Ποικίλη ἱστορία
Author namesÉlien · Elien · Claude Élien · Claudius Aelianus · Aelian
- Scientific editors
- Rudolf Hercher, Ulrich von Wilamowitz-Moellendorff
- Edition reference
- Claudii Aeliani Varia Historia Epistolae Fragmenta · Leipzig · Teubner · 1866
- CTS identifier
urn:cts:greekLit:tlg0545.tlg002.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Book 1
Chapter 1
δεινοὶ κατὰ κοιλίαν εἰσὶν οἱ πολύποδες, καὶ πᾶν ὅ τι οὖν φαγεῖν ἄμαχοι. πολλάκις γοῦν οὐδὲ ἀλλήλων ἀπέχονται, ἀλλὰ τῷ μείζονι ὁ βραχύτερος ἁλοὺς καὶ ἐμπεσὼν τοῖς ἀνδρειοτέροις θηράτροις τοῖς καλουμένοις τοῦ ἰχθύος πλοκάμοις, εἶτα αὐτῷ γίνεται δεῖπνον. ἐλλοχῶσι δὲ οἱ πολύποδες καὶ τοὺς ἰχθῦς τὸν τρόπον τοῦτον. ὑπὸ ταῖς πέτραις κάθηνται, καὶ ἑαυτοὺς ἐς τὴν ἐκείνων μεταμορφοῦσι χρόαν, καὶ τοῦτο εἶναι δοκοῦσιν, ὅπερ οὖν καὶ πεφύκασιν αἱ πέτραι. οἱ τοίνυν ἰχθῦς προσνέουσιν οἱονεὶ τῇ πέτρᾳ τοῖς πολύποσιν, οἳ δὲ ἀφυλάκτους ὄντας αὐτοὺς περιβάλλουσι ταῖς ἐξ ἑαυτῶν ἄρκυσι ταῖς πλεκτάναις.
Chapter 2
ὑφαντικὴν καὶ ὑφαίνειν, δῶρα Ἐργάνης δαίμονος, οὔτε ἴσασιν αἱ φάλαγγες οὔτε εἰδέναι βούλονται. ἢ τί ποτʼ ἂν καὶ χρήσαιτο τῷ τοιῷδε ἐσθήματι τὸ τοιοῦτον θηρίον; τὸ δὲ ἄρα πάγη καὶ οἱονεὶ κύρτος ἐστὶ τοῖς ἐμπίπτουσι. καὶ ἣ μὲν ἀρκυωρεῖ πάνυ σφόδρα ἀτρεμοῦσα, καὶ ἔοικεν ἀκινήτῳ· καὶ τὸ μὲν ἐνέπεσεν, ὅ τί ποτέ ἐστι τὸ ἐμπεσόν, ἣ δὲ ἔχει δαῖτα. τοσοῦτον δʼ ἐμπίπτει, ὅσον καὶ τὸ ὕφασμα κατέχειν δυνατόν ἐστι καὶ ἐκείνῃ δειπνεῖν ἀπόχρη.
Chapter 3
σοφόν τι ἄρα χρῆμα ἦν γένος βατράχων Αἰγυπτίων, καὶ οὖν καὶ τῶν ἄλλων ὑπερφέρουσι κατα πολύ. ἐὰν γὰρ ὕδρῳ περιπέσῃ Νείλου θρέμματι βάτραχος, καλάμου τρύφος ἐνδακὼν πλάγιον φέρει, καὶ ἀπρὶξ ἔχεται, καὶ οὐκ ἀνίησι κατὰ τὸ καρτερόν. ὃ δὲ ἀμηχανεῖ καταπιεῖν αὐτὸν αὐτῷ καλάμῳ· οὐ γάρ οἱ ἐγχωρεῖ περιβαλεῖν τοσοῦτον τὸ στόμα, ὅσον ὁ κάλαμος διείργει. καὶ ἐκ τούτου περιγίνονται τῆς ῥώμης τῶν ὕδρων οἱ βάτραχοι τῇ σοφίᾳ.
Chapter 4
καὶ ἐκεῖνο δὲ κυνὸς Αἰγυπτίου σοφόν. οὐκ ἀθρόως οὐδὲ ἀνέδην οὐδὲ ἐλευθέρως ἐκ τοῦ ποταμοῦ πίνουσιν ἐπικύπτοντες ἅμα καὶ ὅσον διψῶσι λάπτοντες· ὑφορῶνται γὰρ τὰ ἐν αὐτῷ θηρία· παραθέουσι δὲ τὴν ὄχθην, καὶ παρακλέπτοντες πίνουσιν ὅσον ἁρπάσαι, πάλιν καὶ πάλιν. εἶτα οὕτως ἐκ διαλειμμάτων ἐκορέσθησαν, οὐ μὴν ἀπώλοντο, καὶ οὖν καὶ ἠκέσαντο τὸ δίψος.
Chapter 5
ἡ ἀλώπηξ, οὐ μόνον τὸ χερσαῖον θηρίον δολερόν ἐστιν, ἀλλὰ καὶ ἡ θαλαττία πανοῦργός ἐστι. τὸ μὲν γὰρ δέλεαρ οὐχ ὑφορᾶται, οὐδὲ μὴν φυλάττεται διὰ τὴν ἀκρασίαν τοῦτο, τοῦ δὲ ἀγκίστρου καταφρονεῖ καὶ πάνυ. πρὶν ἢ γὰρ τὸν ἀσπαλιέα ἀνασπάσαι τὸν κάλαμον ἣ δὲ ἀνέθορε, καὶ ἀπέκειρε τὴν ὁρμιὰν καὶ νήχεται αὖθις. πολλάκις οὖν καὶ δύο καὶ τρία κατέπιεν ἄγκιστρα, ὁ δʼ ἁλιεὺς ἐκείνην οὐκ ἐδείπνησε προϊοῦσαν τῆς θαλάττης.
Chapter 6
αἱ χελῶναι αἱ θαλάττιαι ἐν τῇ γῇ τίκτουσι, τεκοῦσαι δὲ παραχρῆμα κατέχωσαν ἐν τῇ γῇ τὰ ᾠά, εἶτα ὑποστρέψασαι ὀπίσω ἐς ἤθη τὰ ἑαυτῶν νήχονται. εἰσὶ δὲ ἐς τοσοῦτον λογιστικαί, ὡς ἐφʼ ἑαυτῶν ἐκλογίζεσθαι τὰς ἡμέρας τὰς τετταράκοντα, ἐν αἷς τὰ ἔκγονα αὐταῖς τῶν ᾠῶν συμπαγέντων ζῷα γίνεται. ὑποστρέψασαι οὖν αὖθις ἐς τὸν χῶρον, ἐν ᾧ κατέθεντο κρύψασαι τὰ ἑαυτῶν βρέφη, ἀνώρυξαν τὴν γῆν, ἣν ἐπέβαλον, καὶ κινουμένους ἤδη τοὺς νεοττοὺς καὶ ἕπεσθαι δυναμένους αὐταῖς ἀπάγουσιν.
Chapter 7
ἦσαν ἄρα οἱ σῦς οἱ ἄγριοι ἰατρικῆς ἅμα καὶ θεραπείας οὐκ ἀπαίδευτοι. οὗτοι γοῦν ὅταν αὑτοὺς λαθόντες ὑοσκυάμου φάγωσι, τὰ ἐξόπισθεν ἐφέλκουσι, παρειμένως ἔχοντες ἑαυτῶν, εἶτα σπώμενοι ὅμως ἐπὶ τὰ ὕδατα παραγίνονται, καὶ ἐνταῦθα τῶν καρκίνων ἀναλέγουσι, καὶ ἐσθίουσι προθυμότατα. γίνονται δὲ αὐτοῖς οὗτοι τοῦ πάθους φάρμακον, καὶ ἐργάζονται ὑγιεῖς αὐτοὺς αὖθις.
Chapter 8
φαλάγγιον ἐλάφοις τοσοῦτόν ἐστι κακόν, ὅσον καὶ ἀνθρώποις, καὶ κινδυνεύουσιν ἀπολέσθαι διὰ ταχέων. ἐὰν μέντοι κιττοῦ γεύσωνται, ἐλύπησεν αὐτοὺς τὸ δῆγμα οὐδέν. δεῖ δὲ εἶναι τὸν κιττὸν ἄγριον.
Chapter 9
λέοντα δὲ νοσοῦντα τῶν μὲν ἄλλων οὐδὲν ὀνίνησι, φάρμακον δέ ἐστιν αὐτῷ τῆς νόσου βρωθεὶς πίθηκος.
Chapter 10
οἱ Κρῆτές εἰσι τοξεύειν ἀγαθοί, καὶ οὖν καὶ τὰς αἶγας βάλλουσιν ἐπʼ ἄκροις νεμομένας τοῖς ὄρεσιν. αἱ δὲ βληθεῖσαι παραχρῆμα τῆς δικτάμνου βοτάνης διέτραγον, καὶ ἅμα τῷ γεύσασθαι ὅλα ἐκείναις τὰ βέλη ἐκπίπτει.
Chapter 11
ἦσαν δὲ ἄρα μαντικώτατοι τῶν ζῴων καὶ μύες. γηρώσης γὰρ οἰκίας ἤδη καὶ μελλούσης κατολισθάνειν αἰσθάνονται πρῶτοι, καὶ ἀπολιπόντες τὰς μυωπίας τὰς αὑτῶν καὶ τὰς ἐξ ἀρχῆς διατριβάς, ᾗ ποδῶν ἔχουσιν ἀποδιδράσκουσι καὶ μετοικίζονται.
Chapter 12
ἔχουσι δὲ καὶ οἱ μύρμηκες, ὡς ἀκούω, μαντικῆς τινα αἴσθησιν. ὅταν γὰρ μέλλῃ λιμὸς ἔσεσθαι, δεινῶς εἰσι φιλόπονοι πρὸς τὸ θησαυρίσαι καὶ ἑαυτοῖς ἀποταμιεύσασθαι τοὺς πυροὺς καὶ τὰ λοιπὰ τῶν σπερμάτων, ὅσα μυρμήκων δεῖπνόν ἐστιν.
Chapter 13
ὁ Συρακόσιος Γέλων ὄναρ ἐβέβλητο κεραυνῷ, καὶ διὰ τοῦτο ἐβόα οὐκ ἀμυδρὸν οὐδʼ ἀσθενές, ὡς ἐν ὀνείρῳ, ἀλλʼ ἀνδρικῶς, ἅτε δεινῶς ἐκπλαγεὶς ὑπὸ τοῦ δέους. ὁ δὲ κύων, ὅσπερ οὖν αὐτῷ παρεκάθευδεν, ἐκ τῆς βοῆς διεταράχθη, καὶ περιβὰς αὐτὸν ὑλάκτει πάνυ σφόδρα ἀπειλητικὸν καὶ σύντονον. καὶ ἐκ τούτων ὁ Γέλων ἅμα τε ἀφυπνίσθη καὶ τοῦ δέους ἀφείθη.
Chapter 14
λέγει Ἀριστοτέλης τὸν κύκνον καλλίπαιδα εἶναι καὶ πολύπαιδα, ἔχειν γε μὴν καὶ θυμόν. πολλάκις γοῦν ἐς ὀργὴν καὶ μάχην προελθόντες καὶ ἀλλήλους ἀπέκτειναν οἱ κύκνοι. λέγει δὲ ὁ αὐτὸς καὶ μάχεσθαι τοὺς κύκνους τοῖς ἀετοῖς· ἀμύνεσθαί γε μὴν αὐτούς, ἀλλʼ οὐκ ἄρχειν ἀδίκων. ὅτι δέ εἰσι φιλῳδοί, τοῦτο μὲν ἤδη τεθρύληται. ἐγὼ δὲ ᾅδοντος κύκνου οὐκ ἤκουσα, ἴσως δὲ οὐδὲ ἄλλος· πεπίστευται δʼ οὖν ὅτι ᾅδει. καὶ λέγουσί γε αὐτὸν μάλιστα κατʼ ἐκεῖνον εἶναι τὸν χρόνον εὐφωνότατόν τε καὶ ᾠδικώτατον, ὅταν ᾖ περὶ τὴν καταστροφὴν τοῦ βίου. διαβαίνουσι δὲ καὶ πέλαγος, καὶ πέτονται καὶ κατὰ θαλάττης, καὶ αὐτοῖς οὐ κάμνει τὸ πτερόν.
Chapter 15
ἐκ διαδοχῆς φασιν ἐπῳάζειν τὰς περιστεράς. εἶτα τῶν νεοττῶν γενομένων ὁ ἄρρην ἐμπτύει αὐτοῖς, ἵνα μὴ βασκανθῶσι. τίκτει δὲ ᾠὰ δύο ἡ θήλεια, ὧν τὸ μὲν πρῶτον ἄρρεν ποιεῖ πάντως, τὸ δὲ δεύτερον θῆλυ. τίκτουσι δὲ αἱ περιστεραὶ κατὰ πᾶσαν ὥραν τοῦ ἔτους· ἔνθεν τοι καὶ δεκάκις τοῦ ἔτους ὠδίνουσι. λόγος δέ τις περίεισιν Αἰγύπτιος, λέγων δωδεκάκις τὰς ἐν Αἰγύπτῳ τίκτειν. λέγει δὲ Ἀριστοτέλης καὶ διάφορον εἶναι τῆς περιστερᾶς τὴν πελειάδα· τὴν μὲν γὰρ περιστερὰν εἶναι μείζονα, τὴν δὲ πελειάδα βραχυτέραν, καὶ τὴν μὲν περιστερὰν τιθασὸν γίνεσθαι, τὴν δὲ οὔ. λέγει δὲ ὁ αὐτὸς μὴ πρότερον ἐπιβαίνειν τὸν ἄρρενα τῇ θηλείᾳ πρὶν ἢ φιλῆσαι αὐτήν· μὴ γὰρ ἀνέχεσθαι τὰς θηλείας τὴν τῶν ἀρρένων ὁμιλίαν τοῦ φιλήματος ἔρημον. προστίθησι δὲ τούτοις καὶ ἐκεῖνο, ὅτι καὶ αἱ θήλειαι ἀλλήλας ἀναβαίνουσιν, ὅταν τῆς πρὸς ἄρρενα μίξεως ἀτυχήσωσι· καὶ οὐδὲν μὲν ἐς ἀλλήλας προΐενται, τίκτουσι δὲ ᾠά, ἐξ ὧν νεοττοὶ οὐ γίνονται αὐταῖς. εἰ δέ τι Καλλιμάχῳ χρὴ προσέχειν, φάτταν καὶ πυραλλίδα καὶ περιστερὰν καὶ τρυγόνα φησὶ μηδὲν ἀλλήλαις ἐοικέναι. Ἰνδοὶ δέ φασι λόγοι περιστερὰς ἐν Ἰνδοῖς γίνεσθαι μηλίνας τὴν χρόαν. Χάρων δὲ ὁ Λαμψακηνὸς περὶ τὸν Ἄθω φανῆναι περιστερὰς λευκὰς λέγει, ὅτε ἐνταῦθα ἀπώλοντο αἱ τῶν Περσῶν τριήρεις περικάμπτουσαι τὸν Ἄθω. ἐν Ἔρυκι δὲ τῆς Σικελίας, ἔνθα ἐστὶν ὁ τῆς Ἀφροδίτης νεὼς σεμνός τε καὶ ἅγιος, κατά τινα καιρὸν θύουσιν οἱ Ἐρυκινοὶ τὰ Ἀναγώγια, καὶ λέγουσι τὴν Ἀφροδίτην ἐς Λιβύην ἐκ Σικελίας ἀνάγεσθαι. τότε οὖν ἀφανεῖς ἐκ τοῦ χώρου αἱ περιστεραὶ γίνονται, ὥσπερ οὖν τῇ θεῷ συναποδημοῦσαι. κατά γε μὴν τὸν λοιπὸν χρόνον πάμπολύ τι πλῆθος τῶνδε τῶν ὀρνίθων ἐπιπολάζειν τῷ νεῷ τῆς θεοῦ ὡμολόγηται. Ἀχαϊκοὶ δὲ αὖ πάλιν λέγουσι λόγοι καὶ τὸν Δία αὐτὸν μεταβαλεῖν τὴν μορφὴν ἐς περιστεράν, ἐρασθέντα παρθένου Φθίας ὄνομα. ἐν Αἰγίῳ δὲ ᾤκει ἡ Φθία αὕτη.
Chapter 16
ὅτε ἧκεν ἡ ναῦς ἡ ἐκ Δήλου, καὶ ἔδει Σωκράτην ἀποθνήσκειν, ἀφίκετο ἐς τὸ δεσμωτήριον Ἀπολλόδωρος ὁ τοῦ Σωκράτους ἑταῖρος, χιτῶνά τε αὐτῷ φέρων ἐρίων πολυτελῆ καὶ εὐήτριον καὶ ἱμάτιον τοιοῦτο. καὶ ἠξίου ἐνδύντα αὐτὸν τὸν χιτῶνα καὶ θοιμάτιον περιβαλόμενον εἶτα οὕτω πιεῖν τὸ φάρμακον. ἔλεγε γὰρ αὐτῷ καλῶν ἐνταφίων μὴ ἀμοιρήσειν, εἰ ἐν αὐτοῖς ἀποθάνοι· καὶ γὰρ οὖν καὶ προκείσεσθαι σὺν τῷ κόσμῳ τὸν νεκρὸν οὐ πάνυ τι ἀδόξως. ταῦτα τὸν Σωκράτην ὁ Ἀπολλόδωρος· ὃ δὲ οὐκ ἠνέσχετο, ἀλλʼ ἔφη πρὸς τοὺς ἀμφὶ τὸν Κρίτωνα καὶ Σιμμίαν καὶ Φαίδωνα ʽκαὶ πῶς ὑπὲρ ἡμῶν καλῶς Ἀπολλόδωρος οὑτοσὶ δοξάζει, εἴ γε πεπίστευκεν ὅτι μετὰ τὴν ἐξ Ἀθηναίων φιλοτησίαν ἔτι ὄψεται Σωκράτην; εἰ γὰρ οἴεται τὸν ὀλίγῳ ὕστερον ἐρριμμένον ἐν ποσὶ καὶ κεισόμενόν γε εἶναι ἐμέ, δῆλός ἐστί με οὐκ εἰδώς.ʼ
Chapter 17
ταῦτα ἄρα ἐστὶ τὰ θαυμαζόμενα Μυρμηκίδου τοῦ Μιλησίου καὶ Καλλικράτους τοῦ Λακεδαιμονίου μικρὰ ἔργα. τέθριππα μὲν ἐποίησαν ὑπὸ μυίας καλυπτόμενα, καὶ ἐν σησάμῳ δίστιχον ἐλεγεῖον χρυσοῖς γράμμασιν ἐπέγραψαν. ὧν ἐμοὶ δοκεῖν ὁ σπουδαῖος οὐδέτερον ἐπαινέσεται· τί γὰρ ἄλλο ἐστὶ ταῦτα ἢ χρόνου παρανάλωμα;
Chapter 18
πῶς δὲ οὐ διέρρεον ὑπὸ τρυφῆς αἱ παλαιαὶ τῶν γυναικῶν; ἐπὶ μὲν γὰρ τῆς κεφαλῆς στεφάνην ἐπετίθεντο ὑψηλήν, τοὺς δὲ πόδας σανδάλοις ὑπεδοῦντο, ἐκ δὲ τῶν ὤτων αὐταῖς ἐνώτια μακρὰ ἀπεκρέματο, τῶν δὲ χιτώνων τὰ περὶ τοὺς ὤμους ἄχρι τῶν χειρῶν οὐ συνέρραπτον, ἀλλὰ περόναις χρυσαῖς καὶ ἀργυραῖς συνεχέσι κατελάμβανον. καὶ ταῦτα αἱ πάνυ παλαιαί· τῶν δὲ Ἀττικῶν γυναικῶν τὴν τρυφὴν Ἀριστοφάνης λεγέτω.
Chapter 19
ὁ μὲν δημώδης λόγος καὶ ἐς πάντας ἐκφοιτήσας λέγει Συβαρίταις καὶ αὐτῇ τῇ Συβάρει αἰτίαν τῆς ἀπωλείας γενέσθαι τὴν πολλὴν τρυφήν. ἃ δὲ οὐκ ἔστι τοῖς πολλοῖς γνώριμα, ταῦτα ἐγὼ ἐρῶ. Κολοφωνίους φασὶ καὶ αὐτοὺς διὰ τὴν πάνυ τρυφὴν ἀπολέσθαι· καὶ γάρ τοι καὶ οὗτοι ἐσθῆτι πολυτελεῖ ἐθρύπτοντο, καὶ τραπέζης ἀσωτίᾳ καὶ ὑπὲρ τὴν χρείαν χρώμενοι ὕβριζον. καὶ ἡ τῶν Βακχιαδῶν δὲ τῶν ἐν Κορίνθῳ ἀρχή, ἐπὶ μέγα δυνάμεως προελθοῦσα, ὅμως διὰ τὴν τρυφὴν τὴν ἔξω τοῦ μέτρου καὶ αὐτὴ κατελύθη.
Chapter 20
Διονύσιος ἐξ ἁπάντων τῶν ἐν Συρακούσαις ἱερῶν ἐσύλησε τὰ χρήματα. τοῦ δὲ ἀγάλματος τοῦ Διὸς περιεῖλε τὴν ἐσθῆτα καὶ τὸν κόσμον, ὃς ἦν φασι χρυσίου πέντε καὶ ὀγδοήκοντα ταλάντων. ὀκνούντων δὲ τῶν δημιουργῶν ἅψασθαι, ὃ δὲ πρῶτος ἔκρουσε τὸ ἄγαλμα. καὶ τὸ ἄγαλμα δὲ τοῦ Ἀπόλλωνος περιεσύλησεν, ἔχον καὶ αὐτὸ χρυσοῦς βοστρύχους, κελεύσας ἀποκεῖραί τινα αὐτούς. πλεύσας δὲ ἐς Τυρρηνούς, τὰ τοῦ Ἀπόλλωνος καὶ τῆς Λευκοθέας ἅπαντα ἐσύλησε χρήματα, τὴν παρακειμένην ἀργυρᾶν τῷ Ἀπόλλωνι τράπεζαν κελεύσας ἀφελεῖν, ἀγαθοῦ δαίμονος τῷ θεῷ διδόντας πρόποσιν.
Chapter 21
Ἰσμηνίου τοῦ Θηβαίου σοφὸν ἅμα καὶ Ἑλληνικὸν οὐκ ἂν ἀποκρυψαίμην ἔργον. πρεσβεύων οὗτος ὑπὲρ τῆς πατρίδος πρὸς τὸν βασιλέα τῶν Περσῶν, ἀφικετο μέν, ἐβούλετο δὲ αὐτὸς ὑπὲρ ὧν ἧκεν ἐντυχεῖν τῷ Πέρσῃ. ἔφατο οὖν πρὸς αὐτὸν ὁ χιλίαρχος ὁ καὶ τὰς ἀγγελίας ἐσκομίζων τῷ βασιλεῖ καὶ τοὺς δεομένους ἐσάγων ʽἀλλʼ, ὦ ξένε Θηβαῖἐ ʽἔλεγε δὲ ταῦτα περσίζων διʼ ἑρμηνέως, Τιθραύστης δὲ ἦν ὄνομα τῷ χιλιάρχᾠ, ʽνόμος ἐστὶν ἐπιχώριος Πέρσαις, τὸν ἐς ὀφθαλμοὺς ἐλθόντα βασιλέως μὴ πρότερον λόγου μεταλαγχάνειν πρὶν ἢ προσκυνῆσαι αὐτόν. εἰ τοίνυν αὐτὸς διʼ ἑαυτοῦ συγγενέσθαι θέλεις αὐτῷ, ὥρα σοι τὰ ἐκ τοῦ νόμου δρᾶν· εἰ δὲ μή, τὸ αὐτό σοι τοῦτο καὶ διʼ ἡμῶν ἀνυσθήσεται καὶ μὴ προσκυνήσαντι.ʼ ὁ τοίνυν Ἰσμηνίας ʽἄγε μἐ εἶπε, καὶ προσελθὼν καὶ ἐμφανὴς τῷ βασιλεῖ γενόμενος, περιελόμενος τὸν δακτύλιον ἔρριψεν ἀδήλως παρὰ τοὺς πόδας, καὶ ταχέως ἐπικύψας, ὡς δὴ προσκυνῶν, πάλιν ἀνείλετο αὐτόν· καὶ δόξαν μὲν ἀπέστειλε τῷ Πέρσῃ προσκυνήσεως, οὐ μὴν ἔδρασεν οὐδὲν τῶν ἐν τοῖς Ἕλλησιν αἰσχύνην φερόντων. πάντα οὖν ὅσα ἠβουλήθη κατεπράξατο, οὐδὲ ἠτύχησέ τι ἐκ τοῦ Πέρσου.
Chapter 22
δῶρα τὰ ἐκ βασιλέως διδόμενα τοῖς παρʼ αὐτὸν ἥκουσι πρεσβευταῖς, εἴτε παρὰ τῶν Ἑλλήνων ἀφίκοιντο εἴτε ἑτέρωθεν, ταῦτʼ ἦν. τάλαντον μὲν ἑκάστῳ Βαβυλώνιον ἐπισήμου ἀργυρίου, ταλαντιαῖαι δὲ φιάλαι δύο ἀργυραῖ. δύναται δὲ τὸ τάλαντον τὸ Βαβυλώνιον δύο καὶ ἑβδομήκοντα μνᾶς Ἀττικάς. ψέλια δὲ καὶ ἀκινάκην ἐδίδου καὶ στρεπτόν, χιλίων δαρεικῶν ἄξια ταῦτα, καὶ στολὴν ἐπʼ αὐτοῖς Μηδικήν· ὄνομα δὲ τῇ στολῇ δωροφορική.
Chapter 23
ἐν τοῖς Ἕλλησι τοῖς πάλαι μακρᾷ τῇ δόξῃ διέπρεπε Γοργίας ὁ Λεοντῖνος Φιλολάου καὶ Πρωταγόρας Δημοκρίτου, τῇ δὲ σοφίᾳ τοσοῦτον ἐλείποντο, ὅσον ἀνδρῶν παῖδες. ἔοικε γάρ πως ἡ δόξα μὴ πάνυ τι ἀκριβὲς μήτε ὁρᾶν μήτε ἀκούειν· ἔνθεν τοι καὶ πολλὰ σφάλλεται, καὶ τὰ μὲν καταχαρίζεται, τὰ δὲ ψεύδεται.
Chapter 24
Καύκωνος τοῦ Ποσειδῶνος καὶ Ἀστυδαμείας τῆς Φόρβαντος γίνεται παῖς Λεπρεύς, ὅσπερ οὖν συνεβούλευσε τῷ Αὐγέᾳ δῆσαι τὸν Ἡρακλῆ, ὅτε αὐτὸν ἀπῄτει τὸν ὑπὲρ τοῦ ἄθλου μισθὸν Ἡρακλῆς. ἦν οὖν οἷα εἰκὸς πολέμιος τῷ Ἡρακλεῖ ὁ Λεπρεὺς ἐκ τῆς τοιαύτης συμβουλῆς. χρόνῳ δὲ ὕστερον ὁ μὲν τοῦ Διὸς παῖς ἐς Καύκωνος ἀφίκετο, δεηθείσης δὲ τῆς Ἀστυδαμείας διαλύεται τὴν πρὸς τὸν Λεπρέα ὁ Ἡρακλῆς ἔχθραν. φιλονεικία δʼ οὖν αὐτοῖς ἐμπίπτει νεανική, καὶ ἐρίζουσιν ἀλλήλοις περὶ δίσκου καὶ ὕδατος ἀντλήσεως καὶ τίς καταδειπνήσει ταῦρον πρότερος· καὶ ἐν πᾶσι τούτοις ἡττᾶται Λεπρεύς. καὶ ὑπὲρ πολυποσίας δὲ ἀγὼν αὐτοῖς ἐγένετο, καὶ ἐνταῦθα πάλιν ὁ Ἡρακλῆς ἐκράτει. διανιώμενος δὲ ὁ Λεπρεύς, λαβὼν ὅπλα ἐς μονομαχίαν προκαλεῖται τὸν Ἡρακλῆ. καὶ οὖν καὶ ἔτισε δίκας ὑπὲρ τῶν παρʼ Αὐγέᾳ· μαχόμενος γὰρ ἀποθνήσκει.
Chapter 25
Ἀλέξανδρος ὁ Φιλίππου ʽεἰ δέ τῳ δοκεῖ, ὁ τοῦ Διός, ἐμοὶ γὰρ οὐδὲν διαφέρεἰ Φωκίωνι μόνῳ φασὶ τῷ Ἀθηναίων στρατηγῷ γράφων προσετίθει τὸ χαίρειν· οὕτως ἄρα ᾑρήκει τὸν Μακεδόνα ὁ Φωκίων. ἀλλὰ καὶ τάλαντα αὐτῷ ἀργυρίου ἔπεμψεν ἑκατόν, καὶ πόλεις τέτταρας ὠνόμασεν, ὧν ἠξίου μίαν ἣν βούλεται προελέσθαι αὐτόν, ἵνα ἔχοι καρποῦσθαι τὰς ἐκεῖθεν προσόδους. ἦσαν δὲ αἱ πόλεις αἵδε Κίος Ἐλαία Μύλασα Πάταρα. ὁ μὲν οὖν Ἀλέξανδρος μεγαλοφρόνως ταῦτα καὶ μεγαλοπρεπῶς· ἔτι γε μὴν μεγαλοφρονέστερον ὁ Φωκίων, μήτε τὸ ἀργύριον προσιέμενος μήτε τὴν πόλιν. ὡς δʼ ἂν μὴ δοκοίη πάντη ὑπερφρονεῖν τοῦ Ἀλεξάνδρου, ἐτίμησεν αὐτὸν κατὰ τοῦτο. τοὺς ἐν τῇ ἄκρᾳ τῇ ἐν Σάρδεσι δεδεμένους ἄνδρας ἠξίωσεν αὐτὸν ἀφεῖναι ἐλευθέρους αὐτῷ, Ἐχεκρατίδην τὸν σοφιστὴν καὶ Ἀθηνόδωρον τὸν Ἴμβριον καὶ Δημάρατον καὶ Σπάρτωνα. ἀδελφὼ δὲ ἄρα ἤστην οὗτοι Ῥοδίω.
Chapter 26
γυναῖκα ἀκούω σαλπίσαι καὶ τοῦτο ἔργον ἔχειν ἅμα καὶ τέχνην, Ἀγλαΐδα ὄνομα, τὴν Μεγακλέους παῖδα. περίθετον δὲ εἶχε κόμην καὶ λόφον ἐπὶ τῆς κεφαλῆς. καὶ ὁμολογεῖ Ποσείδιππος ταῦτα. δεῖπνον δὲ ἦν ἄρα αὐτῇ κρεῶν μὲν μναῖ δώδεκα, ἄρτων δὲ χοίνικες τέτταρες· ἔπινε δὲ οἴνου χόα.
Chapter 27
ἀδηφάγους λέγουσιν ἀνθρώπους γεγονέναι Λιτυέρσαν τὸν Φρύγα καὶ Κάμβλητα τὸν Λυδὸν καὶ Θῦν τὸν Παφλαγόνα καὶ Χαρίλαν καὶ Κλεώνυμον καὶ Πείσανδρον καὶ Χάριππον καὶ Μιθριδάτην τὸν Ποντικὸν καὶ Καλαμόδρυν τὸν Κυζικηνὸν καὶ Τιμοκρέοντα τὸν Ῥόδιον, τὸν ἀθλητὴν ἅμα καὶ ποιητήν, καὶ Καντίβαριν τὸν Πέρσην καὶ Ἐρυσίχθονα τὸν Μυρμιδόνος· ἔνθεν τοι καὶ Αἴθων ἐκλήθη οὗτος. λέγεται δὲ ἐν Σικελίᾳ Ἀδηφαγίας ἱερὸν εἶναι καὶ Σιτοῦς ἄγαλμα Δήμητρος. ὁμολογεῖ δὲ καὶ Ἀλκμὰν ὁ ποιητὴς ἑαυτὸν πολυβορώτατον γεγονέναι. καὶ Κτησίαν δέ φησί τινα Ἀναξίλας ὁ τῆς κωμῳδίας ποιητὴς πολλὰ ἐσθίειν.
Chapter 28
ἀλλὰ ἔγωγε ὑμῖν ἐθέλω εἰπεῖν Ῥόδιον δόξαν. ἐν Ῥόδῳ φασὶ τὸν μὲν ἐς τοὺς ἰχθῦς ὁρῶντα καὶ θαυμάζοντα αὐτοὺς καὶ ὄντα τῶν ἄλλων ὀψοφαγίστατον, ἀλλὰ τοῦτόν γε ὡς ἐλευθέριον ὑπὸ τῶν δημοτῶν ἐπαινεῖσθαι· τόν γε μὴν πρὸς τὰ κρέα ἀπονεύοντα ὡς φορτικὸν καὶ γάστριν διαβάλλουσι Ῥόδιοι. εἴτε δὲ ἐκεῖνοι ὀρθῶς εἴτε φλαύρως, ὑπερφρονῶ τοῦτο ἐξετάζειν.
Chapter 29
λέγουσι Κώων παῖδες ἐν Κῷ τεκεῖν ἔν τινι ποίμνῃ Νικίου τοῦ τυράννου οἶν· τεκεῖν δὲ οὐκ ἄρνα ἀλλὰ λέοντα. καὶ οὖν καὶ τὸ σημεῖον τοῦτο τῷ Νικίᾳ τὴν τυραννίδα τὴν μέλλουσαν αὐτῷ μαντεύσασθαι ἰδιώτῃ ἔτι ὄντι.
Chapter 30
Πτολεμαῖος ὁ βασιλεὺς ἐρώμενον εἶχε Γαλέτην ὄνομα, ἰδεῖν κάλλιστον. ἀμείνων δὲ ἦν ἄρα τούτῳ τῷ μειρακίῳ ἡ γνώμη τῆς μορφῆς. πολλάκις γοῦν αὐτῷ καὶ ὁ Πτολεμαῖος ἐμαρτύρει, καὶ ἔλεγεν ʽὦ ἀγαθὴ κεφαλή, κακοῦ μὲν οὐδεπώποτε οὐδενὶ γέγονας αἴτιος, πολλοῖς δὲ καὶ πολλὰ ἀγαθὰ προυξένησας.ʼ ὅ μὲν οὖν ἵππευε σὺν τῷ βασιλεῖ τὸ μειράκιον· ἰδὼν δὲ πόρρωθεν ἀγομένους τινὰς τὴν ἐπὶ θανάτῳ, οὐ ῥᾳθύμως εἶδεν, ἀλλʼ ἔφη πρὸς τὸν Πτολεμαῖον ʽὦ βασιλεῦ, ἐπεὶ κατά τινα δαίμονα τῶν ἀγομένων ἀγαθὸν ἐπὶ ἵππων ἐτύχομεν ὄντες, φέρε, εἴ σοι δοκεῖ, τὴν ἔλασιν ἐπιτείναντες καὶ συντονώτερον ἐπιδιώξαντες Διόσκοροι τοῖς δειλαίοις γενώμεθα, @σωτῆρες ἐσθλοὶ κἀγαθοὶ παραστάται, τοῦτο δὴ τὸ λεγόμενον ἐπὶ τῶν θεῶν τούτων. ὃ δὲ ὑπερησθεὶς αὐτοῦ τῇ χρηστότητι καὶ τὸ φιλοίκτιρμον ὑπερφιλήσας, καὶ ἐκείνους ἔσωσε καὶ ἐπὶ πλέον προσέθηκε τῷ φίλτρῳ τοῦ κατʼ αὐτὸν ἔρωτος.
Chapter 31
νόμος οὗτος Περσικὸς ἐν τοῖς μάλιστα ὑπʼ αὐτῶν φυλαττόμενος. ὅταν ἐς Πέρσας ἐλαύνῃ βασιλεύς, πάντες αὐτῷ Πέρσαι κατὰ τὴν ἑαυτοῦ δύναμιν ἕκαστος προσκομίζουσιν. ἅτε δὲ ὄντες ἐν γεωργίᾳ καὶ περὶ γῆν πονούμενοι καὶ αὐτουργοὶ πεφυκότες οὐδὲν τῶν ὑβρισμένων οὐδὲ τῶν ἄγαν πολυτελῶν προσφέρουσιν, ἀλλʼ ἢ βοῦς ἢ οἶς, οἳ δὲ σῖτον, καὶ οἶνον ἄλλοι. παρεξιόντι δʼ αὐτῷ καὶ παρελαύνοντι ταῦτα ὑπὸ ἑκάστου πρόκειται, καὶ ὀνομάζεται δῶρα καὶ δοκεῖ τούτῳ. οἱ δὲ ἔτι τούτων ἐνδεέστεροι τὸν βίον καὶ γάλα καὶ φοίνικας αὐτῷ καὶ τυρὸν προσφέρουσι καὶ τρωκτὰ ὡραῖα καὶ τὰς ἄλλας ἀπαρχὰς τῶν ἐπιχωρίων.
Chapter 32
λόγος οὖν καὶ οὗτος Περσικός. φασὶν ἄνδρα Πέρσην, ᾧ ὄνομα ἦν Σιναίτης, πόρρω τῆς ἐπαύλεως τῆς ἑαυτοῦ ἐντυχεῖν Ἀρταξέρξῃ τῷ ἐπικαλουμένῳ Μνήμονι. ἀποληφθέντα οὖν θορυβηθῆναι δέει τοῦ νόμου καὶ αἰδοῖ τοῦ βασιλέως. οὐκ ἔχων δὲ ὅ τι χρήσαιτο τῷ παρόντι, ἡττηθῆναι τῶν ἄλλων Περσῶν μὴ φέρων μηδὲ ἄτιμος δόξαι τῷ μὴ δωροφορῆσαι βασιλέα, ἀλλʼ οὗτός γε πρὸς τὸν ποταμὸν τὸν πλησίον παραρρέοντα ᾧ Κῦρός ἐστιν ὄνομα ἐλθὼν σὺν σπουδῇ καὶ ᾗ ποδῶν εἶχε μάλιστα, ἐπικύψας ἀμφοτέραις ταῖς χερσὶν ἀρυσάμενος τοῦ ὕδατος ʽβασιλεὖ φησὶν ʽἈρταξέῥ??ʼ, δι’ αἰῶνος βασιλεύοις. νῦν μὲν οὖν σε ὅπῃ τε καὶ ὅπως ἔχω τιμῶ, ὡς ἂν μὴ ἀγέραστος τὸ γοῦν ἐμὸν παρέλθῃς. τιμῶ δέ σε Κύρου ποταμοῦ ὕδατι. ὅταν δὲ ἐπὶ τὸν σταθμὸν τὸν σὸν παραγένῃ, οἴκοθεν, ὡς ἂν ἐμαυτοῦ κράτιστα καὶ πολυτελέστατα χωρήσω, οὕτω τιμήσω σε, καὶ δὴ οὐδὲν ἂν ἐλάττων γενοίμην τινὸς τῶν ἄλλων τῶν ἤδη σε δεξιωσαμένων τοῖς δώροις.ʼ ἐπὶ τούτοις ὁ Ἀρταξέρξης ἥσθη καὶ ʽδέχομαι ἡδέωσʼ φησὶν ʽἄνθρωπε, τὸ δῶρον, καὶ τιμῶ γε αὐτὸ τῶν πάνυ πολυτελῶν, καὶ ἰσοστάσιον ἐκείνοις λέγω· πρῶτον μέν, ὅτι ὕδωρ ἐστὶ τὸ πάντων ἄριστον, δεύτερον δέ, ὅτι Κύρου ὄνομα ἐν ἑαυτῷ φέρει. καὶ σὺ δέ μοι καταλύοντι ἐν τῷ σταθμῷ πάντως ἐπιφάνηθι.ʼ ταῦτα εἰπὼν προσέταξε τοὺς εὐνούχους λαβεῖν τὸ ἐξ αὐτοῦ δῶρον· οἳ δὲ τὴν ταχίστην προσδραμόντες ἐς χρυσῆν φιάλην ἐδέξαντο ἐκ τῶν χειρῶν αὐτοῦ τὸ ὕδωρ. ἐλθὼν δὲ ἔνθα κατέλυεν ὁ βασιλεὺς ἔπεμψε τῷ ἀνδρὶ τῷ Πέρσῃ στολὴν Περσικὴν καὶ φιάλην χρυσῆν καὶ χιλίους δαρεικούς, καὶ προσέταξε τὸν κομίζοντα αὐτὰ εἰπεῖν τῷ λαμβάνοντι ʽκελεύει σε βασιλεὺς ἐκ μὲν τούτου τοῦ χρυσίου εὐφραίνειν τὴν σεαυτοῦ ψυχήν, ἐπεὶ καὶ σὺ τὴν ἐκείνου εὔφρανας, μὴ αὐτὸν ἀγέραστον μηδὲ ἄτιμον ἐάσας, ἀλλʼ ὡς ἤδη ἐχώρει ταύτῃ τιμήσας. βούλεται δέ σε καὶ τῇ φιάλῃ ταύτῃ ἀρυτόμενον πίνειν ἐξ ἐκείνου τοῦ ὕδατος.
Chapter 33
ῥοιὰν ἐπὶ λίκνου μεγίστην Ὠμίσης Ἀρταξέρξῃ τῷ βασιλεῖ ἐλαύνοντι τὴν Περσίδα προσεκόμισε. τὸ μέγεθος οὖν αὐτῆς ὑπερεκπλαγεὶς ὁ βασιλεὺς ʽἐκ ποίου παραδείσοὐ φησὶ ʽλαβὼν φέρεις μοι τὸ δῶρον τοῦτο;ʼ τοῦ δὲ εἰπόντος ὅτι οἴκοθεν καὶ ἐκ τῆς αὑτοῦ γεωργίας, ὑπερήσθη καὶ δῶρα μὲν αὐτῷ βασιλικὰ ἔπεμψε καὶ ἐπεῖπε ʽνὴ τὸν Μίθραν, ἀνὴρ οὗτος ἐκ τῆς ἐπιμελείας ταύτης δυνήσεται καὶ πόλιν κατά γε τὴν ἐμὴν κρίσιν ἐκ μικρᾶς μεγάλην ποιῆσαι.ʼ ἔοικε δὲ ὁ λόγος ὁμολογεῖν οὗτος ὅτι πάντα ἐκ τῆς ἐπιμελείας καὶ τῆς διαρκοῦς φροντίδος καὶ τῆς σπουδῆς τῆς ἀνελλιποῦς καὶ τῶν κατὰ φύσιν δύναιτο ἂν κρείττονα γενέσθαι.
Chapter 34
ἀνὴρ γένει Μάρδος, ὄνομα Ῥακώκης, παῖδας εἶχεν ἑπτά. τούτων ὁ νεώτατος ἐκαλεῖτο Καρτώμης, κακὰ δὲ πολλὰ τοὺς ἄλλους εἰργάζετο. καὶ τὰ μὲν πρῶτα ἐπειρᾶτο αὐτὸν ὁ πατὴρ παιδεύειν καὶ ῥυθμίζειν λόγῳ· ἐπεὶ δὲ οὐκ ἐπείθετο, τῶν δικαστῶν τῶν περιχώρων ἀφικομένων ἔνθα ᾤκει ὁ τοῦ νεανίσκου πατήρ, ἀλλʼ ἐκεῖνός γε συλλαβὼν τὸ παιδίον καὶ τὼ χεῖρε ὀπίσω περιαγαγὼν αὐτοῦ, πρὸς τοὺς δικαστὰς ἤγαγε καὶ ὅσα αὐτῷ τετόλμητο πάντα ἀκριβῶς κατηγόρησε, καὶ ᾔτει παρὰ τῶν δικαστῶν ἀποκτεῖναι τὸν νεανίσκον. οἳ δὲ ἐξεπλάγησαν, καὶ αὐτοὶ μὲν ἐφʼ ἑαυτῶν οὐκ ἔκριναν τὴν καταδικάζουσαν ἀγαγεῖν ψῆφον, ἀμφοτέρους δὲ ἐπὶ τὸν βασιλέα τῶν Περσῶν τὸν Ἀρταξέρξην ἤγαγον. τὰ αὐτὰ δὲ λέγοντος τοῦ Μάρδου ὑπολαβὼν ὁ βασιλεὺς ἔφη ʽεἶτα τολμήσεις τοῖς ὀφθαλμοῖς τοῖς σεαυτοῦ τὸν υἱὸν ἀποθνήσκοντα ὑπομεῖναι;ʼ ὃ δὲ ἔφη ʽπάντων μάλιστα· ἐπεὶ καὶ ἐν τῷ κήπῳ ὅταν τῶν φυομένων θριδακινῶν τὰς ἐκφύσεις τὰς πικρὰς ἀποκλῶ καὶ ἀφαιρῶ, οὐδὲν ἡ μήτηρ αὐτῶν λυπεῖται, ἀλλὰ θάλλει μᾶλλον καὶ μείζων καὶ γλυκίων γίνεται. οὕτω καὶ ἐγώ, ὦ βασιλεῦ, τὸν βλάπτοντα τὴν ἐμὴν οἰκίαν καὶ τὸν τῶν ἀδελφῶν βίον θεωρῶν ἀπολλύμενον καὶ τῆς κακουργίας τῆς ἐς αὐτοὺς παυόμενον καὶ αὐτὸς αὐξηθήσομαι καὶ τοῖς λοιποῖς τοῖς κατὰ γένος συνέσομαι τὰ αὐτὰ ἐμοὶ εὖ πάσχουσιν.ʼ ὧν ἀκούσας Ἀρταξέρξης ἐπῄνεσε μὲν τὸν Ῥακώκην καὶ τῶν βασιλικῶν δικαστῶν ἐποίησεν ἕνα, εἰπὼν πρὸς τοὺς παρόντας ὅτι ὁ περὶ τῶν ἰδίων παίδων οὕτω δικαίως ἀποφαινόμενος πάντως καὶ ἐν τοῖς ἀλλοτρίοις ἀκριβὴς ἔσται δικαστὴς καὶ ἀδέκαστος, ἀφῆκε δὲ καὶ τὸν νεανίαν τῆς παρούσης τιμωρίας, ἀπειλῶν αὐτῷ θανάτου τρόπον βαρύτατον, ἐὰν ἐπὶ τοῖς φθάσασιν ἀδικῶν φωραθῇ ἕτερα.
Book 2
Chapter 1
καὶ ταῦτα Σωκράτους πρὸς Ἀλκιβιάδην. ὃ μὲν ἠγωνία καὶ ἐδεδίει πάνυ σφόδρα ἐς τὸν δῆμον παρελθεῖν τὸ μειράκιον· ἐπιθαρσύνων δὲ αὐτὸν καὶ ἐγείρων ὁ Σωκράτης ʽοὐ καταφρονεῖσʼ εἶπεν ʽἐκείνου τοῦ σκυτοτόμου;ʼ τὸ ὄνομα ἐπειπὼν αὐτοῦ. φήσαντος δὲ τοῦ Ἀλκιβιάδου ὑπολαβὼν πάλιν ὁ Σωκράτης ʽἔτι δὲ ἐκείνου τοῦ ἐν τοῖς κύκλοις κηρύττοντος ἢ ἐκείνου τοῦ σκηνορράφου;ʼ ὁμολογοῦντος δὲ τοῦ μειρακίου ʽοὐκοῦνʼ ἔφη ὁ Σωκράτης ʽὁ δῆμος ὁ Ἀθηναίων ἐκ τοιούτων ἤθροισται· καὶ εἰ τῶν καθʼ ἕνα καταφρονεῖς, καταφρονητέον ἄρα καὶ τῶν ἠθροισμένων,ʼ μεγαλοφρόνως ταῦτα ὁ τοῦ Σωφρονίσκου καὶ τῆς Φαιναρέτης τὸν τοῦ Κλεινίου καὶ τῆς Δεινομάχης διδάσκων.
Chapter 2
Μεγαβύζου ποτὲ ἐπαινοῦντος γραφὰς εὐτελεῖς καὶ ἀτέχνους, ἑτέρας δὲ σπουδαίως ἐκπεπονημένας διαψέγοντος, τὰ παιδάρια τὰ τοῦ Ζεύξιδος τὰ τὴν μηλιάδα τρίβοντα κατεγέλα. ὁ τοίνυν Ζεῦξις ἔφατο ʽὅταν μὲν σιωπᾷς, ὦ Μεγάβυζε, θαυμάζει σε τὰ παιδάρια ταῦτα· ὁρᾷ γάρ σου τὴν ἐσθῆτα καὶ τὴν θεραπείαν τὴν περὶ σέ· ὅταν γε μὴν τεχνικόν τι θέλῃς εἰπεῖν, καταφρονεῖ σου. φύλαττε τοίνυν σεαυτὸν ἐς τοὺς ἐπαινουμένους, κρατῶν τῆς γλώττης καὶ ὑπὲρ μηδενὸς τῶν μηδέν σοι προσηκόντων φιλοτεχνῶν.ʼ
Chapter 3
Ἀλέξανδρος θεασάμενος τὴν ἐν Ἐφέσῳ εἰκόνα ἑαυτοῦ τὴν ὑπὸ Ἀπελλοῦ γραφεῖσαν οὐκ ἐπῄνεσε κατὰ τὴν ἀξίαν τοῦ γράμματος. ἐσαχθέντος δὲ τοῦ ἵππου καὶ χρεμετίσαντος πρὸς τὸν ἵππον τὸν ἐν τῇ εἰκόνι ὡς πρὸς ἀληθινὸν καὶ ἐκεῖνον ʽὦ βασιλεὖ εἶπεν ὁ Ἀπελλῆς, ʽἀλλʼ ὅ γε ἵππος ἔοικέ σου γραφικώτερος εἶναι κατὰ πολύ.
Chapter 4
Φαλάριδος ὑμῖν ἔργον οὐ μάλα ἐκείνῳ σύνηθες εὶπεῖν ἐθέλω· τὸ δὲ ἔργον φιλανθρωπίαν ἄμαχον ὁμολογεῖ, καὶ διὰ τοῦτο ἀλλότριον ἐκείνου δοκεῖ. Χαρίτων ἦν Ἀκραγαντῖνος φιλόκαλος ἄνθρωπος καὶ περὶ τὴν ὥραν τὴν τῶν νέων ἐσπουδακὼς δαιμονίως· διαπύρως δὲ ἠράσθη μάλιστα Μελανίππου Ἀκραγαντίνου καὶ ἐκείνου καὶ τὴν ψυχὴν ἀγαθοῦ καὶ τὸ κάλλος διαφέροντος. τοῦτον ἐλύπησέ τι Φάλαρις τὸν Μελάνιππον· δικαζομένῳ γὰρ αὐτῷ πρός τινα τῶν ἑταίρων αὐτοῦ τοῦ Φαλάριδος προσέταξεν ὁ τύραννος τὴν γραφὴν καταθέσθαι. τοῦ δὲ μὴ πειθομένου ὃ δὲ ἠπείλησε τὰ ἔσχατα δράσειν αὐτὸν μὴ ὑπακούσαντα. καὶ ἐκεῖνος μὲν παρὰ τὴν δίκην ἐκράτησεν ἀνάγκῃ προστάξαντος τοῦ Φαλάριδος, οἱ δὲ ἄρχοντες τὴν γραφὴν τοῦ ἀγῶνος ἠφάνισαν. βαρέως δὲ ἐπὶ τούτοις ὁ νεανίσκος ἤνεγκεν ὑβρίσθαι λέγων, καὶ ὡμολόγει τὴν ὀργὴν τὴν ἑαυτοῦ πρὸς τὸν ἐραστήν, καὶ ἠξίου κοινωνὸν αὐτὸν γενέσθαι τῆς ἐπιθέσεως τῆς κατʼ αὐτοῦ, καὶ ἄλλους δὲ ἔσπευδε προσλαβεῖν τῶν νεανίσκων, οὓς μάλιστα ᾔδει περὶ τὴν τοιαύτην πρᾶξιν θερμοτάτους. ὁρῶν δὲ αὐτὸν ὁ Χαρίτων ἐνθουσιῶντα καὶ ὑπὸ τῆς ὀργῆς ἀναφλεγόμενον, καὶ γινώσκων ὅτι τῶν πολιτῶν οὐδεὶς αὐτοῖς συλλήψεται δέει τῷ ἐκ τοῦ τυράννου, καὶ αὐτὸς ἔφη πάλαι τοῦτο ἐπιθυμεῖν καὶ σπεύδειν ἐκ παντὸς τὴν πατρίδα ῥύσασθαι τῆς δουλείας τῆς καταλαβούσης· ἀσφαλὲς δὲ μὴ εἶναι πρὸς πολλοὺς τὰ τοιαῦτα ἐκφέρειν. ἠξίου δὴ τὸν Μελάνιππόν οἱ συγχωρῆσαι ἀκριβέστερον ὑπὲρ τούτων διασκέψασθαι καὶ ἐᾶσαι παραφυλάξαι τὸν χρόνον τὸν ἐπιτήδειον ἐς τὴν πρᾶξιν. συνεχώρησε τὸ μειράκιον. ἐφʼ ἑαυτοῦ τοίνυν ὁ Χαρίτων βαλόμενος τὸ πᾶν τόλμημα, καὶ κοινωνὸν αὐτοῦ μὴ θελήσας παραλαβεῖν τὸν ἐρώμενον, ἵνʼ εἰ καταφωραθείη, αὐτὸς ὑπέχοι τὴν δίκην, ἀλλὰ μὴ καὶ ἐκεῖνον ἐς ταὐτὰ ἐμβάλοι, ἡνίκα οἱ ἐδόκει καλῶς ἔχειν, ἐγχειρίδιον λαβὼν ὡρμᾶτο ἐπὶ τὸν τύραννον. οὐ μὴν ἔλαθε, πάνυ σφόδρα ἀκριβῶς τῶν δορυφόρων τὰ τοιαῦτα φυλαττόντων. ἐμβληθεὶς δὲ ὑπὸ τοῦ Φαλάριδος ἐς τὸ δεσμωτήριον καὶ στρεβλούμενος ἵνʼ εἴποι τοὺς συνεγνωκότας, ὃ δὲ ἐνεκαρτέρει καὶ ἐνήθλει ταῖς βασάνοις. ἐπεὶ δὲ μακρὸν τοῦτο ἦν, ὁ Μελάνιππος ἧκεν ἐπὶ τὸν Φάλαριν, καὶ ὡμολόγησεν οὐ μόνον κοινωνὸς εἶναι τῷ Χαρίτωνι, ἀλλὰ καὶ αὐτὸς ἄρξαι τῆς ἐπιβουλῆς. τοῦ δὲ πυνθανομένου τὴν αἰτίαν, εἶπε τὸν ἐξ ἀρχῆς λόγον καὶ τὴν τῆς γραφῆς ἄρσιν, καὶ ἐπὶ τούτοις ὡμολόγει περιαλγῆσαι. θαυμάσας οὖν ἀμφοτέρους ἀφῆκε τῆς τιμωρίας, προστάξας αὐθημερὸν ἀπελθεῖν μὴ μόνον τῆς Ἀκραγαντίνων πόλεως ἀλλὰ καὶ τῆς Σικελίας· συνεχώρησε δὲ αὐτοῖς τὰ ἴδια δίκαια καρποῦσθαι. τούτους ὕστερον ἡ Πυθία καὶ τὴν φιλίαν αὐτῶν ὕμνησε διὰ τούτων τῶν ἐπῶν θείας ἡγητῆρες ἐφημερίοις φιλότητος εὐδαίμων Χαρίτων καὶ Μελάνιππος ἔφυ, τοῦ θεοῦ τὸν ἔρωτα αὐτῶν θείαν ὀνομάσαντος φιλίαν.
Chapter 5
Λακεδαιμόνιοι δεινὴν ἐποιοῦντο τοῦ χρόνου την φειδώ, ταμιευόμενοι πανταχόθεν αὐτὸν ἐς τὰ ἐπειγόμενα καὶ μηδενὶ τῶν πολιτῶν ἐπιτρέποντες μήτε ῥᾳστωνεύειν μήτε ῥᾳθυμεῖν ἐς αὐτόν, ὡς ἂν μὴν πρὸς τὰ ἔξω τῆς ἀρετῆς ἀναλισκόμενος εἶτα μάτην διαφθείροιτο. μαρτύριον τούτου πρὸς τοῖς ἄλλοις καὶ τοῦτο. ἀκούσαντες οἱ ἔφοροι Λακεδαιμονίων τοὺς Δεκέλειαν καταλαβόντας περιπάτῳ χρῆσθαι δειλινῷ, ἐπέστειλαν αὐτοῖς ʽμὴ περιπατεῖτἐ, ὡς τρυφώντων αὐτῶν μᾶλλον ἢ τὸ σῶμα ἐκπονούντων. δεῖν γὰρ Λακεδαιμονίους οὐ διὰ τοῦ περιπάτου ἀλλὰ διὰ τῶν γυμνασίων τὴν ὑγίειαν πορίζεσθαι.
Chapter 6
Ἱππόμαχός φασιν ὁ γυμναστὴς ἐπεὶ πάλαισμά τι ὁ ἀθλητὴς ὁ ὑπʼ αὐτῷ γυμναζόμενος ἐπάλαισεν, εἶτα ὁ πᾶς ὄχλος ὁ περιεστὼς ἐξεβόησε, καθίκετο αὐτοῦ τῇ ῥάβδῳ καὶ εἶπεν ʽἀλλὰ σύ γε κακῶς καὶ οὐχ ὡς ἐχρῆν ἐποίησας ὅπερ ἐχρῆν ἄμεινον γενέσθαι· οὐ γὰρ ἂν ἐπῄνεσαν οὗτοι τεχνικόν σε δράσαντά τι,ʼ αἰνιττόμενος ὅτι τοὺς εὖ καὶ καλῶς ἕκαστα δρῶντας οὐ τοῖς πολλοῖς ἀλλὰ τοῖς ἔχουσιν νοῦν θεωρητικὸν τῶν δρωμένων ἀρέσκειν δεῖ. ἔοικε δὲ καὶ Σωκράτης τὴν τῶν πολλῶν ἐκφαυλίζειν κρίσιν ἐν τῇ συνουσίᾳ τῇ πρὸς Κρίτωνα, ὅτε ἀφίκετο ὁ Κρίτων ἐς τὸ δεσμωτήριον, καὶ δὴ ἔπειθεν αὐτὸν ἀποδρᾶναι καὶ τὴν τῶν Ἀθηναίων τὴν κατʼ αὐτοῦ κρίσιν διαφθεῖραι.
Chapter 7
νόμος οὗτος Θηβαϊκὸς ὀρθῶς ἅμα καὶ φιλανθρώπως κείμενος ἐν τοῖς μάλιστα ὅτι οὐκ ἔξεστιν ἀνδρὶ Θηβαίῳ ἐκθεῖναι παιδίον οὐδὲ ἐς ἐρημίαν αὐτὸ ῥῖψαι θάνατον αὐτοῦ καταψηφισαμένῳ, ἀλλʼ ἐὰν ᾖ πένης ἐς τὰ ἔσχατα ὁ τοῦ παιδὸς πατήρ, εἶτε ἄρρεν τοῦτο εἴτε θῆλύ ἐστιν, ἐπὶ τὰς ἀρχὰς κομίζειν ἐξ ὠδίνων τῶν μητρῴων σὺν τοῖς σπαργάνοις αὐτό· αἳ δὲ παραλαβοῦσαι ἀποδίδονται τὸ βρέφος τῷ τιμὴν ἐλαχίστην δόντι. ῥήτρα τε πρὸς αὐτὸν καὶ ὁμολογία γίνεται ἦ μὴν τρέφειν τὸ βρέφος καὶ αὐξηθὲν ἔχειν δοῦλον ἢ δούλην, θρεπτήρια αὐτοῦ τὴν ὑπηρεσίαν λαμβάνοντα.
Chapter 8
κατὰ τὴν πρώτην καὶ ἐνενηκοστὴν Ὀλυμπιάδα, καθʼ ἣν ἐνίκα Ἐξαίνετος ὁ Ἀκραγαντῖνος στάδιον, ἀντηγωνίσαντο ἀλλήλοις Ξενοκλῆς καὶ Εὐριπίδης. καὶ πρῶτός γε ἦν Ξενοκλῆς, ὅστις ποτὲ οὗτός ἐστιν, Οἰδίποδι καὶ Λυκάονι καὶ Βάκχαις καὶ Ἀθάμαντι Σατυρικῷ. τούτου δεύτερος Εὐριπίδης ἦν Ἀλεξάνδρῳ καὶ Παλαμήδει καὶ Τρωσὶ καὶ Σισύφῳ Σατυρικῷ. γελοῖον δὲ ʽοὐ γάρ;ʼ Ξενοκλέα μὲν νικᾶν, Εὐριπίδην δὲ ἡττᾶσθαι, καὶ ταῦτα τοιούτοις δράμασι. τῶν δύο τοίνυν τὸ ἕτερον· ἢ ἀνόητοι ἦσαν οἱ τῆς ψήφου κύριοι καὶ ἀμαθεῖς καὶ πόρρω κρίσεως ὀρθῆς, ἢ ἐδεκάσθησαν. ἄτοπον δὲ ἑκάτερον καὶ Ἀθηναίων ἥκιστα ἄξιον.
Chapter 9
οἶα ἐψηφίσαντο Ἀθηναῖοι, καὶ ταῦτα ἐν δημοκρατίᾳ, Αἰγινητῶν μὲν ἑκάστου τὸν μέγαν ἀποκόψαι τῆς χειρὸς δάκτυλον τῆς δεξιᾶς, ἵνα δόρυ μὲν βαστάζειν μὴ δύνωνται, κώπην δὲ ἐλαύνειν δύνωνται· Μυτιληναίους δὲ ἡβηδὸν ἀποσφάξαι καὶ τοῦτο ἐψηφίσαντο ἐσηγησαμένου Κλέωνος τοῦ Κλεαινέτου. τούς γε μὴν ἁλισκομένους αἰχμαλώτους Σαμίων στίζειν κατὰ τοῦ προσώπου καὶ εἶναι τὸ στίγμα γλαῦκα καὶ τοῦτο Ἀττικὸν ψήφισμα. οὐκ ἐβουλόμην δὲ αὐτὰ οὔτε Ἀθήνησι κεκυρῶσθαι οὔτε ὑπὲρ Ἀθηναίων λέγεσθαι, ὦ Πολιὰς Ἀθηνᾶ καὶ Ἐλευθέριε Ζεῦ καὶ Ἑλλήνων θεοὶ πάντες.
Chapter 10
Τιμόθεον ἀκούω τὸν Κόνωνος τὸν Ἀθηναίων στρατηγόν, ὅτε ἐν ἀκμῇ τῆς εὐτυχίας ἦν καὶ ᾕρει τὰς πόλεις ῥᾷστα, καὶ οὐκ εἶχον Ἀθηναῖοι ὅποι ποτὲ αὐτὸν κατάθωνται ὑπὸ θαύματος τοῦ περὶ τὸν ἄνδρα, ἀλλὰ τοῦτόν γε Πλάτωνι τῷ Ἀρίστωνος περιτυχόντα βαδίζοντι ἔξω τοῦ τείχους μετά τινων γνωρίμων καὶ ἰδόντα σεμνὸν μὲν ἰδεῖν τὸ πλάτος, ἵλεων δὲ τῷ προσώπῳ, διαλεγόμενον δὲ οὐχὶ περὶ ἐσφορᾶς χρημάτων οὐδὲ ὑπὲρ τριηρῶν, οὐδὲ ὑπὲρ ναυτικῶν χρειῶν οὐδὲ ὑπὲρ πληρωμάτων, οὐδὲ ὑπὲρ τοῦ δεῖν βοηθεῖν οὐδὲ ὑπὲρ φόρου τοῦ τῶν συμμάχων, οὐδὲ ὑπὲρ τῶν νησιωτῶν ἢ ὑπὲρ ἄλλου τινὸς τοιούτου φληνάφου, ὑπὲρ ἐκείνων δέ, ὧν ἔλεγε Πλάτων καὶ ὑπὲρ ὧν εἴθιστο σπουδάζειν, ἐπιστάντα τὸν τοῦ Κόνωνος εἰπεῖν ʽὦ τοῦ βίου καὶ τῆς ὄντως εὐδαιμονίασʼ. ἐκ τούτων οὖν δῆλον ὡς ἑαυτὸν οὐ πάνυ τι εὐδαίμονα ἀπέφαινεν ὁ Τιμόθεος, ὅτι μὴ ἐν τούτοις ἀλλʼ ἐν τῇ παρʼ Ἀθηναίων δόξῃ καὶ τιμῇ ἦν.
Chapter 11
Σωκράτης ἰδὼν κατὰ τὴν ἀρχὴν τῶν τριάκοντα τοὺς ἐνδόξους ἀναιρουμένους καὶ τοὺς βαθύτατα πλουτοῦντας ὑπὸ τῶν τυράννων ἐπιβουλευομένους, Ἀντισθένει φασὶ περιτυχόντα εἰπεῖν ʽμή τί σοι μεταμέλει ὅτι μέγα καὶ σεμνὸν οὐδὲν ἐγενόμεθα ἐν τῷ βίῳ καὶ τοιοῦτοι οἵους ἐν τῇ τραγῳδίᾳ τοὺς μονάρχας ὁρῶμεν, Ἀτρέας τε ἐκείνους καὶ Θυέστας καὶ Ἀγαμέμνονας καὶ Αἰγίσθους; οὗτοι μὲν γὰρ ἀποσφαττόμενοι καὶ ἐκτραγῳδούμενοι καὶ πονηρὰ δεῖπνα δειπνοῦντες ἑκάστοτε ἐκκαλύπτονται· οὐδεὶς δὲ οὕτως ἐγένετο τολμηρὸς οὐδὲ ἀναίσχυντος τραγῳδίας ποιητής, ὥστε ἐσαγαγεῖν ἐς δρᾶμα ἀποσφαττόμενον χορόν.
Chapter 12
Θεμιστοκλέους τοῦ Νεοκλέους οὐκ οἶδα εἰ ἐπαινεῖν χρὴ τοῦτο. ἐπεὶ γὰρ τῆς ἀσωτίας ἐπαύσατο Θεμιστοκλῆς ἀποκηρυχθεὶς ὑπὸ τοῦ πατρός, καὶ ὑπήρξατο σωφρονεῖν, καὶ τῶν μὲν ἑταιρῶν ἀπέστη, ἤρα δὲ ἔρωτα ἕτερον τὸν τῆς πολιτείας τῶν Ἀθηναίων, καὶ θερμότατα ἐπεχείρει ταῖς ἀρχαῖς, καὶ ἑαυτὸν ἔσπευδεν εἶναι πρῶτον, ἔλεγέ φασι πρὸς τοὺς γνωρίμους ʽτί δʼ ἂν ἐμοῦ δοίητε, ὃς οὔπω φθονοῦμαι;ʼ ὅστις δὲ ἐρᾷ φθονεῖσθαι, τοῦτο δή που τὸ τοῦ Εὐριπίδου περιβλέπεσθαι σπεύδει. ὅτι δὲ τοῦτο ἔστι κενόν, ὁ αὐτὸς Εὐριπίδης φησίν.
Chapter 13
ἐπετίθεντο τῷ Σωκράτει καὶ ἐπεβούλευον οἱ ἀμφὶ τὸν Ἄνυτον ὧν χάριν καὶ διʼ ἃς αἰτίας λέλεκται πάλαι. ὑφορώμενοι δὲ τοὺς Ἀθηναίους καὶ δεδιότες ὅπως ποτὲ ἕξουσι πρὸς τὴν κατηγορίαν τοῦ ἀνδρὸς ʽπολὺ γὰρ ἦν τὸ τοῦ Σωκράτους ὄνομα διά τε τὰ ἄλλα καὶ ὅτι τοὺς σοφιστὰς ἤλεγχεν οὐδὲν ὑγιὲς ὄντας οὐδέ τι σπουδαῖον ἢ εἰδότας ἢ λέγοντασʼ, ἐκ τούτων οὖν ἐβουλήθησαν πεῖραν καθεῖναι ὑπὲρ τῆς κατʼ αὐτοῦ διαβολῆς. τὸ μὲν γὰρ ἄντικρυς ἀπενέγκασθαι γραφὴν κατʼ αὐτοῦ παραχρῆμα οὐκ ἐδοκίμαζον διʼ ἃ προεῖπον καὶ διʼ ἐκεῖνα δέ, μή ποτε ἄρα ἀγριάναντες οἱ φίλοι οἱ τοῦ Σωκράτους ἐξάψωσι κατʼ αὐτῶν τοὺς δικαστάς, εἶτά τι πάθωσι κακὸν ἀνήκεστον, ἅτε συκοφαντοῦντες ἄνδρα οὐ μόνον οὐδενὸς αἴτιον κακοῦ τῇ πόλει, ἐκ δὲ τῶν ἐναντίων καὶ κόσμον ταῖς Ἀθήναις ὄντα. τί οὖν ἐπινοοῦσιν; Ἀριστοφάνην τὸν τῆς κωμῳδίας ποιητήν, βωμολόχον ἄνδρα καὶ γελοῖον ὄντα καὶ εἶναι σπεύδοντα, ἀναπείθουσι κωμῳδῆσαι τὸν Σωκράτη, ταῦτα δήπου τὰ περιφερόμενα, ὡς ἦν ἀδολέσχης, λέγων τε αὖ καὶ τὸν ἥττω λόγον ἀπέφαινε κρείττονα, καὶ ἐσῆγε ξένους δαίμονας, καὶ οὐκ ᾐδεῖτο θεοὺς οὐδʼ ἐτίμα, τὰ δὲ αὐτὰ ταῦτα καὶ τοὺς προσιόντας αὐτῷ ἐδίδασκέ τε καὶ εἰδέναι ἀνέπειθεν. ὁ δὲ Ἀριστοφάνης λαβόμενος ὑποθέσεως εὖ μάλα ἀνδρικῆς, ὑποσπείρας γέλωτα καὶ τὸ ἐκ τῶν μέτρων αἱμύλον καὶ τὸν ἄριστον τῶν Ἑλλήνων λαβὼν ὑπόθεσιν ʽοὐ γάρ οἱ κατὰ Κλέωνος ἦν τὸ δρᾶμα, οὐδὲ ἐκωμῴδει Λακεδαιμονίους ἢ Θηβαίους ἢ Περικλέα αὐτόν, ἀλλʼ ἄνδρα τοῖς τε ἄλλοις θεοῖς φίλον καὶ δὴ καὶ μάλιστα τῷ Ἀπόλλωνἰ, ἅτε οὖν ἄηθες πρᾶγμα καὶ ὅραμα παράδοξον ἐν σκηνῇ καὶ κωμῳδίᾳ Σωκράτης, πρῶτον μὲν ἐξέπληξεν ἡ κωμῳδία τῷ ἀδοκήτῳ τοὺς Ἀθηναίους, εἶτα καὶ φύσει φθονεροὺς ὅντας κοὶ τοῖς ἀρίστοις βασκαίνειν προῃρημένους οὐ μόνον τοῖς ἐν τῇ πολιτείᾳ καὶ ταῖς ἀρχαῖς ἀλλʼ ἔτι καὶ πλέον τοῖς εὐδοκιμοῦσιν ἢ ἐν λόγοις ἀγαθοῖς ἢ ἐν βίου σεμνότητι, ἄκουσμα ἔδοξεν ἥδιστον αἵδε αἱ Νεφέλαι, καὶ ἐκρότουν τὸν ποιητὴν ὡς οὔ ποτε ἄλλοτε, καὶ ἐβόων νικᾶν, καὶ προσέταττον τοῖς κριταῖς ἄνωθεν Ἀριστοφάνην ἀλλὰ μὴ ἄλλον γράφειν. καὶ τὰ μὲν τοῦ δράματος τοιαῦτα· ὁ δὲ Σωκράτης σπάνιον μὲν ἐπεφοίτα τοῖς θεάτροις, εἴ ποτε δὲ Εὐριπίδης ὁ τῆς τραγῳδίας ποιητὴς ἠγωνίζετο καινοῖς τραγῳδοῖς, τότε γε ἀφικνεῖτο. καὶ Πειραιοῖ δὲ ἀγωνιζομένου τοῦ Εὐριπίδου καὶ ἐκεῖ κατῄει· ἔχαιρε γὰρ τῷ ἀνδρὶ διά τε τὴν σοφίαν αὐτοῦ καὶ τὴν ἐν τοῖς μέτροις ἀρετήν. ἤδη δέ ποτε αὐτὸν ἐρεσχελῶν Ἀλκιβιάδης ὁ Κλεινίου καὶ Κριτίας ὁ Καλλαίσχρου καὶ κωμῳδῶν ἀκοῦσαι παρελθόντα ἐς τὸ θέατρον ἐξεβιάσαντο. ὃ δὲ αὐτοῖς οὐκ ἠρέσκετο, ἀλλὰ δεινῶς κατεφρόνει ʽἅτε ἀνὴρ σώφρων καὶ δίκαιος καὶ ἀγαθὸς καὶ ἐπὶ τούτοις σοφόσʼ ἀνδρῶν κερτόμων καὶ ὑβριστῶν καὶ ὑγιὲς λεγόντων οὐδέν· ἅπερ ἐλύπει δεινῶς αὐτούς. καὶ ταῦτα οὖν τῆς κωμῳδίας ἦν αὐτῷ τὰ σπέρματα, ἀλλʼ οὐ μόνον ἃ παρὰ τοῦ Ἀνύτου καὶ Μελήτου ὡμολόγηται. εἰκὸς δὲ καὶ χρηματίσασθαι ὑπὲρ τούτων Ἀριστοφάνην. καὶ γὰρ βουλομένων, μᾶλλον δὲ ἐκ παντὸς συκοφαντῆσαι τὸν Σωκράτη σπευδόντων ἐκείνων, καὶ αὐτὸν δὲ πένητα ἅμα καὶ κατάρατον ὄντα, τί παράδοξον ἦν ἀργύριον λαβεῖν ἐπʼ οὐδενὶ ὑγιεῖ; καὶ ὑπὲρ μὲν τούτων αὐτὸς οἶδεν· εὐδοκίμει δʼ οὖν αὐτῷ τὸ δρᾶμα. καὶ γάρ τοι καὶ τὸ τοῦ Κρατίνου τοῦτο συνέβη εἴ ποτε ἄλλοτε καὶ τότε, τῷ θεάτρῳ νοσῆσαι τὰς φρένας. καὶ ἅτε ὄντων Διονυσίων πάμπολύ τι χρῆμα τῶν Ἑλλήνων σπουδῇ τῆς θέας ἀφίκετο. περιφερομένου τοίνυν ἐν τῇ σκηνῇ τοῦ Σωκράτους καὶ ὀνομαζομένου πολλάκις, οὐκ ἂν δὲ θαυμάσαιμι εἰ καὶ βλεπομένου ἐν τοῖς ὑποκριταῖς ʽδῆλα γὰρ δὴ ὅτι καὶ οἱ σκευοποιοὶ ἔπλασαν αὐτὸν ὡς ὅτι μάλιστα ἐξεικάσαντεσʼ, ἀλλʼ οἵ γε ξένοι ʽτὸν γὰρ κωμῳδούμενον ἠγνόουνʼ θροῦς παρʼ αὐτῶν ἐπανίστατο, καὶ ἐζήτουν ὅστις ποτὲ οὗτος ὁ Σωκράτης ἐστίν. ὅπερ οὖν ἐκεῖνος αἰσθόμενος ʽκαὶ γάρ τοι καὶ παρῆν οὐκ ἄλλως οὐδὲ ἐκ τύχης, εἰδὼς δὲ ὅτε κωμῳδοῦσιν αὐτόν· καὶ δὴ καὶ ἐν καλῷ τοῦ θέατρου ἐκάθητὀ, ἵνα οὖν λύσῃ τὴν τῶν ξένων ἀπορίαν, ἐξαναστὰς παρʼ ὅλον τὸ δρᾶμα ἀγωνιζομένων τῶν ὑποκριτῶν ἑστὼς ἐβλέπετο. τοσοῦτον ἄρα περιῆν τῷ Σωκράτει τοῦ κωμῳδίας καὶ Ἀθηναίων καταφρονεῖν.
Chapter 14
γελοῖος ἐκεῖνος ὁ Ξέρξης ἦν εἴ γε θαλάττης μὲν καὶ γῆς κατεφρόνει τῆς Διὸς τέχνης, ἑαυτῷ δὲ εἰργάζετο καινὰς ὁδοὺς καὶ πλοῦν ἀήθη, ἐδεδούλωτο δὲ πλατάνῳ καὶ ἐθαύμαζε τὸ δένδρον. ἐν Λυδίᾳ γοῦν φασιν ἰδὼν φυτὸν εὐμέγεθες πλατάνου, τὴν ἡμέραν ἐκείνην κατέμεινεν οὐδέν τι δεόμενος, καὶ ἐχρήσατο σταθμῷ τῇ ἐρημίᾳ τῇ περὶ τὴν πλάτανον. ἀλλὰ καὶ ἐξῆψεν αὐτῆς κόσμον πολυτελῆ, στρεπτοῖς καὶ ψελίοις τιμῶν τοὺς κλάδους, καὶ μελεδωνὸν αὐτῇ κατέλιπεν, ὥσπερ ἐρωμένῃ φύλακα καὶ φρουρόν. ἐκ δὲ τούτων τί τῷ δένδρῳ καλὸν ἀπήντησεν; ὁ μὲν γὰρ κόσμος ὁ ἐπίκτητος καὶ μηδὲν αὐτῷ προσήκων ἄλλως ἐκρέματο, καὶ συνεμάχετο ἐς ὥραν οὐδέν· ἐπεὶ τοῦ φυτοῦ κάλλος ἐκεῖνό ἐστιν, εὐγενεῖς οἱ κλάδοι καὶ ἡ κόμη πολλὴ καὶ στερεὸν τὸ πρέμνον καὶ αἱ ῥίζαι ἐν βάθει καὶ διασείοντες οἱ ἄνεμοι καὶ ἀμφιλαφὴς ἡ ἐξ αὐτοῦ σκιὰ καὶ ἀναστρέφουσαι αἱ ὧραι καὶ ὕδωρ τὸ μὲν διὰ τῶν ὀχετῶν ἐκτρέφον, τὸ δὲ ἐξ οὐρανοῦ ἐπάρδον· χλαμύδες δὲ αἱ Ξέρξου καὶ χρυσὸς ὁ τοῦ βαρβάρου καὶ τὰ ἄλλα δῶρα οὔτε πρὸς τὴν πλάτανον οὔτε πρὸς ἄλλο δένδρον εὐγενὲς ἦν.
Chapter 15
Κλαζομενίων τινὲς ἐς τὴν Σπάρτην ἀφικόμενοι καὶ ὕβρει καὶ ἀλαζονείᾳ χρώμενοι τοὺς τῶν ἐφόρων θρόνους ἔνθα εἰώθασι καθήμενοι χρηματίζειν καὶ τῶν πολιτικῶν ἕκαστα διατάττειν, ἀλλὰ τούτους γε τοὺς θρόνους ἀσβόλῳ κατέχρισαν. μαθόντες δὲ οἱ ἔφοροι οὐκ ἠγανάκτησαν, ἀλλὰ τὸν δημόσιον κήρυκα καλέσαντες προσέταξαν αὐτὸν δημοσίᾳ κηρύξαι τοῦτο δὴ τὸ θαυμαζόμενον ʽἐξέστω Κλαζομενίοις ἀσχημονεῖν.ʼ
Chapter 16
Φωκίωνος δὲ τοῦ Φώκου καὶ τοῦτο ἔγωγε ἔγνων καλόν. παρελθὼν γὰρ ἐς τοὺς Ἀθηναίους ἐκκλησίας οὔσης, ἐπεί τι αὐτοῖς ἐμέμφετο ἀγνωμονοῦσι, πάνυ σφόδρα πεπαιδευμένως καὶ πληκτικῶς εἶπε ʽβούλομαι μᾶλλόν τι ὑφʼ ὑμῶν παθεῖν κακὸν ἢ αὐτός τι ὑμᾶς κακῶς δρᾶσαι.
Chapter 17
ἡ τῶν ἐν Πέρσαις μάγων σοφία τά τε ἄλλα οἶδεν ὁπόσα αὐτοῖς εἰδέναι θέμις, καὶ οὖν καὶ μαντεύεσθαι. οἵπερ οὖν καὶ προεῖπον τὴν τοῦ Ὤχου περὶ τοὺς ὑπηκόους ἀγριότητα καὶ τὸ φονικὸν αὐτοῦ, διά τινων ἀπορρήτων συμβόλων καταγνόντες τοῦτο. ὅτε γὰρ Ἀρταξέρξου τοῦ πατρὸς αὐτοῦ τελευτήσαντος ἐς τὴν βασιλείαν τῶν Περσῶν ὁ Ὦχος παρῆλθεν, οἱ μάγοι προσέταξαν τῶν εὐνούχων τινὶ τῶν πλησίον παρεστώτων φυλάξαι τὸν Ὦχον τῆς τραπέζης παρατεθείσης τίνι πρώτῳ τῶν παρακειμένων ἐπιχειρεῖ. καὶ ὃ μὲν εἱστήκει τηρῶν τοῦτο, ὁ δὲ Ὦχος τὰς χεῖρας ἐκτείνας τῇ μὲν δεξιᾷ τῶν…
Chapter 18
…
The complete text is available when the reading interface loads.