Adversus mathematicos
Author namesSextus Empiricus · Sextus l’Empirique · Sextus l Empirique · Σεκστος Εμπειρικος
- Scientific editors
- Hermann Mutschmann, Jürgen Mau
- Edition reference
- Sexti Empirici Opera · Leipzig · Teubner · 1912-1954
- CTS identifier
urn:cts:greekLit:tlg0544.tlg002.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
ΠΡΟΣ ΜΑΘΗΜΑΤΙΚΟΥΣ
Τὴν πρὸς τοὺς ἀπὸ τῶν μαθημάτων ἀντίρρησιν κοινό- τερον μὲν διατεθεῖσθαι δοκοῦσιν οἵ τε περὶ τὸν Ἐπίκου- ρον (fr. 227 Us.) καὶ οἱ ἀπὸ τοῦ Πύρρωνος, οὐκ ἀπὸ τῆς αὐτῆς δέ διαθέσεως, ἀλλʼ οἱ μὲν περὶ τὸν Ἐπίκουρον ὡς τῶν μαθημάτων μηδέν συνεργούντων πρὸς σοφίας τελεί- ωσιν, ἤ, ὥς τινες εἰκάζουσι, τοῦτο προκάλυμμα τῆς ἑαυ- τῶν ἀταιδευσίας εἶναι νομίζοντες (ἐν πολλοῖς γὰρ ἀμα- θὴς Ἐπίκουρος (p. 89, 30 Us.) ἐλέγχεται, οὐδὲ ἐν ταῖς κοιναῖς ὁμιλίαις καθαρεύων),
τάχα δέ καὶ διὰ τὴν πρὸς τοὺς περὶ Πλάτωνα καὶ Ἀριστοτέλη καὶ τοὺς ὁμοίους δυσμένειαν πολυμιαθεῖς γεγονότας· οὐκ ἀπέοικε δέ καὶ διὰ τὴν πρὸς Ναυσιφάνην (A 7 Diels) τὸν Πύρρωνος ἀκουστὴν ἔχθραν· πολλοὺς γὰρ τῶν νέων συνεῖχε καὶ τῶν μαθημάτων σπουδαίως ἐπεμελεῖτο, μάλιστα δέ ῥη- τορικῆς·
γενόμενος οὖν τούτου μαθητὴς ὁ Ἐπίκουρος ὑπὲρ τοῦ δοκεῖν αὐτοδίδακτος εἶναι καὶ αὐτοφυὴς φιλό- σοφος ἠρνεῖτο ἐκ παντὸς τρόπου, τήν τε περὶ αὐτοῦ φήμην ἐξαλείφειν ἔσπευδε, πολύς τε ἐγίνετο τῶν μαθη- μάτων κατήγορος, ἐν οἷς ἐκεῖνος ἐσεμνύνετο.
φησὶ (fr. 114 Us.) γοῦν ἐν τῇ πρὸς τούς ἐν Μυτιλήνῃ φιλο- σόφους ἐπιστολῇ ‘οἶμαι δὲ ἔγωγε τοὺς βαρυστόνους καὶ μαθητήν με δόξειν τοῦ πλεύμονος εἶναι, μετὰ μειρακίων σέξτου ἐμπειρικοῦ ὑπομνημάτων τὸ πρῶτον πρὸς τοὺς μαθημα- τικούς tit. N || 1 ἀντέρησιν N || 2 διατίθεσθαι N || 4 δέ om. LVr | ἀλλʼ εἰ μὲν NL: ἀλλὁς μὲν D || 6 εἰσάξουσι N || 7 πολ- λῆς L || 7.8 ἐπίκουρος ἀμαθὴς ED || 9 καθαίρων N | διὰ. τὸν VC || 10 ὁμοίως D || 12 ναυσιφάνη NELVr: ναισιφάνη D πύρρων N || 13 ἐχθρὸν N || 16 ὑπέρ τὸ D | φιλόσοφος om. Crönert (lapsu ca- lami ?) || 18 ἔσπουδε L | πολὺς οὖν ἐγένετο N || 20 μυτυλήνη N: μιτυ- λήνη LEABV RVr || 21 τοὺςἐξαριστόνους(?) N || 22 δοξάζειν Crönert | πνεύμονος A B: πλεύμονος R | μεικίων D τινῶν κραιπαλώντων ἀκούσαντα ʼ, νῦν πλεύμονα καλῶν τὸν Ναυσιφάνην ὡς ἀναίσθητον· καὶ πάλιν προβὰς πολλά τε κατειπὼν τἀνδρὸς ὑπεμφαίνει τὴν ἐν τοῖς μαθήμασιν αὐτοῦ προκο | πὴν λέγων ‘καὶ γὰρ πονηῥὸς ἄνθρωπος ἧν καὶ ἐπιτετηδευκὼς τοιαῦτα ἐξ ὧν οὐ δυνατὸν εἰς σοφίαν ἐλθεῖνʼ, αἰνισσόμενος τὰ μαθήματα.
πλὴν ὁ μὲν Ἐπίκου- ρος, ὡς ἄν τις εἰκοβολῶν εἴποι, ἀπὸ τοιούτων τινῶν ἀφορμῶν πολεμεῖν τοῖς μαθήμασιν ἠξίου, οἱ δέ ἀπὸ Πύρρωνος οὔτε διὰ τὸ μηδέν συνεργεῖν αὐτὰ πρὸς σοφίαν, δογματικὸς γὰρ ὁ λόγος, οὔτε διὰ τὴν προσοῦσαν αὐτοῖς ἀπαιδευσίαν· σὺν γὰρ τῷ πεπαιδεῦσθαι καὶ πολυπειροτέ- ρους παρὰ τοὺς ἄλλους ὑπάρχειν φιλοσόφους ἔτι καὶ 〈ἀ〉διαφόρως ἔχουσι πρὸς τὴν παρὰ τοῖς πολλοῖς δόξαν·
καὶ μὴν οὐδέ δυσμενείας χάριν τῆς πρός τινας (μακρὰν γὰρ αὐτῶν τῆς πραότητός ἐστιν ἡ τοιαύτη κακία)· ἀλλὰ τοι- οῦτόν τι ἐπὶ τῶν μαθημάτων παθόντες ὁποῖον ἐφʼ ὅλης ἔπαθον τῆς σοφίας. καθὰ γὰρ ἐπὶ ταύτην ἦλθον πόθῳ τοῦ τυχεῖν τῆς ἀληθείας, ἰσοσθενεῖ δέ μάχῃ καὶ ἀνω- μαλία τῶν πραγμάτων ὑπαντήσαντες ἐπέσχον, οὕτω καὶ ἐπὶ τῶν μαθημάτων ὁρμήσαντες ἐπὶ τὴν ἀνάληψιν αὐτῶν, ζητοῦντες καὶ τὸ ἐνταῦθα μαθεῖν ἀληθές, τὰς δέ ἴσας εὑρόντες ἀπορίας, οὐκ ἀπεκρύψαντο.
διόπερ καὶ ἡμεῖς τὴν αὐτὴν τούτοις ἀγωγὴν μεταδιώκοντες πειρασόμεθα χωυρὶς φιλονεικίας τὰ πραγματικῶς λεγόμενα πρὸς αὐτὰ ἐπιλεξάμενοι θεῖναι.
Τὸ μέν οὖν διδάσκειν ἀπὸ τίνος ἐγκύκλια προσηγόρευ- ται μαθήματα καὶ πόσα τὸν ἀριθμόν ἐστι, περιττὸν ἡγοῦμαι, ἱκανὴν ἤδη τὴν περὶ τούτων ἔχοντας 1 κραιπαλῶντος Crönert: κρα, suquitur lacuna 9 litt. N | πνεύ- μονα A B: πλεύμονα R || 2 ναυσιφάνη NED || 2.3 πολλὰ δὲ Gen. Fabr. || 3 ὑπεφαίνει L || 4 παρακοπὴν Crönert | an πόρνης ἄν- θρωπος E picurus scrppserit Crönert dub. || 5 ταῦτα N | δύναται N [ 7 εἰκονοβολῶν A B εἰκοβολῶν R corr. | τινῶν om. N a. c. || 11 πολυ- πειρότεροι coni. Bakk. Bury || 13 ἀδιαφόρως Bekk.: διαφόρως G | 17 σοφίας N: φιλοσοφίμς cett. || 18 μὰχη καί : μάχης cett. recte coniecerat Burp || 18 ὑπαντήσαντες — 20 μαθημιάτων om. N mg suppl. || 20 ἀντίληψιν N || 21 τὸ om. N || 22 οὑ κατεκρύψαντο D || 24 αὑτὰ fort. N, ci. Bekk.: αὑτοὺς cett. || 2 〈πρὸς〉 ἰκανὴν Bekk σιν γινομένης ἡμῖν τῆς διδασκαλίας.
ὃ δέ ἐστιν ἀναγκαῖον ἐπὶ τοῦ παρόντος, ὑποδεικτέον ὅτι τῶν λεγομένων πρὸς τὰ μαθήματα τὰ μὲν καθολικῶς λέγεται πρὸς πάντα τὰ μαθήματα, τὰ δὲ ὡς πρὸς ἕκαστα, καὶ καθολικώτερον μέν τὸ περὶ τοῦ μηδὲν εἶναι μάθημα, ἰδιαίτερον δέ πρὸς μέν γραμματικούς, εἰ τύχοι, περὶ τῶν τῆς λέξεως στοι | χείων, πρὸς δέ γεωμέτρας περὶ τοῦ μὴ δεῖν ἐξ ὑπσθέσεως λαμ- βάνειν τὰς ἀρχάς, πρὸς δέ μουσικοὺς περὶ τοῦ μηδὲν εἶναι φωνὴν μηδὲ χρόνον. ἴδωμεν δὲ τάξει πρῶτον τὴν καθολικωτέραν ἀντίρρησιν.
Εἰ ἔστι μάθημαι
Τὴν μὲν οὖν γενομένην παρὰ τοῖς φιλοσόφοις περὶ μαθήσεως διαφωνίαν πολλὴν καὶ ποικίλην οὖσαν οὐ τοῦ παρόντος ἐστὶ καιροῦ ἐπικρίνειν ἀπόχρη δὲ παραστῆσαι ὡς εἴπερ ἔστι τι μάθημα καὶ τοῦτο ἀνυστὸν ἀνθρώπῳ, τέσσαρα δεῖ προομολογήσασθαι, τὸ διδασκόμενον πρᾶγμα, τὸν διδάσκοντα, τὸν μανθάνοντα, τὸν τρόπον τῆς μαθή- σεως. οὔτε δὲ τὸ διδασκόμενον ἔστιν οὔτε ὁ διδάσκων οὔτε ὁ μανθάνων οὔτε ὁ τρόπος τῆς μαθήσεως, καθάπερ ὑποδείξομεν. οὐκ ἄρα ἔστι τι μάθημα.
Περὶ τοῦ διδασκομένου
Καὶ δὴ περὶ τοῦ πρώτου λέγοντες πρῶτόν φαμεν ὡς εἴπερ διδάσκεταί τι, ἤτοι τὸ ὄν τῷ εἶναι διδάσκεται ἢ τὸ μὴ ὄν τῷ μὴ εἶναι. οὔτε δὲ τὸ ὄν τῷ εἶναι διδάσκεται οὔτε τὸ μὴ ὄν τῷ μὴ εἶναι, καθάπερ παραστήσομεν· οὐκ ἄρα διδάσκεταί τι. καὶ δὴ τὸ μὴ ὄν τῷ μὴ εἶναι οὐκ ἂν διδάσκοιτο· εἰ γὰρ διδάσκεται, διδακτόν ἐστι, διδακτὸν δὲ καθεστὼς τῶν ὄντων γενήσεται,
καὶ διὰ τοῦτο ἔσται § 9 M XI 218 ∼ PH III 252 || 10–11 M XI 219, cf. PH III 256 4 τὰ δέ ὡς G: τὰ δʼ ἰδίως Bury || 11 οὖν om. N || 14 τι om. ED 20 ᾶόν in marg. E || 22 δὲ om. Ν || 23 μὴ alt. om. D || 24 διδάσκον- ταί A | τὸ 〈μέν 〉 μὴ ὄν Bekk. | post εἶναι add. διδάσκεται B corr. | 26 καθεστὸς N: καθεστῶς LE | ἔσται LED ς: ἄρα N: fortasse ἅμα 1 BT Sextus Empiricus. Vol. III [1915] μὴ ὄν τε καὶ ὄν· οὐχὶ δέ γε δυνατόν ἐστι τὸ αὐτὸ καὶ ὄν τε καὶ μὴ ὂν ὑπάρχειν; οὐκ ἄρα τὸ μὴ) ὂν τῷ μὴ εἶναι διδάσκεται. τῷ τε μὴ ὄντι οὐδὲν συμβέβηκεν, ᾧ δὲ μηδὲν συμβέβηκεν, οὐδὲ τὸ διδάσκεσθαι συμβήσεται· ἕν γάρ τι ἦν τῶν συμβεβηκότων καὶ τὸ διδάσκεσθαι τοίνυν οὐδὲ ταύτῃ διδακτόν ἐστι τὸ μὴ ὄν.
καὶ μὴν τὸ διδασκόμενον φαντασίαν κινοῦν εἰς μάθησιν ἡμῖν ἔρχεται, τὸ δέ μὴ ὂν ἀδυνατοῦν φαντασίαν κινεῖν οὐδὲ διδακτόν ἐστιν. ἔτι δέ οὐδʼ ὡς ἀληθὲς τὸ μὴ ὄν ἐστιν. οὔτε γὰρ τῶν μὴ ὄντων ἐστὶ τἀληθές οὕτε τι ἀληθές ὡς μὴ ὄν διδακτόν. ἐστιν. εἰ δὲ καὶ μηδὲν ἀληθές, εἴπερ διδακτόν ἐστιν, τῶν γὰρ ὄντων ἐστὶ τὸ ἀληθές, ἀδίδακτον ἄρα τὸ μὴ ὄν. μηδʼ ἀληθές διδάσκεται.
εἰ δέ μηδὲν ἀληθὲς διδάσκε- ται, πᾶν τὸ διδασκόμενον ψεῦδός ἐστιν· ὅπερ ἀλογώτατον ὑπάρχει. οὐ τοίνυν τὸ μ ὂν διδάσκεται. ἤτοι γὰρ τὸ διδασκόμενον ψεῦδός ἐστιν ἢ ἀληθές. ἀλλὰ ψεῦδος μὲν ἀλογώτατον, τὸ δὲ ἀληθὲς ὂν ὑπῆρχεν. οὐκ ἄρα τὸ μὴ ὂν διδακτόν.
καὶ μὴν οὐδὲ τὸ ὂν τῷ εἶναι διδακτόν ἐστιν, ἐπειδήπερ τῶν ὄντων πάσι φοαινομένων ἐπʼ ἴσης πάντα ἔσται διδακτά. ᾧ ἀκολουθ ήσει τὸ μηδὲν εἶναι διδακτόν· δεῖ γὰρ ὑποκεῖσθαί τι ἐδίδακτον, ἵνα ἐκ τοῦ γινωσκομέ - νοῦ γένηται ἡ τούτου μάθησις. τοίνυν οὐδὲ τὸ ὄν τῷ εἶναι διδάσκεται.
Ὁ δὲ ὅμοιος τῆς ἀπορίας γενήσεται τρόπος καὶ πρὸς τοὺς ἐροῦντας τὸ οὐ τι ὂν ἢ τὶ διδάσκεσθαι. εἰ γὰρ τὸ οὖ τι ὂν διδάσκοιτο, ἔσται ᾗ διδάσκεται τί, καὶ διὰ τοῦτο 〈τὸ〉 αὐτὸ τἀναντία οὔτι καὶ τὶ ἔσται, ὅπερ ἦν τῶν ἀδυνάτων. τῷ τε οὔτινι οὐδὲν συμβέβηκεν, διὸ οὐδὲ τὸ διδάσκεσθαι· καὶ γὰρ τοῦτο τῶν συμβεβηκότων ἐστίν.
οὐ τοίνυν τὸ οὔτι διδάσκεται. κατὰ δὲ τὴν αὐτὴν ἀναλογίαν καὶ τὸ τὶ τῶν ἀδιδάκτων γενήσεται· εἰ γὰρ διὰ τοῦτο διδακτὸν ἔσται ὅτι ἔστιν, οὐδὲν ἀδίδακτον ἔσται, ᾧ ἕπεται τὸ μηδὲν εἶναι διδακτόν.
καὶ μὴν εἰ διδάσκεται 〈τὸ〉 τί, ἤτοι διὰ τῶν οὐτινῶν διδαχθήσεται ἢ διὰ τῶν τινῶν. ἀλλὰ διὰ μέν τῶν οὐτινῶν οὐχ οἷόν τε διδαχθῆναι ἀν- υπόστατα γάρ ἐστι τῇ διανοία ταῦτα κατὰ τούς ἀπὸ τῆς στοᾶς (fr. II 330 Arn.). λείπεται οὖν διὰ τῶν τινῶν γίνεσθαι τὴν μάθησιν.
ὃ πάλιν ἄπορόν ἐστιν· ὥσπερ γὰρ αὐτὸ τὸ διδασκόμενον κατὰ τοῦτο διδάσκεται καθὸ τί ἐστιν, οὕτως ἐπεὶ καὶ τὰ ἐξ ὧν ἡ μάθησις τινά ἐστι, 〈πάντα〉 γενήσεται διδακτά. καὶ ταύτῃ μηδενὸς ὄντος 〈ἀ 〉διδάκτου ἀναιρεῖται ἡ μάθησις.
Ἄλλως τε, ἐπεὶ τῶν τινῶν τὰ μέν ἐστι σώματα τὰ δὲ ἀσώματα, δεήσει τὰ διδασκόμενα τινὰ ὄντα ἤτοι σώ- ματα εἶναι ἀσώματα· οὔτε δέ σώματα δύναται ὑπ- άρχειν οὔτε ἀσώματα, ὡς παραστήσομεν· οὐκ ἄρα ἔστι τινὰ διδασκόμενα.
Περὶ σώματος
Τὸ μὲν οὖν σῶμα, καὶ μιάλιστα κατὰ τοὺς Στωικούς (cf. fr. II 170 Arn.), οὐκ ἄν εἴη τῶν διδακτῶν δεῖ γὰρ τὰ διδασκόμενα λεκτὰ τυγχάνειν, τὰ δέ σώματα οὐκ ἔστι λεκτά, διόπερ οὐ διδάσκεται. εἴπερ δέ τὰ σώματα μήτε § 19—20 M XI 224—225, cf. PH III 255 2 οὐ τί ὂν bis N: οὐ τί LE: οὐ τί cett. || 3 〈τὸ〉 dub. Bekk. add. Bury || 9 ὅτι〈τὶ〉ἔστιν Heintz Bury || 10 〈τὸ 〉 add. Heintz 11 διδαχθήσεται — 12 οὐτινῶν om. N. suppl. signo apposito in marg. || 12 μὲν διὰ VC || 18 〈πάντα〉 addidi || 19 ἀδιδάκτου Heintz Bury: διδακτοῦ G || 22 δύναντα N || 28 δέ G: τε dub Bekkr. αἰσθητά ἐστι μήτε νοητά, δῆλον ὡς οὐδὲ διδακτὰ γενήσε- ται. αἰσθητὰ μὲν οὖν οὐκ ἔστιν, ὡς ἐκ τῆς ἐννοίας αὐτῶν συμφανές.
εἰ γὰρ σύνοδός ἐστι κατὰ ἀθροισμὸν μεγέθους καὶ σχήματος καὶ ἀντιτυπίας τὸ σῶμα, ὥς φησιν Ἐπί- κουρος (cf. fr. 275 Us.), ἢ τὸ τριχῇ διαστατόν, τουτέστι τὸ ἐκ μήκους καὶ πλάτους καὶ βάθους, καθάπερ οἱ μαθη- ματικοὶ λέγουσιν, ἢ τὸ τριχῇ διαστατὸν μετὰ ἀντιτυπίας, ὡς πάλιν ὁ Ἐπίκουρος, ἵνα τούτῳ διορίζῃ τοῦ κενοῦ ἢ ὄγκος ἀντίτυπος, ὡς ἄλλοι, ὅπως δʼ ἂν ἔχῃ,
ἐπεὶ κατὰ σύνοδον πολλῶν ἰδιωμάτων νοεῖται, ἡ δέ πλειόνων ἐπισύνθεσις οὐχ ἁπλῆς τινος καὶ ἀλόγου αἰσθήσεώς ἐστιν ἔργον ἀλλὰ λογικῆς διανοίας [εἰ δὲ λογικῆς διανοίας], οὐκ ἔσται τῶν αἰσθητῶν τὸ σῶμα.
κἂν αἰσθητὸν δὲ[ πάλιν ]αὐτὸ ὑποθώμεθα, πάλιν ἐστὶν ἀδίδακτον. τὸ γὰρ αἰσθητὸν πάλιν, ᾖ αἰσθητόν ἐστιν, οὐ διδάσκεται· οὐδεὶς γὰρ λευ- κὸν ὁρᾶν μανθάνει, οὐδὲ γλυκέος γεύεσθαι, οὐδὲ θερμοῦ ἅπτεσθαι, οὐκ εὐώδους ὀσφραίνεσθαι, ἀλλʼ ἔστι ταῦτα τῶν ἀδιδάκτων καὶ φυσικῶς ἡμῖν προσόντων.
λείπεται οὖν νοητόν τε λέγειν τὸ σῶμα καὶ ταύτῃ διδακτόν. ὅπως δʼ ἂν ἀληθὲς εἴη, σκοπῶμεν. εἴ γὰρ μήτε μῆκός ἐστι κατ’ ἰδίαν τὸ σῶμα μήτε πλάτος ἢ βάθος, τὸ δέ ἐξ ἀπάντων νοούμενον, ἀνάγκη πάντων ἀσωμάτων ὄντων καὶ τὸ ἐξ αὐτῶν συστὰν ἀσώματον νοεῖν καὶ οὐ σῶμα, διὰ δέ τοῦτο καὶ ἀδίδακτον,
πρὸς τῷ τὸν νοοῦντα τὸ ἐκ τούτων συν- εστὼς σῶμα πρότερον ὀφείλειν αὐτὰ ταῦτα νοεῖν, ἵνα κἀκεῖνο δυνατὸν ᾖ νοεῖν. ἢ γὰρ περιπτωτικῶς αὐτὰ νοήσει κατὰ μετάβασιν ἀπὸ περιπτώσεως. οὔε δέ περι- πτωτικῶς· ἀσώματα γάρ ἐστι, καὶ τῶν ἀσωμάτων οὐκ § 21— 22 ∼ M XI 226 || 23 ∼ M XI 227 || 24 ∼ M XI 228 1 οὐδὲ Bekk.: οὔτε G || 8 ὁ om. ϛ || 8 τὸ κενόν G: ci. Heintz De Vogel: an τοῦτον... 〈καὶ〉 τὸ κενόν ? ||9 ἔχοι ϛ || 12 εἰ – διανοίας del. Heintz || 13 πῖλιν del. Bekk. || 15 ᾐ ELD ϛ ὧ N || 17 ἑβώ. δους D (similia frequenter) schol. mutil. in sup. marg. L |ἀσφρέ- νεσθαι D (similia frequenter) || 20 μήτι N || 24 πρὸς τῶν N | συνε- στὸς ED || 26 κἀκεῖνο L (?) Bekk.: κἀκεῖνα cett. δονατὸς dub. Bekk. Bury post νοεῖν an addendum sit 〈ἀλλʼ οὐ δύναται ταῦτα νοεῖν〉 dub. Bekk., add. Bury G: ἀντιλαμβανόμεθα περι|πτωτικῶς, ἀεὶ κατὰ θίξιν γινομέ- νης τῆς περὶ τὴν αἴσθησιν ἀντιλήψεως. καὶ μὴν οὐδὲ κατὰ μετάβασιν ἀπὸ περιπτώσεως, τῷ μηδὲν ἔχειν αἰσθητὸν ἀφʼ οὗ μετιών τις ποιήσεται τούτων ἐπίνοιαν. τοίνυν οὐδὲ τὰ ἐξ ὧν τὸ σῶμα νοεῖν δυνάμενοι πάντως οὐδέ διδάσκειν τοῦτο ἰσχύσομεν.
Ἀλλὰ περὶ μὲν τῆς τοῦ σώματος νοήσεως τε καὶ ὑπο- στάσεως ἐν τοῖς σκεπτικοῖς (PH III 38 sq.) ὑπεμνήσαμεν ἀκριβέστερον· νυνὶ δὲ ἀποστάντες τούτων τῶν ἐλέγχων ἐκεῖνο λέγωμεν ὅτι τῶν σωμάτων κατὰ τὸ ἀνωτάτω διττή τίς ἐστι διαφορά· τὰ μέν γὰρ αὐτῶν αἰσθητὰ καθ- έστηκε τὰ δὲ νοητά. καὶ εἰ τὸ διδασκόμενόν ἐστι σῶμα. πάντως ἤτοι νοητόν ἐστιν ἢ αἰσθητόν.
ἀλλʼ οὔτε αἰσθητὸν εἶναι δύναται διὰ τὸ πᾶσιν ἐπʼ ἴσης ὀφείλειν φαίνεσθαι καὶ πρόδηλον ὑπάρχειν, οὔτε νοητὸν διὰ τὸ ἀδηλεῖσθαι καὶ οὐτὸ τοῦτο ἀνεπικρίτως διαφωνεῖσθσι παρὰ πᾶσι τοῖς φιλοσόφοις, τῶν μέν ἄτομον τοῦτο λεγόντων ὑπ- άρχειν τῶν δὲ τμητόν, καὶ τῶν τμητὸν φαμένων εἶνσι ἐνίων μέν εἰς ἄπειρον τέμμινεσθαι τοῦτο ἀξιούντων, ἐνίων δὲ εἰς ἐλάχιστον καὶ ἀμερὲς καταλήγειν. οὐκ ἄρα δι- δακτόν ἐστι τὸ σῶμα.
Καὶ μὴν οὐδὲ τὸ ἀσώματον.
πᾶν γὰρ καὶ ὁποῖον ἄν τις ἀσώματον λέγῃ διδάσκεσθαι, ἐάν τε τὴν Πλατωνικὴν ἰδέαν, ἐάν τε τὸ παρὰ τοῖς Στωικοῖς λεκτόν, ἐάν τε τόπον ἢ κενὸν ἢ χρόνον ἢ ἄλλο τι τῶν τοιούτων, ἵνα μηδὲν προπετές περὶ τῆς ὑποστάσεως αὐτῶν λέγωμεν, μηδʼ ἑτέρας σκέψεις ἐν ἑτέραις διεξοδεύωμεν παριστάντες τὸ ἀνυπόστατον ἑκάστου, [ὃ] προδήλως μέν ἐπιζητεῖται καὶ (Homeri vita Ηerodotea § 11)
ἔς τʼ ἂν ὕδωρ τε νάῃ καὶ δένδρεα μακρὰ τεθήλῃ ζητήσεται παρὰ τοῖς δογματικοῖς, τῶν μέν εἶναι ταῦτα § 28—27 ∼ M XI 229 || 28—29 ∼M X 230— 231 4 ἐπίνοια L || 9 ἐλέγκων B || 16 post καὶ add. διʼ Bekk. | ἀνυποκρίτως N || 22 σώματον D || 23 λέγει ND: λέγειν C || 24 τοῖς om. A || 37 ἐν G: ἐφʼ Bury || 28 ὃ del. Bekk.: anacoluthum tolerat Harder || 30 δένδρα NL διαβεβαιουμένων, τῶν δὲ μὴ εἶναι, τῶν δὲ ἐπεχόντων· τὸ δὲ τὰ ἔτι ἐπίδικα καὶ ἐν μετεώροις ἀμφισβητήσεσι κεί- μενα | ὡς σύμφωrα καὶ ὁμόλογα διδάσκεσθαι λέγειν τῶν ἀτόπων ἐστίν.
Εἰ οὖν τῶν ὄντων τὰ μέν ἐστι σώματα τὰ δὲ ἀσώ- ματα, δέδεικται δὲ οὐδέτερα τούτων διδασκόμενα, οὐδὲν διδάσκεται.
Ἐπιχειρητέον δὲ καὶ οὕτως. εἰ διδάσκεταί τι, ἤτοι ἀληθές ἐστιν ἢ ψεῦδος. οὔτε δὲ ψεῦδος διδακετόν ἐστιν, ὡς αὐτόθεν ὁμόλογον, οὔτε ἀληθές τὸ γὰρ ἀληθὲς ἄπο- ρον, ὡς ἐν τοῖς σκεπτικοῖς ὑπομνήμασι δέδεικται, καὶ τῶν ἀπόρων οὐκ ἔστι μάθησις.
οὐκ ἄρα ἔστι τι τὸ διδασκό- μενον. καθόλου τε, εἰ διδάσκεταί τι, ἤτοι τεχνικόν ἐστιν ἢ ἄτεχνον. καὶ ἄτεχνον μὲν ὄν οὐκ ἔστι διδακτόν, τεχνι- κὸν δέ εἴπερ καθέστηκεν, αὐτόθεν μὲν φαινόμενον οὔτι τεχνικόν ἐστιν οὕτε διδακτόν, ἄδηλον δέ καθεστὼς διὰ τὸ ἀδηλεῖσθαι πάλιν ἐστὶν ἀδίδακτον. 〈οὐκ ἄρα ἔστι τι τὸ διδασκόμενον.〉
Ὧι συναναιρεῖται καὶ ὁ διδάσκων διὰ τὸ μὴ ἔχειν ὃ διδάξει [ᾗ ἄδηλόν ἐστιν ], ὅ τε μανθάνων διὰ τὸ μὴ ἔχειν ὅ μάθῃ. ὅμως δʼ οὖν καὶ περὶ ἑκατέρου τούτων κατʼ ἰδίαν ἐπελθόντες ἀπορήσομεν.
Περὶ τοῦ διδάσκοντος καὶ μανθάνοντος
Εἰ γὰρ ἔστι τις τούτων, ἤτοι ὁ ἄτεχνος τὸν ὁμοίως ἄτεχνον διδάξει ἢ ὁ τεχνίτης τὸν ὁμοίως τεχνίτην ἢ ὁ ἄτεχνος τὸν τεχνίτην ἢ ἀνάπαλιν. οὔτε δέ ὁ ἄτεχνος τὸν ἄτεχνον δύναται διδάσκειν, ὡς οὐδὲ ὁ τυφλὸς τὸν τυφλὸν ὁδηγεῖν, οὔτε ὁ τεχνίτης τὸν ὁμοίως τεχνίτην οὐδέτερος γὰρ αὐτῶν ἐδεῖτο μαθήσεως, καὶ οὐ μιᾶλλον οὗτος ἐκείνου § 29 infr. ∼ M XI 232, cf. PH III 253 ||30—34 ∼ M XI 233 — 238|| 31—32 ∼ PH III 259 9 διδακτόν ἐστιν om. A || 11 ὑπεμνήκμιασι (?) ex ὑπεμνήσαμεν correctum L || 13 τε ELD ϛ: δὲ N | ἤτοι N ELD: ἢ ϛ || 17. 18 〈οὐκ - διδασκόμενον 〉 add. Heintz. || 20 ᾗ — ἐστιν del. Bekk. sec. Herve- tum ||21 δʼ οὗ Bekk.: οὗν VC: γοῦν cett. | ἑκατέρου ELD ϛ; ἑκά- στου N || 27 τὸν ὁμοίως Heintz, Bury; ὁμοίως τὸν G | οὐδέτερον D ἢ ἐκεῖνος τούτου χρείαν ἔχει πρὸς τὸ μανθάνειν, τοῖς ἴσοις περιουσιαζόμενοι.
οὔτε ὁ ἄτεχνος τὸν τεχνίτην· ὅμοιον γὰρ ὡς εἴ τις λέγοι τὸν βλέποντα ὑπὸ τοῦ πεπηρωμένου ὁδη- γεῖσθαι. καὶ γὰρ ὁ ἄτεχνος πρὸς τὰ τεχνικὰ τῶν θεω- ρημάτων πεπηρωμένος οὐκ ἂν δύναιτό τινα διδάσκειν ἂ μηδὲ τὴν ἀρχὴν οἶδεν, καὶ ὁ τεχνίτης διαβλέπων ἐν τοῖς τεχνικοῖς θεωρήμασι καὶ γνῶσιν αὐτῶν ἐσχηκὼς οὐ δεή- σεται τοῦ διδάξοντος.
λείπεται οὖν τὸν τεχνίτην τοῦ ἀτέχνου διδάσκαλον εἶναι λέγειν. ὃ τῶν προτέρων ἐστὶν ἀτοπώτερον· ὅ τε γὰρ τεχνίτης συνηπόρηται ἡμῖν τοῖς τῆς τέχνης θεωρήμασιν ἐν τῷ σκεπτικῷ τόπῳ (PH) III 259), ὅ τε ἄτεχνος οὔτε ὅτε ἐστὶν ἄτεχνος δύναται γενέ- σθαι τεχνίτης, οὔτε ὅτε ἐστὶ τεχνίτης ἔτι γίνεται τεχνίτης ἀλλʼ ἔστιν.
ἄτεχνος μὲν γὰρ ὢν ὅμοιός ἐστι τῷ ἐκ γενετῆς τυφλῷ ἢ κωφῷ, καὶ ὃν τρόπον οὗτος οὐδέποτε ἢ εἰς χρωμάτων εἰς φωνῶν ἐλθεῖν ἔννοιαν πέφυκεν, οὕτως οὐδὲ ὁ ἄτεχνος, ἐφʼ ὅσον ἐστὶν ἄτεχνος, τετυ- φλωμένος καὶ κεκωφωμένος πρὸς τὰ τεχνικὰ θεωρή- ματα οὔτε ἰδεῖν οὔτε ἀκοῦσαί τι τούτων οἷός τε ἐστίν τεχνίτης δὲ γενόμενος οὐκέτι διδάσκεται ἄλλὰ δεδί- δακται.
Μετακτέον δέ τὰς ἀπορίας ἐκ τῶν περὶ μεταβολῆς καὶ πάθους γενέσεως τε καὶ φθορᾶς προεγκεχειρισμένων ἡμῖν ἐν ταῖς πρὸς τοὺς φυσικοὺς ἀντιρρήσεσι (M IX 195 et X 310). τὰ δέ νῦν συγχωρήσαντες τοῖς ἀπὸ τῶν μα- θημάτων εἶναί τι τὸ διδασκόμενον πρᾶγμα καὶ εἶναί τινα τὸν ὑφηγούμενον, ὡσαύτως δέ καὶ τὸν μιανθά- νοντα, τὸ μετὰ τοῦτο ἀπαιτῶμεν τὸν τρόπον τῆς μα- θήσεως.
Περὶ τρόπου μαθήσεως
Ἢ γὰρ ἐναργείᾳ γίνεται ἢ λόγῳ τὰ τῆς διδασκαλίας. ἀλλὰ τούτων ἡ μὲν ἐνάργεια τῶν δεικτῶν ἐστί, τὸ δὲ δεικτὸν φαινόμενον, τὸ δέ φαινόμενον, ᾗ φαίνεται, κοινῶς πᾶσι ληπτόν, τὸ δὲ κοινῶς πᾶσι ληπτὸν ἀδίδακτον· οὐκ ἄρα τὸ ἐναργείᾳ δεικτὸν διδακτόν. ὁ δὲ λόγος ἤτοι σημαίνει ἢ οὐ σημαίνει.
καὶ μηδὲν μὲν σημαίνων οὐδὲ διδάσκαλός τινός ἐστι, σημαίνων δὲ ἤτοι φύσει τι ση- μαίνει ἢ θέσει. καὶ φύσει μέν οὐ σημαίνει διὰ τὸ μὴ πάντας πάντων ἀκούειν, Ἕλληνας βαρβάρων καὶ βαρβά- ρους Ἑλλήνων ἢ Ἕλληνας Ἑλλήνων ἢ βαρβάρους βαρβά- ρων θέσει δὲ εἴπερ σημαίνει,
δῆλον ὡς οἱ μέν προ- κατειληφότες τὰ καθʼ ὧν αἱ λέξεις κεῖνται καὶ ἀντι- λήψονται τούτων, οὐ τὸ ἀγνοούμενον ἐξ αὐτῶν διδα σκό- μενοι, τὸ δʼ ὅπερ ἤδεισαν ἀνανεούμενοι, οἱ δὲ χρῄζυντες τῆς τῶν ἀγνοουμένων μαθήσεως οὐκέτι.
Εἰ οὖν οὔτε τὸ διδασκόμενον ἔστιν οὔτε ὁ διδάσκων οὔτε ὁ μανθάνων οὔτε ὁ τρόπος τῆς μαθήσεως, δῆλον ὡς οὐδέ μάθημα, οὐδέ ὁ μαθήματος προεστώς.
ἀλλʼ ἐπεὶ οὐ καθολικὴν μόνον πρὸς πάντας τοὺς μαθηματικοὺς ὑπεσχόμεθα ποιήσασθαι τὴν ἀντίρρησιν ἀλλὰ καὶ εἰδικω- τέραν πρὸς ἕκαστον, ὑποτιθέμενοι τὸ εἶναί τι μάθημα καὶ δυνατὴν ὑπάρχειν τὴν μάθησιν, σκοπῶμεν εἰ καὶ τὸ ἑκάστου μαθήματος ἐπάγγελμα δυνατόν ἐστι, λαμβάνον- τες πρὸς τοὺς ἐλέγχους μὴ πάντα τὰ παρὰ τοῖς ἐλεγχομέ- νοις λεγόμενα (τοῦτο γὰρ σὺν τῷ περισκελές καὶ ἀμέθοδον § 36 v. ad 35 || 37 ~ M XI 241 PH III 267 || 38 PH III 268 || 38—39 ∼M X I 242—243 tit. μεταθέσεως AB V || 1 ἐνεργεία NLED AB V || 2 ἐνέργεια N ϛ. sed ἐνεῥγεια V | τῶν om. C δεικτικῶν ED Α BC: in marg. γρ δεικτικῶν V R || 3 δεικτικὸν A | τὸ δὲ φαινόμενον om. D || 4 τὸ δέ κοινῶς πάσι ληπτὸν om. ϛ || 5 ἐνέργεια N: ἐνεργεία AD: ἐνερ- γεία V || 6 post σημαίνει 1 add. τι Bekk. || 7 σημαίνει τι ϛ Bekk. 9 πάντων om. A || 20 ἰδικώτερον N | | 22 ὑπάρχην L || 23 ἐστι om. N || 25 περισκελὲς scripsi: περισκελεῖ G: trad. def. Da Vogel εἷναι τάχα καὶ ἀδύνατόν ἐστι),
μήτε δʼ ἐκ πάντων τὰ ὁποιαοῦν (τοῦτο γὰρ ἴσως οὐδὲ καθικνεῖται αὐτῶν), ἀλλὰ τὰ ὧν ἀναιρουμένων συναναιρεῖται πάντα. καὶ ὃν τρόπον οἱ πόλιν λαβεῖν σπεύδοντες ἐκείνων μάλιστα ἐγκρατεῖς γίνεσθαι σπουδάζουσιν ὧν ἁλόντων καὶ ἡ πόλις ἑάλωκεν, οἷον τείχη καθαιροῦντες ἢ στόλον ἐμπιπράντες ἢ τὰς εἰς τὸ ζῆν ἀφορμὰς ἀποκλείοντες, οὕτω καὶ ἡμεῖς τοῖς ἀπὸ τῶν μαθημάτων διαγωνιζόμενοι τὸ αὐτὸ πειράζωμεν ἐξ ὧν αὐτοῖς σώζεται τὰ πάντα, οἷον ἢ ἀρχὰς ἢ τὰς ἐκ τῶν ἀρχῶν καθολικὰς μεθόδους ἢ τὰ τέλη ἐν τούτοις γὰρ ἢ ἐκ τούτων συνίσταται πᾶν μάθημα.
ΠΡΟΣ ΓΡΑΜΜΑΤΙΚΟΥΣ
Ἀρχέτω δὲ ἡμῖν εὐθὺς ἡ πρὸς τοὺς γραμματικοὺς ζήτησις, πρῶτον μὲν ἐπείπερ ἀπὸ νηπιότητος σχεδὸν καὶ ἐκ πρώτων σπαργάνων γραμματικῇ παραδιδόμεθα, ἔστι δὲ αὕτη οἷον ἀφετήριόν τι πρὸς τὴν τῶν ἄλλων μάθησιν, εἶθʼ ὅτι παρὰ πάσας θρασύνεται τὰς ἐπιστήμας, σχεδόν τι τὴν τῶν Σειρήνων ὑπόσχεσιν ὑπισχνουμένη.
ἐκεῖναι μὲν γὰρ εἰδυῖαι ὅτι φύσει φιλομαθής ἐστιν ἄνθρωπος καὶ πολὺς αὐτῷ κατὰ στέρνων τῆς ἀληθείας ἵμερος ἐντέτη- κεν, οὐ μόνον θεσπεσίοις μέλεσι κηλήσειν τοὺς παρα- πλέοντας ὑπισχνοῦνται ἀλλὰ καὶ τὰ ὄντα αὐτοὺς διδάξειν· φασὶ γὰρ (μ 184— 191) δεῦρʼ ἄγʼ ἰών, πολύαινʼ Ὀδυσεῦ, μέγα κῦδος Ἀχαιῶν, νῆα κατάστησον, ἵνα νωιτέρην ὄπʼ ἀκούσῃς. οὐ γάρ πώ τις τῇδε παρέπλω νηὶ μελαίνῃ 1 εἶναι scripsi: ἐπεὶ G | μηδʼ pro μήτε δʼ dub. Bekk. || |2 ὁποιαν- οῦν N: δποσαοῦν A || 3 ὧν NLED: τῶν ϛ || 5 σπουδάζουν C 6 ἐμπιμπράντες A || 6 et 7 maculati in N || 8 τὸ αὐτὸ (G: ταῦτʼ αὐτὰ dub. Bekk. Bury πειράζομεν B || 15 δὲ G: τε Bekk. || 17 τὴν om. LVr || 18 ψιλοπαθής N: φιλοπευθύς A: φοιλοπευθής cett. et Theiler cl. Cic. (v.infra) |ἄνθρ. G: corr. Μette || 23 οἱ αὐτοὶ παρὰὲ κικέρωνι (scil. fin. 5, 18, 49) gloss. N | ὀδυσσεῦ A πρίν γʼ ἡμέων μελίγηρυν ἀπὸ στομάτων ὄπʼ ἀκούση, ἀλλʼ ὅ γε τερψάμενος νεῖται καὶ πλείονα εἰδώς. ἴδμεν γὰρ τοι πάνθʼ ὅσ’ ἑνὶ Τροίῃ εὐρείῃ Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν, ἴδμεν δʼ ὅσσα γένηται ἐπὶ χθονὶ πουλυβοτείρῃ. ἡ δέ γραμματική,
σὺν τῷ τὰ ἐκ τῶν μύθων τε καὶ ἱστο- ριῶν λόγῳ διορίζειν καὶ τὸ περὶ τὰς διαλέκτους καὶ τεχνο- λογίας καὶ ἀναγνώσεις πραγματικὸν αὐχοῦσα, πολὺν ἑαυ- τῆς ἐργάζεται τοῖς ἀκούουσι πόθον. ἀλλʼ ἵνα μὴ παρὰ θύραν πλανᾶσθαι δοκῶμεν, ὑποδεικτέον πόσαι τέ εἰσι γραμματικαὶ καὶ περὶ τίνος αὐτῶν πρόκειται ζητεῖν.
Ποσαχῶς λέγ ἔεται γραμματική
Γραμματικὴ τοίνυν λέγεται κατὰ ὁμωνυμίαν κοινῶς τε καὶ ἰδίως, καὶ κοινῶς μὲν ἡ τῶν ὁποιωνδηποτοῦν γραμ- μάτων εἴδησις, ἐάν τε Ἑλληνικῶν ἐάν τε βαρβαρικῶν, ἣν συνήθως γραμματιστικὴν καλοῦμεν, ἰδιαίτερον δὲ ἡ ἐντε- λὴς καὶ τοῖς περὶ Κράτητα τὸν Μαλλώτην (F 16 Mette) Ἀριστοφάνην τε καὶ Ἀρίσταρχον ἐκπονηθεῖσα.
δοκεῖ δὲ τούτωον ἑκατέρα καὶ ἀπό τινος ἐτύμου φεριυνύμως προσ- ηγορεῦσθαι. ἡ μὲν γὰρ πρώτη ἀπὸ τῶν γραμμάτων οἷς σημειούμεθα τὰς ἐνάρθρους φωνάς, ἡ δέ δευτέρα τάχα μέν, ὥς τινες ἠξιώκασι, διατακτικώτερον ἀπὸ τῆς πρώ- της· μοῖρα γάρ ἐστιν αὐτῆς, καὶ ὃν τρόπον ἡ ἰατρικὴ εἴρηται μὲν τὸ παλαιὸν ἀπὸ τῆς τῶν ἰῶν ἐξαιρέσεως, ἐπικατηγορεῖται δέ νῦν καὶ τῆς τῶν ἄλλων παθῶν ἀνα- σεευῆς πολλῷ τεχνικωτέρας οὔσης,
καὶ ὡς γεωμετρία ἔσπακε μὲν τὴν κλῆσιν ἀρχικῶς ἀπὸ τῆς κατὰ τὴν γῆν 1 ἡμέον Ε | μελέγηρυν N || 5 ὅσα N ED |γένηται om. N πολυβοτείρῃ N ϛ || 7 τῷ L || 8 ἑαυτοῖς ED || αὐτῶν om. N προυκειται D || 13 γραμμάτων L E D ϛ; πραγμιάτων N || 15 γραμ- ματιστικὴν NL edd.; γραμματικὴν E D ϛ || 17 ἀριφάνην V || 18 ἐτύμου LE D ϛ; τείμμοῦ (sic) N φερονύμως ED || 20 ἐνάν- θραυς N || 21 διδακτικωτερον C: διατατικώτερον edd. Theilcr 22 ἐστιν 〈αὕτη〉 αὐτῆς Bury | ἡ N: om. cett. || 25 τεχνικοτέρας Ν atra mento foedatus L κσταμετρήσεως, τάττεται δὲ ἐπὶ | τοῦ παρόντος καὶ κατὰ τῆς τῶν φυσικωτέρων θεωρίας, οὕτω καὶ ἡ τέλειος γραμ ματικὴ ἀπὸ τῆς τῶν γραμμάτων εἰδήσεως κατ’ ἀρχὰς ὀνομασθεῖσα διετάθη καὶ ἐπὶ τὴν ἐν τοῖς ποικιλωτέροις αὐτῶν καὶ τεχνικωτέροις θεωρήμασι γνῶσιν.
τάχα δέ, ὥς φασιν οἱ περὶ τὸν Ἀσκληπιάδην (FHG III 299 Mueller), καὶ αὐτὴ ἀπὸ μέν γραμμάτων ὠνόμιασται, οὐκ ἀπὸ τού- των δέ ἀφʼ ὧν καὶ ἡ γραμματιστική, ἀλλʼ ἐκείνη μέν, ὡς ἔφην, ἀπὸ τῶν στοιχείων, αὕτη δέ ἀπὸ τῶν συγγραμ- μάτων περὶ οἷς πονεῖται. γράμματα γὰρ καὶ ταῦτα προσ- ηγορεύετο, καθὰ καὶ δημόσια καλοῦμεν γράμματα, καὶ πολλῶν τινὰ γραμμάτων ἔμπειρον ὑπάρχειν φαμέν, τουτ- έστιν οὐ τῶν στοιχείων ἀλλὰ τῶν συγγραμμάτων.
καὶ Καλλίμαχος (epigr. 6 Pfeiffer) δέ, ποτὲ μὲν τὸ ποίημα καλῶν γράμμο ποτὲ δὲ τὸ καταλογαδην σύγγραμμα, ψησί· Κρεοφύλου πόνος εἰμί, δόμῳ ποτέ θεῖον ἀοιδόν δεξαμένου, κλείω δʼ Εὔρυτον ὅσσʼ ἔπαθεν καὶ ξανθὴν Ἰόλειαν, Ὁμήρειον δέ καλεῦμαι γράμμα. Κρεοφύλῳ, Ζεῦ φίλε, τοῦτο μέγα. καὶ πάλιν (epigr. 23 Pfeiffer) εἴπας ‘Ἥλιε χοῖρε’ Κλεόμβροτος Ἀμπρακιώτης ἥλατ’ ἀφʼ ὑψηλοῦ τείχεος εἰς Ἀίδην, ἄξιον οὐδέν ἰδὼν θανάτου τέλος, ἄλλὰ Πλάτωνος ἓν τὸ περὶ ψυχῆς γράμμʼ ἀναλεξάμενος.
Πλὴν διττῆς οὔσης γραμματικῆς, τῆς μὲν τὰ στοι- χεῖα καὶ τὰς τούτων συμπλοκὰς διδάξειν ἐπαγγελλομένης καὶ καθόλου τέχνης τινὸς οὔσης τοῦ γράφειν τε κοὶ ἀνα- γινώσκειν, τῆς δὲ βαθυτέρας παρὰ ταύτην δυνάμεως, οὐκ ἐν ψιλῇ γραμμάτων γνώσει κειμένης ἀλλὰ κἀν τῷ ἐξετά- 8 γραμματική N CVr Gen. || 10 γὰρ plerique; δέ A || 11 καλοῦμεν LED ϛ; τελοῦμιιν N ||12 τινὰ plerique; τινῶν V CVr || 15 δέ om. N | καταλογάδη L || 16 κρεοφύλου L D ϛ; κρεοφίλου NE ἀηδὸν AB || 17 κλείω NLED ΑBVr: κλείρ VC: κλύω R: κλαίω Fabr. Gen. | ὅσ’ B || 19 κρφίλου N E: κρεοφύλου LD ϛ || 21 κλεό- βροτος C 22 ἥλατʼ N ἤλλατ’ ELD ϛ |ἀμφυψηλοῦ C ?? 23 ἀλλά- τωνος D || 27 καθόλου L ζειν τὴν εὕρεσιν αὐτῶν καὶ τὴν φύσιν, ἔτι δὲ τὰ ἐκ τού- των συνεστῶτα λόγου μέρη καὶ εἴ τι τῆς αὐτῆς ἰδέας θεω- ρεῖται, πρόκειται νῦν ἀντιλέγειν οὐ τῇ προτέρᾳ· συμφώ- νως γὰρ κατὰ πάντας ἐστὶ χρειώδης, ἐν οἷς θετέον καὶ τὸν Ἐπίκουρον (ad. fr. 227 Us.), εἰ καὶ δοκεῖ τοῖς ἀπὸ τῶν μαθημάτων διεχθραίνειν· ἐν γοῦν τῷ περὶ δώρων καὶ χάριτος (fr. 22 Us.) ἱκανῶς πειρᾶται διδάσκειν ὅτι ἀν- αγκαῖόν ἐστι τοῖς σοφοῖς μανθάνειν γράμματα.
καὶ ἄλλως, εἴπαιμεν ἂν ἡμεῖς, οὐ σοφοῖς μόνον ἀλλὰ καὶ πᾶσιν ἀν- θρώποις. ὅτι γὰρ πάσης τέχνης τὸ τέλος εὔχρηστόν ἐστι τῷ βίῳ, φανερόν.
τῶν δέ τεχνῶν αἱ μέν προηγουμένως ὑπὲρ τῆς τῶν ὀχληρῶν ἐκκλίσεως παρῆλθον, αἱ δὲ ὑπὲρ τῆς τῶν ὠφελίμων εὑρέσεως. καὶ ἔστι τῆς μὲν πρώτης ἰδέας ἰατρική, παιωνὶς οὖσα καὶ λυσίπονος τέχνη, τῆς δὲ δευτέρας κυβερνητική τῆς γὰρ ἀπὸ τῶν ἄλλων ἐθνῶν χρείας μάλιστα δέονται πάντες ἄνθρωποι.
ἐπεὶ οὖν ἡ γραμματιστικὴ διὰ τῆς τῶν γραμμάτων ἐπινοίας ἰᾶτσι μὲν ἀργότατον πάθος, τὴν λήθην, συνέχει δὲ τάτην ἐνέργειαν, τὴν μνήμην, τὰ πάντα ἐπʼ αὐτῇ κεῖτσι σχεδόν, καὶ οὔτε ἄλλους τι ἔνεστι τῶν ἀναγκαίων δι- δάσκειν οὔτε παρʼ ἄλλου μαθεῖν τι τῶν λυσιτελῶν χωρίς αὐτῆς δυνατὸν ἔσται. οὐκοῦν τῶν χρησιμωτάτων ἡ γραμ- ματιστική.
ἀμέλει γοῦν οὐδὲ θελήσαντες δυνησόμεθα την ἀπεριτρέπτως ἀνελεῖν εἰ γὰρ αἱ ἄχρηστον δίδάσκου- σαι τὴν γραμματιστικὴν ἐπιχειρήσεις εἰσὶν εὔχρηστοι, οὔτε δέ μνημονευθῆναι οὔτε τοῖς αὖθις παροδσθῆναι χω- ρὶς αὐτῆς δύνανται, χρειώδης ἐστὶν ἡ γραμματιστική. καίτοι δόξειεν ἄν τισιν ἐπὶ τῆς ἐναντίας εἶναι προλήψεως ὁ προφήτης τῶν Πύρρωνος λόγων Τίμων ἐν οἷς φησι (PPE. B 61 Diels) 6 τῶν om. A || 8 μανθάνειν – 9 σοφοῖς om. AB, in marg- suppl. B || 9 εἴποιμεν CR || 12 ἐκκλήσεως LVr ||17 γραμμα- τική N ϛ || 20 ἄλλοις F abr. Gen. ἀναγαίων LVr; δναγκαιοτά- των ϛ || 21 τι om. N LED Vr || 22 γραμματική NAB VC || 23 ταύ- την δυνησόμεθα LVr ED ϛ || 25 γραμματικὴν G || 26 παραδοῦ- ναι N || 27 δύναται G γραμματικὴ N ED AB VC || 20 δόξειεν N: δόξέ Vr: δόξη cett. δόξαι edd. γραμματική, τῆς οὔ τις ἀνασκοπὴ οὐδʼ ἀνάθρησις ἀνδρὶ διδασκομένῳ Φοινικικὰ σήματα Κάδμου· οὐ μὴν οὕτως ἔχειν φαίνεται·
τὸ γὰρ ὑπʼ αὐτοῦ λεγόμε- νον οὐκ ἔστι τοιοῦτον κατ’ αὐτῆς τῆς γραμματιστικῆς, καθʼ ἣν διδάσκεται τὰ Φοινικικὰ σήματα Κάδμου, τὸ ‘οὐδεμία ἐστὶν ἀνασκοπὴ οὐδʼ ἀνάθρησις πῶς γάρ, εἰ διδάσκεταί τις αὐτήν, οὐδεμίαν ἔσχηκεν ἐπιστροφὴν αὐτῆς; ἀλλὰ μᾶλλον τοιοῦτό φησι διδαχθέντι τὰ Φοινι- κικὰ σήματα Κάδμου οὐδεμιᾶς ἄλλης παρὰ τοῦτό ἐστι γραμματικῆς ἐπιστροφήʼ, ὅπερ καταστρέφει οὐκ εἰς τὸ ἀχρηστεῖν ταύτην τὴν ἐν τοῖς στοιχείοις καὶ τῷ διʼ αὐτῶν γράφειν τε καὶ ἀναγινώσκειν θεωρουμένην, ἀλλὰ τὴν πέρ- περον καὶ περιεργοτέραν·
ἡ μέν γὰρ τῶν στοιχείων χρῆσις ἤπειγεν εἰς τὴν τοῦ βίου διεξαγωγήν, τὸ δὲ μὴ ἀρκεῖ- σθαι τῇ ἐκ τῆς παρατηρήσεως τούτων παραδόσει, προσ- επιδεικνύναι δέ ὡς τάδε μέν ἐστι φωνάεντα τῇ φύσει τάδε δέ σύμφωνα, καὶ τῶν φωναέντων τὰ μὲν φύσει βραχέα τὰ δέ μακρὰ τὰ δέ δίχρονα καὶ κοινὰ μήκους τε καὶ συστο- λῆς, καὶ καθόλου τὰ λοιπὰ περὶ ὧν οἱ τετυφωμένοι τῶν γραμματικῶν διδάσκουσιν 〈ἄχρηστά ἐστιν〉.
ὥστε τῇ μὲν γραμματιστικῇ πρὸς τῷ μηδὲν ἐγκαλεῖν ἔτι καὶ τὰς ἀνω- τάτω χάριτας ὀφείλομεν, τῇ δέ λειπομένῃ προσάπτομεν τοὺς ἐλέγχους. τὸ δέ εἴτε ὑγιῶς εἴτε τοὐναντίον μάθοιμεν ἂν προσεξαπλώσαντες αὐτῆς τὸν χαρακτῆρα.
Τί ἐστι γραμματική
Ἐπεὶ οὔτε ζητεῖν οὔτε ἀπορεῖν ἔστι κατὰ τὸν σοφὸν Ἐπίκουρον (fr. 255 Us.) ἄνευ προλήψεως, εὖ ἄν ἔχοι πρὸ § 57 cf. M XI 21 4 γραμματικῆς Α B || 5 φοινικὰ N C〉 (in marg. iteratum N) 6 ἀνμκοπὴ A || 9 σήματα iteravit E || 11 αὐτῶ L || 14 διεξαγαγήν N: διαγωγὴν D || 16 τὰ μὲν.... τὰ δέ C | φωνήεντα N | τῇ om. N || 17 φωνηέντων NED | φύσει LED ϛ: εἰσὶ || 20 〈...〉 add. Bury || 21 γραμματικῆ NA | πρὸς τὸ NA || 24 αὐτοῖς ED || 26 εὖ Ν ϛ οὗ L οῦ ED (tachygr. pro οὕτως?) | ἔχει LVr || 26 sp. πρὸ τῶν NABCV: πρῶτον LEDVr τῶν ὅλων σκέψασθαι τί τʼ ἐστὶν ἡ γραμμστική, καὶ εἰ κατὰ τὴν ἀποδιδομένην ὑπὸ τῶν γραμματικῶν ἔννοιαν δύναται συστατόν τι καὶ ὑπαρκτὸν νοεῖσθαι μάθημα. Διονύσιος μὲν οὖν ὁ Θρᾷξ (§ 1 ed. Uhlig Lips. 1883) ἐν τοῖς παραγγέλμασί φησι ‘γραμματική ἐστιν ἐμπειρία ὡς ἐπὶ τὸ πλεῖστον τῶν παρὰ ποιηταῖς τε καὶ συγγραφεῦσι λεγομένωνʼ, συγγραφεῖς καλῶν, ὡς ἔστιν ἐκ τῆς πρὸς τοὺς ποιητὰς ἀντεμφάσεως πρόδηλον, οὐκ ἄλλους τίνας ἢ τοὺς καταλογάδην πραγματευσαμένους.
τά τε παρὰ τοῖς ποιηταῖς [καὶ συγγραφεῦσιν], ἃ ὁ γραμματικὸς ἑρμηνεύειν φαίνεται, καθάπερ Ὁμήρῳ τε καὶ Ἡσιόδῳ Πινδάρῳ τε καὶ Εὐριπίδῃ καὶ Μενάνδρῳ καὶ τοῖς ἄλλοις, τά τε παρὰ τοῖς συγγραφεῦσιν, οἷον Ἡροδότῳ καὶ Θουκυδίδῃ καὶ Πλάτωνι, ὡς ἴδιον ἔργον μετέρχεται.
παρὸ καὶ οἱ χα- ρίεντες ἐξ αὐτῶν περὶ πολλῶν ἐπραγματεύσαντο συγ- γραφέων, τοῦτο μὲν ἱστορικῶν τοῦτο δέ ῥητορικῶν καὶ ἤδη φιλοσόφων, ζητοῦντες τίνα τε δεόντως καὶ ἀκολού- θως ταῖς διαλέκτοις εἴρηται καὶ τίνα παρέφθαρται, τί τε σημαίνει παρὰ μὲν Θουκυδίδῃ λόγου χάριν τὸ ‘ζάγκλονʼ (VI 4, 5) καὶ ‘τορνεύοντεςʼ, παρὰ δέ Δημοσθένει (de coron. 122) τὸ ‘ἐβόα ὥσπερ ἐξ ἁμάξηςʼ, ἢ πῶς ἀναγνωστέον παρὰ Πλάτωνι τὴν ‘η δ οςʼ λέξιν, πότερον ψιλῶς ἐκφέρον- τα τὴν πρώτην συλλαβὴν ἢ δασέως, ἢ τὴν μὲν πρώτην ψιλῶς τήν δέ δευτέραν δασέως, ἢ ἀμφοτέρας ψιλῶς ἢ ἐναλλάξ.
διὰ γὰρ τὰ τοιαῦτα εἴρηται ἡ γραμματικὴ ἐμπειρία τῶν παρὰ ποιηταῖς τε καὶ συγγραφεῦσι λε- γομένων.
Οὗτος μὲν οὖν οὕτως· ἐγκαλεῖ δέ αὐτῷ Πτολεμαῖος ὁ Περιπατητικὸς ὅτι οὐκ ἐχρῆν ἐμπειρίαν εἰρηκέναι τὴν γραμματικήν
(αὐτὴ μὲν γὰρ ἡ ἐμπειρία τριβή τίς ἐστι καὶ ἐργάτις ἄτεχνός τε καὶ ἄλογος, ἐν ψιλῇ παρατηρήσει καὶ συγγυμινασίᾳ κειμένη, ἡ δέ γραμματικὴ τέχνη καθ- έστηκεν), οὐ συνορῶν ὅτι τάττεται μὲν καὶ ἐπὶ τέχνης τοὔνομα, καθὼς ἐν τοῖς ἐμπειρικοῖς ὑπομνήμασιν (op. deperd.) ἐδιδάξαμεν, ἀδιαφόρως τοῦ βίου τοὺς αὐτοὺς ἐμπείρους τε καὶ τεχνίτας καλοῦντος, ἀφʼ ἧσπερ ἐννοίας καὶ ὁ Μητρόδωρος (fr. 61 Koerte) ἔφη μηδεμίαν ἄλλην πραγμάτων ἐμπειρίαν τὸ ἑαυτῆς τέλος συνορᾶν ἢ φιλοσο- φίαν,
τουτέστι μηδεμίαν τέχνην, τάττεται δέ ἐξόχως καὶ ἐπὶ τῆς τῶν πολλῶν καὶ ποικίλων πραγμάτων γνώσεως, καθὼς καὶ τοὺς πρεσβύτας πολλὰ μέν ἰδόντας πολλὰ δέ ἀκούσαντας ἐμπείρους τοῦ βίου φαμέν, ὡς καὶ ὁ Εὐριπίδης (Phoen. 528) ὧ τέκνον, οὐχ ἀπαντα τῷ γήρα κακά, Ἐτεόκλεες, πρόσεστιν, ἀλλʼ ἡμπειρία ἔχει τι λέξαι τῶν νέων σοφώτερον.
ἐφʼ ὅπερ ἴσως ὁ Θρᾷξ φερόμενος σημαινόμενον, ἐπεὶ πο- λυειδήμονά τινα καὶ πολυμαθῆ βούλεται εἶναι τὸν γραμ ματικόν, ἔμη ἐμπειρίαν ὑπάρχειν τὴν γραμματικὴν τῶν παρὰ ποιηταῖς τε καὶ συγγραφεῦσι λεγομένων. ὥστε τοῦτο μὲν ὑπέλαφρον, ἐκεῖνο δὲ ἴσως τις πραγματικωτέρας ἐχό- μενον ζητήσεως ἐρεῖ πρὸς αὐτόν
ἤτοι γὰρ τῶν παρὰ ποιηταῖς τε καὶ συγγραφεῦσι λεγομένων μόνον ἐμπειρίαν συμβέβηκεν εἶναι τὴν γραμματικήν, καὶ τῶν μήτε παρὰ ποιηταῖς μήτε παρὰ συγγραφεῦσι καθεστώτων. ἀλλὰ μό- νων μὲν τῶν παρὰ ποιηταῖς καὶ συγγραφεῦσιν οὐκ ἂν εἴ- §61 ἐμπ. ὑπομν. deperdita sec. Brochard p. 321. fr. 56 Deichgräber 3 αὕτη N || 4 ἐργάτης N ED || 5 γυμινασία A || 9 καλοῦν- τας N || 15 καὶ om. D || 18 ἑτροκλέες N: ἐτέοκλες A | ἡ ἐμπει- ρία N: ἀλλʼ ἐμπειρία ED || 19 λέξαι LED ϛ: δεῖξαι N || 20 ση- μαῖνον L Vr || 23 ὥστε — 26 λεγομένων om. ED || 24 πραγματι- κωτέρας Heintz, Bury: γραμματικωτέρας G | ἐχόμενος ϛ || 26 τε om. N ϛ || 29 παρὰ τοῖς ποιηταῖς N ED AB ποι〈μ〉εν ἐμπειρίαν αὐτὴν ὑπάρχειν ἅτε ποτέ καὶ ταῖς ἀνὰ χεῖρα τῶν ἰδιωτῶν καὶ ἀνεπιστημόνων ὁμιλίαις ἐφιστῶσαν 〈θεωρεῖσθαι〉, καὶ τὸ βάρβαρον καὶ τὸ Ἑλληνικὸν τό τε σό- λοικον καὶ τὸ μὴ τοιοῦτον ἐξελέγχουσαν.
εἰ δέ καὶ τῶν μὴ παρὰ ποιηταῖς μηδέ συγγραφεῦσι μόνον λεγομένων ἐμπει- ρία καθέστηκεν, οὐκ ἔδει αὐτὴν εἶναι λέγειν, ἀπὸ μέρους ἔχειν συμβεβηκός.
Ἀλλὰ παρέντες τὸ περὶ τῶν τοιούτων λεπτολογεῖν σκο- πῶμεν, ὡς ὑπεσχόμεθα, εἰ δύναται τέλος, ὅσ`ον ἐπὶ τῇ τοιαύτῃ ἐννοία, ὑποστῆναι ἡ γραμματική.
ὅταν οὖν λέ- γωσιν αὐτὴν ἐμπειρίαν κατὰ τὸ πλεῖστον τῶν παρὰ ποιη- ταῖς καὶ συγγραφεῦσι λεγομένων, φασὶ πάντων τινῶν. καὶ εἰ πάντων, [πρῶτον μὲν] οὐκέτι κατὰ τὸ πλεῖστον ἀλλὰ πάντων, καὶ εἰ πάντων, καὶ τῶν ἀπείρων· ἄπειρα γάρ ἐσπι ταῦτα. τῶν δὲ ἀπείρῶν οὐκ ἔστιν ἐμπειρία· διόπερ οὐδέ γραμματική τις γενήσεται. εἰ δὲ τινῶν, ἐπεὶ καὶ οἱ ἰδιῶταί τινα τῶν παρὰ ποιηταῖς καὶ συγγραφεῦσι λεγομέ- νων εἰδότες οὐκ ἔχουσι γραμματικὴν ἐμπειρίαν, οὐδὲ ταύ- τῃ εἶναι λεκτέον γραμματικήν.
ἐκτὸς εἰ μή τι διὰ τοῦτο 〈τὸ〉 ‘κατὰ τὸ πλεῖστον ʼ εἰρῆσθαι φήσουσιν, ἵνα ἥ τε πρὸς τὴν πάντων ἐνιαχοῦ [ἀπορίαν] ἐμπειρία〈ν〉 ἥ τε πρὸς τὸν ἰδιωτισμὸν διαφορὰ ὑποβάλληται. τοῦ μὲν γὰρ ἰδιώτου διενήνοχεν ὁ γραμματικὸς παρόσον οὐκ ὀλίγων, ὡς ἐκεῖνος, ἀλλὰ πλείστων τῶν παρὰ ποιηταῖς τε καὶ συγ- γραφεῦσι λεγομένων ἔμπειρός ἔστι τῆς δέ τῶν πάντων γνώσεως ἀδυνάτου τάχα καθεστώσης κεχώρισται, ἐπεὶ οὐ 1 〈μ〉 Theiler | ἅτε Theiler: διὰ τὸ G |ποτὲ μὲν καὶ N, qui hic nos desinit. pergit lacuna intermissa M V II 41 | ταῖς.... 2 ὁμι- λίαις dub. Bekk. Bury : τὰς ... ὁμιλίας G || 5 μηδὲ Bekk.: μήτε G | 6 ἀπὸ—. 7 Bekk. dub. an 〈ὃ〉 ἀπὸ μέρους ἔχει συμβεβηκός; probat We.: dubito an legendum sit οὐκ ἔδει αὐτὴν 〈τούτων ἐμπειρίαν〉 εἷναι λέγειν. 〈τὸ γὰρ〉 ἀπὸ μέρους ἔχειν συμβεβηκός 〈ἐστιν〉|| 13 πρῶτον μἐν delevi || 14 καὶ εἰ G: εἶτα εἰ dab. Bekk., cuius vicc- supra πρῶτον μέν delevi || 18 ταύτην G: corr. Bury || 19.20 〈τὸ〉 dub. Bekk. Bury: δι [τοῦ] τὸ Herder || 21 ἀπορίαν ἐμπειρία ἤ τε LEDVr Gen: ἀπορίαν ἥτε ϛ; [ἀπορίαν] ἐμπειρία〈ν〉 Kayser: ἐνι- αχοῦ ἀπορίαν del. Harder: πάντων ἐμπειρίαν ἐνιαχοῦ ἀπορία dub. Bekk. Bury: οὐ pro πρὸς τὴν et [ἀπορ.] ἐμπειρία Theiler πάντα, τὰ δέ πλεῖστα ἐξ αὐτῶν ἐπαγγέλλεται γινώσκειν. ταῦτα δὲ οὐκ ἀπολογουμένου ἧν,
ἀλλὰ κακοῖς ἐπιπλη- ροῦντος κακὰ καὶ μηκέτι μετρίως ἀλλʼ ἄρδην ἐπισπωμέ- νου τὰς ἀπορίας. πρῶτον μέν οὖν ὡς τὰ πολλὰ ἀόριστά ἐστι καὶ τὴν σωρικὴν γεννᾷ ἀπορίαν, οὕτω καὶ τὰ πλεῖστα. ὅθεν ἢ περιγριαψάτωσαν ἡμῖν αὐτά, δείξαντες ἄχρι πόσων γνώσεως τῶν παρὰ ποιηταῖς καὶ συγγραφεῦσι λεγομένων ῥητέον ἢ εἴπερ ἐπὶ ἀορίστου μένουσιν ὑποσχέσεως, τὰ πλεῖστα γινώσκειν…
τοῦ…
π…
The complete text is available when the reading interface loads.