεδίδου διαβούλιον τί δέον εἴη πράττειν.

114

Ἀνεπιστάτητον] οὐκ ἄξιον ἀνεπιστάτως παρα-

δραμεῖν περὶ τῶν τοιούτων.

115

Ἀπεκάθητο] ὁ δὲ Σκιπίων ἀπεκάθητο

πρός τινι πυραμίδι, θεωρῶν τοὺς αὐτομόλους καὶ τὴν

τούτων ἀπόνοιαν.

116

Ἀπελογίζετο] ὁ δ' εἰσελθὼν ἀπελογίζετο τὰς

αἰτίας, δι' ἃς πεφευγὼς εἴη τὸν Φίλιππον.

117

Ἀποστομοῦν] προέθεντο τὰς διώρυχας ἀπο-

στομοῦν τὰς ἐπιφανεστάτας.

118

Ἀπὸ τοῦ κρατίστου] ἅτε πεπειθαρχηκό-

των Καρχηδονίων ἀπὸ τοῦ κρατίστου πᾶσι τοῖς ἐπι-

ταττομένοις.

119

Ἀποχρησάμενος] οἱ δὲ περὶ Πόπλιον

ἠπείγοντο σπεύδοντες συνάψαι καὶ συναποχρήσασθαι

ταῖς τῶν βαρβάρων ὁρμαῖς.

120

[Ἀπραγμάτευτον] δείσαντες οὖν τὸ ἀπραγμάτευτον, λυ-

πρᾶς οὔσης αὐτῶν τῆς γῆς καὶ πάσης ἀθρόον ἀγορᾶς διακλει-

σθέντες, ἐν ἀκαρεῖ χρόνῳ ἐκινδύνευον διαφθαρῆναι.]

121

[Βιῶνται] προδήλου δ' οὔσης τοῖς Καρχηδονίοις

τῆς τῶν ἐχθρῶν ἐπιβουλῆς, ὅτι βιῶνται διὰ τοῦ πτώματος τοῦ

τείχους, παρεσκευάζοντο πρὸς τὴν χρείαν.]

122

Δείξαντες] οἱ δ' αἰφνιδίως ἐπεκθέουσι τᾷ

τάγματι καὶ διὰ τῆς φάραγγος δείξαντες προσπίπτουσι

τοῖς Ῥωμαίοις.

123

[Δεισιδαίμων] ὁρῶν δὲ τοὺς στρατιώτας δεισιδαι-

μονοῦντας ἐπὶ τοῖς σημείοις, ἐφιλοτιμεῖτο διὰ τῆς ἰδίας ἐπινοίας

καὶ στρατηγίας μεταθεῖναι τὰς τοῦ πλήθους εὐλαβείας.]

124

Δέλεαρ] τοῦ δὲ προθύμως συγκαταθεμένου,

δελέατος προσετίθει τἀκόλουθον, παρακαλῶν πλεῦσαι

πρὸς τὸν Δημήτριον.

125

Διαπεσούσης] ἔδοξεν οὖν αὐτῷ ἐπισφαλὲς

ἔχειν τι τὸ κοινωνῆσαι αὐτοῖς τῆς πράξεως καὶ δια-

πεσούσης καὶ συντελεσθείσης τῆς ἐπιβουλῆς.

126

Διασπεύσας] τοὺς μὲν στρατιώτας δια-

σπεύσας, τοὺς δὲ χιλιάρχους παρακαλέσας ἅψασθαι τῆς

πράξεως.

127

Διέξειν] οὕτω γὰρ διέξειν τὰς χεῖ-

ρας καὶ φροντιεῖν τοῦ μηδὲν ἀδίκημα ποιήσειν τὸν

Προυσίαν εἰς αὐτούς.

128

Δυσθετήσας] ὁ δὲ Νάβις δυσθετήσας

ταῖς συνθήκαις οὐ προσέσχε τοῖς γραφεῖσιν.

129

Ἐθελοντήν] τοὺς παραβόλους κινδύνους

ἐθελοντὴν ἀναδεδεγμένος.

130

[Ἐθελοντής] προσλαβὼν ἐθελοντὰς ἐκ παντὸς τοῦ

στρατεύματος.]

131

Ἐκκλήσεις] πρόδηλος γὰρ ἐγένετο φυγὴ

καὶ τῶν ὑπεναντίων ἐκκλήσεις πρὸς ἐπίθεσιν.

132

Ἐκμηρυσάμενος] ὁ δ' ἐκμηρυσάμενος τὴν

δύναμιν ἐκ τῶν δυσχωριῶν κατεστρατοπέδευσε.

133

[Ἐκ συγκειμένου] τότε δὲ καὶ ἐς τάξιν τινὰ ὥσπερ

ἐκ συγκειμένου κατέστησαν καὶ ἐν κόσμῳ τὸν ἀγῶνα ἐποίησαν.]

134

[Ἐμβριθεστάτη] εἷλε δὲ πόλιν Ὀρτόβριγα δοκοῦσαν

κατὰ τὸ μέγεθος καὶ κατὰ τὸ πλῆθος τῶν ἀνθρώπων ἐμβριθε-

στάτην εἶναι.]

135

[Ἐμπλασσόμενοι] οἱ δὲ Καρχηδόνιοι ἀλλήλοις ἐμπλασ-

σόμενοι καὶ περιπίπτοντες τοῖς θηρίοις ἀπέθνησκον.]

136

[Ἐμφαλκωμένοις] ἔπειτα κάλοις ἐμφαλκωμένοις ἀπὸ

τοῦ ἀνωτάτω ἀνήρτησαν διὰ πήγματος.]

137

Ἐνίεσαν] καὶ τοῖς πύργοις πῦρ ἐνίεσαν.

138

Ἐξ αὐτῆς] ἐξ αὐτῆς οἱ προειρημένοι

βιβλιαφόρον ἔπεμπον πρὸς τὸν Περσέα, διασαφοῦντα

τὸ γεγονός.

139

καὶ αὖθις· ὁ δ' ἐξ αὐτῆς προῆγε βάδην

τῇ πορείᾳ χρώμενος.

140

[Ἐξέδρα] ὁ δὲ κατῆρχε χωμάτων, τὸ μὲν κατὰ τὴν βό-

ρειον ἐξέδραν, ἣ μεταξὺ τῶν δύο πυλῶν ἦν. Καὶ αὖθις· κατ-

ῴκουν πλησίον τοῦ μουσείου καὶ τῆς ἐξέδρας.]

141

Ἐξεθεάτρισαν] οὐ μόνον ἑαυτοὺς ἐξεθε-

άτρισαν, ἀλλὰ καὶ τὴν Ἑλλάδα πᾶσαν κατέστρεψαν.

142

Ἐξέστηκε] ὁ δὲ τῇ πολυχρονίῳ τριβῇ

τῶν πολεμικῶν οὐδ' ὅλως ἐξέστη τῶν φρενῶν.

143

[Ἐξησθενηκότας] οἱ δὲ Κελτοὶ ἰδόντες τοὺς Ῥωμαίους

μάχεσθαι παρεσκευασμένους καὶ δόξαντες ἐξησθενηκότας τὰ σώ-

ματα ὑπὸ λιμοῦ τὸν τάχιστον αἱρεῖσθαι τῶν θανάτων.]

144

Ἐξ ὁμολόγου] διὰ τὰς ἐξ ὁμολόγου καὶ

συστάδην μάχας πολλοὶ ἔπιπτον ἐξ ἀμφοτέρων.

145

Ἔπαυλις] τότε μὲν οὖν ἀμφότεροι τὴν

ἔπαυλιν ἐπὶ τοῦ χώματος ἐποιήσαντο [οἵ τε Ῥωμαῖοι

καὶ οἱ Καρχηδόνιοι].

146

[Ἐπ' ἐξαγωγῇ] ἐμαστιγοῦτο ῥάβδοις, εἶτα ἐπ' ἐξαγωγῇ

ἐπιπράσκετο, δειλίας καὶ ἀποδράσεως τίμημα φερόμενος δοῦλος

εἶναι.]

147

Ἐπιλογισάμενος] καὶ ἀφ' ὧν ἐνόμιζε

πλεονεκτήσειν κατὰ τὴν μάχην ἐπιλογισάμενος πείθει.

148

Ἐπισημήνασθαι] τοὺς μὲν χάρισι, τοὺς

δὲ κολάσεσιν, ὡς καὶ τοῖς ἄλλοις παράδειγμα εἶεν,

ἐπισημαίνεσθαι.

149

Ἐπίστασις] τὰ δὲ τῶν πόλεων πράγματα

ἀλλοιοτέρας ἔτυχεν ἐπιστάσεως καὶ μεταβολῆς.

150

Ἐπιστροφῆς] ἡ σύγκλητος πλείονος ἐπι-

στροφῆς εἶναι τὸ πρᾶγμα νομίσαντες.

151

Ἐπιτροπή] ὁ δὲ Λεύκιος προχειριζόμε-

νος διαπέμπεσθαι πρὸς τοὺς Λαπατηνοὺς καὶ λαλεῖν

ὑπὲρ ἐπιτροπῆς, ἀπαράσκευος ἦν εἰς τὸ μέλλον.

152

Ἐπιφοραῖς] οἱ δὲ πεισθέντες καὶ παρα-

δόντες ἑαυτοὺς εἰς τὴν ἐπιφορὰν τῶν πολεμίων

ἀπέθανον γενναίως.

153

Ἐπραξικόπει] ὁ δ' ἐπραξικόπει τὴν πόλιν,

ἐκ πολλοῦ κατασκευαζόμενος ἐν αὐτῇ προδότας.

154

Ἕρμα] παρεκόμιζε ναῦς φορτηγούς, ἃς

ἕρματος γεμούσας ἐπενόει βυθίσας κατὰ τὸν τοῦ λι-

μένος ἔκπλουν ἀποκλείειν τοὺς πολεμίους καθόλου τῆς

θαλάττης.

155

Εὐδοκεῖν] ὁ δ' ἔφη εὐδοκεῖν τοῖς λεγο-

μένοις, εἰ λάβοι πίστεις.

156

Εὐκαιρεῖν] ὁ δ' ἐκάλει τῶν πολιτῶν τοὺς

δοκοῦντας εὐκαιρεῖν τοῖς βίοις.

157

[Εὐπερίοπτον] ᾐσθάνετο γὰρ τὴν τῶν Μακεδόνων

ἀρχὴν εὐπερίοπτον ἐσομένην, εἰ δὴ τῆς πρώτης πείρας οἱ ἐπ-

αναστάντες κρατήσειαν.]

158

Εὐχειρία] οἱ δὲ Μακεδόνες ταῖς εὐχει-

ρίαις πολὺ περιῆσαν.

159

[Εὐψυχία] καθάπερ γὰρ ἐπὶ τῆς Ἐπαμινώνδου καὶ

Πελοπίδου καὶ Βρασίδου καὶ Κλεομβρότου τελευτῆς καὶ διὰ τὴν

ἐν τῷ ζῆν ἀρετὴν καὶ διὰ τὴν ἐν τῷ τελευτᾶν εὐψυχίαν ἀδυνα-

τοῦσιν οἱ συγγραφεῖς ἀξίους εὑρίσκειν λόγους τῆς προκαθηγου-

μένης τῶν ἀνδρῶν ἐννοίας.]

160

[Ἔφεδρος] ἔφεδροι γίνονται τοῖς καιροῖς καὶ ἑτοί-

μως διάκεινται πρὸς τὸ πάλιν ἀντοφθαλμεῖν τούτοις.]

161

Ἐφέσεις] ἀπὸ δὲ τῆς τῶν στρατιωτῶν

γνώμης λαβὼν ἔφεσιν παρὰ τοῦ στρατηγοῦ ξένην καὶ

παράδοξον βοήθειαν ἐπορίσατο πρὸς τὴν ὑποκειμένην

κατάστασιν.

162

Ἡμιολίαις] ταχὺ δὲ τοὺς κέλητας καὶ

τὰς ἡμιολίας ὑπερισθμίσας ἀνήχθη, σπεύδων καταλα-

βεῖν τὴν τῶν Ἀχαιῶν σύνοδον.

162a

Ἡρμόσαντο] οἱ δ' ἡρμόσαντο πρὸς τὴν

βούλησιν καὶ συνέθεντο δέκα τάλαντα δώσειν.

162b

[Θωράκιον] ὅτι Ἀννίβας, Καρχηδονίων στρατηγός,

φέρων τῶν ἐλεφάντων τὰ θωράκια καὶ τοῖς τῶν θηρίων οἰκιδίοις

ἐπὶ πλεῖστον ὕψος τοὺς κλάδους ἀποκόπτων ἀσφαλῆ καὶ ῥᾳδίαν

τὴν ὁδοιπορίαν κατεσκεύαζε.]

163

Ἴδιον] ἴδιον ἔχουσιν οἱ Κελτίβηρες κατὰ

τὸν πόλεμον. θεωροῦντες γὰρ τοὺς παρ' αὑτῶν πεζοὺς

πιεζομένους, παρακαταβάντες ἀπολείπουσι τοὺς ἵππους

ἑστῶτας ἐν τάξει· ἄκροις γὰρ τοῖς ἀγωγεῦσι τῶν ἵπ-

πων πατταλίσκους μικροὺς ἔχοντες προσηρτημένους,

τούτους ἐπιμελῶς πήξαντες πειθαρχεῖν διδάσκουσι τοὺς

ἵππους ἐν τάξει, μέχρις ἀνακάμψαντες ἀνασπάσωσι

τοὺς παττάλους.

164

Ἱμείρω] τὸ ἱμείρειν τοῦ βίου καὶ φιλο-

ζωεῖν τῆς μεγίστης ἀγεννίας ἐστὶ σημεῖον καὶ κακίας.

165

Ἰσολογία] διαψευσθεὶς δὲ τῆς κρίσεως

ἐν οὐδενὶ τῶν ἀμφισβητουμένων ἰσολογίαν ἕξειν οὐ-

δέποτε πρὸς τὸ συνέδριον ***

166

[Καθῄρηντο] οἱ δὲ πλέονες καθῄρηντο τὰς γνώμας ἐπὶ

τοσοῦτον, ὥστε τῆς πίστεως τῆς πρὸς βασιλέας ὑπὸ τοῦ περιδεοῦς

ἀφίσταντο.]

167

Καθιγμένος] ὁ δὲ βασιλεὺς καθιγμένος

καὶ ταύτης τῆς ἐπιβολῆς ἐγίνετο πρὸς ἀναζυγήν.

168

Καταβολή] τῶν δὲ Μακεδόνων ἐκ μετα-

βολῆς συνερεισάντων τοῖς βαρβάροις, εὐθέως ἐκκλί-

ναντες ἔφευγον.

168b

ἐκ καταβολῆς πεντήκοντα ναῦς ναυπη-

γήσασθαι, πεντήκοντα δὲ (τῶν) ὑπαρχουσῶν καθέλκειν

ἐκ τῶν νεωρίων.

169

Καταμέμφομαι] πολλὰ τὸν βασιλέα [Εὐ-

μένη] καταμεμψάμενοι.

170

Καταταχούμενοι] καταταχούμενοι δ' ὑπὸ

τοῦ καιροῦ ἠναγκάσθησαν ὑπομένειν τὸν ἐπίπλουν.

171

Κατατρίψειν] οὐ γὰρ ἐδόκει αὐτῷ

τὸν ἐν Τυρρηνίᾳ πόλεμον ἀτελῆ καταλείποντι περὶ

τῶν ἐκεῖ πόλεων πραγματεύεσθαι, δεδοικότι μὴ κατα-

τρίψειεν ἅπαντα τὸν τῆς ἀρχῆς χρόνον, οὐ πολὺν

ὄντα, περὶ τὰς ἐλάττους ἀσχολούμενος πράξεις.

172

Κατεξαναστάντες] διὸ κατεξαναστάντες

τοῦ μέλλοντος παρῃτήσαντο τοὺς πρυτάνεις ἐκπέμψαι

πρεσβευτὰς εἰς τὴν Ῥόδον συνεπιλαβέσθαι τῆς ἐλευ-

θερίας.

173

[Κατεριθευομένου] τὸ δ' ἐναντίον κατεριθευομένου τοῦ

βασιλέως καὶ τῆς χώρας ἀπεχομένου καὶ κατὰ τὴν δικαιοδοσίαν

ἐξακριβοῦντος ἐπιμελῶς, ἔλαθον ἐκλυθέντες ταῖς διανοίαις, κατ-

ολιγωρήσαντες τῆς ἑαυτῶν ἀσφαλείας.]

174

Κατέσχον] ὁ δὲ Πόπλιος κατέσχε τῆς

Αἰτωλίας εἰς Ναύπακτον.

175

Κατευδοκήσας] v. 21,33,2.

176

Κατηργηκέναι] τὸν δὲ καθήμενον περὶ τὰ

Τύανα κατηργηκέναι καὶ καταπροΐεσθαι τοὺς καιρούς.

177

Κοίτη] ὁ δὲ παρήγγειλεν ἔρχεσθαι κοι-

ταίους.

178

Κωμάσαι] v. 35, 2, 2.

179

Μάχαιρα] οἱ Κελτίβηρες τῇ κατασκευῇ

τῶν μαχαιρῶν πολὺ διαφέρουσι τῶν ἄλλων· καὶ γὰρ

κέντημα πρακτικὸν καὶ καταφορὰν ἔχει δυναμένην ἐξ

ἀμφοῖν τοῖν μεροῖν. ᾗ καὶ Ῥωμαῖοι τὰς πατρίους ἀπο-

θέμενοι μαχαίρας ἐκ τῶν κατ' Ἀννίβαν μετέλαβον τὰς

τῶν Ἰβήρων. καὶ τὴν μὲν κατασκευὴν μετέλαβον, αὐ-

τὴν δὲ τὴν χρηστότητα τοῦ σιδήρου καὶ τὴν ἄλλην

ἐπιμέλειαν οὐδαμῶς δύνανται μιμεῖσθαι.

180

Μεγαλεῖον] οἱ δὲ τῷ Μάγωνι προσ-

πολεμοῦντες τῶν Λιγυστίνων πρᾶξαι μὲν ὁλοσχερές τι

καὶ μεγαλεῖον οὐχ οἷοί τ' ἦσαν.

181

Μεγαλομερῶς] τὸν δὲ Πόπλιον καὶ τὸν

Γάιον ἀποδεξάμενος φιλανθρώπως καὶ μεγαλομερῶς.

182

Μεθοδικῶς] πάντα δὲ τὰ λεγόμενα με-

θοδικῶς περὶ τῶν τάξεων ἐπωπτευκώς, εἰ καί τις ἕτε-

ρος τῶν καθ' ἡμᾶς.

183

Μεσιτεύειν] τὰ δὲ χρήματα μεσιτεύειν ἐν

Κύπρῳ συνετάξαντο, παρ' οἷς ἂν αὐτοῖς εὐδοκηθῇ.

184

Μεσολαβηθείς] τὸν δ' υἱὸν ἔπεισεν, εἰ

τύχοι μεσολαβηθεὶς αὐτὸς ὑπὸ τῆς πεπρωμένης, ἐξ-

ενεγκεῖν τὸν κατὰ Ῥωμαίων πόλεμον.

185

Νουνεχῶς] νουνεχῶς ἐδόκουν πολιτεύε-

σθαι πρὸς τοὺς τότε καιρούς.

186

Ὀρθή] τὰ ἔθνη τῆς Ἰβηρίας ὀρθῶς αὐ-

τοῖς ἀντικαθιστάμενα.

187

Ὄττα] ὁ δὲ τὸ μέλλον ἐμφρόνως ὀττευ-

σάμενος εἰς ἔννοιαν ἦλθε τὴν φρουρὰν ἀποτρίψασθαι

τὴν παρὰ Πτολεμαίου.

188

Ὄχλου] οὔτ' ἐξετάσαι τὸν ἄνθρωπον

οἷόν τ' ἦν ἀκριβῶς, ἀσθενείᾳ σώματος ὀχλούμενον,

οὔτ' ἐρωτᾶν εὐλαβείᾳ τοῦ ὀχλώδους.

189

Παραβάλλεσθαι] λοιπὸν ἦν παραβάλλε-

σθαι καὶ τολμᾶν.

190

Παράθεσις] βουλόμενος δ' ἐκ παραθέσεως

ὑπόδειγμα ποιῆσαι τῆς αὑτοῦ προαιρέσεως, ἧς ἔχει

πρὸς τοὺς πεπιστευκότας αὐτῷ καὶ τοὺς ἀπειθοῦντας,

ἐπολιόρκει.

191

Παράτοπον] παρὰ τόπον ὁρμίσαντες διὰ

τὴν ἀπειρίαν, ἔστι δ' ὅτε καὶ διὰ τὰς ἀμπώτεις τῆς

θαλάττης.

192

Παρεκστῆναι] ὥστε καὶ τοὺς ἐν τῷ

συνεδρίῳ ἀχανεῖς γενέσθαι καὶ παρεκστῆναι ταῖς δια-

νοίαις, συμπάσχοντας τῇ τῶν ἀκληρούντων ὑπερωδυνίᾳ.

193

Παρῶναι] ὁ δ' ἔπλει παράπλους ποι-

ησάμενος τοὺς Σιδητῶν παρῶνας· ἧκον γὰρ Ῥοδίοις

εἰς συμμαχίαν.

194

Πειθανάγκη] ὑπολαμβάνων διὰ τούτων πειθ-

ανάγκην προσάξειν τοῖς Λευκαδίοις τοῦ συγχωρεῖν

τοῖς ὑπ' αὐτῶν ἐπιταττομένοις.

195

[Πειράζειν] Σκιπίων ὁ Ῥωμαῖος συνεβούλευσεν

οὕτως ἢ μὴ πειράζειν ἢ οὕτως ὥς τε ἐκ παντὸς τρόπου τέλος

ἐπιθεῖναι τῇ πράξει. τὸ γὰρ δὶς πρὸς τὸν αὐτὸν πειράζειν ἅμα

μὲν ἐπισφαλές, ἅμα δ' εὐκαταφρόνητον γενέσθαι ποιεῖ παν-

τελῶς.]

196

Περίζωμα] γυμνῶν μαχομένων τῶν Ῥω-

μαίων ἐν τοῖς περιζώμασιν.

197

Περικεκλασμένος] ἐνέδραν εἶχεν ἐν τό-

ποις περικεκλασμένοις καὶ δυσθεωρήτοις.

198

Περικοπή] ἅτε μηδεμίαν ἐχούσης πρα-

γματικὴν ἔμφασιν τῆς περικοπῆς αὐτῶν.

199

ὁ δὲ προῆγε ποιήσας εὔστολον τὴν ἀκολουθίαν

καὶ τὴν περικοπὴν τῆς ἐκδημίας.

200

[Περιρρῶγος] ἐπὶ ὄχθου τινὸς ἀποτόμου καὶ περιρ-

ρῶγος ἐπετείχιζον αὐτοῖς φρούριον ἱκανὸν φυλάττεσθαι το-

σαύτῃ στρατιᾷ.]

201

Πνεύσας] ὁ δὲ νέος ὢν καὶ φιλόνικος πολὺς

ἐπέπνει.

202

ἔτι δὲ τῷ προσπνεύματι συνεληλαμένων

καὶ μαχομένων ἐκ διαιρέσεως ταῖς μαχαίραις, παραστὰς

ἐκ τῶν ὄπισθεν ὑπὸ τὴν μάλην πατ(άξας ἀπ)έσφαξε.

203

Πραγματικώτατον] ὃ δὴ καὶ πραγματι-

κώτατον γεγονέναι τὸ διαβούλιον.

204

καὶ αὖθις· τοῦτο δ' ἐποίει νουνεχῶς ἅμα

καὶ πραγματικῶς.

205

Προπεπωκότες] προπεπωκέναι δὲ παρὰ

τὴν συνουσίαν πολλὰ μὲν ἀργυρώματα τὸν προειρη-

μένον, πολλὰ δὲ χρυσώματα τῷ Προυσίᾳ.

206

Προσαναταθείς] ὁ δὲ βραχέα προσανα-

ταθεὶς κατένευσε ποιήσειν.

207

Προσανατεινόμενος] τὰ μὲν παρακαλῶν,

τὰ δὲ προσανατεινόμενος.

208

Προσαστειασάμενος] ὁ δὲ παρακαλέσας

αὐτὸν καί τι προσαστειασάμενος τοιοῦτον·

αἰεὶ δ' ὁπλοτέρων ἀνδρῶν φρένες ἠερέθονται.

209

Προσδέξασθαι] προσδέξασθαι δέ, τὸ δὴ

λεγόμενον, εἰς τοὺς πλευρὰς τοὺς πολεμίους.

210

Προσεπιμετρῶν] προσεπιμετρῶν ἀεὶ τῷ

δεομένῳ πρὸς τὸ παρὰ πάντων ὁμολογουμένως γίνε-

σθαι τὴν ἐπὶ τούτοις χάριν.

211

Προσηρεικότος] ὁ δὲ κατεσκεύασε στοάς,

καὶ διὰ τούτων προσηρεικότος τῷ τείχει τὰς κριοφό-

ρους μηχανάς ***

212

Προσκήνιον] ἡ δὲ τύχη παρελκομένη

τὴν πρόφασιν καθάπερ ἐπὶ προσκήνιον παρεγύμνωσε

τὰς ἀληθεῖς ἐπινοίας.

213

Προστασία] ὁ δ' ἐξέπεμπε τὸν Πόπλιον

μετὰ μεγάλης προστασίας.

214

Πρόστιμα] οἱ δ' ἔδωκαν τῷ βασιλεῖ πεν-

τήκοντα τάλαντα πρόστιμον τῆς ἁμαρτίας.

215

[Πρωτόπειρος] v. ad 29, 18 extr.]

216

[Πυρσουρίδας] ὅτι Περσεὺς ὁ Μακεδὼν κατὰ πᾶσαν

Μακεδονίαν κατασκευασάμενος πυρσουρίδας, διὰ τούτων ὀξέως

ἐμάνθανε τὰ πανταχῇ γινόμενα.]

217

Σαμβύκαι] οἱ δὲ προσεβοήθουν ἐπὶ τὸ

διατείχισμα καὶ πρὸς τοὺς ἀπὸ τοῦ λιμένος ἐπερείδον-

τας (ἐπ. Sch pro ἀπὸ τῶν ὑπερειδόντων) ἐπὶ τὸ τεῖ-

χος τὰς (τὰς Portus pro τοὺς) σαμβύκας.

218

Σῖτα] ὅτι Φιλοποίμην μετὰ δευτέραν

ἡμέραν ἀπὸ τῆς πρὸς πόλεμον ἐξόδου παρήγγειλε τὰ

δύο σῖτα τρία ποιεῖν, ὅτε βούλοιτο μίαν ἡμέραν προσ-

λαβεῖν, ποτὲ δὲ τὰ δύο τέτταρα.

219

ΣΚΙΠΙΩΝ Ο ΝΕΩΤΕΡΟΣ] τὸ δὲ Πολυ-

βίου παράγγελμα διαφυλάττων ἐπειρᾶτο μὴ πρότερον

ἐξ ἀγορᾶς ἀπελθεῖν ἢ ποιήσασθαί τινα συνήθη καὶ

φίλον ἁμῶς γέ πως τῶν ἐντυγχανόντων.

220

Στειλάμενοι] ὀλίγοι δέ τινες δεδιότες,

μή ποτ' οὐ δυνάμενοι στείλασθαι καταφανεῖς γένωνται,

ἀνέφερον τὸ χρυσίον.

221

καὶ αὖθις· ὁ δὲ Περσεὺς ἐβουλεύετο μὲν

στέλλεσθαι· οὐ μὴν ἐδύνατο γε κρύπτειν τὸ γεγονός.

222

Στύπη] πηγνύντες εἰς τὴν γῆν ὀρθὰ

τὰ στύπη, ψαύοντ' ἀλλήλων, ἐν ἡμικυκλίου σχήματι.

223

Συνέθηκεν] τοῦτο συνέθηκεν ὁ βασιλεὺς

καὶ ἐκ λογισμῶν εἴκασε τὸ γινόμενον.

224

[Συνεπισπεῦσαι] ὁ δὲ ἐκέλευε τοὺς κρατίστους συνεπι-

σπεῦσαι τὰς ἁμάξας.]

225

[Συνεσπειραμένοι] τό τε πυκνὸν καὶ συνεσπειραμένον

ἐπὶ ταῖς ἀνελίξεσιν οὐκ ἔξω τινὸς ἀπονοίας καὶ τόλμης κατεφαίνετο·

ταραχή τε ἐπεῖχε καὶ παρακελευσμὸς τοῖς κατ' οὐρὰν τεταγμένοις,

αἵ τε ἀναστροφαὶ τῶν κοντοφόρων ἄλλοτε ἀλλαχοῦ τὰς ἐμβολὰς

ποιούμεναι πολυσχιδῆ καὶ ποικίλον ἀπειργάζοντο τὸν πόλεμον.]

226

Συνέχον] τὸ δὲ συνέχον ἡγεμόνα καὶ

προστάτην ἀξιόχρεων.

227

καὶ αὖθις· ἦν δὲ τὸ συνέχον τῆς ὑπο-

θέσεως αὐτῶν ὡς οὔτε φρουρὰν οὔθ' ὕπαρχον εἰσδέ-

ξαιντο καὶ τῆς κατὰ τοὺς νόμους πολιτείας οὐκ ἂν

ἐκχωρήσειαν.

228

Συντάξας] συντάξας τοῖς κυβερνήταις

ἀνακομίζειν τὰς ναῦς κατὰ δύναμιν εἰς τὴν Ἐλαίαν.

229

Σωματοποιήσαντες] ἐμοῦ δὲ ταχέως

συγκαταθεμένου καὶ σωματοποιήσαντος τὴν ἐπιβολὴν

τῷ βλέπειν διότι ὀρέγεται τῆς τοιαύτης ὑποθέσεως.

230

Σωματοποιῆσαι] ὁ δ' ἔφασκε δεῖν μὴ

προΐεσθαι τοὺς ἐχθροὺς ἐκ τῶν χειρῶν μηδὲ σωματο-

ποιεῖν τὴν τόλμαν αὐτῶν φυγομαχοῦντας.

231

ὁ δὲ βραχείας ἐπιλαβόμενος ἐλπίδος ἐκ

τῶν πολιορκουμένων ἐσωματοποίει ταύτην.

232

Ὑπερευδοκούμενοι] οἱ δὲ Ῥωμαῖοι ὑπερ-

ευδοκούμενοι κατὰ πάντα τρόπον τῇ τοῦ Σκιπίωνος

ὁμολογίᾳ καὶ τῷ χειρισμῷ τῶν πραγμάτων.

233

Φαντασία] εἰδὼς γὰρ ὅτι φαντασία περὶ

αὐτόν ἐστιν, ὡς ἔχοντα χρήματα μεθ' ἑαυτοῦ πλείω,

(ταύτην) ἡρμόσατο πρὸς τὴν ὑπόθεσιν ἐνδεχομένως.

234

καὶ αὖθις· οἱ δὲ Ῥωμαῖοι μετὰ μεγάλης

φαντασίας καὶ συμπαθείας τοῦ δήμου προῆγον ἐπὶ τὰς

πράξεις.

235

[Φρονηματισμόν] θεασάμενοι δὲ τὸν φρονηματισμὸν

τῶν ἀνθρώπων ἔν τε ταῖς κατ' ἰδίαν ὁμιλίαις καὶ ταῖς κατὰ

κοινὸν ἐντεύξεσιν ἐξ αὐτῆς ἐπανῆλθον ἐς τὸν στρατηγόν.]

236

Φωτίζειν] οἱ δὲ Ῥωμαῖοι νομίσαντες

ἤδη τὸν καιρὸν παραδιδόναι φωτίζειν τὰ κατὰ τὴν ἐν-

τολὴν ἀπόρρητον.

237

[Χρεωκοπεῖται] τῆς παρὰ τοῖς Αἰτωλοῖς χρεωκοπίας κατὰ

τὴν Θεσσαλίαν ζηλωθείσης, καὶ πάσης πόλεως εἰς στάσεις καὶ

ταραχὰς ἐμπιπτούσης.]

POLYB. X 21, 2: τοῦ δὲ καιροῦ τοῦ κατὰ τὴν διήγησινἐφεστακότος ἡμᾶς ἐπὶ τὴν ἀρχὴν τῶν Φιλοποίμενος πράξεων, καθήκεινἡγούμεθα, καθάπερ καὶ περὶ τῶν ἄλλων τῶν ἀξιολόγων ἀνδρῶν τὰςἑκάστων ἀγωγὰς καὶ φύσεις ἐπειράθημεν ὑποδεικνύναι, καὶ περὶ τούτουποιῆσαι τὸ παραπλήσιον. .... (5) εἰ μὲν οὖν μὴ κατ' ἰδίαν ἐπεποιήμεθατὴν περὶ αὐτοῦ σύνταξιν, ἐν ἧι διεσαφοῦμεν καὶ τίς ἦν καὶ τίνων καὶτίσιν ἀγωγαῖς ἐχρήσατο νέος ὤν, ἀναγκαῖον ἦν ὑπὲρ ἑκάστου τῶν προειρη-μένων φέρειν ἀπολογισμόν. (6) ἐπεὶ δὲ πρότερον ἐν τρισὶν βιβλίοις ἐκτὸςταύτης τῆς συντάξεως τὸν ὑπὲρ αὐτοῦ πεποιήμεθα λόγον, τήν τε παιδικὴνἀγωγὴν διασαφοῦντες καὶ τὰς ἐπιφανεστάτας πράξεις, (7) δῆλον ὡς ἐντῆι νῦν ἐξηγήσει πρέπον ἂν εἴη τῆς μὲν νεωτερικῆς ἀγωγῆς καὶ τῶν νεω-τερικῶν ζήλων κατὰ μέρος ἀφελεῖν, τοῖς δὲ κατὰ τὴν ἀκμὴν αὐτοῦ κεφα-λαιωδῶς ἐκεῖ δεδηλωμένοις ἔργοις προσθεῖναι καὶ κατὰ μέρος, ἵνα τὸπρέπον ἑκατέραι τῶν συντάξεων τηρῶμεν. (8) ὥσπερ γὰρ ἐκεῖνος ὁ τόποςὑπάρχων ἐγκωμιαστικὸς ἀπήιτει τὸν κεφαλαιώδη καὶ μετ' αὐξήσεως τῶνπράξεων ἀπολογισμόν, οὕτως ὁ τῆς ἱστορίας, κοινὸς ὢν ἐπαίνου καὶψόγου, ζητεῖ τὸν ἀληθῆ καὶ τὸν μετ' ἀποδείξεως καὶ τῶν ἑκάστοις παρε-πομένων συλλογισμῶν. CIC. Epp. ad. fam. V 12, 2: ..... ut multi Graeci fecerunt,Callisthenes (124 T 25) Phocicum bellum, Timaeus (III) Pyrrhi, PolybiusNumantinum, qui omnes a perpetuis suis historiis ea quae dixi bellaseparaverunt.