The Greek Library Author

Sextus Empiricus

Pyrrhoniae hypotyposes

Author namesSextus Empiricus · Sextus l’Empirique · Sextus l Empirique · Σεκστος Εμπειρικος

Scientific editors
Hermann Mutschmann
Edition reference
Sexti Empiricii Opera · Leipzig · Teubner · 1912
CTS identifier
urn:cts:greekLit:tlg0544.tlg001.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

ΠΨΠΩΝΕΙΩΝ ΨΠΟΤΨΠΩΣΕΩΝ

ΤΩΝ ΕΙΣ TPIA ΤΟ ΠΡΩΤΟΝ.

Τάδε ἔνεστιν ἐν τῷ πρώτῳ τῶν Πυρρωνείων ὑποτυπώσεων·

α′ περὶ τῆς ἀνωτάτω διαφορᾶς τῶν φιλοσοφιῶν

β′ περὶ τῶν λόγων τῆς σκέψεως

γ′ περὶ τῶν ὀνομασιῶν αὐτῆς

δ′ τίς ἔννοια σκέψεως

ε′ περὶ τοῦ σκεπτικοῦ

ς′ περὶ τῶν ἀρχῶν αὐτῆς

ζ′ εἰ δογματίζει ὁ σκεπτικός

η′ εἰ αἵρεσιν ἔχει

θ′ εἰ φυσιολογεῖ

ι′ εἰ ἀναιρεῖ τὰ φαινόμενα

ια′ περὶ τοῦ κριτηρίου τῆς σκέψεως

ιβ′ περὶ τοῦ τέλους αὐτῆς

ιγ′ περὶ τῶν ὁλοσχερῶν τρόπων τῆς σκέψεως

ιδ′ περὶ τῶν δέκα τρόπων

ιε′ περὶ τῶν πέντε τρόπων

ις′ περὶ τῶν δύο τρόπων

ιζ′ τίνες τρόποι <τῆς> τῶν αἰτιολογικῶν

ιη′ περὶ τῶν σκεπτικῶν φωνῶν

ιθ′ περὶ τῆς ‘οὐ μᾶλλον᾿ <φωνῆς>

κ′ περὶ ἀφασίας

κα′ περὶ τοῦ ‘τάχα’ καὶ τοῦ ‘ἒξεστι’· καὶ τοῦ ‘ἐνδέχεται’

κβ′ περὶ τοῦ ‘ἐπέχω’

κγ′ περὶ τοῦ ῾οὐδὲν ὁρίζω᾿

κδ′ περὶ τοῦ ῾πάντα ἐστὶν ἀόριστα’

κε′ περὶ τοῦ ῾πάντα ἐστὶν ἀκατάληπτα᾿

κζ′ περὶ τοῦ ῾ἀκαταληπτῶ᾿ <καἲ ῾οὐ καταλαμβάνω>᾿

κζ′ περὶ τοῦ ῾παντὶ <λόγῳ λόγον ἲσον ἀντικεῖσθαι >᾿

κη′ παραπήγματα περὶ τῶν σκεπτικῶν φωνῶν

κθ′ εἰ ἡ σκεπτικὴ ὁδός ἐστιν ἐπὶ τὴν Ἡρακλείτειον φιλοσοφίαν

λ′ εἰ διαφέρειἡ Δημοκρέτειος αἵρεσις τῆς σκέψεως

λα′ εἰ διαφέρει ἡ Κυρηναϊκὴ τῆς σκέψεως

λβ′ εἰ διαφέρει ἡ Πρωταγόρειος τῆς σκέψεως

λγ′ εἰ διαφέρει τῶν Ἀκαδημιῶν ἡ σκέψις

λδ′ εἰ ἡ κατὰ τὴν ἰατρικὴν ἐμπειρία ἡ αὐτή ἐστι τῇ σκέψει

α′ περὶ τῆς ἀνωτάτω διαφορᾶς τῶν φιλοσοφιῶν.

Τοῖς ζητοῦσί τι πρᾶγμα ἢ εὕρεσιν ἐπακολουθεῖν εἰκὸς ἢ ἄρνησιν εὑρέσεως καὶ ἀκαταληψίας ὁμολογίαν ἢ ἐπιμονὴν ζητήσεως.

διόπερ ἴσως καὶ ἐπὶ τῶν κατὰ φιλοσοφίαν ζητουμένων οἱ μὲν εὑρηκέναι τὸ ἀληθὲς ἔφασαν, οἱ δ᾿ ἀπεφήναντο μὴ δυνατὸν εἶναι τοῦτο καταληφθῆναι, οἱ δὲ ἔτι ζητοῦσιν.

καὶ εὑρηκέναι μὲν δοκοῦσιν οἱ ἰδίως καλούμενοι δογματικοί, οἶον οἱ περὶ Ἀριστοτέλην καὶ Ἐπίκουρον καὶ τοὺς Στωικοὺς καὶ ἄλλοι τινές, ὡς δὲ περὶ ἀκαταλήπτων ἀπεφήναντο οἱ περὶ Κλειτόμαχον καὶ Καρνεάδην καὶ ἂλλοι Ἀκαδημαïκοί, ζητοῦσι δὲ οἱ σκεπτικοί.

ὅθεν εὐλόγως δοκοῦσιν αἱ ἀνωτάτω φιλοσοφίαι τρεῖς εἶναι, δογματικὴ Ἀκαδημαïκὴ σκεπτική. περὶ μὲν οὖν τῶν ἄλλων ἑτέροις ἁρμόσει λέγειν, περὶ δὲ τῆς σκεπτικῆς ἀγωγῆς ὑποτυπωτικῶς ἐπὶ τοῦ παρόντος ἡμεῖς ἐροῦμεν, ἐκεῖνο προειπόντες, ὅτι περὶ οὐδενὸς τῶν λεχθησομένων διαβεβαιούμεθα ὡς οὕτως ἔχοντος πάντως καθάπερ λέγομεν, ἀλλὰ κατὰ τὸ νῦν φαινόμενον ἡμῖν ἱστορικῶς ἀπαγγέλλομεν περὶ ἑκάστου.

β′ περὶ τῶν λόγων τῆς σκέψεως.

Τῆς σκεπτικῆς οὖν φιλοσοφίας ὁ μὲν λέγεται καθόλου λόγος ὁ δὲ εἰδικός, καὶ καθόλου μὲν ἐν ᾧ τὸν χαρακτῆρα τῆς σκέψεως ἐκτιθέμεθα, λέγοντες τίς ἔννοια αὐτῆς καὶ τίνες ἀρχαὶ καὶ τίνες λόγοι, τί τε κριτήριον καὶ τί τέλος, καὶ τίνες οἱ τρόποι τῆς ἐποχῆς, καὶ πῶς παραλαμβάνομεν τἀς σκεπτικὰς ἀποφάσεις, καὶ τὴν διάκρισιν τῆς σκέψεως ἀπὸ τῶν παρακειμένων αὐτῇ φιλοσοφιῶν·

εἰδικὸς δὲ ἐν ᾡ πρὸς ἕκαστον μέρος τῆς καλουμένης φιλοσοφίας ἀντιλέγομεν. περὶ τοῦ καθόλου δὴ πρῶτον διαλάβωμεν λόγου, ἀρξάμενοι τῆς ὑφηγήσεως ἀπὸ τῶν τῆς σκεπτικῆς ἀγωγῆς ὀνομάτων.

γ′ Περὶ τῶν ὀνομασιῶν τῆς σκεπτικῆς.

Ἡ σκεπτικὴ τοίνυν ἀγωγὴ καλεῖται μὲν καὶ ζητητικὴ ἀπὸ ἐνεργείας τῆς κατὰ τὸ ζητεῖν καὶ σκέπτεσθαι, καὶ ἐφεκτικὴ ἀπὸ τοῦ μετὰ τὴν ζήτησιν περὶ τὸν σκεπτόμενον γινομένου πάθους, καὶ ἀπορητικὴ ἤτοι ἀπὸ τοῦ περὶ παντὸς ἀπορεῖν καὶ ζητεῖν, ὡς ἔνιοί φασιν, ἢ ἀπὸ τοῦ ἀμηχανεῖν πρὸς συγκατάθεσιν ἢ ἄρνησιν, καὶ Πυρρώνειος ἀπὸ τοῦ φαίνεσθαι ἡμῖν τὸν Πύρρωνα σωματικώτερον καὶ ἐπιφανέστερον τῶν πρὸ αὐτοῦ προσεληλυθέναι τῇ σκέψει.

δ′ Τί ἐστι σκέψις.

Ἒστι δὲ ἡ σκεπτικὴ δύναμις ἀντιθετικὴ φαινομένων τε καὶ νοουμένων καθ’ οἱονδήποτε τρόπον, ἀφ’ ἧς ἐρχόμεθα διὰ τὴν ἐν τοῖς ἀντικειμένοις πράγμασι καὶ λόγοις ἰσοσθένειαν τὸ μὲν πρῶατον 15a εἰς ἐποχήν, τὸ δὲ μετὰ τοῦτο εἰς ἀταραξίαν.

‘δύναμιν’ μὲν οὖν αὐτὴν καλοῦμεν οὐ κατὰ τὸ πε- § 7 ~ Diog. Laert. IX 69. 70. 1 πρῶτον LM: πρώτου EAB 6 τῶν σκεπτομένων Gen. 7 γινομένου LM: γενομένου EAB || γιν. πάθ’. om. T 10 τὸν om. Gen. 11 προσελ. LM: προελ. 13/14 τρόπον MEAB: τρόπων L ρίεργον ἀλλ’ ἀπλῶς κατὰ τὸ δύνασθαι· ‘φαινόμενα’ δὲ λαμβάνομεν νῦν τὰ αἰσθητά, διόπερ ἀντ’ ἀντιδιαστέλλομεν αὐτοῖς τὰ νοητά. τὸ δὲ ‘καθ’ οἱονδήποτε τρόπον’ δύναται προσαρμόζεσθαι καὶ τῇ δυνάμει, ἴνα ἁπλῶς τὸ τῆς δυνάμεως ὄνομα, ὧς εἰρήκαμεν, παραλαμβάνωμεν, καὶ τῷ ‘ἀντιθετικὴ φαινομένων τε καὶ νοουμένων’· ἐπεὶ γὰρ ποικίλως ἀντιτίθεμεν ταῦτα, ἢ φαινόμενα φαινομένοις ἢ νοούμενα νοουμένοις ἢ ἐναλλὰξ ἀντιτιθέντες, ἴνα πᾶσαι αἱ ἀντιθέσεις ἐμπεριέχωνται, λέγομεν ‘καθ’ οἱονδήποτε τρόπον’. ἢ ‘καθ’ οἱονδήποτε τρόπον φαινομένων τε καὶ νοουμένων’, ἴνα μὴ ζητῶμεν πῶς φαίνεται τὰ φαινόμενα ἢ πῶς νοεῖται τὰ νοούμενα, ἀλλ’ ἁπλῶς ταῦτα λαμβάνωμεν.

‘ἀντικειμένους’ δὲ λόγους παραλαμβάνομεν οὐχὶ πάντως ἀπόφασιν καὶ κατάφασιν, ἀλλ’ ἀπλῶς ἀντὶ τοῦ μαχινένους. ‘ἰσοσθενειαν’ δὲ λέγομεν τὴν κατὰ πίστιν καὶ ἀπιστίαν ἰσότητα, ὡς μηδένα μηδενὸς προκεῖσθαι τῶν μαχομένων λόγων ὡς πιστότερον. ‘ἐποχὴ δέ ἐστι στάσις διανοίας δι’ ἣν οὔτε αἴρομέν τι οὔτε τίθεμεν. ‘ἀταρακία’ δέ ἐστι ψυχῆς ἀοχλησία καὶ γαληνότης. πῶς δὲ τῇ ἐποχῇ συνεισέρχεται ἡ ἀταραξία, ἐν τοῖς περὶ τέλους (§ 25 — 30) ὑπομνήσομεν.

ε′ Περὶ τοῦ σκεπτικοῦ.

Καὶ ὁ Πυρρώνειος δὲ φιλόσοφος δυνάμει τῇ τῆς σκεπτικῆς ἀγωγῆς ἐννοίᾳ συναποδέδοται· ἔστι γὰρ ὁ μετέχων ταύτης τῆς δυνάμεως.

ς′ Περὶ ἀρχῶν τῆς σκέψεως.

Ἀρχῆν δὲ τῆς σκεπτικῆς αἰτιώδη μέν φαμεν εἶναι τὴν ἐλπίδα τοῦ ἀταρακτήσειν· οἱ γὰρ μεγαλοφυεῖς τῶν ἀνθρώπων ταρασσόμενοι διὰ τὴν ἐν τοῖς πράγμασιν ἀνωμαλίαν, καὶ ἀποροῦντες τίσιν αὐτῶν χρὴ μᾶλλον συγκατατίθεσθαι, ἦλθον ἐπὶ τὸ ζητεῖν, τί τε ἀληθές ἐστιν ἐν τοῖς πράγμασι 21 τῷ Fabr. : τῶν Gr: τὸ Gen. 23 post φαινόμενα add. ἢ EAB 24 post νοούμενα add ἢ AB 26 ἢ—τρόπον om. EAB || τε EAB: om. LM 30 ἀπόφασις καὶ κατάφασις L 3 ἡ MEAB: τῆ L 9 οἱ γὰρ MEAB: οἱ μὲν L 11 μᾶλλον χρῆ Μ καὶ τί ψεῦδος, ὧς ἐκ τῆς ἐπικρίσεως τούτων ἀταρακτήσοντες. συστάσεως δὲ τῆς σκεπτικῆς ἐστιν ἀρχὴ μάλιστα τὸ λόγῳ λόγον ἴσον ἀντικεῖσθαι· ἀπὸ γὰρ τούτου καταπαντὶ λήγειν δοκοῦμεν εἰς τὸ μὴ δογματίζειν.

ζ′ Εἰ δογματίζει ὁ σκεπτικός.

Λέγομεν δὲ μὴ δογματίζειν τὸν σκεπτικὸν οὐ κατ’ ἐκεῖνο τὸ σημαινόμενον τοῦ δόγματος καθ’ ὃ δόγμα εἶναί φασί τινες κοινότερον τὸ εὐδοκεῖν τινι πράγματι (τοῖς γὰρ κατὰ φαντασίαν κατηναγκασμένοις πάθεσι συγκατατίθεται ὁ σκεπτικός, οἷον οὐκ ἂν εἴποι θερμαινόμενος ἡ ψυχόμενος ὅτι δοκῶ μὴ θερμαίνεσθαι ἢ ψύχεσθαι), ἀλλὰ μὴ δογματίζειν λέγομεν καθ’ ὃ δόγμα εἷναί φασί τινες τήν τινι πράγ- ματι τῶν κατὰ τἀς ἐπιστήμας ζητουμένων ἀδήλων συγκατάθεσιν (οὐδενὶ γὰρ τῶν ἀδήλων συγκατατίθεται ὁ Πυρρώνειος).

ἀλλ’ οὐδὲ ἐν τῷ προφέρεσθαι περὶ τῶν ἀδήλων τἀς σκεπτικὰς φωνάς, οἷον τὴν ‘οὐδὲν μᾶλλον’ ἢ τὴν ‘οὐδὲν ὁρίζω’ ἤ τινα τῶν ἄλλων περὶ ὧν ὕστερον λέξομεν (§ sqq.) δογματίζει. ὁ μὲν γὰρ δογματίζων ὧς ὑπάρχον τίθεται τὸ πρᾶγμα ἐκεῖνο ὃ λέγεται δογματίζειν, ὁ δὲ σκεπτικὸς τἀς φωνὰς τίθησι ταύτας οὐχ ὧς πάντως ὑπαρχούσας· ὐπολαμβάνει γὰρ ὅτι, ὥσπερ ἡ ‘πάντα ἐστὶ ψευδῆ’ φωνὴ μετὰ τῶν ἄλλων καὶ ἑαυτὴν ψευδῆ εἶναι λέγει, καὶ ἡ ‘οὐδέν ἐστιν ἀληθές ὁμοίως, οὕτως καὶ ἡ ‘οὐδὲν μᾶλλον’ μετὰ τῶν ἄλλων καὶ ἑαυτήν φησι μὴ μᾶλλον εἶναι καὶ διὰ τοῦτο τοῖς ἄλλοις ἑαυτὴν συμπεριγράφει. τὸ δ’ αὐτὸ καὶ ἐπὶ τῶν ἄλλων σκεπτικῶν φωνῶν λέγομεν.

πλὴν ἀλλ’ εἰ ὁ δογματίζων τίθησιν ὧς ὑπάρχον τοῦτο ὃ δογματίζει, ὁ δὲ σκεπτικὸς τἀς φωνὰς αὑτοῦ προφέρεται ὧς δυνάμει ὑφ’ ἑαυτῶν περιγράφεσθαι, οὐκ ἂν ἐν τῇ προφορᾷ τούτων δογματίζειν λεχθείη. τὸ δὲ μέγιστον, ἐν τῇ προφορᾷ τῶν φωνῶν τούἀταρακτήσαντες 13 EAB 15 ἴσον om, EAB 18 post ὃ inser. καὶ edd. 19 ἐνδοκεῖν L 21 ὁ ἐπισκεπτικὸς EAB ἡ ex εἰ L: εἰ EABM 6 malim προφερόμενος || δυναμένας Kayser 7 fort. τούτων <οὗτος> Diels 8 τῶν om. EAB τῶν τὸ ἑαυτῷ φαινόμενον λέγει καὶ τὸ πάθος ἀπαγγέλλει τὸ ἑαυτοῦ ἀδοξάστως, μηδὲν περὶ τῶν ἔξωθεν ὑποκειμένων διαβεβαιούμενος.

η′ εἰ αἵρεσιν ἔχει ὁ σκεπτικός.

Ὁμοίως δὲ φερόμεθα καὶ ἐν τῷ ἐρωτᾶσθαι εἰ αἵρεσιν ἔχει ὁ σκεπτικός. εἰ μὲν <γάρ> τις αἵρεσιν εἷναι πρόσκλισιν δόγμασι πολλοῖς ἀκολουθίαν ἔχουσι πρὸς ἄλληλά τε καὶ <τὰ> φαινόμενα, καὶ λέγει δόγμα πράγματι ἀδήλῳ συγκατάθεσιν, φήσομεν μὴ ἒχειν 15a αἳρεσιν.

εἰ δέ τις αἵρεσιν εἷναι φάσκει τὴν λόγῳ τινὶ κατὰ τὸ φαινόμενον ἀκολουθοῦσαν ἀγωγήν, ἐκείνου τοῦ λόγου ὡς ἔστιν ὀρθῶς δοκεῖν ζῆν ὑποδειχνύοντος (τοῦ ὀρθῶς μὴ μόνον κατ’ ἀρετὴν ἀλλ’ ἀφελέστερον) καὶ ἐπὶ τὸ ἐπέχειν δύνασθαι διατείνοντος, αἵρεσίν φαμεν ἔχειν· ἀκολουθοῦμεν γάρ τινι λόγῳ κατὰ τὸ φαινόμενον ὑποδεικνύντι ἡμῖν τὸ ζῆν πρὸς τὰ πάτρια ἔθη καὶ τοὺς νόμους καὶ τἀς ἀγωγὰς καὶ τὰ οἰκεῖα πάθη.

θ′ εἰ φυσιολογεῖ ὁ σκεπτικός.

Παραπλήσια δὲ λέγομεν καὶ ἐν τῷ ζητεῖν εἰ φυσιολογητέον τῷ σκεπτικῷ· ἕνεκα μὲν γὰρ τοῦ μετὰ βεβαίου πείσματος ὃς ἀποφαίνεσθαι περί τινος τῶν κατὰ τὴν φυσιολογίαν δογματιζομένων οὐ φυσιολογοῦμεν, ἕνεκα δὲ τοῦ παντὶ λόγῳ λόγον ἴσον ἔχειν ἀντιτιθέναι καὶ τῆς ἀταραξίας ἁπτόμεθα τῆς φυσιολογίας. οὕτω δὲ καὶ τὸ λογικὸν μέρος καὶ τὸ ἠθικὸν τῆς λεγομένης φιλοσοφίας ἐπερχόμεθα.

ι′ εἰ ἀναιροῦσι τὰ φαινόμενα οἱ σκεπτικοί.

Οἱ δὲ λέγοντες ὅτι ἀναιροῦσι τὰ φαινόμενα οἱ σκεπτικοὶ ἀνήκοοι μοι δοκοῦσιν εἶναι τῶν παρ’ ἡμῖν λεγομένων· τὰ γὰρ κατὰ φαντασίαν παθητικὴν ἀβουλήτως ἡμᾶς ἄγοντα εἰς συγκατάθεσιν οὐκ ἀνατρέπομεν, ὧς καὶ ἒμπροσθεν (§ 17) ἐλέγομεν· ταῦτα δέ ἐστι τὰ φαινόμενα. ὅταν δὲ ζητῶμεν, εἰ τοιοῦτον ἔστι τὸ ὑποκείμενον ὁποῖον φαίνεται, τὸ μὲν ὅτι φαίνεται δίδομεν, ζητοῦμεν δ’ οὐ περὶ τοῦ φαινομένου ἀλλὰ περὶ ἐκείνου ὃ λέγεται περὶ τοῦ φαινομένου· τοῦτο δὲ διαφέρει τοῦ ζητεῖν περὶ αὐτοῦ τοῦ φαινομένου.

οἶον φαίνεται <μὲν> ἡμῖν γλυκάζειν τὸ μέλι (τοῦτο συγχωροῦμεν· γλυκαζόμεθα γὰρ αἰσθητικῶς), εἰ δὲ καὶ γλυκὺ ἔστιν ὅσον ἐπὶ τῷ λόγῳ, ζητοῦμεν· ὃ οὐκ ἔστι τὸ φαινόμενον ἀλλὰ <τὸ> περὶ τοῦ φαινομένου λεγόμενον. ἐὰν δὲ καὶ κατὰ τῶν φαινομένων ἐρωτῶμεν λόγους, οὐκ ἀναιρεῖν βουλόμενοι τὰ φαινόμενα τούτους ἐκτιθέμεθα, ἀλλ’ ἐπιδεικνύντες τὴν τῶν δογματικῶν προπέτειαν· εἰ γὰρ τοιοῦτος άπατεών ἐστιν ὁ λόγος ὥστε καὶ τὰ φαινόμενα μόνον οὐχὶ τῶν ὀφθαλμῶν ἡμῶν ὑφαρπάζειν, πῶς οὐ χρὴ ὑφορᾶσθαι αὐτὸν ἐν τοῖς ἀδήλοις, ὥστε μὴ κατακολουθοῦντας αὐτῷ προπετεύεσθαι;

ια′ περὶ τοῦ κριτηρίου τῆς σκεπτικῆς.

ὅτι δὲ τοῖς φαινομένοις προσέχομεν, δῆλον ἀπὸ τῶν λεγομένων ἡμῖν περὶ τοῦ κριτηρίου τῆς σκεπτικῆς ἀγωγῆς. κριτήριον δὲ λέγεται διχῶς, τό τε εἰς πίστιν ὑπάρξεως ἢ ἀνυπαρξέας λαμβανόμενον, περὶ οὗ ἐν τῷ ἀντιρρητικῷ λέξομεν λόγῳ (= ΙΙ 14 sqq.), τό τε τοῦ πράσσειν, ᾧ προσέχοντες κατὰ τὸν βίον τὰ μὲν πράσσομεν τὰ δ’ οὔ, περὶ οὖ νῦν λέγομεν.

κριτήριον τοίνυν φαμὲν εἶναι τῆς σκεπτικῆς ἀγωγῆς τὸ φαινόμενον, δυνάμει τὴν φαντασίαν οὕτω καλοῦντες· 1 ἀναιροῦσι om. EAB 3 παθητικὴν LMT (fantasiam passibilem) : παθητικὰ EAB 4 ἄγοντας EAB 10 μὲν addidi τὸ add. coll. v. 8 || καὶ ἄντικρυς om. T 14 τὸ φαινόμενον EAB Gen. 19 αὐτῶν L 24 οὖν EAB 26/27 λέγομεν κρτήριον εἷναι· φαμὲν εἶναι περὶ τῆς σκ. EAB 28 <αὐτοῦ> οὕτω Fabr. e codice Saviliano ἐν πείσει γὰρ καὶ ἀβουλήτῳ πάθει κειμένη ἀζήτητός ἐστιν. διὸ περὶ μὲν τοῦ φαίνεσθαι τοῖον ἢ τοῖον τὸ ὑποκείμενον οὐδεὶς ἴσως ἀμφισβητήσει, περὶ δὲ τοῦ εἰ τοιοῦτον ἔστιν ὁποῖον φαίνεται ζητεῖται.

τοῖς φαινομένοις οὖν προσέχοντες κατὰ τὴν βιωτικὴν τήρησιν ἀδοξάστως βιοῦμεν, ἐπεὶ μὴ δυνάμεθα ἀνενέργητοι παντάπασιν εἶναι. ἔοικε δὲ αὕτη ἡ βιωτικὴ τήρησις τετραμερὴς εἶναι καὶ τὸ μέν τι ἔχειν ἐν ὑφηγήσει φύσεως, τὸ δὲ ἐν ἀνάγκῃ παθῶν, τὸ δὲ ἐν παραδόσει νόμων τε καὶ ἐθῶν, τὸ δὲ ἐν διδασκαλίᾳ τεχνῶν, ὑφηγήσει μὲν φυσικῇ

καθ᾿ ἣν φυσικῶς αἰσθητικοὶ καὶ νοητικοί ἐσμεν, παθῶν δὲ ἀνάγκῃ καθ᾿ ἣν λιμὸς μὲν ἐπὶ τροφὴν ἡμᾶς ὁδηγεῖ, δίψος δ᾿ ἐπὶ πόμα, ἐθῶν δὲ καὶ νόμων παραδόσει καθ’ ἣν τὸ μὲν εὐσεβεῖν παραλαμβάνομεν βιωτικῶς ὡς ἀγαθὸν τὸ δὲ ἀσεβεῖν ὡς φαῦλον, τεχνῶν δὲ διδασκαλίᾳ καθ᾿ ἣν οὐκ ἀνενέργητοί ἐσμεν ἐν αἷς παραλαμβάνομεν τέχναις. ταῦτα δὲ πάντα φαμὲν ἀδοξάστως.

ιβ′ τί τὸ τέλος τῆς σκεπτικῆς.

Τούτοις ἀκόλουθον ἂν εἴη καὶ περὶ τοῦ τέλους τῆς σκεπτικῆς ἀγωγῆς διεξελθεῖν. ἔστι μὲν οὖν τέλος τὸ οὗ χάριν πάντα πράττεται ἢ θεωρεῖται, αὐτὸ δὲ οὐδενὸς ἓνεκα, ἢ τὸ ἔσχατον τῶν ὀρεκτῶν. φαμὲν δὲ ἄχρι νῦν τέλος εἶναι τοῦ σκεπτικοῦ τὴν ἐν τοῖς κατὰ δόξαν ἀταραξίαν καὶ ἐν τοῖς κατηναγκασμένοις μετριοπάθειαν.

ἀρξάμενος γὰρ φιλοσοφεῖν ὑπὲρ τοῦ τἀς φαντασίας ἐπικρῖναι καὶ καταλαβεῖν, τίνες μέν εἰσιν ἀληθεῖς τίνες δὲ ψευδεῖς, ὥστε ἀταρακτῆσαι, ἐνέπεσεν εἰς τὴν ἰσοσθενῆ διαφωνίαν, ἣν ἐπικρῖναι μὴ δυνάμενος ἐπέσχεν· ἐπισχόντι δὲ αὐτῷ τυχικῶς παρηκολούθησεν ἡ ἐν τοῖς δοξαστοῖς ἀταραξία.

ὁ μὲν γὰρ δοξάζων τι καλὸν τῇ φύσει ἢ κακὸν εἶναι ταράσσεται διὰ παντός· καὶ ὅτε μὴ πάρεστιν αὐτῷ τὰ καλὰ εἶναι δοκοῦντα, §§ 25–27 ~ III 235–237 31 ἀμφισβητήσει Τ (dubitabit): ἀμφισβητεῖ G 2 αὕτη ἡ βιωτικὴ LM: ἡ βιωτικὴ αὕτη E: ἐν βιωτικὴ αὕτη (sic) AB 3 μέντοι EAB 7 ὁδηγεῖ ἡμᾶς M 14 διεξελθεῖν LM: διελθεῖν EAB ὑπό τε τῶν φύσει κακῶν νομίζει ποινηλατεῖσθαι καὶ διώκει τὰ ἀγαθά, ὧς οἴεται· ἅπερ κτησάμενος πλείοσι ταραχαῖς περιπίπτει, διά τε τὸ παρὰ λόγον καὶ ἀμέτρως ἐπαίρεσθαι καὶ φοβούμενος τὴν μεταβολὴν πάντα πράσσει, ἴνα μὴ ἀποβάλῃ τὰ ἀγαθὰ αὐτῷ δοκοῦντα εἶναι.

ὁ δὲ ἀοριστῶν περὶ τῶν πρὸς τὴν φύσιν καλῶν ἢ κακῶν οὔτε φεύγει τι οὔτε διώκει συντόνως· διόπερ ἀταρακτεῖ. ὅπερ οὖν περὶ Ἀπελλοῦ τοῦ ζωγράφου λέγεται, τοῦτο ὑπῆρξε τῷ σκεπτικῷ. φασὶ γὰρ ὅτι ἐκεῖνος ἵππον γράφων καὶ τὸν ἀφρὸν τοῦ ἵππου μιμήσασθαι τῇ γραφῇ βουληθεὶς οὕτως ἀπετύγχανεν ὧς ἀπειπεῖν καὶ τὴν σπογγιὰν εἰς ἣν ἀπέμασσε τὰ ἀπὸ τοῦ γραφείου χρώματα προσρῖψαι τῇ εἰκόνι· τὴν δὲ προσαψαμένην ἵππου ἀφροῦ ποιῆσαι μίμημα.

καὶ οἱ σκεπτικοὶ οὖν ἤλπιζον μὲν τὴν ἀταραξίαν ἀναλήψεσθαι διὰ τοῦ τὴν ἀνωμαλίαν τῶν φαινομένων τε καὶ νοουμένων ἐπικρῖναι, μὴ δυνηθέντες δὲ ποιῆσαι τοῦτο ἐπέσχον· ἐπισχοῦσι δὲ αὐτοῖς οἷον τυχικῶς ἡ ἀταραξία παρηκολούθησεν ὧς σκιὰ σώματι. οὐ μὴν ἀόχλητον πάντῃ τὸν σκεπτικὸν εἶναι νομίζομεν, ἀλλ’ ὀχλεῖσθαί φαμεν ὑπὸ τῶν κατηναγκασμένων· καὶ γὰρ ῥιγοῦν ποτε ὁμολογοῦμεν καὶ διψῆν καὶ τοιουτότροπά τινα πάσχειν.

ἀλλὰ καὶ ἐν τούτοις οἱ μὲν ἰδιῶται δισσαῖς συνέχονται περιστάσεσιν, ὑπό τε τῶν παθῶν αὐτῶν καὶ οὐχ ἧττον ὑπὸ τοῦ τἀς περιστάσεις ταύτας κακὰς εἷναι φύσει δοκεῖν· ὁ δὲ σκεπτικὸς τὸ προσδοξάζειν ὅτι ἔστι κακὸν τούτων ἕκαστον ὡς πρὸς τὴν φύσιν περιαιρῶν μετριώτερον καὶ ἐν τούτοις ἀπαλλάσσει. διὰ τοῦτο οὖν ἐν μὲν τοῖς δοξαστοῖς ἀταραξίαν τέλος εἶναί φαμεν τοῦ σκεπτικοῦ, ἐν δὲ τοῖς κατηναγκασμένοις μετριοπάθειαν. τινὲς δὲ τῶν δοκίμων σκεπτικῶν προσέθηκαν τούτοις καὶ τὴν ἐν ταῖς ζητήσεσιν ἐποχήν.

ιγ′ περὶ τῶν ὁλοσχερῶν τρόπων τῆς ἐποχῆς.

Επεὶ δὲ τὴν ἀταραξίαν ἀκολουθεῖν ἐφάσκομεν τῇ περὶ πάντων ἐποχῇ, ἀκόλουθον ἂν εἴη λέγειν ὅπως ἡμῖν ἡ ἐποχὴ 27 et pluribus T 28 καὶ <τὸ> LEAB edd. Gen. (sic) e Yesontino 409 vel cognato aliquo libro 22 a (in titulo): σκέψεως Gen. 23 ἐπεὶ M: ἐπὶ LEAB 24 ἂν εἴη λέγειν MEAB: εἴη λ. ἂν L περιγίνεται. γίνεται τοίνυν αὕτη, ὧς ἂν ὁλοσχερέστερον εἴποι τις, διὰ τῆς ἀντιθέσεως τῶν πραγμάτων. ἀντιτίθεμεν δὲ ἢ φαινόμενα φαινομένοις ἢ νοούμενα νοουμένοις ἢ ἐναλλάξ, οἷον φαινόμενα μὲν φαινομένοις,

ὅταν λέγωμεν ‘ὁ αὐτὸς πύργος πόρρωθεν μὲν φαίνεται στρογγύλος, ἐγγύθεν δὲ τειράγωνος’, νοούμενα δὲ νοουμένοις, ὅταν πρὸς τὸν κατασκευάζοντα ὅτι ἔστι πρόνοια ἐκ τῆς τάξεως τῶν οὐρανίων, ἀντιτιθῶμεν τὸ τοὺς μὲν ἀγαθοὺς δυσ- πραγεῖν πολλάκις τοὺς δὲ κακοὺς εὐπραγεῖν, καὶ διὰ τούτου συνάγωμεν τὸ μὴ εἶναι πρόνοιαν·

νοούμενα δὲ φαινομένοις, ὡς ὁ Ἀναξαγόρας (A 97 Diels) τῷ <κατασκευάζοντι> λευκὴν εἶναι τὴν χιόνα ὅτι ἡ χιὼν ὕδωρ ἐστὶ πεπηγός, τὸ δὲ ὕδωρ ἐστὶ μέλαν, καὶ ἡ χιὼν ἄρα μέλαινά ἐστιν. καθ’ 5a ἑτέραν δὲ ἐπίνοιαν ἀντιτίθεμεν ὁτὲ μὲν παρόντα παροῦσιν, ὧς τὰ προειρημένα· ὁτὲ δὲ παρόντα παρεληλυθόσιν ἢ μέλλουσιν, οἷον ὅταν τις ἡμᾶς ἐρωτήσῃ λόγον ὃν λῦσαι οὐ δυνάμεθα, φαμὲν πρὸς αὐτὸν ὅτι,

ὥσπερ πρὸ τοῦ γεμέσιαο τὸν εἰσηγησάμενον τὴν αἳρεσιν ἣν μετέρχῃ, οὐδέπω ὁ κατ’ αὐτὴν λόγος ὑγιὴς ὢν ἐφαίνετο, ὑπέκειτο μέντοι ὧς πρὸς τὴν φύσιν, οὕτως ἐνδέχεται καὶ τὸν ἀντικείμενον τῷ ὑπὸ σοῦ ἐρωτηθέντι νῦν λόγῳ ὑποκεῖσθαι μὲν ὧς πρὸς τὴν φύσιν, μηδέπω δ’ ἡμῖν φαίνεσθαι, ὥστε οὐδέπω χρὴ συγκατατίθεσθαι ἡμᾶς τῷ δοκοῦντι νῦν ἰσχυρῷ εἶναι λόγῳ.

ὑπὲρ δὲ τοῦ τὰς ἀντιθέσεις ταύτας ἀκριβέστερον ἡμῖν ὑποπεσεῖν, καὶ τοὺς τρόπους ὑποθήσομαι δι’ ὧν ἡ ἐποχὴ συνάγεται, οὔτε περὶ τοῦ πλήθους οὔτε περὶ τῆς δυνάμεως αὐτῶν διαβεβαιούμενος· ἐνδέχεται γὰρ αὐτοὺς καὶ σαθροὺς εἶναι καὶ πλείους τῶν λεχθησομένων.

ιδ′ περὶ τῶν δέκα τρόπων.

Παραδίδονται τοίνυν συνήθως παρὰ τοῖς ἀρχαιοτέροις σκεπτικοῖς τρόποι, δι’ ὧν ἡ ἐποχὴ συνάγεσθαι δοκεῖ, 27 post φαινόμενα add. ἢ EAB, post νοούμενα add. ἢ AB 4 suppl. e T (construenti) coll. p. 9, 31 8 ἐρωτήσει L Gen. 10 ἡγησάμενον EAB 13 ὑποκείσθω EAB 15 δοκοῦν EAB δέκα τὸν ἀριθμόν, καὶ λόγους καὶ τύπους συνωνύμως καλοῦσιν. εἰσὶ δὲ οὗτοι, πρῶτος ὁ παρὰ τὴν τῶν ζῴων ἀξαλλαγήν, δεύτερος ὁ παρὰ τὴν τῶν ἀνθρώπων διαφοράν, τρίτος ὁ παρὰ τἀς διαφόρους τῶν αἰσθητηρίων κατασκευάς, τέταρτος ὁ παρὰ τἀς περιστάσεις, πέμπτος ὁ παρὰ τἀς θέσεις καὶ τὰ διαστήματα καὶ τούς τόπους, ἕκτος ὁ παρὰ τἀς ἐπιμιξίας,

ἕβδομος ὁ παρὰ τὰς ποσότητας καὶ σκευασίας τῶν ὑποκειμένων, ὄγδοος ὁ ἀπὸ τοῦ πρός τι, ἔννατος ὁ παρὰ τὰς συνεχεῖς ἢ σπανίους ἐγκυρήσεις, δέκατος ὁ παρὰ τἀς ἀγωγὰς καὶ τὰ ἔθη καὶ τοὺς νόμους καὶ τἀς μυθικὰς πίστεις καὶ τἀς δογματικὰς ὑπολήψεις.

χρώμεθα δὲ τῇ τάξει ταύτῃ θετικῶς. τούτων δὲ ἐπαναβεβηκότες εἰσὶ τρόποι τρεῖς, ὁ ἀπὸ τοῦ κρίνοντος, ὁ ἀπὸ τοῦ κρινομένου, ὁ ἐξ ἀμφοῖν· τῷ μὲν γὰρ ἀπὸ τοῦ κρίνοντος ὑποτάσσονται οἱ πρῶτοι τέσσαρες τὸ γὰρ κρῖνον ἢ ζῷόν ἐστιν ἢ ἄνθρωπος ἢ αἴσθησις ἢ ἔν τινι περιστάσει), εἰς δὲ τὸν ἀπὸ τοῦ κρινομένου <ἀνάγονται> ὁ ἕβδομος καὶ ὁ δέκατος, εἰς δὲ τὸν ἐξ ἀμφοῖν σύνθετον ὁ πέμπτος καὶ ὁ ἕκτος καὶ ὁ ὄγδοος καἰ ὁ ἔννατος.

πάλιν δὲ οἱ τρεῖς οὗτοι ἀνάγονται εἰς τὸν πρός τι, ὡς εἶναι γενικώτατον μὲν τὸν πρός τι, εἰδικοὺς δὲ τούς τρεῖς, ὑποβεβηκότας δὲ τούς δέκα. ταῦτα μὲν περὶ τῆς ποσότητος αὐτῶν κατὰ τὸ πιθανὸν λέγομεν· περὶ δὲ τῆς δυνάμεως τάδε.

Πρῶτον ἐλέγομεν εἶναι λόγον καθ’ ὃν <παρὰ> τὴν δια- §§ 36—163 : cf. Diog. Laert. IX ξ 79—88. Philo de 171 sqq. (cf. v. Arnim Quellenstudien zu Philo p. 59 sqq.) Aristocles apud Euseb. Praep. Ev. XIY 18, 11 sqq. §§ 40—78: cf. Diog. Laert. IX ξ —80 Philo de ebr. 171. 23 τύπους GT (figuras): τόπους edd. : τρόπους Kayser || συνωνύμως Μ: συνωνύμους LEAB 27 θέσεις ML: διαθέσεις EAB 31 fort. συγκυρήσεις sicut p. 33, 4. 2 θετικῶς om. T 5 κρίνειν · 6 ἢ ἐν scripsi: καὶ ἐν GT 7 add. Pappenh. 8 ὁ ἕβδομος post ὁ ἕκτος iterum EAB 10 ὧς—τι om. EABT 11 ἐννέα Kayser 14 εἶναι ἐλέγομεν EAB || παρὰ add. Gen. φορὰν τῶν ζῴων οὐχ αἱ αὐταὶ ἀπὸ τῶν αὐτῶν ὑποπίπτουσι φαντασίαι. τοῦτο δὲ ἐπιλογιζόμεθα ἔκ τε τῆς περὶ τὰς γενέσεις αὐτῶν διαφορᾶς καὶ ἐκ τῆς περὶ τὰς συστάσεις τῶν σωμάτων παραλλαγῆς.

περὶ μὲν οὖν τὰς γενέσεις, ὅτι τῶν ζῴων τὰ μὲν χωρὶς μίξεως γίνεται τὰ δ’ ἐκ συμπλοκῆς. καὶ τῶν μὲν χωρὶς μίξεως γινομένων τὰ μὲν ἐκ πυρὸς γίνεται ὡς τὰ ἐν ταῖς καμίνοις φαινόμενα χωΰωια, τὰ δ’ ἐξ ὕδατος φθειρομένου ὡς κώνωπες , τὰ δ’ ἐξ οἴνου τρεπομένου ὡς σκνῖπες, τὰ δ’ ἐκ γῆς <ὡς . . . . >,τὰ δ’ ἐξ ἰλύος ὡς βάτραχοι, τὰ δ’ ἐκ βορβόρου ὡς σκώληκες, τὰ δ’ ἐξ ὄνων ὡς κάνθαροι τὰ δ’ ἐκ λαχάνων ὡς κάμπαι, τὰ δ’ ἐκ καρπῶν ὡς οἱ ἐκ τῶν ἐρινεῶν ψῆνες, τὰ δ’ ἐκ ζῴων νῶν ὡς μέλισσαι ταύρων καὶ σφῆκες ἱππὼν·

τῶν δ’ ἐκ συμπλοκῆς τὰ μὲν ἐξ ὁμοιογενῶν ὡς τὰ πλεῖστα, τὰ δ’ ἐξ ἀνομοιογενῶν ὡς ἡμίονοι. πάλιν κοινῇ τῶν ζῴων τὰ μὲν χωοτοκεὶται ὡς ἄνθρωποι, τὰ δ’ ᾠοτοκεῖται ὡς ὄρνιθες, τὰ δὲ σαρκοτοκεῖται ὡς ἄρκτοι.

εἰκὸς οὖν τὰς περὶ τὰς γενέσεις ἀνομοιότητας ἀνομοιότητας καὶ διαφορὰς μεγάλας ποιεῖν ἀντιπαθείας, τὸ ἀσύγκρατον καὶ ἀσυνάρμοστον καὶ μαχόμενον ἐκεῖθεν φερομένας.

ἀλλὰ καὶ ἡ διαφορὰ τῶν κυριωτάτων μερῶν τοῦ σώματος, καὶ μάλιστα τῶν πρὸς τὸ ἐπικρίνειν καὶ πρὸς τὸ αἰσθάνεσθαι πεφυκότων , μεγίστην δύναται ποιεῖν μάχην τῶν φαντασιῶν παρὰ τὴν τῶν ζῴων παραλλαγήν]. οἱ γοῦν ἰκτεριῶντες ὠχρά φασιν εἶναι τὰ ἡμῖν φαινόμενα λευκὰ, καὶ οἱ ὑπόσφαγμα ἔχοντες αἱμωπά. ἐπεὶ οὖν καὶ τῶν ζῴων τὰ μὲν ὠχρούς ἔχει τοὺς ὀφθαλμοὺς τὰ δ’ ὑφαίμους τὰ δὲ λευκανθίζοντας τὰ δ’ ἄλλην χροιὰν ἔχοντας, εἰκός, οἶμαι, διάφορον αὐτοῖς τὴν τῶν χρωμάτων ἀντίληψιν γίγνεσθαι.

ἀλλὰ καὶ ἐνατενίσαντες ἐπὶ πολύν χρόνον τῷ ἡλίῳ , εἶτα ἐγκύψαντες βιβλίῳ τὰ γράμματα χρυσοειδῆ δοκοῦμεν εἶναι καὶ περιφερόμενα. ἐπεὶ οὖν καὶ τῶν ζῴων τινὰ φύσει λαμπηδόνα ἐν τοῖς ὀφθαλμοῖς ἔχει 15 ἀπὸ τῶν αὐτῶν om.T 18 ὀνομάτων EAB 19 et 20 μίξεων M 21 ζωΰφια Bekker: animaliaparvulaT: ζωόφθτα G 23 lac. stat. Fabr. addens ὡς μῦς 26 οἱ om. Μ 28 μὲν <ὡς> EAB 5/6 seclusi ut glossema ad p. 11, 14 7 καὶ ὑπόφασμα EAB 14 λάμπ’. ἐν τοῖς ὀφθαλμοῦ ἔχει LE (sic): ἐν τοῖς ὀφθαλμοῖς λ. ἔχει AB: λ. ἔχει ἐν τοῖς ὀφθαλμοῖς M καὶ φῶς λεπτομερές τε καὶ εὐκίνητον ἀπ’ αὐτῶν ἀποστέλλει, ὡς καὶ νυκτὸς ὁρᾶν, δεόντως ἂν νομίζοιμεν ὅτι μὴ ὅμοια ἡμῖν τε κἀκείνοις τὰ ἐκτὸς ὑποπίπτει.

καί γε οἱ γόητες χρίοντες τὰς θρυαλλίδας ἰῷ χαλκοῦ καὶ θολῷ σηπίας ποιοῦσιν ὁτὲ μὲν χαλκοῦς ὁτὲ δὲ μέλανας φαίνεσθαι τοὺς παρόντας διὰ τὴν βραχεῖαν τοῦ μιχθέντος παρασποπάν. πολὺ δήπου εὐλογώτερόν ἐστι, χυμῶν διαφόρων ἀνακεκραμένων τῇ ὁράσει τῶν <καὶ;>

φαντασίας αὐτοῖς γίνεσθαι. ὅταν τε παραθλίψωμεν τὸν ὀφθαλμόν, ἐπιμήκη καὶ στενὰ φαίνεται τὰ εἴδη καὶ τὰ σχήματα καὶ τὰ μεγέθη τῶν ὁρατῶν. εἰκὸς οὖν ὅτι ὅσα τῶν ζῴων λοξὴν ἔχει τὴν κόρην καὶ προμήκη, καθάπερ αἶγες αἴλουροι καὶ τὰ ἐοικότα, διάφορα φαντάζεται τὰ ὑποκείμενα εἶναι, καὶ οὐχ οἵα τὰ περιφερῆ τὴν κόρην ἔχοντα ζῷα εἶναι αὐτὰ ὑπολαμβάνει.

τά τε κάτοπτρα παρὰ τὴν διάφορον κατασκευὴν ὁτὲ μὲν μικρότατα δείκνυσι τὰ ἐκτὸς ὑποκείμενα ὧς τὰ κοῖλα, ὁτὲ δ’ ἐπιμήκη καὶ στενά ὡς τὰ κυρτά· τινὰ δὲ τὴν μὲν κεφαλὴν κάτω δείκνυσι τοῦ κατοπτριζομένου , τοὺς δὲ πόδας ἄνω.

ἐπεὶ οὖν καὶ τῶν περὶ τὴν ὄψιν ἀγγείων τὰ μὲν ἐξόφθαλμα κομιδῇ προπέπτωκεν ὑπὸ κυρτότητος, τὰ δὲ κοιλότερά ἐστι, τὰ δ’ ἐν ὑπτίῳ πλάτει βέβηκεν, εἰκὸς καὶ διὰ τοῦτο ἀλλοιοῦσθαι τὰς φαντασίας, τασίας, καὶ μήτε ἴσα τοῖς μεγέθεσι μήτε ὅμοια ταῖς μορφαῖς ὁρᾶν τὰ αὐτὰ κύνας ἰχθύας λέοντας ἀνθρώπους ἀλλ’ οἵαν ἑκάστου ποιεῖ τύπωσιν ἡ δεχομένη τὸ φαινόμενον ὄψις.

ὁ δὲ αὐτὸς καὶ περὶ τῶν ἄλλων αἰσθή- σέων λόγος· πῶς γὰρ ἂν λεχθείη ὁμοίως κινεῖσθαι κατὰ τὴν ἁφὴν τά τε ὀστρακόδερμα καὶ τὰ σαρκοφανῆ καὶ τὰ ἠκανθωμένα καὶ τὰ ἐπτερωμένα ἢ λελεπιδωμένα; πῶς δὲ ὁμοίως ἀντιλαμβάνεσθαι κατὰ τὴν ἀκοὴν τά τε στενώτατον ἔχοντα τὸν πόρον τὸν ἀκουστικὸν καὶ τὰ εὐρυτάτῳ τούτῳ κεχρημένα, ἢ τὰ τετριχωμένα τὰ ὦτα καὶ 15 ἀπ’ αὐτῶν om. T 21 ἀλογώτερον Gen. 22 add. e Τ (et differentes) 28 οἴα Μ : οἶς LEAB 29 αὐτὰ EAB : αὐτὴν M : αὐτ’ ἃς L 1 ἀγγείων G : ὀργάνων iam a Bekkero coni. T (instrumentorum) atcf. Philoleg. alleg. Π37 (Ι 97, 28Cohn) 1/2 προπέπτωνκεν ΕΑΒ et Μ (ommisso τ) T (procidunt) : πέπτωκεν L edd. 4 ὅμοια LE AB : ὁρᾶν M 5 ὁρᾶν om. M 13 τὰ ante ὧτα om. EAB || καὶ G : ἢ T (vel) τὰ ψιλὰ ταῦτα ἔχοντα; ὅπου γε καὶ ἡμεῖς ἄλλως μὲν κινούμεθα κατὰ τὴν ἀκοὴν παραβύσαντες τὰ ὧτα, ἄλλως δὲ ἢν ἀπλῶς αὐτοῖς χρώμεθα.

καὶ ἡ ὄσφρησις δὲ διαφέροι ἂν παρὰ τὴν τῶν ζῴων ἐξαλλαγήν· εἰ γὰρ καὶ ἡμεῖς ἄλλως μὲν κινούμεθα ἐμψυγέντες καὶ τοῦ φλέγματος πλεονάσαντος ἐν ἡμῖν, ἄλλως δὲ ἢν τὰ περὶ τὴν κεφαλὴν ἡμῶν μέρη πλεονασμὸν αἵματος ὑποδέξηται, ἀποστρεφόμενοι τὰ εὐώδη τοῖς ἄλλοις δοκοῦντα εἶναι καὶ ὥσπερ πλήττεσθαι ὑπ’ αὐτῶν νομίζοντες, ἐπεὶ καὶ τῶν ζῴων τὰ μὲν πλαδαρά τέ ἐστι φύσει καὶ φλεγματώδη, τὰ δὲ πολύαιμα σφόδρα, τὰ δ’ ἐπικρατοῦσαν καὶ πλεονάζουσαν ἔχοντα τὴν ξανθὴν χολὴν ἢ τὴν μέλαιναν, εὔλογον καὶ διὰ τοῦτο διάφορα ἑκάστοις αὐτῶν φαίνεσθαι τὰ ὀσφρητά.

καὶ τὰ γευστὰ ὁμοίως τῶν μὲν τραχεῖαν καὶ ἄνικμον ἐχόντων τὴν γλῶσσαν τῶν δὲ ἔνυγρον σφόδρα, εἴγε καὶ ἡμεῖς ξηροτέραν ἐν πυρετοῖς τὴν γλῶτταν σχόντες γεώδη καὶ κακόχυμα ἢ πικρὰ τὰ προσφερόμενα εἶναι νομίζομεν, τοῦτο δὲ πάσχομεν καὶ παρὰ τὴν διάφορον ἐπικράτειαν τῶν ἐν ἡμῖν χυμῶν εἶναι λεγομέων· μένων· ἐπεὶ οὖν καὶ τὰ ζῷα διάφορον τὸ γευστικὸν αἰσθητήριον ἔχει καὶ διαφόροις χυμοῖς πλεονάζον, διαφόρους ἂν καὶ κατὰ τὴν γεῦσιν φαντασίας τῶν ὑποκειμένων λαμβάνοι.

ὥσπερ γὰρ ἡ αὐτὴ τροφὴ ἀναδιδομένη ὅπου μὲν γίνεται φλὲψ ὅπου δὲ ἀρτηρία ὅπου δὲ ὀστέον ὅπου δὲ νεῦρον καὶ τῶν ἄλλων ἕκαστον, παρὰ τὴν διαφορὰν τῶν ὑποδεχομένων αὐτὴν μερῶν διάφορον ἐπιδεικνυμένη δύναμιν, καὶ ὥσπερ τὸ ὕδωρ ‘ὲν καὶ μονοειδὲς ἀναδιδόμενον εἰς τὰ δένδρα ὅπου μὲν γίνεται φλοιὸς ὅπου δὲ κλάδος ὅπου δὲ καρπὸς καὶ ἤδη σῦκον καὶ ῥοιὰ καὶ τῶν ἄλλων ἕκαστον,

καὶ καθάπερ τὸ τοῦ μουσουργοῦ πνεῦμα ‘ὲν καὶ τὸ αὐτὸ ἐμπνεόμενον τῷ αὐλῷ ὅπου μὲν γίνεται ὀξὺ ὅπου δὲ βαρύ, καὶ ἡ αὐτὴ ἐπέρεισις τῆς χειρὸς ἐπὶ τῆς λύρας ὅπου μὲν βαρὺν φθόγγον ποιεῖ ὅπουδὲὀξύν,οὕτωςεἰκὸςκαὶ τὰ ἐκτὸς ὑποκείμενα 15 παραβύσαντες MEAB: παραβήσαντες L 21 εἶναι et EAB (comp. script.): ταῦτα L 25 εὔλογον Salmasius: εὔλογα G: rationabile est Τ 26 αὐτῶν om. T 28 εἴγε καὶ ἡμεῖς MEABT (si quidem et nos): καὶ ἡ. εἴγε L 29 fort. coll. p. 13, 12. 14. 24. 27. || καὶ: ἢ Pasquali 30 παρὰ ΜΤ (secundum): περὶ LEAB 2 λαμβάνοι L: λαμβάνει MEABT (assumit) 6 αὐτὴν MEAB : αὐτῶν L 10 post αὐτὸ add. πνεῦμα MEAB φόρα θεωρεῖσθαι παρὰ τὴν διάφορον κατασκευὴν τῶν τὰς φαντασίας ὑπομενόντων ζῴων.

ἐναργέστερον δὲ τὸ τοιοῦτον ἔστι μαθεῖν ἀπὸ τῶν αἱρετῶν τε καὶ φευκτῶν τοῖς ζῴοις. μύρον γοῦν ἀνθρώποις μὲν ἥδιστον φαίνεται, κανθάροις δὲ καὶ μελίσσαις δυσανάσχετον· καὶ τὸ ἔλαιον τοὺς μὲν ἀνθρώπους ὠφελεῖ, σφῆκας δὲ καὶ μελίσσας ἀναιρεῖ καταρραινόμενον· καὶ τὸ θαλάττιον ὕδωρ ἀνθρώποις μὲν ἀηδές ἐστι πινόμενον καὶ φαρμακῶδες, ἰχθύσι δὲ ἥδιστον καὶ πότιμον.

σύες τε ἥδιον βορβόρῳ λούονται δυσωδεστάτῳ ἢ ὕδατι διειδεῖ καὶ καθαρῷ. τῶν τε ζέων τὰ μέν ἐστι ποηφάγα τὰ δὲ θαμνοφάγα τὰ δὲ ὑληνόμα τὰ δὲ σπερμοφάγα τὰ δὲ σαρκοφάγα τὰ γαλακτοφάγα, καὶ τὰ μὲν σεσηπυίᾳ χαίρει τροφῇ τὰ δὲ νεαρᾷ, καὶ τὰ μὲν ὠμῇ τὰ δὲ μαγειρικῶς ἐσκευασμένῃ. καὶ κοινῶς τὰ ἄλλοις ἡδέα ἄλλοις ἐστὶν ἀηδῆ καὶ φευκτά καὶ θανάσιμα.

τὸ γοῦν κώνειον νεῖον πιαίνει τοὺς ὄρτυγας καὶ ὁ ὑοσκύαμος τὰς ὗς, αἵ δὴ χαίρουσι καὶ σαλαμάνδρας ἐσθίουσαι, ὡσπεροῦν ἔλαφοι τὰ ἰοβόλα ζῷα καὶ αἱ χελιδόνες κανθαρίδας. οἴ τε μύρμηκες καὶ οἱ σκνῖπες ἀνθρώποις μὲν ἀηδίας καὶ στρόφους ἐμποιοῦσι καταπινόμενοι· ἡ δὲ ἄρκτος ἢν ἀρρωστίᾳ τινὶ περιπέσῃ, τούτους καταλιχμωμένη ῥώννυται.

ἔχιδνα δὲ θιγόντος αὐτῆς μόνον φηγοῦ κλάδου καροῦται, καὶ νυκτερὶς πλατάνου φύλλου. φεύγει δὲ κριὸν μὲν ἐλέφας, λέων δὲ ἀλεκτρυόνα, καὶ θραγμὸν κυάμων ἐρεικομένων τὰ θαλάττια κήτη, καὶ τίγρις ψόφον τυμπάνου. καὶ ἄλλα δὲ πλείω τούτων ἔνεστι λέγειν· ἀλλ’ ἴνα μὴ μᾶλλον τοῦ δέοντος ἐνδιατρίβειν δοκῶμεν, εἰ τὰ αὐτὰ τοῖς μέν ἐστιν ἀηδῆ τοῖς δὲ ἡδέα, τὸ δὲ ἡδὺ καὶ ἀηδὲς ἐν φαντασίᾳ κεῖται, διάφοροι γίνονται τοῖς ζῴοις ἀπὸ τῶν ὑποκειμένων φαντασίαι.

εἰ δὲ τὰ αὐτὰ πράγματα ἀνόμοια φαίνεται παρὰ τὴν τῶν ζῴων ἐξαλλαγήν, ὁποῖον μὲν ἡμῖν θεωρεῖται τὸ ὑποκείμενον ἕξομεν λέγειν, ὁποῖον δὲ ἔστι πρὸς τὴν 20 ἀνθρώποις om. EAB 22 τε GT: δὲ edd. 28 <ἢ> καὶ θάν’. (aut et) Τ 29 αἳ L : ἃ MEAB 31 δὲ (vero) T 34 ἀναρρώνυται Pasquali coll. Aelian. h. a. II 9 1 μόνον Bekk. : μόνου G II φυγοῦ LEAB 4 δὲ om. Τ 7 εὐηδὲς L 10 ζώων ML: νόμων EAB σιν ἐφέξομεν. οὐδὲ γὰρ ἐπικρίνειν αὐτοὶ δυνησόμεθα τὰς φαντασίας τάς τε ἡμετέρας καὶ τἀς τῶν ἄλλων ζῴων, μέρος ρος καὶ αὐτοὶ τῆς διαφωνίας ὄντες καὶ διὰ τοῦτο τοῦ ἐπικρινοῦντος κρινοῦντος δεησόμενοι μᾶλλον ἢ αὐτοὶ κρίνειν δυνάμενοι.

καὶ ἄλλως οὔτε ἀναποδείκτως δυνάμεθα προκρίνειν τὰς ἡμετέρας φαντασίας τῶν παρὰ τοῖς ἀλόγοις ζῴοις γινομένων οὔτε μετ’ ἀποδείξεως. πρὸς γὰρ τῷ μὴ εἷναι ἀπόδειξιν ἴσως, ὡς ὑπομνήσομεν, αὐτὴ ἡ λεγομένη ἀπόδειξις ἤτοι φαινομένη ἡμῖν ἔσται ἢ οὐ φαινομένη. καὶ εἰ μὲν μὴ φαινομένη, οὐδὲ μετὰ πεποιθήσεως αὐτὴν προοισόμεθα· εἰ δὲ φαινομένη ἡμῖν, ἐπειδὴ περὶ τῶν φαινομένων τοῖς ζώοις ζητεῖται καὶ ἡ ἀπόδειξις ἡμῖν φαίνεται ζῴοις οὖσι, καὶ αὐτὴ ζητηθήσεται εἰ ἔστιν ἀληθὴς καθό ἐστι φαινομένη.

ἄτοπον δὲ τὸ ζητούμενον διὰ τοῦ ζητουμένου κατασκευάζειν ἐπιχειρεῖν, ἐπεὶ ἔσται τὸ αὐτὸ πιστὸν καὶ ἄπιστον, ὅπερ ἀμήχανον, πιστὸν μὲν ἡ βούλεται ἀποδεικνύειν, ἄπιστον δὲ ᾗ ἀποδείκνυται. οὐχ ἕξομεν ἄρα ἀπόδειξιν δι’ ἧς προκρινοῦμεν τὰς ἑαυτῶν φαντασίας τῶν παρὰ τοῖς ἀλόγοις καλουμένοις ζῴοις γινομένων. εἰ οὖν διάφοροι γίνονται αἱ φαντασίαι παρὰ τὴν τῶν ζῴων ἐξαλλαγήν, ἃς ἐπικρῖναι ἀμήχανόν ἐστιν, ἐπέχειν ἀνάγκη περὶ τῶν ἐκτὸς ὑποκειμένων.

’Εκ περιουσίας δὲ καὶ συγκρίνομεν τὰ ἄλογα καλούμενα ζῷα τοῖς ἀνθρώποις κατὰ φαντασίαν· καὶ γὰρ καταπαίζειν τῶν δογματικῶν τετυφωμένων καὶ περιαυτολογούντων οὐκ ἀποδοκιμάζομεν μετὰ τοὺς πρακτικοὺς τῶν λόγων. οἱ μὲν οὖν ἡμέτεροι τὸ πλῆθος τῶν ἀλόγων ζῴων ἀπλῶς εἰώθασι συγκρίνειν τῷ ἀνθρώπῳ·

ἐπεὶ δὲ εὑρεριλογοῦντες οἱ δογματικοὶ ἄνισον εἶναί φασι τὴν σύγκρισιν, ἡμεῖς ἐκ πολλοῦ τοῦ περιόντος ἐπὶ πλέον παίζοντες ἐπὶ ἑνὸς ζῴου στήσομεν τὸν λόγον, οἶον ἐπὶ κυνός, εἰ δοκεῖ, τοῦ εὐτελεστάτου δοκοῦντος εἶναι. εὑρήσομεν γὰρ καὶ οὕτω μὴ λειπόμενα ἡμῶν τὰ ζῷα, περὶ ὧν ὁ λόγος, ὡς πρὸς τὴν πίστιν τῶν φαινομένων.

ὅτι τοίνυν αἰσθήσει διαφέρει τοῦτο τὸ ζῷον 12 οὐ (non) Τ 18 τῷ Μ: τὸ LEAB 21 προοισόμεθα G: producemus T: προσησόμεθα a Gen. coniectum recepit Bekk. 30 οὖν ML : γοῦν EAB || αἱ om. EAB 1 τὰ ἅλ’. ζῷα οὕτω EAB 6 εὑρεσιλογοῦντες Gen.: εὑρεσιολογοῦντες G 8 παίζειν ἔχοντες Kayser 11 ὧς om. Τ ἡμῶν, οἱ δογματικοὶ συνομολογοῦσιν· καὶ γὰρ τῇ ὀσφρήσει μᾶλλον ἡμῶν ἀντιλαμβάνεται, τὰ μὴ ὁρώμενα αὐτῷ θηρία διὰ ταύτης ἀνιχνεύων καὶ τοῖς ὀφθαλμοῖς θᾶττον ἡμῶν ταῦτα ὁρῶν καὶ τῇ ἀκοῇ αἰσθανόμενος ὀξέως.

οὐκοῦν ἐπὶ τὸν λόγον ἔλθωμεν. τούτου δὲ ὁ μέν ἐστιν ἐνδιάθετος ὁ δὲ προφορικός. ἴδωμεν οὗν πρότερον περὶ τοῦ ἐνδιαθέτου. οὗτος τοίνυν κατὰ τοὺς μάλιστα ἡμῖν ἀντιδοξοῦντας νῦν δογματικούς, τοὺς ἀπὸ τῆς Στοᾶς, ἐν 20a τούτοις ἔοικε σαλεύειν, τῇ αἱρέσει τῶν οἰκείων καὶ φυγῇ τῶν ἀλλοτρίων, τῇ γνώσει τῶν εἰς τοῦτο συντεινουσῶν τεχνῶν, τῇ ἀντιλήψει τῶν κατὰ τὴν οἰκείαν φύσιν ἀρετῶν <καὶ> τῶν περὶ τὰ πάθη.

ὁ τοίνυν κύων, ἐφ’ οὗ τὸν λόγον ἔδοξε στῆσαι παραδείγματος ἕ αἴρεσιν ποιεῖται ποιεῖται τῶν οἰκείων καὶ φυγὴν τῶν βλαβερῶν, τὰ μὲν τρόφιμα διώκων, μάστιγος δὲ ἀναταθείσης ὑποχωρῶν. ἀλλὰ καὶ τέχνην ἔχει ποριστικὴν τῶν οἰκείων, τὴν θηρευτικήν.

ἔστι δὲ οὐδ’ ἀρετῆς ἐκτός· τῆς γέ τοι δικαιοσύνης οὔσης τοῦ κατ’ ἀξίαν ἀποδοτικῆς ἑκάστῳ, ὁ κύων τοὺς μὲν οἰκείους γε καὶ εὖ ποιοῦντας σαίνων καὶ φρουρῶν τούς δὲ ἀνοικείους καὶ ἀδικοῦντας ἀμυνόμενος οὐκ ἔξω ἂν εἴη τῆς δικαιοσύνης.

εἰ δὲ ταύτην ἔχει, τῶν ἀρετῶν ἀντακολουθουσῶν καὶ τὰς ἄλλας ἀρετὰς ἔχει, ἃς οὔ φασιν ἔχειν τοὺς πολλούς ἀνθρώπους οἱ σοφοί. καὶ ἄλειμον δὲ ὄντα ὁρῶμεν ἐν ταῖς ἀμύναις καὶ συνετόν, ὧς λαὶ Ὅμηρος ἐμαρτύρησεν, ποιήσας τὸν Ὀδυσσέα πᾶσι μὲν τοῖς οἰκείοις ἀνθρώποις ἀγνῶτα ὄντα ὑπὸ μόνου δὲ τοῦ Ἀργοῦ σθέντα, μήτε ὑπὸ τῆς ἀλλοιώσεως τῆς κατὰ τὸ σῶμα τἀνδρὸς ἀπατηθέντος τοῦ κυνός, μήτε ἐκστάντος τῆς καταληπτικῆς φαντασίας, ἣν μᾶλλον τῶν ἀνθρώπων ἔχων ἐφάνη.

κατὰ δὲ τὸν Χρύσιππον τὸν μάλιστα συμπολεμοῦντα τοῖς ἀλόγοις ζῴοις καὶ τῆς ἀοιδίμου διαλεκτικῆς μετέχει. ξ 65 cf. Porphyr. de abstin. III 2 23 <καὶ> add. e T (et in eo quod est circa coll. p. 17, 17. 28 τοι L: τι MEAB 30 γε LM: om. T: τε E AB 1 δὲ G : μὲν (quidem) T 4 ὄντα G: εἶναι T (esse) συμπολεμοῦντα scripsi: πολεμοῦντα GT (qui maxime repugnat): προσέχοντα Diels φησὶ γοῦν αὐτὸν ὁ προειρημένος ἀνὴρ ἐπιβάλλειν τῷ πέμπτῳ διὰ πλειόνων ἀναποδείκτῳ, ὅταν ἐπὶ τρίοδον ἐλθὼν καὶ τἀς δύο ὁδούς ἰχνεύσας δι’ ὧν οὐ διῆλθε τὸ θηρίον, τὴν τρίτην μηδ’ ἰχνεύσας εὐθέως ὁρμήσῃ δι’ αὐτῆς. δυνάμει γὰρ τοῦτο αὐτὸν λογίζεσθαί φησιν ὁ ἀρχαῖος ‘τῇδε ἢ τῇδε ἢ τῇδε διῆλθε τὸ θηρίον· οὔτε δὲ τῇδε οὔτε τῇδε·

τῇδε ἄρα.’ ἀλλὰ καὶ τῶν ἑαυτοῦ παθῶν ἀντιληπτικός τέ ἐστι καὶ παραμυθητικός· σκόλοπος γὰρ αὐτῷ καταπαγέντος ἐπὶ τὴν ἄρσιν τούτου ὁρμᾷ τῇ τοῦ ποδὸς πρὸς τὴν γῆν παρατρίψει καὶ διὰ τῶν ὀδόντων. ἕλκος τε εἰ19a ἔχει που, ἐπεὶ τὰ μὲν ῥυπαρὰ ἕλκη δυσαλθῆ ἐστιν, τὰ δὲ καθαρὰ ῥᾳδίως θεραπεύεται, πρᾴως ἀποψᾷ τὸν γινόμενον ἰχῶρα.

ἀλλὰ καὶ τὸ ‘Ιπποκράτειον φυλάσσει μάλα καλῶς· ἐπεὶ γὰρ ποδὸς ἄκος ἀκινησία, εἴ ποτε τραῦμα ἐν ποδὶ σχοίη, μετεωρίζει τοῦτον καὶ ὧς οἶόν τε ἄσκυλτον τηρεῖ. ὀχλούμενός τε 24a ὑπὸ χυμῶν ἀνοικείων πόαν ἐσθίει, μεθ’ ἧς ἀποβλύζων βλύζων τὸ ἀνοίκειον ὑγιάζεται.

εἰ τοίνυν ἐφάνη τὸ ζῷον, ἐφ’ οὗ τὸν λόγον ἐστήσαμεν παραδείγματος ἕνεκα, καὶ αἱρούμενον τὰ οἰκεῖα καὶ τὰ ὀχληρὰ φεῦγον, τέχνην τε ἔχον ποριστικὴν τῶν οἰκείων, καὶ τῶν ἑαυτοῦ παθῶν ἀντιληπτικὸν καὶ παραμυθητικόν, καὶ οὐκ ἔξω ἀρετῆς, ἐν οἷς κεῖται ἡ τελειότης τοῦ ἐνδιαθέτου λόγου, τέλειος ἂν εἴη κατὰ τοῦτο ὁ κύων· ὅθεν μοι δοκοῦσί τινες τῶν κατὰ φιλοσοφίαν ἑαυτοὺς σεμνῦναι τῇ τοῦ ζῴου τούτου προσηγορίᾳ.

περὶ δὲ τοῦ προφορικοῦ λόγου τέως μὲν οὐκ ἔστιν ἀναγκαῖον ζητεῖν· τοῦτον γὰρ καὶ τῶν δογματικῶν ἔνιοι παρῃτήσαντο ὧς ἀντιπράττοντα τῇ τῆς ἀρετῆς ἀναλήψει, διὸ καὶ παρὰ τὸν τῆς μαθήσεως χρόνον ἤσκησαν σιωπήν· καὶ ἄλλως, εἰ καθ’ ὑπόθεσιν εἴη ἄνθρωπος ἐνεός, οὐδεὶς φήσει αὐτὸν εἶναι ἄλο- γον. ἵνα δὲ καὶ ταῦτα παραλίπωμεν, μάλιστα μὲν ὁρῶμεν 11 ἀναποδείκτῳ Apelt coll. Plut. de soll. anim. p. 969 B (vide p. 93,11): ἀναποδείκτων G: per plura inmittere quinto indemonstrativo T 12 ἐλθὼν MT (ueniens): ἐλθεῖν LEAB 14 ὁρμήσῆ Bekk. : ὁρμήσει G 16 οὔτε τῇδε Τ (neque hac) : ἢ τῇδε G 20 δυσαληθῆ L 22 τῶν γινομένων h 24(??) ἄσκυλον EAB 31 εἴη τοῦτο κατὰ τούτου EB : εἴη τοῦτο κατὰ τοῦτο A 3 τῇ om. L II παρὰ M: περὶ LEAB τὰ ζῷα, περὶ ὧν ὁ λόγος, καὶ ἀνθρωπίνας προφερόμενα φωνάς, ὧς κίττας καὶ ἄλλα τινά.

ἴνα δὲ καὶ τοῦτο ἐάσωμεν, εἰ καὶ μὴ συνίεμεν τὰς φωνὰς τῶν ἀλόγων καλουμένων ζῴων, ὅλως οὐκ ἔστιν ἀπεικὸς διαλέγεσθαι μὲν ταῦτα, ἡμᾶς δὲ μὴ συνιέναι· καὶ γὰρ τῆς τῶν βαρβάρων φωνῆς ἀκούοντες οὐ συνίεμεν ἀλλὰ μονοειδῆ ταύτην εἶναι δοκοῦμεν.

καὶ ἀκούομεν δὲ τῶν κυνῶν ἄλλην μὲν φωνὴν προϊεμένων ὅταν ἀμύνωνταί τινας, ἄλλην δὲ ὅταν ὠρύωνται, καὶ ἄλλην ὅταν τύπτωνται, καὶ διάφορον ἐπὰν σαίνωσιν. καὶ ὅλως εἰ τις εἰς τοῦτο ἀτενίσειεν, εὖροι ἂν πολλὴν παραλλαγὴν τῆς φωνῆς παρὰ τούτῳ τε καὶ τοῖς ἄλλοις ζῴοις ἐν ταῖς διαφόροις περιστάσεσιν, ὥστε διὰ ταῦτα εἰκότως λέγοιτ’ ἂν καὶ τοῦ προφορικοῦ μετέχειν γου τὰ καλούμενα ἄλογα ζῷα.

εἰ δὲ μήτε ἀκριβείᾳ τῶν αἰσθήσεων λείπεται τῶν ἀνθρώπων ταῦτα μήτε τῷ ἐνδιαθέτῳ λόγῳ, ἐκ περιουσίας δὲ εἰπεῖν μηδὲ τῷ προφορικῷ, οὐκ ἂν ἀπιστότερα ἡμῶν εἴη κατὰ τὰς φαντασίας.

καὶ ἐφ’ ἑκάστου δὲ τῶν ἀλόγων ζῴων ἴσως ἱστάντας τὸν λόγον ταῦτα ἀποδεικνύειν δυνατόν ἐστιν. οἶον γοῦν τίς οὐκ ἂν εἴποι τοὺς ὄρνιθας ἀγχινοίᾳ τε διαφέρειν καὶ τῷ προφορικῷ κεχρῆσθαι λόγῳ; οἴ γε οὐ μόνον τὰ παρόντα ἀλλὰ καὶ τὰ ἐσόμενα ἐπίστανται καὶ ταῦτα τοῖς συνιέναι δυναμένοις προδηλοῦσιν, ἄλλως τε σημαίνοντες καὶ τῇ φωνῇ προαγορεύοντες.

Τὴν δὲ σύγκρισιν ἐποιησάμην, ὡς καὶ ἔμπροσθεν ἐπεσημηνάμην, ἐκ περιόντος, ἱκανῶς, ὧς οἶμαι, δείξας ἔμπροσθεν] ὅτι μὴ δυνάμεθα προκρίνειν τὰς ἡμετέρας φαντασίας τῶν παρὰ τοῖς ἀλόγοις ζῴοις γινομένων. ἀλλ’ εἰ μή ἐστιν ἀπιστότερα τά ἄλογα ζῷα ἡμῶν πρὸς τὴν κρίσιν τῶν φαντασιῶν, καὶ διάφοροι γίνονται φαντασίαι παρὰ τὴν τῶν ζῴων παραλλαγήν, ὁποῖον μὲν ἕκαστον τῶν ὑποκειμένων ἐμοὶ φαίνεται δυνήσομαι λέγειν, ὁποῖον δὲ ἔστι τῇ φύσει διὰ τὰ προειρημένα ἐπέχειν ἀναγκασθήσομαι.

Καὶ ὁ μὲν πρῶτος τῆς ἐποχῆς τρόπος τοιοῦτός ἐστι, δεύτερον δὲ ἐλέγομεν εἶναι τὸν ἀπὸ τῆς διαφορᾶς τῶν ἀνθρώπων·…

δ…

The complete text is available when the reading interface loads.